Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν πρὸς Κορινθίους α' ἐπιστολήν

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλίες ΛΕ΄-ΛΖ΄: Η προφητεία, η γλωσσολαλία και η τάξη στις συνάξεις

Η υπεροχή της προφητείας έναντι της ακατάληπτης γλωσσολαλίας για την οικοδομή της Εκκλησίας, η αναγκαιότητα της διερμηνείας και οι κανόνες ευταξίας και σιωπής στις λειτουργικές συνάξεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 13 από 16

ΟΜΙΛΙΑ ΛΕʹ. Διώκετε τὴν ἀγάπην· ζηλοῦτε δὲ τὰ πνευματικὰ, μᾶλλον δὲ ἵνα προφητεύητε. αʹ. Ἐπειδὴ γὰρ μετὰ ἀκριβείας τὴν ἀρετὴν αὐτοῖς κατέλεξεν ἅπασαν τῆς ἀγάπης, παραινεῖ λοιπὸν μετὰ προθυμίας αὐτῆς ἀντέχεσθαι· διὸ καὶ ἔλεγε, Διώκετε.

Ὁ γὰρ διώκων ἐκεῖνο μόνον ὁρᾷ τὸ διωκόμενον, καὶ πρὸς ἐκεῖνο τέταται, καὶ οὐκ ἀφίσταται ἕως ἂν λάβῃ. Ὁ διώκων ὅταν δι᾽ ἑαυτοῦ μὴ δυνηθῇ, διὰ τῶν πρὸ αὐτοῦ καταλαμβάνει τὸν φεύγοντα, τοὺς ἐγγὺς ὄντας μετὰ πολλῆς παρακαλῶν τῆς σπουδῆς κατέχειν καὶ τηρεῖν αὐτῷ κατασχεθέντα, ἕως ἂν φθάσῃ. Τοῦτο δὴ καὶ ἡμεῖς ποιῶμεν· καὶ ὅταν αὐτοὶ μὴ φθάνωμεν τὴν ἀγάπην, τοὺς ἐγγὺς ὄντας αὐτῆς κελεύωμεν κατέχειν αὐτὴν, ἕως ἂν φθάσωμεν πρὸς αὐτήν· εἶτα ἐπειδὰν ἐπιλαβώμεθα, μηκέτ᾽ ἀφῶμεν αὐτὴν, ἵνα μὴ πάλιν ἡμᾶς διαφύγῃ. Συνεχῶς γὰρ ἡμῶν ἀποπηδᾷ, ἐπειδὴ οὐκ εἰς δέον αὐτῇ κεχρήμεθα, ἀλλὰ πάντα αὐτῆς προτιμῶμεν. Διὰ τοῦτο πάντα χρὴ ποιεῖν, ὥστε αὐτὴν μετὰ ἀκριβείας κατασχεῖν. Ἐὰν γὰρ τοῦτο γένηται, οὐδὲ πολλοῦ δεῖ πόνου ἡμῖν λοιπὸν, μᾶλλον δὲ οὐδὲ τοῦ τυχόντος, ἀλλὰ τρυφῶντες καὶ πανηγυρίζοντες, τὴν στενὴν τῆς ἀρετῆς ὁδὸν βαδιούμεθα. Διό φησι, Διώκετε αὐτήν. Εἶτα ἵνα μὴ νομίσωσιν, ὅτι διὰ τοῦτο τὸν τῆς ἀγάπης εἰσήγαγε λόγον, ἵνα σβέσῃ τὰ χαρίσματα, ἐπάγει λέγων· Ζηλοῦτε δὲ τὰ πνευματικὰ, μᾶλλον δὲ ἵνα προφητεύητε.

Ὁ γὰρ λαλῶν γλώσσῃ, οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ· οὐδεὶς γὰρ ἀκούει· Πνεύματι δὲ λαλεῖ μυστήρια· ὁ δὲ προφητεύων, ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. Σύγκρισιν ἐνταῦθα λοιπὸν ποιεῖται τῶν χαρισμάτων, καὶ καθαιρεῖ τὸ τῶν γλωσσῶν, οὔτε πάντη ἄχρηστον δεικνὺς, οὔτε σφόδρα ὠφέλιμον καθ᾽ ἑαυτό. Καὶ γὰρ σφόδρα ἐπὶ τούτῳ ἐφυσῶντο, ἐπειδὴ καὶ μέγα εἶναι τὸ χάρισμα ἐνομίζετο. Ἐνομίζετο δὲ μέγα εἶναι διὰ τὸ πρῶτον αὐτὸ τοὺς ἀποστόλους εἰληφέναι, καὶ μετὰ τοσαύτης ἐπιδείξεως. Οὐ μὴν διὰ τοῦτο τῶν ἄλλων προτιμότερον ἦν. Τίνος οὖν ἕνεκεν πρὸ τῶν ἄλλων ἔλαβον αὐτὸ οἱ ἀπόστολοι; Ἐπειδὴ πανταχοῦ διέρχεσθαι ἔμελλον. Καὶ ὥσπερ ἐν τῷ καιρῷ τῆς πυργοποιίας ἡ μία γλῶττα εἰς πολλὰς διετέμνετο· οὕτω τότε αἱ πολλαὶ πολλάκις εἰς ἕνα ἄνθρωπον ᾔεσαν, καὶ ὁ αὐτὸς καὶ τῇ Περσῶν καὶ τῇ Ῥωμαίων καὶ τῇ Ἰνδῶν καὶ ἑτέραις πολλαῖς διελέγετο γλώτταις, τοῦ Πνεύματος ἐνηχοῦντος αὐτῷ· καὶ τὸ χάρισμα ἐκαλεῖτο χάρισμα γλωττῶν, ἐπειδὴ πολλαῖς ἀθρόον ἐδύνατο λαλεῖν φωναῖς. Ὅρα τοίνυν πῶς αὐτὸ καὶ καθαιρεῖ καὶ ἐπαίρει. Τῷ μὲν γὰρ εἰπεῖν, Ὁ λαλῶν γλώσσαις, οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ Θεῷ· οὐδεὶς γὰρ ἀκούει, καθεῖλε, δείξας οὐ πολὺ τὸ χρήσιμον ὄν· τῷ δὲ ἐπάγειν, ὅτι Πνεύματι λαλεῖ μυστήρια, πάλιν ἐπῆρεν, ἵνα μὴ περιττὸν εἶναι δόξῃ καὶ ἄχρηστον καὶ εἰκῆ δεδομένον.

Ὁ δὲ προφητεύων, ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν.

Εἶδες πόθεν τὸ ἐξαίρετον δείκνυσι τοῦ χαρίσματος τούτου, ἀπὸ τοῦ κοινῇ συμφέροντος, καὶ πῶς πανταχοῦ τοῦτο προτιμᾷ τὸ εἰς τὴν τῶν πολλῶν ὠφέλειαν γινόμενον; Ἐκεῖνοι γὰρ οὐκ ἀνθρώποις λαλοῦσιν, εἰπέ μοι; Ἀλλ᾽ οὐ τοιαύτην οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν.

Ὥστε τὸ μὲν ὑπὸ τοῦ Πνεύματος κατέχεσθαι, ἀμφοτέροις κοινὸν, καὶ τῷ προφητεύοντι καὶ τῷ γλώσσαις λαλοῦντι· τούτῳ δὲ αὐτὸς, ὁ προφητεύων λέγω, πλεονεκτεῖ, τῷ καὶ χρήσιμος εἶναι τοῖς ἀκούουσι. Τῶν γὰρ γλώσσαις λαλούντων οὐκ ἤκουον οἱ τὸ χάρισμα οὐκ ἔχοντες. Τί οὖν; οὐδένα ᾠκοδόμουν ἐκεῖνοι; Ναὶ, φησὶν, ἑαυτοὺς μόνους· διὸ καὶ ἐπήγαγεν, Ὁ λαλῶν γλώσσῃ, ἑαυτὸν οἰκοδομεῖ.

Καὶ πῶς, εἰ μὴ οἶδεν ἃ λέγει; Ἀλλὰ τέως περὶ τῶν εἰδότων ἃ λέγουσι διαλέγεται, εἰδότων μὲν αὐτῶν, οὐκ ἐπισταμένων δὲ εἰς ἑτέρους ἐξενεγκεῖν. Ὁ δὲ προφητεύων, Ἐκκλησίαν οἰκοδομεῖ. Ὅσον δὲ τὸ μέσον ἑνὸς καὶ Ἐκκλησίας, τοσοῦτον τὸ διάφορον τούτου κἀκείνου. Εἶδες αὐτοῦ τὴν σοφίαν, πῶς οὐκ εἰς τὸ μηδὲν ἐξωθεῖ τὸ χάρισμα, ἀλλὰ δείκνυσιν ἔχον μὲν κέρδος, μικρὸν δὲ καὶ ὅσον τῷ κεκτημένῳ μόνον ἀρκέσαι; Εἶτα ἵνα μὴ νομίσωσιν, ὅτι βασκαίνων αὐτοῖς καθαιρεῖ τὰς γλώσσας (καὶ γὰρ οἱ πλείους εἶχον τὸ χάρισμα τοῦτο), διορθούμενος αὐτῶν τὴν ὑπόνοιάν φησι· Θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε. Μείζων γὰρ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ διερμηνεύει, ἵνα ἡ Ἐκκλησία οἰκοδομὴν λάβῃ. Τὸ δὲ μᾶλλον καὶ μεῖζον οὐ τῶν ἐναντίων ἐστὶν, ἀλλὰ τῶν ὑπερεχόντων.

βʹ. Ὥστε κἀντεῦθεν δῆλον, ὅτι οὐ διαβάλλει τὸ χάρισμα, ἀλλ᾽ ἐπὶ τὰ βελτίονα αὐτοὺς ἄγει, τήν τε περὶ αὐτοὺς κηδεμονίαν, καὶ τὴν φθόνου παντὸς ἀπηλλαγμένην ψυχὴν ἐπιδεικνύς. Οὐδὲ γὰρ εἶπε, Δύο ἢ τρεῖς, ἀλλὰ, Πάντας ὑμᾶς θέλω γλώσσαις λαλεῖν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ προφητεύειν· καὶ τοῦτο μᾶλλον, ἢ ἐκεῖνο· μείζων γὰρ ὁ προφητεύων. Ἐπειδὴ γὰρ κατεσκεύασε αὐτὸ καὶ ἀπέδειξε, τότε λοιπὸν καὶ ἀποφαίνεται, οὐ μὴν ἁπλῶς, ἀλλὰ μετὰ προσθήκης· ἐπήγαγε γὰρ, Ἐκτὸς εἰ μὴ διερμηνεύει· ὡς ἐὰν δύνηται τοῦτο, τὸ διερμηνεύειν λέγω, ἴσος γέγονε τῷ προφήτῃ, φησὶν, ἐπειδὴ πολλοὶ οἱ τὴν ὠφέλειαν καρπούμενοι· ὃ χρὴ μάλιστα παρατηρεῖν, πῶς διὰ πάντων τοῦτο πρὸ τῶν ἄλλων ἐπιζητεῖ. Νυνὶ δὲ, ἀδελφοὶ, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει, ἢ ἐν γνώσει, ἢ ἐν προφητείᾳ, ἢ ἐν διδαχῇ;

Καὶ τί λέγω, φησὶ, τοὺς ἄλλους; Ἔστω γὰρ ὁ φθεγγόμενος γλώσσαις Παῦλος· οὐδὲ γὰρ οὕτως ἔσται τι πλέον τοῖς ἀκούουσι. Ταῦτα δὲ λέγει, δεικνὺς ὅτι τὸ ἐκείνοις συμφέρον ζητεῖ· οὐ πρὸς τοὺς τὸ χάρισμα ἔχοντας ἀπεχθῶς ἔχει, ὅπου γε οὐδὲ ἐπὶ τοῦ οἰκείου προσώπου παραιτεῖται δεῖξαι τὸ ἀνωφελές.

Καὶ ἀεὶ δὲ τὰ φορτικὰ ἐπὶ τοῦ οἰκείου προσώπου γυμνάζει, ὡς καὶ ἀρχόμενος τῆς Ἐπιστολῆς ἔλεγε· Τίς ἐστι Παῦλος; τίς δὲ Ἀπολλώς; τίς δὲ Κηφᾶς; Ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ λέγων, ὅτι Οὐδὲ ἐγὼ ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει, ἢ ἐν προφητείᾳ, ἢ ἐν γνώσει, ἢ ἐν διδαχῇ.

Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἐὰν μή τι εἴπω δυνάμενον ὑμῖν εὔληπτον γενέσθαι, καὶ δυνάμενον εἶναι σαφὲς, ἀλλ᾽ ἐπιδείξομαι μόνον, ὅτι γλωττῶν ἔχω χάρισμα, γλωττῶν ὧν ἀκούσαντες, οὐδὲν κερδάναντες Ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς, εἴτε κιθάρα, ἂν διαστολὴν τοῖς φθόγγοις μὴ δῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον· ἀπελεύσεσθε. Πῶς γὰρ ἀπὸ φωνῆς, ἧς οὐ συνίετε;

Καὶ τί λέγω, φησὶν, ὅτι ἐφ᾽ ἡμῶν τοῦτο μὲν ἀκερδὲς, ὠφέλιμον δὲ τὸ σαφὲς καὶ εὔληπτον τοῖς ἀκούουσι; Καὶ γὰρ καὶ ἐν τοῖς ἀψύχοις ὀργάνοις τῆς μουσικῆς τοῦτο ἴδοι τις ἄν· εἴτε γὰρ αὐλὸς, εἴτε κιθάρα εἴη, καὶ μηδὲ ῥυθμῷ μηδὲ ἁρμονίᾳ τῇ προσηκούσῃ, ἀλλὰ συγκεχυμένως καὶ ἁπλῶς κρούοιτο καὶ ἐμπνέοιτο, οὐδένα ψυχαγωγήσει τῶν ἀκουόντων. Καὶ γὰρ ἐν τοῖς ἀνάρθροις ἐκείνοις δεῖ τινος σαφηνείας· κἂν μὴ κατὰ τέχνην κρούσῃς, καὶ ἐμπνεύσῃς τῷ αὐλῷ, οὐδὲν ἐποίησας.

Εἰ δὲ παρὰ τῶν ἀψύχων τοσαύτην ἀπαιτοῦμεν σαφήνειαν καὶ ἁρμονίαν καὶ διάκρισιν, καὶ ἐν τοῖς ἀσήμοις ἐκείνοις φθόγγοις βιαζόμεθα καὶ φιλονεικοῦμεν πολλὴν ἐπιθεῖναι τὴν σημασίαν, πολλῷ μᾶλλον ἐν τοῖς ἐμψύχοις καὶ λογικοῖς ἀνθρώποις, καὶ ἐν τοῖς πνευματικοῖς χαρίσμασι τὸ εὔσημον διώκειν δεῖ. Καὶ γὰρ ἐὰν ἄδηλον φωνὴν σάλπιγξ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον; Ἀπὸ γὰρ τῶν περιττῶν ἐπὶ τὰ ἀναγκαιότερα καὶ χρησιμώτερα τὸν λόγον ἄγει, καί φησιν, ὅτι οὐκ ἐπὶ τῆς κιθάρας μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς σάλπιγγος τοῦτο συμβαῖνον ἴδοι τις ἄν. Εἰσὶ γὰρ καὶ ἐκεῖ ῥυθμοὶ, καὶ ἐνδείκνυνται ποτὲ μὲν πολεμικὴν ἠχὴν, ποτὲ δὲ οὐ τοιαύτην· καὶ ποτὲ μὲν εἰς παράταξιν ἐξάγει, ποτὲ δὲ ἀνακαλεῖται· κἂν μὴ τοῦτό τις εἰδῇ, περὶ τῶν ἐσχάτων ὁ κίνδυνος. Ὃ δὴ δηλῶν καὶ τὴν βλάβην ἐμφαίνων φησὶ, Τίς παρασκευάσεται εἰς πόλεμον; Ὥστε ἂν μὴ τοῦτο ἔχῃ, τὸ πᾶν ἀπώλεσε. Καὶ τί πρὸς ἡμᾶς ταῦτα; φησί. Πρὸς ὑμᾶς μὲν οὖν μάλιστα, διὸ καὶ ἐπάγει· Οὕτω καὶ ὑμεῖς, ἐὰν μὴ εὔσημον λόγον δῶτε διὰ τῆς γλώττης, πῶς γνωσθήσεται τὸ λαλούμενον; ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. Τουτέστιν, οὐδενὶ φθεγγόμενοι, πρὸς οὐδένα λαλοῦντες. Καὶ πανταχοῦ τὸ ἀνωφελὲς δείκνυσι. Καὶ εἰ ἀνωφελὲς, διὰ τί ἐδόθη; φησίν.

Ὥστε ἐκείνῳ χρήσιμον εἶναι τῷ λαβόντι· εἰ δὲ καὶ ἑτέροις μέλλοι γίνεσθαι, ἑρμηνείαν δεῖ προσεῖναι. Ταῦτα δὲ λέγει, συνάγων αὐτοὺς πρὸς ἀλλήλους, ἵνα κἂν αὐτὸς μὴ ἔχῃ τὸ χάρισμα τοῦ ἑρμηνεύειν, ἕτερον προσλαβὼν τὸν τοῦτο ἔχοντα, ὠφέλιμον τὸ ἑαυτοῦ δι᾽ ἐκείνου ποιήσῃ. Διὸ πανταχοῦ δείκνυσιν ἀτελὲς ὂν, ἵνα κἂν οὕτως αὐτοὺς συνδήσῃ. Ὡς ὅ γε νομίζων ἀρκεῖν αὐτὸ ἑαυτῷ, οὐχ οὕτως αὐτὸ ἐγκωμιάζει, ὡς καθαιρεῖ, οὐκ ἀφιεὶς αὐτὸ λάμψαι καλῶς διὰ τῆς ἑρμηνείας. Καλὸν μὲν γὰρ καὶ ἀναγκαῖον τὸ χάρισμα, ἀλλ᾽ ὅταν ἔχῃ τὸν σαφηνίζοντα τὰ λεγόμενα.

Ἐπεὶ καὶ ὁ δάκτυλος ἀναγκαῖον, ἀλλ᾽ ὅταν αὐτὸν ἀποστήσῃς τῶν λοιπῶν, οὐχ ὁμοίως ἔσται χρήσιμος· καὶ ἡ σάλπιγξ ἀναγκαία, ἀλλ᾽ ὅταν ἁπλῶς ἠχῇ, καὶ ἐπαχθής. Οὔτε γὰρ τέχνη φανεῖται, μὴ ὑποκειμένης ὕλης, οὐδὲ ὕλη μορφοῦται, μὴ ἐπιτεθειμένου τοῦ εἴδους. Τίθει τοίνυν τὴν μὲν φωνὴν ὡς ὑποκείμενον, τὴν δὲ σαφήνειαν ὡς εἶδος, οὗ μὴ παρόντος οὐδὲν ὄφελος τοῦ ὑποκειμένου. Τοσαῦτα, εἰ τύχοι, γένη φωνῶν ἐστιν ἐν κόσμῳ, καὶ οὐδὲν αὐτῶν ἄφωνον. Τουτέστι, Τοσαῦται γλῶσσαι, τοσαῦται φωναὶ, Σκυθῶν, Θρᾳκῶν, Ῥωμαίων, Περσῶν, Μαύρων, Ἰνδῶν, Αἰγυπτίων, ἑτέρων μυρίων ἐθνῶν. Ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος.

