γʹ. Οἶδα ἐγώ τινα ἅγιον ἄνδρα οὕτως εὐχόμενον. Οὐδὲν πρὸ τούτου τοῦ ῥήματος ἔλεγεν, ἀλλ᾽ ὅτι. Εὐχαριστοῦμεν ὑπὲρ πασῶν τῶν εὐεργεσιῶν σου τῶν ἐκ πρώτης ἡμέρας μέχρι τῆς παρούσης εἰς ἡμᾶς τοὺς ἀναξίους ἐπιδεικνυμένων· ὑπὲρ ὧν ἴσμεν καὶ οὐκ ἴσμεν, ὑπὲρ τῶν φανερῶν, ὑπὲρ τῶν ἀφανῶν, τῶν ἐν ἔργῳ γενομένων, τῶν ἐν λόγῳ, τῶν ἑκοντὶ, τῶν ἀκοντί· πασῶν τῶν εἰς τοὺς ἀναξίους ἡμᾶς γεγενημένων· ὑπὲρ θλίψεων, ὑπὲρ ἀνέσεων, ὑπὲρ τῆς γεέννης, ὑπὲρ τῆς κολάσεως, ὑπὲρ βασιλείας τῶν οὐρανῶν. Παρακαλοῦμέν σε φυλάξαι τὴν ψυχὴν ἡμῶν ἁγίαν, καθαρὰν συνείδησιν ἔχουσαν, τέλος ἄξιον τῆς φιλανθρωπίας σου. Ὁ ἀγαπήσας ἡμᾶς ὥστε τὸν Μονογενῆ σου δοῦναι ὑπὲρ ἡμῶν, καταξίωσον ἀξίους γενέσθαι τῆς σῆς ἀγάπης· δὸς ἐν τῷ λόγῳ σου σοφίαν, καὶ ἐν τῷ φόβῳ σου, μονογενὲς Χριστὲ, ἔμπνευσον ἰσχὺν τὴν παρὰ σοῦ· ὁ τὸν Μονογενῆ δοὺς ὑπὲρ ἡμῶν, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον ἐξαποστείλας εἰς ἄφεσιν τῶν ἡμετέρων ἁμαρτιῶν, εἴ τι ἑκόντες ἢ ἄκοντες ἡμάρτομεν, συγχώρησον, καὶ μὴ λογίσῃ· μνήσθητι πάντων τῶν ἐπικαλουμένων τὸ ὄνομά σου ἐν ἀληθείᾳ· μνήσθητι πάντων τῶν εὖ, καὶ τἀναντία ἡμῖν θελόντων· πάντες γὰρ ἄνθρωποί ἐσμεν. Εἶτα ἐπιθεὶς τὴν εὐχὴν τῶν πιστῶν, ἐνταῦθα ἐπαύετο, ὡς κορωνίδα τινὰ καὶ σύνδεσμον ὑπὲρ πάντων τὴν εὐχὴν ποιησάμενος. Πολλὰ γὰρ ἡμᾶς ὁ Θεὸς καὶ ἄκοντας εὖ ποιεῖ· πολλὰ γὰρ καὶ οὐκ εἰδότας, καὶ μείζονα.