Τέως τοῦ ἐλέγχου ἅπτεται τῆς τῶν ἡμερῶν παρατηρήσεως, στοιχεῖα κόσμου ἥλιον καὶ σελήνην λέγων, καθάπερ καὶ ἐν τῇ πρὸς Γαλάτας ἔλεγε· Πῶς πάλιν ἐπιστρέφετε ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα; Καὶ οὐκ εἶπεν, Ἡμερῶν παρατηρήσεις, ἀλλὰ Δι᾽ ὅλου τοῦ κόσμου τοῦ παρόντος, ἵνα τὸ εὐτελὲς δείξῃ· εἰ γὰρ ὁ κόσμος οὐδὲν, πολλῷ μᾶλλον [καὶ] τὰ στοιχεῖα. Δείξας οὖν πρῶτον ὅσα εὐεργετήθησαν, ὅσα εὖ ἔπαθον, τότε ἐπάγει τὴν κατηγορίαν, ἵνα μείζονα δείξῃ, καὶ ἕλῃ τοὺς ἀκούοντας. Τοῦτο καὶ οἱ προφῆται ποιοῦσιν ἀεί· πρότερον τὰς εὐεργεσίας δεικνύουσι, καὶ τότε τὰς κατηγορίας αὔξουσι, καθάπερ ὁ Ἡσαΐας φησίν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν· καὶ πάλιν, Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἐλύπησά σε, ἢ τί παρηνώχλησά σοι; καὶ ὁ Δαυῒδ, ὡς ὅταν λέγῃ· Ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος· καὶ πάλιν, Ἄνοιξον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. Καὶ πανταχοῦ οὕτως εὑρήσεις. Μάλιστα μὲν οὖν οὐδὲ εἴ τι ἔλεγον, πείθεσθαι ἔδει· νῦν δὲ καὶ χωρὶς τῶν εὐεργεσιῶν φεύγειν ἐκεῖνα δεῖ. Καὶ οὐ κατὰ Χριστὸν, φησί. Μάλιστα μὲν γὰρ, εἰ καὶ οὕτως ἦν ἐξ ἡμισείας, ὥστε δύνασθαι καὶ τούτῳ κἀκείνῳ δουλεύειν, οὐδὲ οὕτως ἔδει· νῦν δὲ οὐκ ἀφίησιν ὑμᾶς εἶναι κατὰ Χριστόν. Ἐκεῖθεν αὐτὰ φέρουσι. Πρότερον δὲ διασαλεύσας τὰς Ἑλληνικὰς παρατηρήσεις, τότε καὶ τὰς Ἰουδαϊκὰς ἀναιρεῖ.