γʹ. Μὴ γὰρ δὴ νομίσῃς, ὅτι ἐφ᾽ ἡμῶν τοῦτο μόνον συμβαίνει, φησὶν, ἀλλὰ καὶ ἐπὶ πάντων τοῦτο γινόμενον ἴδοι τις ἄν. Ὥστε οὐ διαβάλλων τὴν φωνὴν ταῦτα λέγω, ἀλλὰ δεικνὺς, ὅτι ἐμοὶ ἀνωφελὴς, ἕως ἂν ᾖ ἀσαφής. Εἶτα ἵνα μὴ ἐπαχθῆ ποιήσῃ τὴν κατηγορίαν, ἐξισάζει τὸ ἔγκλημα, λέγων· Ἐκεῖνος ἐμοὶ βάρβαρος, κἀγὼ ἐκείνῳ· οὐ παρὰ τὴν φύσιν τῆς φωνῆς, ἀλλὰ παρὰ τὴν ἡμετέραν ἄγνοιαν. Εἶδες πῶς κατὰ μικρὸν ἐπὶ τὸ συγγενὲς ἤγαγεν; ὅπερ ἔθος αὐτῷ ποιεῖν, πόῤῥωθεν ἕλκειν τὰ ὑποδείγματα, καὶ πρὸς τὸ οἰκειότερον τῷ ὑποκειμένῳ τελευτᾷν. Ἐπειδὴ γὰρ εἶπε περὶ αὐλοῦ καὶ κιθάρας, ἔνθα πολὺ τὸ ἀποδέον ἦν καὶ ἀνόνητον, ἔρχεται ἐπὶ τὴν σάλπιγγα, τὸ χρησιμώτερον, εἶτα ἐκεῖθεν καὶ ἐπ᾽ αὐτὴν λοιπὸν τὴν φωνήν. Οὕτω καὶ ἔμπροσθεν ὅτε περὶ τοῦ δεῖξαι μὴ κεκωλυμένον τὸ λαμβάνειν τοὺς ἀποστόλους διελέγετο, ἀρξάμενος πρῶτον ἀπὸ γεωργῶν καὶ ποιμένων καὶ στρατιωτῶν, τότε καὶ ἐπὶ τὸ ἐγγύτερον τῷ προκειμένῳ τὸν λόγον ἤγαγε, τοὺς ἱερεῖς τοὺς ἐν τῇ Παλαιᾷ.

Σὺ δέ μοι σκόπει, πῶς πανταχοῦ ἐσπούδακεν ἀπαλλάξαι τὸ χάρισμα κατηγορίας, καὶ περιστῆσαι τὸ ἔγκλημα εἰς τοὺς εἰληφότας. Οὐ γὰρ εἶπεν, Ἔσομαι βάρβαρος, ἀλλὰ, Τῷ λαλοῦντι βάρβαρος. Καὶ πάλιν οὐκ εἶπεν, Ὁ λαλῶν βάρβαρος, ἀλλ᾽, Ὁ ἐμοὶ λαλῶν βάρβαρος. Τί οὖν δεῖ γενέσθαι; φησίν. Οὐ γὰρ μόνον οὐ διαβάλλειν χρὴ, ἀλλὰ καὶ παραινεῖν καὶ διδάσκειν· ὃ δὴ καὶ αὐτὸς ποιεῖ. Ἐπειδὴ γὰρ ἐνεκάλεσε καὶ ἐπετίμησε καὶ τὸ ἀνωφελὲς ἔδειξε, καὶ συμβουλεύει λοιπὸν λέγων· Οὕτω καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς Ἐκκλησίας ζητεῖτε, ἵνα περισσεύητε. Εἶδες αὐτοῦ τὸν σκοπὸν πανταχοῦ, πῶς πρὸς ἓν ὁρᾷ διηνεκῶς καὶ διὰ πάντων, τὸ τοῖς πολλοῖς χρήσιμον, τὸ τὴν Ἐκκλησίαν ὠφελοῦν, ὥσπερ τινὰ κανόνα τοῦτο τιθείς; Καὶ οὐκ εἶπεν, Ἵνα κτήσησθε τὰ χαρίσματα, ἀλλ᾽, Ἵνα καὶ περισσεύητε, τουτέστιν, ἵνα καὶ μετὰ δαψιλείας πολλῆς αὐτὰ ἔχητε. Τοσοῦτον γὰρ ἀπέχω τοῦ μὴ βούλεσθαι ἔχειν ὑμᾶς αὐτὰ, ὅτι καὶ περισσεύειν ὑμᾶς ἐν αὐτοῖς βούλομαι, μόνον ἂν εἰς τὸ κοινῇ συμφέρον αὐτὰ μεταχειρίζητε. Καὶ πῶς αὐτὸ τοῦτο γένοιτο, φησὶ, καὶ ἐπάγει λέγων· Διόπερ ὁ λαλῶν γλώσσῃ, προσευχέσθω ἵνα διερμηνεύῃ.

Ἐὰν γὰρ προσεύξωμαι τῇ γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστι. Τί οὖν ἐστι; Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ δὲ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ. Ἐνταῦθα δείκνυσιν ἐν αὐτοῖς ὂν τὸ λαβεῖν τὸ χάρισμα. Προσευχέσθω γὰρ, φησὶ, τουτέστι, τὰ παρ᾽ ἑαυτοῦ εἰσαγέσθω. Καὶ γὰρ ἐὰν σπουδαίως αἰτήσῃς, λήψῃ. Αἴτει τοίνυν μὴ γλώττης ἔχειν χάρισμα μόνον, ἀλλὰ καὶ ἑρμηνείας, ἵνα πᾶσιν ὠφέλιμος γένῃ, καὶ μὴ ἐν σεαυτῷ μόνῳ κατακλείσῃς τὸ χάρισμα. Ἐὰν γὰρ προσεύξωμαι τῇ γλώττῃ, φησὶ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν.

δʹ. Εἶδες πῶς κατὰ μικρὸν τὸν λόγον ἀνάγων δείκνυσιν, ὅτι οὐκ ἄλλοις ἄχρηστος μόνον ὁ τοιοῦτος, ἀλλὰ καὶ ἑαυτῷ, εἴ γε ὁ νοῦς αὐτῷ ἄκαρπος; Ἂν γάρ τις φθέγγηται μόνον τῇ Περσῶν γλώσσῃ, ἢ ἑτέρᾳ τινὶ ἀλλοτρίᾳ, μὴ εἰδῇ δὲ ἃ λέγει, ἄρα καὶ ἑαυτῷ λοιπὸν ἔσται βάρβαρος, οὐχ ἑτέρῳ μόνον, διὰ τὸ μὴ εἰδέναι τὴν δύναμιν τῆς φωνῆς. Καὶ γὰρ ἦσαν τὸ παλαιὸν καὶ χάρισμα εὐχῆς ἔχοντες πολλοὶ μετὰ γλώττης, καὶ ηὔχοντο μὲν, καὶ ἡ γλῶττα ἐφθέγγετο, ἢ τῇ Περσῶν, ἢ τῇ Ῥωμαίων φωνῇ εὐχομένη, ὁ νοῦς δὲ οὐκ ᾔδει τὸ λεγόμενον. Διὸ καὶ ἔλεγεν, Ἐὰν προσεύξωμαι τῇ γλώττῃ, τὸ πνεῦμά μου προσεύχεται, τουτέστι, τὸ χάρισμα τὸ δοθέν μοι καὶ κινοῦν τὴν γλῶτταν, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστι. Τί ποτ᾽ οὖν τὸ ἄριστον καὶ τὸ ὠφέλιμον; καὶ πῶς χρὴ ποιεῖν, ἢ τί αἰτεῖν παρὰ τοῦ Θεοῦ; Τὸ καὶ τῷ Πνεύματι, τουτέστι, τῷ χαρίσματι, καὶ τῇ διανοίᾳ προσεύχεσθαι. Διὸ καὶ ἔλεγε, Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ. Τὸ αὐτὸ πάλιν καὶ ἐνταῦθα δηλοῖ, Ἵνα καὶ ἡ γλῶττα φθέγγηται, καὶ ὁ νοῦς μὴ ἀγνοῇ τὰ λεγόμενα. Ἂν γὰρ μὴ τοῦτο ᾖ, καὶ ἑτέρα σύγχυσις ἔσται. Καὶ γὰρ ἐὰν εὐλογήσῃς, φησὶ, τῷ πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου, πῶς ἐρεῖ τὸ Ἀμὴν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ, ἐπειδὴ τί λέγεις οὐκ οἶδε. Σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ᾽ ὁ ἕτερος οὐκ οἰκοδομεῖται.

Σκόπει πῶς πάλιν ἐνταῦθα πρὸς τὴν σπάρτην τὸν λίθον ἄγει, τὴν οἰκοδομὴν πανταχοῦ ζητῶν τῆς Ἐκκλησίας. Ἰδιώτην δὲ τὸν λαϊκὸν λέγει, καὶ δείκνυσι καὶ αὐτὸν οὐ μικρὰν ὑπομένοντα τὴν ζημίαν, ὅταν τὸ Ἀμὴν εἰπεῖν μὴ δύνηται. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἂν εὐλογήσῃς τῇ τῶν βαρβάρων φωνῇ, οὐκ εἰδὼς τί λέγεις, οὐδὲ ἑρμηνεῦσαι δυνάμενος, οὐ δύναται ὑποφωνῆσαι τὸ Ἀμὴν ὁ λαϊκός. Οὐ γὰρ ἀκούων τὸ, Εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὅπερ ἐστὶ τέλος, οὐ λέγει τὸ, Ἀμήν. Εἶτα πάλιν παραμυθούμενος τοῦτο, ἵνα μὴ δόξῃ σφόδρα ἐξευτελίζειν τὸ χάρισμα ὅπερ ἀνωτέρω ἔλεγεν, ὅτι λαλεῖ μυστήρια, καὶ, Θεῷ λαλεῖ, καὶ, ἑαυτὸν οἰκοδομεῖ, καὶ, ὅτι τῷ πνεύματι προσεύχεται, παραμυθίαν ἐπινοῶν οὐ μικρὰν ἐκ τούτων, τοῦτο καὶ ἐνταῦθα ποιεῖ, λέγων· Σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς· Πνεύματι γὰρ κινούμενος φθέγγῃ· ἀλλ᾽ ἐκεῖνος οὐδὲν ἀκούων, οὐδὲ εἰδὼς τὰ λεγόμενα, ἕστηκεν οὐ πολλὴν δεχόμενος τὴν ὠφέλειαν.

δʹ. Εἶτα ἐπειδὴ κατέδραμε τῶν τὸ χάρισμα τοῦτο ἐχόντων, ὡς οὐδὲν μέγα ἐχόντων, ἵνα μὴ δόξῃ ὡς ἀπεστερημένος αὐτοῦ ἐξευτελίζειν αὐτοὺς, ὅρα τί φησιν· Εὐχαριστῶ τῷ Θεῷ, πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶν. Τοῦτο δὲ καὶ ἀλλαχοῦ ποιεῖ. Μέλλων γὰρ καθαιρεῖν τοῦ Ἰουδαϊσμοῦ τὰ πλεονεκτήματα, καὶ δεικνύναι λοιπὸν οὐδὲν ὄντα, πρότερον ἑαυτὸν ταῦτα ἐσχηκότα δείκνυσι, καὶ μετὰ πλείονος ὑπερβολῆς, καὶ τότε ζημίαν αὐτὰ καλεῖ, οὕτω λέγων Εἴ τις δοκεῖ πεποιθέναι ἐν σαρκὶ, ἐγὼ μᾶλλον. Περιτομὴ ὀκταήμερος, ἐκ γένους Ἰσραὴλ, φυλῆς Βενιαμὶν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος.

Καὶ τότε ὅτε ἔδειξε πάντων ἑαυτὸν πλεονεκτοῦντα, φησὶν, Ἀλλ᾽ ἅτινά μοι ἦν κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. Οὕτω καὶ ἐνταῦθα ποιεῖ λέγων· Πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶν. Μὴ τοίνυν μέγα φρονεῖτε, ὡς μόνοι τὸ χάρισμα ἔχοντες· καὶ γὰρ καὶ ἐγὼ κέκτημαι, καὶ ὑμῶν πλέον.

Ἀλλὰ θέλω πέντε λόγους ἐν Ἐκκλησίᾳ διὰ τοῦ νοός μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω. Τί ἐστι, Διὰ τοῦ νοός μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω; Νοῶν ἃ λέγω, καὶ ἃ δύναμαι καὶ ἑτέροις ἑρμηνεῦσαι καὶ μετὰ συνέσεως εἰπεῖν καὶ διδάξαι τοὺς ἀκούοντας. Ἢ μυρίους λόγους ἐν γλώσσῃ. Διὰ τί;

Ἵνα κατηχήσω καὶ ἄλλους, φησί. Τὸ μὲν γὰρ ἐπίδειξιν ἔχει μόνον, τὸ δὲ πολλὴν τὴν ὠφέλειαν. Τοῦτο γάρ ἐστιν ὃ πανταχοῦ ζητεῖ, τὸ κοινῇ συμφέρον. Καίτοι γε ξένον τὸ χάρισμα ἦν τὸ τῶν γλωσσῶν, τὸ δὲ τῆς προφητείας σύνηθές τε καὶ παλαιὸν καὶ πολλοῖς ἤδη δοθὲν, τοῦτο δὲ τότε πρῶτον· ἀλλ᾽ ὅμως οὐ σφόδρα ἦν αὐτῷ περισπούδαστον. Διόπερ οὐδὲ ἐκέχρητο αὐτῷ, οὐ παρὰ τὸ μὴ ἔχειν, ἀλλὰ παρὰ τὸ τὰ χρησιμώτερα ζητεῖν. Καὶ γὰρ ἦν πάσης κενοδοξίας ἀπηλλαγμένος, καὶ ἓν μόνον σκοπῶν, ὅπως βελτίους ἐργάσηται τοὺς ἀκούοντας. Διὸ καὶ τὸ χρήσιμον καὶ ἑαυτῷ καὶ τοῖς ἄλλοις ἠδύνατο βλέπειν, ἐπειδὴ τῆς κενῆς δόξης ἀπήλλακτο. Ὡς ὅ γε ἐκείνῃ καταδουλωθεὶς, οὐ τὸ τῶν ἄλλων μόνον, ἀλλ᾽ οὐδὲ τὸ ἑαυτοῦ δυνήσεται κατιδεῖν συμφέρον. Τοιοῦτος ἦν ὁ Σίμων, ὃς ἐπειδὴ πρὸς δόξαν εἶδε κενὴν, οὐδὲ τὸ ἑαυτοῦ χρήσιμον εἶδε· τοιοῦτοι καὶ Ἰουδαῖοι, οἳ διὰ ταύτην τῷ διαβόλῳ τὴν οἰκείαν προέπιον σωτηρίαν.

Ἐντεῦθεν καὶ εἴδωλα ἐτέχθη, καὶ οἱ τῶν ἔξωθεν φιλόσοφοι ἐπὶ τὰ πονηρὰ δόγματα ἐκ ταύτης παροξύναντες ἐξώκειλαν τῆς μανίας. Καὶ ὅρα τὴν διαστροφὴν τοῦ πάθους. Διὰ γὰρ ταύτην κἀκείνων ἔνιοι πένητες ἐγένοντο, καὶ ἕτεροι περὶ πλοῦτον ἐσπούδασαν.

Τοσαύτη αὐτῆς ἡ τυραννὶς, ὡς καὶ ἐν τοῖς ἐναντίοις κρατεῖν. Καὶ γὰρ ἐπὶ σωφροσύνῃ τις κενοδοξεῖ, καὶ ἐπὶ μοιχείᾳ πάλιν ἄλλος, καὶ ἐπὶ δικαιοσύνῃ οὗτος, καὶ ἐπ᾽ ἀδικίᾳ ἕτερος, καὶ ἐπὶ τρυφῇ, καὶ ἐπὶ νηστείᾳ, καὶ ἐπὶ ἐπιεικείᾳ, καὶ ἐπὶ θρασύτητι, καὶ ἐπὶ πλούτῳ, καὶ ἐπὶ πενίᾳ. Καὶ γὰρ ἔνιοι τῶν ἔξωθεν, παρὸν λαβεῖν, διὰ τὸ θαυμάζεσθαι οὐκ ἐλάμβανον.

Ἀλλ᾽ οὐχ οἱ ἀπόστολοι οὕτως. Ὅτι γὰρ καθαροὶ δόξης ἦσαν, ἐδήλωσαν δι᾽ ὧν ἐποίησαν. Καὶ γὰρ ὅτε θεοὺς αὐτοὺς ἐκάλουν, καὶ θύειν αὐτοῖς ἦσαν παρεσκευασμένοι ταύρους ἐστεμμένους, οὐχ ἁπλῶς ἀπηγόρευσαν τὸ γινόμενον μόνον, ἀλλὰ καὶ διέῤῥηξαν αὐτῶν τὰ ἱμάτια. Καὶ ὅτε τὸν χωλὸν διώρθωσαν, πάντων πρὸς αὐτοὺς κεχηνότων ἔλεγον, Τί ἡμῖν ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει πεποιηκόσι τοῦ περιπατεῖν τοῦτον; Κἀκεῖνοι μὲν ἐν ἀνδράσι θαυμάζουσι πενίαν, τὰ τῆς πενίας ᾑροῦντο· οὗτοι δὲ ἐν ἀνθρώποις καταφρονοῦσι πενίας, καὶ ἐπαινοῦσι πλοῦτον. Καὶ οὗτοι μὲν, εἴ τι ἔλαβον, τοῖς δεομένοις ἐπήρκουν· οὕτως οὐ διὰ κενοδοξίαν, ἀλλὰ διὰ φιλανθρωπίαν ἅπαντα ἔπραττον· ἐκεῖνοι δὲ τοὐναντίον ἅπαν, ὥσπερ ἐχθροὶ καὶ λυμεῶνες τῆς κοινῆς φύσεως ὄντες, οὕτω καὶ ταῦτα ἐποίουν. Ὁ μὲν γὰρ εἰς θάλατταν τὰ αὐτοῦ κατεπόντιζεν ἅπαντα εἰκῆ καὶ μάτην, τοὺς παραπαίοντας καὶ μαινομένους μιμούμενος· ὁ δὲ μηλόβοτον τὴν αὐτοῦ χώραν πᾶσαν ἀνῆκεν. Οὕτω πάντα πρὸς φιλοτιμίαν ἐποίουν. Ἀλλ᾽ οὐχ οὗτοι, ἀλλὰ καὶ ἐδέχοντο τὰ διδόμενα, καὶ διένεμον τοῖς δεομένοις μετὰ τοσαύτης ἐλευθερίας, ὡς καὶ λιμῷ διηνεκεῖ συζῇν. Εἰ δὲ δόξης ἤρων, οὐκ ἂν τοῦτο ἐποίουν, τὸ λαμβάνειν καὶ διανέμειν, δεδοικότες μή τις ὑποψία γένηται κατ᾽ αὐτῶν. Ὁ γὰρ τὰ ἑαυτοῦ ῥίψας διὰ δόξαν, πολλῷ μᾶλλον τὰ ἑτέρων οὐ λήψεται, ὥστε μὴ δοκεῖν ἑτέρων δεῖσθαι, μηδὲ ὑποπτεύεσθαι.

Τούτους δὲ ὁρᾷς καὶ διακονουμένους καὶ προσαιτοῦντας αὐτοὺς ὑπὲρ τῶν δεομένων· οὕτω πατέρων ἦσαν πάντων φιλοστοργότεροι. Θέα δὲ καὶ τοὺς νόμους αὐτῶν συμμέτρους, καὶ κενοδοξίας ἀπηλλαγμένους. Ἔχοντες γὰρ, φησὶ, σκεπάσματα καὶ τροφὰς, τούτοις ἀρκεσθησόμεθα· οὐ καθάπερ ὁ Σινωπεὺς ἐκεῖνος ὁ ῥάκια περιβεβλημένος καὶ πίθον οἰκῶν εἰς οὐδὲν δέον, ἐξέπληξε μὲν πολλοὺς, ὠφέλησε δὲ οὐδένα. Ὁ δὲ Παῦλος τούτων μὲν οὐδὲν ἐποίει· οὐδὲ γὰρ πρὸς φιλοτιμίαν ἔβλεπεν, ἀλλὰ καὶ ἱμάτια περιβέβλητο μετὰ εὐσχημοσύνης ἁπάσης, καὶ οἰκίαν ᾤκει διηνεκῶς, καὶ τὴν ἀκρίβειαν ἅπασαν ἐπὶ τῆς ἄλλης ἀρετῆς ἐπεδείκνυτο, ἧς ὁ Κυνικὸς κατεφρόνει ζῶν ἀσελγῶς, καὶ δημοσίᾳ ἀσχημονῶν, καὶ ὑπὸ τῆς περὶ τὴν δόξαν μανίας συρόμενος. Ἂν γὰρ ἔρηταί τις τῆς τοῦ πίθου οἰκήσεως τὴν αἰτίαν, οὐδεμίαν ἑτέραν εὑρήσει, ἀλλ᾽ ἢ κενοδοξίαν μόνην.

εʹ. Ὁ δὲ Παῦλος καὶ μισθὸν παρεῖχε τῆς οἰκίας, ἐν ᾗ κατέμενεν ἐν τῇ Ῥώμῃ. Καίτοι γε ὁ τὰ πολλῷ εὐτονώτερα δυνηθεὶς, πολλῷ μᾶλλον τοῦτο ἴσχυσεν ἄν. Ἀλλ᾽ οὐχ ἑώρα πρὸς δόξαν, τὸ χαλεπὸν θηρίον, τὸν δαίμονα τὸν δεινὸν, τὴν λύμην τῆς οἰκουμένης, τὴν ἔχιν τὴν ἰοβόλον. Καθάπερ γὰρ τὸ θηρίον ἐκεῖνο τὴν νηδὺν τῆς τεκούσης διαῤῥήγνυσι τοῖς ὀδοῦσιν, οὕτω καὶ τοῦτο τὸ πάθος τὸν τίκτοντα διασπαράττει.

Πόθεν οὖν ἄν τις εὕροι τῷ ποικίλῳ τούτῳ νοσήματι φάρμακον; Εἰ τοὺς καταπατήσαντας αὐτὸ εἰς μέσον ἀγάγοι, καὶ πρὸς τὴν ἐκείνων εἰκόνα βλέπων, οὕτω τὴν ἑαυτοῦ ζωὴν κατευθύνειε. Καὶ γὰρ ὁ πατριάρχης Ἀβραάμ· ἀλλὰ μηδεὶς ἐγκαλείτω ταυτολογίαν, εἰ πολλάκις αὐτοῦ μνημονεύομεν, καὶ ἐπὶ πάντων. Τοῦτο γὰρ μάλιστά ἐστιν ὃ κἀκεῖνον θαυμαστὸν ἀποφαίνει, καὶ τοὺς μὴ ζηλοῦντας αὐτὸν πάσης ἀποστερεῖ συγγνώμης. Εἰ μὲν γὰρ μέρος μέν τι τοῦτον, μέρος δὲ ἕτερον κατωρθωκότα ἐπιδείκνυμεν, εἶπεν ἄν τις καὶ δυσκατόρθωτον εἶναι τὴν ἀρετήν· οὐδὲ γὰρ εἶναι εὔκολον ἑνὶ πάντα ὁμοῦ κατορθοῦν, ὧν μέρος ἕκαστος τῶν ἁγίων ἤνυσεν· ὅταν δὲ εὑρίσκηται εἷς καὶ ὁ αὐτὸς τὰ πάντα ἔχων, ποίαν ἕξουσιν ἀπολογίαν οἱ μετὰ νόμον καὶ χάριν τοῖς πρὸ τοῦ νόμου καὶ τῆς χάριτος εἰς τὸ αὐτὸ μέτρον μὴ δυνάμενοι φθάσαι; Πῶς οὖν οὗτος ὁ πατριάρχης τοῦ θηρίου τούτου περιεγένετο καὶ ἐκράτησεν, ἡνίκα πρὸς τὸν ἀδελφιδοῦν ἀμφισβήτησιν εἶχε;

Καὶ γὰρ ἐλαττωθεὶς, καὶ τῶν πρωτείων ἀποτυχὼν, οὐκ ἤλγησεν. Ἴστε δὲ ὅτι ἐν τοῖς τοιούτοις ἡ αἰσχύνη τῆς ζημίας χείρων τοῖς μικροψύχοις, καὶ μάλιστα ὅταν αὐτὸς ἁπάντων κύριος ὢν, καθάπερ ἐκεῖνος τότε, καὶ τῆς τιμῆς πρότερος ἄρξας, μὴ ἀντιτιμῷτο.

Ἀλλ᾽ ὅμως οὐδὲν τούτων ἐκεῖνον ἔδακνεν, ἀλλὰ καὶ τὰ δεύτερα ἔχων ἔστεργε, καὶ ἀδικηθεὶς παρὰ τοῦ νέου ὁ πρεσβύτης, καὶ παρὰ τοῦ ἀδελφιδοῦ ὁ θεῖος οὐκ ἠγανάκτει, οὐδὲ ἐδυσχέραινεν, ἀλλὰ καὶ ἐφίλει ὁμοίως καὶ ἐθεράπευε. Πάλιν νικήσας τὸν πόλεμον ἐκεῖνον τὸν μέγαν καὶ φοβερὸν, καὶ τοὺς βαρβάρους κατὰ κράτος ἐλάσας, οὐκ ἐμπομπεύει τῇ νίκῃ, οὐδὲ τρόπαιον ἵστησι· σῶσαι γὰρ ἐβούλετο μόνον, οὐκ ἐπιδείξασθαι.

Ξένους ἐδέχετο πάλιν, καὶ οὐδὲ ἐνταῦθα ἐκενοδόξει, ἀλλ᾽ αὐτὸς καὶ προσέτρεχε καὶ προσεκύνει, οὐχ ὡς εὖ ποιῶν, ἀλλ᾽ ὡς εὖ πάσχων, καὶ κυρίους καλεῖ, οὐδὲ εἰδὼς τίνες ποτέ εἰσιν οἱ παραγενόμενοι, καὶ παρίστησι τὴν γυναῖκα ἐν τάξει θεραπαινίδος.

Καὶ ἐν Αἰγύπτῳ δὲ πρὸ τούτου θαυμαστὸς οὕτω φανεὶς, καὶ αὐτὴν ταύτην τὴν γυναῖκα ἀπολαβὼν, καὶ τοσαύτης ἀπολαύσας τιμῆς, πρὸς οὐδένα ἐπιδείκνυται· ἀλλ᾽ οἱ μὲν ἐγχώριοι καὶ βασιλέα αὐτὸν ἐκάλουν, αὐτὸς δὲ καὶ τιμὴν κατέβαλε τοῦ τάφου.

