Μὴ ἀνέχεσθε τῶν κρινόντων, φησίν. Ἀλλ᾽ οὐδὲ τοῦτο· ἀλλ᾽ ἐκείνοις διαλέγεται μόνον, οὐχὶ ἐπιστομίζων αὐτοὺς, ὅτι Οὐκ ὀφείλετε ἀνακρίνειν. Ἀλλ᾽ οὐκ ἂν τούτων καθήψατο. Οὐκ εἶπεν, Ἐν καθαροῖς καὶ ἀκαθάρτοις, οὐδὲ εἶπεν, Ἐν σκηνοπηγίαις καὶ ἀζύμοις καὶ πεντηκοστῇ· ἀλλ᾽, Ἐν μέρει ἑορτῆς· οὐ γὰρ ἐτόλμων τὸ πᾶν φυλάττειν· καὶ εἰ ἐφύλαττον, οὐχ ὥστε ἑορτάζειν. Ἐν μέρει, φησί· δεικνὺς ὅτι τὸ πλέον λέλυται. Εἰ γὰρ καὶ ἐσαββάτιζον, ἀλλ᾽ οὐκ ἀκριβῶς. Ἅ ἐστι σκιὰ τῶν μελλόντων· τῆς Καινῆς, φησὶ, Διαθήκης. Τὸ δὲ σῶμα Χριστοῦ. Οἱ μὲν οὖν τοῦτο στίζουσι, Τὸ δὲ σῶμα, Χριστοῦ· ἡ δὲ ἀλήθεια ἐπὶ Χριστοῦ γέγονεν· οἱ δὲ, Τὸ σῶμα Χριστοῦ μηδεὶς ὑμᾶς καταβραβευέτω, τουτέστιν, ἐπηρεαζέτω. Καταβραβευθῆναι γάρ ἐστιν ὅταν παρ᾽ ἑτέρῳ μὲν ἡ νίκη ᾖ, παρ᾽ ἑτέρῳ δὲ τὸ βραβεῖον, ὅταν ἐπηρεάζῃ νικήσας. Ἄνωθεν ἕστηκας τοῦ διαβόλου καὶ τῆς ἁμαρτίας· τί πάλιν ὑπάγεις σαυτὸν τῇ ἁμαρτίᾳ; Διὰ τοῦτο ἔλεγεν, Ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι· καὶ πάλιν, Εὑρέθη Χριστὸς ἁμαρτίας διάκονος; ὃ ἐν τῇ πρὸς Γαλάτας γράφων ἔλεγεν. Ὅτε τοίνυν αὐτοὺς ἐνέπλησε θυμοῦ διὰ τοῦ εἰπεῖν, Καταβραβευέτω, τότε ἄρχεται· Θέλων, φησὶν, ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ μὴ ἑώρακεν ἐμβατεύων, εἰκῆ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὑτοῦ.