Καὶ ἄλλως δὲ οὐ τοῦτο εὐχόμεθα μόνον ἵνα μάθητε, ἀλλ᾽ ἵνα καὶ ἐπὶ τῶν ἔργων ἐπιδεικνύησθε· ὁ γὰρ εἰδὼς χωρὶς τοῦ ποιεῖν, καὶ κολάζεσθαι μέλλει. Εἰς τὸ περιπατῆσαι ὑμᾶς, φησί· τουτέστιν, ἀεὶ, οὐχ ἅπαξ, ἀλλὰ διαπαντός. Ὥσπερ τὸ περιπατεῖν ἀναγκαῖον ἡμῖν, οὕτω καὶ τὸ ὀρθῶς βιοῦν. Καὶ ἀεὶ περίπατον τὸ τοιοῦτον καλεῖ, εἰκότως, δεικνὺς ὅτι οὗτος ἡμῖν ὁ βίος ἐστὶν ὁ προκείμενος· ἀλλ᾽ οὐχ ὁ κοσμικὸς τοιοῦτος. Καὶ πολὺ δὲ τὸ ἐγκώμιον. Περιπατῆσαι ὑμᾶς, φησὶν, ἀξίως τοῦ Κυρίου, καὶ, Ἐν παντὶ ἔργῳ ἀγαθῷ, ὥστε ἀεὶ ἐπιδιδόναι, καὶ μηδαμοῦ ἵστασθαι· καὶ μεταφορικῶς, Καρποφοροῦντες, καὶ αὐξανόμενοι ἐν τῇ ἐπιγνώσει τοῦ Θεοῦ, ἵνα οὕτω δυναμωθῆτε κατὰ τὴν ἰσχὺν τοῦ Θεοῦ, ὡς ἀνθρώπῳ δυνατὸν ἦν. Διὰ τοῦ κράτους αὐτοῦ. Πολλὴ ἡ παραμυθία. Οὐκ εἶπε δύναμιν, ἀλλὰ Κράτος, ὅπερ μεῖζόν ἐστι. Διὰ τοῦ κράτους, φησὶ, τῆς δόξης αὐτοῦ· ὅτι πανταχοῦ ἡ δόξα αὐτοῦ κρατεῖ. Ἤδη παρεμυθήσατο τοὺς ἐν ὀνείδει ὄντας, καὶ πάλιν περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Κυρίου. Περὶ τοῦ Υἱοῦ τοῦτό φησι, τὸ πανταχοῦ κρατεῖν αὐτὸν, καὶ ἐν οὐρανῷ καὶ ἐν γῇ, ὅτι ἡ δόξα αὐτοῦ πανταχοῦ βασιλεύει. Οὐχ ἁπλῶς, φησὶ, δυναμοῦσθε, ἀλλ᾽ ὡς εἰκὸς τοὺς οὕτως ἰσχυρῷ Δεσπότῃ δουλεύοντας. Ἐν τῇ ἐπιγνώσει τοῦ Θεοῦ. Ἅμα καὶ παράπτεται τῶν τῆς γνώσεως λόγων· τοῦτο γὰρ πεπλανῆσθαί ἐστι, τὸ μὴ εἰδέναι, ὡς δεῖ, τὸν Θεόν.