Καὶ ἡνίκα δὲ ἔπεμπε μνηστευσόμενος τῷ παιδὶ, οὐδὲν ἐκέλευσε μέγα περὶ αὐτοῦ καὶ λαμπρὸν εἰπεῖν, ἀλλ᾽ ἁπλῶς ἀγαγεῖν τὴν νύμφην. Βούλει καὶ τοὺς ἐπὶ τῆς χάριτος ἐξετάσαι, ὅτε πολλὴ πανταχόθεν αὐτοὺς περιέῤῥει τῆς διδασκαλίας ἡ δόξα, καὶ ἰδεῖν καὶ τότε τοῦτο τὸ πάθος ἐκβεβλημένον;

Ἐννόησόν μοι τοῦτον αὐτὸν τὸν ταῦτα λέγοντα, πῶς ἀεὶ τὸ πᾶν ἀνατίθησι τῷ Θεῷ, πῶς τῶν μὲν ἁμαρτημάτων αὑτοῦ μέμνηται συνεχῶς, τῶν δὲ κατορθωμάτων οὐκέτι. Πλὴν εἴ ποτε μαθητὰς ἐπανορθῶσαι δέοι, κἂν ἀναγκασθῇ ποιῆσαι τοῦτο, ἀφροσύνην τὸ πρᾶγμα καλεῖ, καὶ τῶν πρωτείων τῷ Πέτρῳ παραχωρεῖ, καὶ οὐκ αἰσχύνεται ἐργαζόμενος παρὰ Πρισκίλλῃ καὶ Ἀκύλᾳ, καὶ πανταχοῦ ταπεινὸν ἑαυτὸν ἐσπούδακε δεικνύναι, οὐ σοβῶν ἐπὶ τῆς ἀγορᾶς, οὐδὲ ὄχλους περιφέρων, ἀλλ᾽ ἐν τοῖς ἀσήμοις κατατάττων ἑαυτόν. Διὸ καὶ ἔλεγεν, Ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς, τουτέστιν, εὐκαταφρόνητος καὶ οὐδὲν ἔχουσα κομψόν· καὶ πάλιν, Εὔχομαι ὑμᾶς μὴ ποιῆσαι κακὸν μηδὲν, ἵνα μὴ ἡμεῖς δόκιμοι φανῶμεν.

Καὶ τί θαυμαστὸν, εἰ δόξης καταφρονεῖ ταύτης; Ὁ γὰρ τῆς ἄνω δόξης καταφρονῶν καὶ βασιλείας καὶ γεέννης διὰ τὸ τῷ Χριστῷ δοκοῦν (καὶ γὰρ ἀνάθεμα εὔχεται εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῆς τοῦ Χριστοῦ δόξης· κἂν γὰρ ὑπὲρ Ἰουδαίων τοῦτο λέγῃ βούλεσθαι πάσχειν, διὰ τοῦτο λέγει, ἵνα μὴ δόξῃ τις τῶν ἀνοήτων ἐπιλαμβάνεσθαι τῶν ἐπαγγελιῶν τῶν πρὸς αὐτοὺς γεγενημένων)· εἰ τοίνυν ἐκεῖνα παραδραμεῖν ἕτοιμος, τί θαυμάζεις, εἰ τὰ ἀνθρώπων ὑπερορᾷ; Ἀλλὰ τοὺς νῦν ἅπαντα βαπτίζει, οὐ δόξης ἐπιθυμία μόνον, ἀλλὰ καὶ τοὐναντίον ὕβρις καὶ ἀτιμίας δέος. Ἄν τε γὰρ ἐπαινέσῃ τις, ἐφυσήθης, ἄν τε ψέξῃ, κατηνέχθης ἄν. Καὶ καθάπερ τὰ ἀσθενῆ σώματα καὶ ἀπὸ τῶν τυχόντων ἐπηρεάζεται, οὕτω καὶ αἱ χαμαίζηλοι ψυχαί. Τοὺς γὰρ τοιούτους οὐ πενία μόνον, ἀλλὰ καὶ πλοῦτος ἀπόλλυσιν, οὐ λύπη μόνον, ἀλλὰ καὶ χαρὰ, καὶ τὰ χρηστὰ μᾶλλον ἢ τὰ λυπηρά.

Ἡ μὲν γὰρ πενία καὶ σωφρονεῖν ἀναγκάζει, ὁ δὲ πλοῦτος καὶ εἰς κακόν τι μέγα ἐξάγει πολλάκις. Καὶ ὥσπερ οἱ πυρέττοντες πρὸς πάντα εἰσὶ δυσάρεστοι, οὕτω καὶ οἱ διεφθαρμένοι τὴν ψυχὴν πάντοθεν πλήττονται.

ϛʹ. Ταῦτ᾽ οὖν εἰδότες, μὴ πενίαν φεύγωμεν, μὴ πλοῦτον θαυμάζωμεν, ἀλλὰ τὴν ψυχὴν πρὸς πάντα ἱκανὴν κατασκευάζωμεν. Καὶ γὰρ οἰκίαν τις οἰκοδομούμενος, οὐ τοῦτο σκοπεῖ, ὅπως μήτε ὑετὸς ἐπ᾽ αὐτὴν κατενεχθείη, μήτε ἀκτὶς ἔλθοι· τοῦτο γὰρ ἀμήχανον· ἀλλ᾽ ὅπως αὐτὴ ἱκανὴ γένοιτο πάντα φέρειν. Καὶ ὁ πλοῖον δὲ τεκταινόμενος, οὐχ ὅπως μὴ κύματα αὐτῷ προσρήξειε, μηδὲ χειμὼν ἀρθείη θαλάσσης, ποιεῖ τι καὶ μηχανᾶται· καὶ γὰρ καὶ τοῦτο ἀμήχανον· ἀλλ᾽ ὅπως οἱ τοῖχοι τῆς νεὼς πρὸς ἅπαντα εἶεν ἐπιτήδειοι.

Καὶ ὁ σώματος φροντίζων πάλιν οὐ τοῦτο σκοπεῖ, ὅπως μὴ ἀνωμαλία ἀέρων γένοιτο, ἀλλ᾽ ὅπως τὸ σῶμα εὐκόλως ἅπαντα ταῦτα φέροι. Οὕτω τοίνυν καὶ ἐπὶ τῆς ψυχῆς ποιῶμεν, καὶ μὴ ὅπως φύγωμεν πενίαν, μηδὲ ὅπως γενώμεθα πλούσιοι σπουδάζωμεν, ἀλλ᾽ ὅπως πρὸς τὴν ἑαυτῶν ἀσφάλειαν ἕκαστον τούτων μεταχειρίσωμεν. Διὸ ταῦτα ἀφέντες, κατασκευάζωμεν τὴν ψυχὴν καὶ πλούτῳ καὶ πενίᾳ ἐπιτηδείαν.

Κἂν γὰρ μηδὲν ἀνθρώπινον συμβαίνῃ, ὅπερ ὡς τὰ πολλὰ ἀδύνατον, καὶ οὕτω βελτίων ὁ μὴ πλοῦτον ζητῶν, ἀλλ᾽ εἰδὼς πάντα φέρειν εὐκόλως, τοῦ διαπαντὸς πλουτοῦντος. Τί δήποτε; Πρῶτον μὲν ὁ τοιοῦτος οἴκοθεν ἔχει τὸ ἀσφαλὲς, ἐκεῖνος δὲ ἔξωθεν. Καὶ ὥσπερ στρατιώτης βελτίων ὁ τῷ σώματι θαῤῥῶν καὶ τῇ τέχνῃ τοῦ πολεμεῖν, τοῦ τὴν ἰσχὺν ἐν τοῖς ὅπλοις ἔχοντος μόνον· οὕτω τοῦ χρήμασι θαῤῥοῦντος ὁ ἀπὸ τῆς ἀρετῆς πεφραγμένος ἀμείνων. Δεύτερον, ὅτι, κἂν εἰς πενίαν μὴ καταπέσῃ, οὐ δυνατὸν αὐτὸν ἀτάραχον εἶναι· καὶ γὰρ πολλοὺς ἔχει κλύδωνας ὁ πλοῦτος καὶ ταραχάς. Ἀλλ᾽ οὐχ ἡ ἀρετὴ, ἀλλ᾽ ἡδονὴν μόνον καὶ ἀσφάλειαν· καὶ γὰρ ἀχείρωτον ποιεῖ τοῖς ἐπιβουλεύουσιν· ὁ δὲ πλοῦτος τοὐναντίον ἅπαν, εὐεπιχείρητον καὶ ἁλώσιμον. Καὶ καθάπερ ἐν τοῖς ζώοις ἔλαφοι καὶ λαγωοὶ μάλιστα πάντων εἰσὶν εὐχείρωτοι διὰ τὴν ἐν τῇ φύσει δειλίαν, ὗς δὲ ἄγριος καὶ ταῦρος καὶ λέων οὐδ᾽ ἂν ἐμπέσοιεν ῥᾳδίως τοῖς ἐπιβουλεύουσιν· οὕτω δὴ καὶ ἐπὶ τῶν πλουτούντων, καὶ ἐν πενίᾳ ζώντων ἑκόντων ἔστιν ἰδεῖν. Ὁ μὲν γὰρ τῷ λέοντι καὶ τῷ ταύρῳ ἔοικεν, ὁ δὲ τῇ ἐλάφῳ καὶ τῷ λαγωῷ. Τίνα γὰρ οὐ δέδοικεν ὁ πλουτῶν; οὐχὶ λῃστάς; οὐχὶ δυνάστας; οὐ βασκάνους; οὐ συκοφάντας;

Καὶ τί λέγω λῃστὰς καὶ συκοφάντας, ὅπου γε καὶ τοὺς οἰκέτας αὐτοὺς ὑποπτεύει; Καὶ τί λέγω ζῶν; οὐδὲ τελευτήσας τῆς τῶν λῃστευόντων κακουργίας ἀπήλλακται, οὐδὲ ἰσχύει ὁ θάνατος ἐν ἀσφαλείᾳ αὐτὸν καταστῆσαι, ἀλλὰ καὶ νεκρὸν ὄντα συλῶσιν οἱ κακουργοῦντες· οὕτω πρᾶγμα ἐπισφαλὲς ὁ πλοῦτος.

