Διελύθησαν αἱ παστάδες, καὶ εὐθέως μέριμνα καὶ φόβος, μή τι παραπέσῃ τῶν κεχρημένων, καὶ διαδέχεται τὴν ἡδονὴν ἀθυμία ἀφόρητος. Ἀλλ᾽ αὕτη μὲν τῆς κηδεστρίας ἡ ἀγωνία· μᾶλλον δὲ οὐδὲ αὐτὴ ἀπήλλακται ἡ νύμφη· τὰ γοῦν μετὰ ταῦτα αὐτῆς τῆς νύμφης ἐστὶν ἅπαντα. Τὸ γὰρ ὁρᾷν καταλυόμενα ἅπαντα, ἀθυμίας ὑπόθεσις, τὸ ὁρᾷν ἔρημον τὴν οἰκίαν, κατηφείας ἀφορμή. Ἐκεῖ ὁ Χριστὸς, ἐνταῦθα ὁ Σατανᾶς· ἐκεῖ θυμηδία, ἐνταῦθα φροντίς· ἐκεῖ ἡδονὴ, ἐνταῦθα λύπη· ἐκεῖ δαπάνη, ἐνταῦθα οὐδὲν τοιοῦτον, ἐκεῖ ἀσχημοσύνη, ἐνταῦθα εὐκοσμία· ἐκεῖ φθόνος, ἐνταῦθα ἀφθονία· ἐκεῖ μέθη, ἐνταῦθα νῆψις, ἐνταῦθα σωτηρία, ἐνταῦθα σωφροσύνη. Ταῦτα δὴ πάντα ἐννοοῦντες, στήσωμεν τὸ κακὸν μέχρι τούτου, ἵνα ἀρέσωμεν τῷ Θεῷ, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτυχεῖν καταξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.