Υἱοὺς ἀπειθείας λέγει, ἀποστερῶν αὐτοὺς συγγνώμης, καὶ δεικνὺς ὅτι παρὰ τὸ μὴ πεισθῆναι ἐν τούτοις εἰσίν. Ἐν οἷς καὶ ὑμεῖς, φησὶ, περιεπατήσατέ ποτε, καὶ ἐπείσθητε. Δείκνυσιν αὐτοὺς ἔτι ἐν αὐτοῖς, καὶ ἐγκωμιάζει οὕτω λέγων· Νυνὶ δὲ καὶ ὑμεῖς ἀπόθεσθε τὰ πάντα, ὀργὴν, θυμὸν, κακίαν. βλασφημίαν, αἰσχρολογίαν. Οὐκ ἐπ᾽ αὐτοὺς, ἀλλ᾽ ἐφ᾽ ἑτέρους προάγει τὸν λόγον, ὥστε μὴ πλῆξαι. Καὶ βλασφημίας δὲ τὰς λοιδορίας λέγει, καθάπερ θυμὸν τὴν πονηρίαν καλεῖ. Ἀλλαχοῦ δὲ ἐντρεπτικῶς, ὅτι Ἀλλήλων ἐσμὲν μέλη. Ὥσπερ δημιουργοὺς αὐτοὺς κατασκευάζει τῶν ἀνθρώπων, τὸν μὲν ῥιπτούντων, τὸν δὲ δεχομένων. Εἶπεν ἐκεῖ, Τὰ μέλη, ἐνταῦθα, Πάντα, φησὶ, τὴν καρδίαν, τὸν θυμὸν, τὸ στόμα, τὴν βλασφημίαν, τοὺς ὀφθαλμοὺς, τὴν πορνείαν, τὴν πλεονεξίαν, χεῖρας καὶ πόδας, ψεῦδος, τὴν διάνοιαν αὐτὴν, καὶ τὸν νοῦν τὸν παλαιόν. Μίαν ἔχει μορφὴν βασιλικὴν τὴν τοῦ Χριστοῦ. Δοκοῦσί μοι ἐξ ἐθνῶν εἶναι μᾶλλον οὗτοι, πρὸς οὓς καὶ ἀποτείνεται, δεικνὺς ὅτι μίαν ἔχει μορφὴν βασιλικὴν τὰ μέλη, κἂν ὁ μὲν μείζων ᾗ, ὁ δὲ ἐλάττων. Καθάπερ γὰρ ἡ γῆ ψάμμος οὖσα τὴν οἰκείαν ἀπολλῦσα πρότερον μορφὴν, ὕστερον χρυσῆ γίνεται· καὶ καθάπερ τὰ ἔρια, οἷα ἂν ᾖ, ἑτέραν δέχεται ὄψιν, καὶ τὴν προτέραν ἔκρυψεν· οὕτω δὴ καὶ ὁ πιστός. Ἀνεχόμενοι, φησὶν, ἀλλήλων.