δʹ. Εἶδες πῶς κατὰ μικρὸν τὸν λόγον ἀνάγων δείκνυσιν, ὅτι οὐκ ἄλλοις ἄχρηστος μόνον ὁ τοιοῦτος, ἀλλὰ καὶ ἑαυτῷ, εἴ γε ὁ νοῦς αὐτῷ ἄκαρπος; Ἂν γάρ τις φθέγγηται μόνον τῇ Περσῶν γλώσσῃ, ἢ ἑτέρᾳ τινὶ ἀλλοτρίᾳ, μὴ εἰδῇ δὲ ἃ λέγει, ἄρα καὶ ἑαυτῷ λοιπὸν ἔσται βάρβαρος, οὐχ ἑτέρῳ μόνον, διὰ τὸ μὴ εἰδέναι τὴν δύναμιν τῆς φωνῆς. Καὶ γὰρ ἦσαν τὸ παλαιὸν καὶ χάρισμα εὐχῆς ἔχοντες πολλοὶ μετὰ γλώττης, καὶ ηὔχοντο μὲν, καὶ ἡ γλῶττα ἐφθέγγετο, ἢ τῇ Περσῶν, ἢ τῇ Ῥωμαίων φωνῇ εὐχομένη, ὁ νοῦς δὲ οὐκ ᾔδει τὸ λεγόμενον. Διὸ καὶ ἔλεγεν, Ἐὰν προσεύξωμαι τῇ γλώττῃ, τὸ πνεῦμά μου προσεύχεται, τουτέστι, τὸ χάρισμα τὸ δοθέν μοι καὶ κινοῦν τὴν γλῶτταν, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστι. Τί ποτ᾽ οὖν τὸ ἄριστον καὶ τὸ ὠφέλιμον; καὶ πῶς χρὴ ποιεῖν, ἢ τί αἰτεῖν παρὰ τοῦ Θεοῦ; Τὸ καὶ τῷ Πνεύματι, τουτέστι, τῷ χαρίσματι, καὶ τῇ διανοίᾳ προσεύχεσθαι. Διὸ καὶ ἔλεγε, Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ. Τὸ αὐτὸ πάλιν καὶ ἐνταῦθα δηλοῖ, Ἵνα καὶ ἡ γλῶττα φθέγγηται, καὶ ὁ νοῦς μὴ ἀγνοῇ τὰ λεγόμενα. Ἂν γὰρ μὴ τοῦτο ᾖ, καὶ ἑτέρα σύγχυσις ἔσται. Καὶ γὰρ ἐὰν εὐλογήσῃς, φησὶ, τῷ πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου, πῶς ἐρεῖ τὸ Ἀμὴν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ, ἐπειδὴ τί λέγεις οὐκ οἶδε. Σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ᾽ ὁ ἕτερος οὐκ οἰκοδομεῖται.