Οὐ γὰρ δὴ οἰκίαι διορύττονται μόνον, ἀλλὰ καὶ τάφοι ἀναῤῥήγνυνται καὶ θῆκαι. Τί οὖν ἀθλιώτερον τούτου γένοιτ᾽ ἂν, ὅταν μηδὲ θάνατος αὐτῷ παρέχῃ τὴν ἄδειαν ταύτην, ἀλλὰ τὸ δείλαιον ἐκεῖνο σῶμα οὐδὲ ζωῆς ἀποστερηθὲν ἀπήλλακται τῶν ἐν τῇ ζωῇ κακῶν, τῶν τὰ τοιαῦτα κακουργούντων καὶ πρὸς κόνιν καὶ τέφραν ἐπειγομένων πολεμεῖν, καὶ πολλῷ χαλεπώτερον, ἢ ἡνίκα ἔζη; Τότε μὲν γὰρ εἰς ταμιεῖον εἰσιόντες, τὰ κιβώτια μὲν ἐκίνουν, τοῦ σώματος δὲ ἀπείχοντο, καὶ οὐκ ἂν τοσαῦτα ἔλαβον, ὡς καὶ αὐτὸ γυμνῶσαι τὸ σῶμα· νυνὶ δὲ οὐδὲ τούτων ἀπέχονται αἱ μιαραὶ τῶν τυμβωρύχων χεῖρες, ἀλλὰ κινοῦσιν αὐτὸ καὶ περιστρέφουσι, καὶ μετὰ πολλῆς ὠμότητος ἐνυβρίζουσι. Μετὰ γὰρ τὸ παραδοθῆναι τῇ γῇ, γυμνὸν καὶ τῆς ἐκεῖθεν περιβολῆς καὶ τῆς ἀπὸ τῶν ἱματίων ποιήσαντες, οὕτως ἀφιᾶσιν ἐῤῥῖφθαι. Τίς οὖν οὕτω πολέμιος, ὡς ὁ πλοῦτος, ζώντων μὲν καὶ τὴν ψυχὴν ἀπολλὺς, τελευτησάντων δὲ καὶ τὸ σῶμα ἐνυβρίζων, καὶ οὐδὲ τῇ γῇ κρύπτεσθαι συγχωρῶν; ὃ κοινὸν καὶ τῶν καταδίκων ἐστὶ, καὶ τῶν ἐπὶ τοῖς αἰσχίστοις ἑαλωκότων. Ἐκείνους μὲν γὰρ τοῦ θανάτου τὴν δίκην ἀπαιτήσαντες οἱ νομοθέται, οὐδὲν περαιτέρω περιεργάζονται· τούτους δὲ ὁ πλοῦτος καὶ μετὰ θάνατον πικροτάτην ἀπαιτεῖ δίκην, γυμνοὺς προτιθεὶς καὶ ἀτάφους, θέαμα δεινὸν καὶ ἐλεεινόν.

Καὶ γὰρ τῶν ἀπὸ ψήφου τοῦτο πασχόντων καὶ θυμοῦ δικαστικοῦ χαλεπώτερα οὗτοι πάσχουσιν. Ἐκεῖνοι μὲν γὰρ μίαν τὴν πρώτην καὶ δευτέραν ἡμέραν μείναντες ἄταφοι, τῇ γῇ παραδίδονται· οὗτοι δὲ ὅταν παραδοθῶσι τῇ γῇ, τότε γυμνοῦνται καὶ ὑβρίζονται.

Εἰ δὲ μὴ καὶ τὴν θήκην λαβόντες ἀπέρχονται οἱ λῃσταὶ, οὐκέτι τῷ πλούτῳ χάρις, ἀλλὰ τῇ πενίᾳ κἀνταῦθα· αὕτη γὰρ αὐτὴν φυλάττει· ὡς εἴ γε καὶ ταύτην ἐνεχειρίσαμεν τῷ πλούτῳ, καὶ ἀφέντες ἀπὸ λίθου κατασκευάζειν αὐτὴν, ἐχαλκεύσαμεν ἀπὸ χρυσοῦ, καὶ ταύτην ἂν ἀπωλέσαμεν. Οὕτως ἄπιστον πρᾶγμα ὁ πλοῦτος, καὶ οὐ τῶν ἐχόντων τοσοῦτόν ἐστιν, ὅσον τῶν ἁρπάζειν ἐπιχειρούντων. Ὥστε περιττὸς ὁ λόγος ἐκεῖνος ὁ σπουδάζων δεικνύναι ὅτι δυσχείρωτον ὁ πλοῦτος, ὅπου οὐδὲ ἐν τῇ ἡμέρᾳ τῆς τελευτῆς τυγχάνουσιν ἀσφαλείας οἱ τοῦτον ἔχοντες.

Καίτοι γε τίς πρὸς τὸν ἀπελθόντα οὐ καταλλάττεται, κἂν θηρίον ᾖ, κἂν δαίμων, κἂν ὁστισοῦν; καὶ γὰρ ἡ θέα ἱκανὴ καὶ τὸν σφόδρα σιδηροῦν καὶ ἀνάλγητον ἐπικάμψαι. Διά τοι τοῦτο, ὅταν τις ἴδῃ νεκρὸν, κἂν ἐχθρὸν ἴδῃ, κἂν πολέμιον, μετὰ τῶν φιλτάτων δακρύει· καὶ ἡ μὲν ὀργὴ μετὰ τῆς ζωῆς σβέννυται, ὁ δὲ ἔλεος ἐπεισάγεται. Καὶ οὐκ ἄν τις ἐπὶ κήδους καὶ ἐκφορᾶς διαγνοίη τὸν ἐχθρὸν, καὶ τὸν οὐ τοιοῦτον· οὕτως ἅπαντες τὴν κοινὴν αἰδοῦνται φύσιν, καὶ τοὺς περὶ αὐτὴν εἰσενεχθέντας νόμους. Ἀλλ᾽ ὁ πλοῦτος, οὐδὲ τούτου τυχὼν, ἀφίησι τὴν ὀργὴν τοῖς κτησαμένοις αὐτὸν, ἀλλὰ καὶ τοὺς οὐδὲν ἠδικημένους τοῦ τετελευτηκότος ἐχθροὺς καθίστησιν, εἴ γε τὸ νεκρὸν σῶμα γυμνοῦν, τῶν σφόδρα ἐχθρῶν καὶ πολεμίων ἐστί. Καὶ ἡ μὲν φύσις καὶ τοὺς ἐχθροὺς αὐτῷ καταλλάττει τότε, ὁ δὲ πλοῦτος καὶ τοὺς οὐδὲν ἔχοντας ἐγκαλεῖν ἐκπολεμοῖ, καὶ ἐν ἐρημίᾳ πολλῇ τὸ σῶμα αἰκίζεται. Καίτοι πολλὰ ἐκεῖ τὰ δυνάμενα ἐπισπάσασθαι πρὸς οἶκτον, αὐτὸ τὸ νεκρὸν εἶναι, τὸ ἀκίνητον, τὸ πρὸς γῆν ὁδεύειν καὶ φθορὰν, τὸ μηδένα παρεῖναι τὸν βοηθήσοντα. Ἀλλ᾽ οὐδὲν τούτων κατακλᾷ τοὺς μιαροὺς ἐκείνους διὰ τὴν ἀπὸ τῆς πονηρᾶς ἐπιθυμίας τυραννίδα. Ὁ γὰρ τῆς φιλοχρηματίας ἔρως, καθάπερ τις τύραννος ἀπηνὴς, ἐφέστηκεν ἐγκελευόμενος αὐτοῖς τὰ ἀπάνθρωπα ἐπιτάγματα ἐκεῖνα, καὶ θηρία ποιήσας, οὕτως ἐπὶ τὰς θήκας ἄγει.

Καθάπερ γὰρ θηρία τοῖς τετελευτηκόσιν ἐπιτιθέμενοι, οὐδ᾽ ἂν τῶν σαρκῶν ἀπέσχοντο, εἴ γέ που χρήσιμα ἦν αὐτοῖς τὰ μέλη. Τοιαῦτα ἀπολαύομεν τοῦ πλούτου, καὶ μετὰ τελευτὴν ὑβριζόμενοι, καὶ ταφῆς ἀποστερούμενοι, ἧς καὶ οἱ τὰ ἀνήκεστα τετολμηκότες ἀπολαύουσιν. Ἔτι οὖν, εἰπέ μοι, στέρξομεν αὐτὸν τὸν οὕτω πολέμιον; Μὴ, παρακαλῶ, μὴ, ἀδελφοὶ, ἀλλὰ φεύγωμεν ἀμεταστρεπτί· κἂν εἰς χεῖρας ἔλθῃ τὰς ἡμετέρας, μὴ κατέχωμεν ἔνδον, ἀλλὰ δήσωμεν αὐτὸν ταῖς τῶν πενήτων χερσί. Ταῦτα γὰρ αὐτὸν δύναται μᾶλλον τὰ δεσμὰ κατέχειν, καὶ ἐκ τῶν ταμιείων ἐκείνων οὐδέποτε διαφεύξεται, καὶ ὁ ἄπιστος οὗτος μένει λοιπὸν πιστὸς, χειροήθης, ἥμερος, τῇ τῆς ἐλεημοσύνης δεξιᾷ ταῦτα γενόμενος. Ἂν μὲν οὖν παραγένηταί ποτε ἡμῖν, ταύτῃ παραδῶμεν αὐτόν· ἂν δὲ μὴ παραγένηται, μὴ ζητῶμεν, μηδὲ ἄγχωμεν ἑαυτοὺς, μηδὲ τοὺς ἔχοντας μακαρίζωμεν.

