Οὕτω τοίνυν καὶ τὰ τοῦ Θεοῦ ἐὰν τῇ ἔξωθεν σοφίᾳ βουληθῶμεν παραστῆσαι, πολὺς ἕψεται γέλως, οὐ παρὰ τὴν τῶν πραγμάτων ἀσθένειαν, ἀλλὰ παρὰ τὴν τῶν ἀνθρώπων ἄνοιαν. Τὰ γὰρ μεγάλα λόγος οὐδεὶς παραστῆσαι δύναται. Σκόπει δέ· Ὅταν εἴπω, Ἐσταυρώθη, ὁ Ἕλλην λέγει· Καὶ πῶς ἂν ἔχοι λόγον τοῦτο; ἑαυτῷ οὐκ ἤμυνε σταυρουμένῳ καὶ πειραζομένῳ κατὰ τὸν καιρὸν τοῦ σταυροῦ, καὶ πῶς μετὰ ταῦτα ἀνέστη, καὶ ἑτέροις ἤμυνεν; εἰ γὰρ ἐδύνατο, πρὸ τοῦ θανάτου ἔδει (τοῦτο γὰρ καὶ Ἰουδαῖοι ἔλεγον)· ὁ δὲ ἑαυτῷ μὴ ἀμύνας, πῶς ἄλλοις ἤμυνεν; οὐκ ἂν ἔχοι λόγον, φησί. Εἰκότως· καὶ γὰρ ὑπὲρ λόγον ἐστὶν, ἄνθρωπε, καὶ ἀφάτου δυνάμεως ὁ σταυρός. Τὸ γὰρ ἐν τοῖς δεινοῖς γενόμενον, ἀνώτερον φανῆναι τῶν δεινῶν, καὶ συμπλακέντα νικῆσαι, δυνάμεώς ἐστιν ἀπείρου. Ὥσπερ γὰρ ἐπὶ τῶν τριῶν παίδων, τοῦ μὴ ἐμβῆναι εἰς τὴν κάμινον, τὸ ἐμβάντας καταπατῆσαι τὴν φλόγα, θαυμαστότερον ἦν· καὶ ἐπὶ τοῦ Ἰωνᾶ, τοῦ μὴ ἐμπεσεῖν εἰς τὸ κῆτος, τὸ ἐμπεσόντα μηδὲν ἀπὸ τοῦ θηρίου παθεῖν ἀηδὲς, πολλῷ μεῖζον ἦν· οὕτω καὶ ἐπὶ τοῦ Χριστοῦ, τοῦ μὴ ἀποθανεῖν, τὸ ἀποθανόντα διαλῦσαι τὸν θάνατον, παραδοξότερον ἦν. Μὴ τοίνυν λέγε· Διὰ τί οὐκ ἤμυνεν ἑαυτῷ ἐν τῷ σταυρῷ; αὐτῷ γὰρ συμπλακῆναι ἠπείγετο τῷ θανάτῳ. Οὐ κατέβη ἀπὸ τοῦ σταυροῦ, οὐκ ἐπειδὴ οὐκ ἠδύνατο, ἀλλ᾽ ἐπειδὴ οὐκ ἠβούλετο.