Ποῖος γὰρ οὗτος μακαρισμός; πλὴν εἰ μὴ καὶ τοὺς θηριομάχους ζηλωτοὺς εἶναι φαίης, ὅτι τὰ πολυτίμητα ἐκεῖνα θηρία κατακλείσαντες ἑαυτοῖς φυλάττουσιν οἱ τοὺς τοιούτους τιθέντες ἀγῶνας, αὐτοὶ μέντοι οὐ προσελθεῖν, οὐχ ἅψασθαι τολμῶντες, ἀλλ᾽ ἀγωνιῶντες αὐτὰ καὶ τρέμοντες. Τοιοῦτον γάρ τι καὶ οἱ πλουτοῦντες πάσχουσιν, ὥσπερ θηρίον ἀπηνὲς ἐν τοῖς ταμιείοις κατακλείσαντες τὸν πλοῦτον, καὶ καθ᾽ ἑκάστην παρ᾽ αὐτοῦ τὴν ἡμέραν μυρία δεχόμενοι τὰ τραύματα, ἀπεναντίας τοῖς θηρίοις. Ἐκεῖνα μὲν γὰρ ὅταν ἐξαγάγῃς, τότε λυμαίνεται τοῖς ἀπαντῶσιν· οὗτος δὲ ὅταν συγκεκλεισμένος ᾖ καὶ φυλαττόμενος, τότε ἀπόλλυσι τοὺς κεκτημένους αὐτὸν καὶ φυλάττοντας. Ἀλλ᾽ ἡμεῖς τὸ θηρίον τοῦτο ποιήσωμεν ἥμερον. Ἔσται δὲ ἥμερον, ἂν μὴ κατακλείωμεν αὐτὸ, ἀλλὰ ταῖς ἁπάντων τῶν δεομένων προσάγωμεν χερσίν.

Οὕτω καὶ τὰ μέγιστα ἐντεῦθεν καρπωσόμεθα ἀγαθὰ, καὶ ἐν τῷ παρόντι βίῳ μετὰ ἀσφαλείας καὶ χρηστῆς ζῶντες ἐλπίδος, καὶ κατὰ τὴν μέλλουσαν ἡμέραν μετὰ παῤῥησίας ἱστάμενοι· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ Λϛʹ. Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε. αʹ. Εἰκότως μετὰ τὴν πολλὴν κατασκευὴν καὶ τὴν ἀπόδειξιν, σφοδρότερον κέχρηται τῷ λόγῳ, καὶ πολλῇ τῇ ἐπιτιμήσει, καὶ παραδείγματος μέμνηται καταλλήλου τῷ ὑποκειμένῳ. Καὶ γὰρ τὰ παιδία πρὸς μὲν τὰ μικρὰ κέχηνε καὶ ἐπτόηται, τῶν δὲ σφόδρα μεγάλων οὐ τοσοῦτον ἔχει θαῦμα. Ἐπεὶ οὖν καὶ οὗτοι γλωσσῶν ἔχοντες χάρισμα, τὸ πᾶν ἔχειν ἐνόμιζον, ὅπερ τῶν ἄλλων ἔσχατον ἦν, διὰ τοῦτό φησι, Μὴ παιδία γίνεσθε, τουτέστι, μὴ ἀνόητοι, ἔνθα συνετοὺς εἶναι χρὴ, ἀλλ᾽ ἐκεῖ νήπιοι καὶ ἀφελεῖς, ἔνθα ἀδικία, ἔνθα κενοδοξία, ἔνθα φύσημα· τὸν γὰρ τῇ κακίᾳ νηπιάζοντα καὶ φρόνιμον εἶναι δεῖ. Ὥσπερ γὰρ φρόνησις μετὰ κακουργίας οὐκ ἂν εἴη φρόνησις, οὕτω καὶ ἀφέλεια μετὰ ἀνοίας οὐκ ἂν εἴη ἀφέλεια.

Καὶ γὰρ ἐν τῇ ἀφελείᾳ καὶ τὴν ἄνοιαν φεύγειν δεῖ, καὶ ἐν τῇ φρονήσει τὴν πονηρίαν. Καθάπερ γὰρ οὔτε τὰ πικρὰ φάρμακα πέρα τοῦ δέοντος, οὔτε τὰ γλυκέα ὀνίνησιν, οὕτως οὐδὲ ἀφέλεια καθ᾽ ἑαυτὴν, οὐδὲ φρόνησις. Διόπερ ἀμφότερα κατακεράσαι κελεύων ὁ Χριστὸς ἔλεγε, Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Τί δέ ἐστι νήπιον εἶναι κακίᾳ; Τὸ μηδὲ εἰδέναι τί ποτέ ἐστι κακία· τοιούτους γὰρ αὐτοὺς εἶναι ἐβούλετο. Διὸ καὶ ἔλεγεν, Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία. Οὐκ εἶπε, Τολμᾶται, ἀλλ᾽, Ἀκούεται. Ἴστε γὰρ ὅλως τὸ πρᾶγμα, φησίν· ἠκούσατε γὰρ αὐτό ποτε. Καὶ γὰρ ἐβούλετο καὶ ἄνδρας αὐτοὺς εἶναι καὶ παῖδας, ἀλλὰ τὸ μὲν ἐν τῇ κακίᾳ, τὸ δὲ ἐν τῇ φρονήσει. Οὕτω γὰρ καὶ ὁ ἀνὴρ γένοιτ᾽ ἂν ἀνὴρ, ἐὰν καὶ παιδίον ᾖ· ἕως δὲ ἂν μὴ παιδίον ᾖ τῇ πονηρίᾳ, οὐδὲ ἀνὴρ ἔσται. Ὁ γὰρ κακοῦργος οὐκ ἔσται τέλειος, ἀλλ᾽ ἀνόητος. Ἐν τῷ γὰρ νόμῳ γέγραπται, ὅτι ἐν ἑτερογλώσσοις, καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ᾽ οὕτως εἰσακούσονταί μου, λέγει Κύριος.

Καίτοι γε οὐδαμοῦ ἐν τῷ νόμῳ γέγραπται, ἀλλ᾽, ὅπερ ἔφθην εἰπὼν, πᾶσαν τὴν Παλαιὰν ἀεὶ νόμον καλεῖ καὶ τοὺς προφήτας καὶ τὰς ἱστορίας. Παράγει δὲ τὴν μαρτυρίαν ἀπὸ Ἡσαΐου τοῦ προφήτου, πάλιν ὑποτεμνόμενος τοῦ χαρίσματος τὴν δόξαν, πρὸς τὸ ἐκείνων χρήσιμον· ἀλλ᾽ ὅμως καὶ οὕτω μετ᾽ ἐγκωμίου τίθησιν αὐτό. Τὸ γὰρ, Οὐδὲ οὕτω, δεικνύντος ἦν, ὅτι ἱκανὸν ἦν αὐτοὺς ἐκπλῆξαι τὸ θαῦμα· εἰ δὲ οὐκ ἐπείσθησαν, ἐκείνων τὸ ἔγκλημα. Καὶ τίνος ἕνεκεν αὐτὸ ἐποίησεν ὁ Θεὸς, εἰ μὴ ἔμελλον πείθεσθαι; Ἵνα τὰ αὐτοῦ πανταχοῦ φαίνηται ποιῶν. Δείξας τοίνυν καὶ ἀπὸ τῆς προφητείας, ὅτι οὐ σφόδρα χρήσιμον τὸ σημεῖον, ἐπήγαγεν· Ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν, οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις· ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν. Ἐὰν οὖν συνέλθῃ ἡ Ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ, καὶ πάντες γλώσσαις λαλῶσιν, εἰσέλθωσι δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν, ὅτι Μαίνεσθε; Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων· καὶ οὕτω τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ ἀπαγγέλλων, ὅτι Θεὸς ὄντως ἐν ὑμῖν ἐστι. Πολλὴν ἐνταῦθα ἐκ τῶν εἰρημένων τὴν ἐπαπόρησιν ἴδοι τις ἄν. Εἰ γὰρ τοῖς ἀπίστοις σημεῖόν εἰσιν αἱ γλῶσσαι, πῶς λέγει, Ἐὰν ἴδωσιν ὑμᾶς γλώσσαις λαλοῦντας οἱ ἄπιστοι, ἐροῦσιν, ὅτι Μαίνεσθε;

καὶ εἰ προφητεία οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσι, πῶς καὶ οἱ ἄπιστοι ἐξ αὐτῆς κερδανοῦσιν; Ἐὰν γὰρ εἰσέλθῃ, φησὶν, ἄπιστος προφητευόντων ὑμῶν, ἐλέγχεται ὑπὸ πάντων, καὶ ἀνακρίνεται. Οὐχ αὕτη δὲ μόνον, ἀλλὰ καὶ μετὰ ταύτην δευτέρα ἑτέρα ζήτησις ἐντεῦθεν φύεται· φανεῖται γὰρ ἡ γλῶττα πάλιν τῆς προφητείας μείζων. Εἰ γὰρ αἱ γλῶσσαι εἰς σημεῖον τοῖς ἀπίστοις, ἡ δὲ προφητεία τοῖς πιστοῖς, τὸ τοὺς ἀλλοτρίους ἐφελκόμενον καὶ οἰκειοῦν, μεῖζον τοῦ ῥυθμίζοντος τοὺς οἰκείους. Τί οὖν ἐστι τὸ εἰρημένον;

Οὐδὲν δύσκολον οὐδὲ ἀσαφὲς οὐδὲ ἐναντίον τοῖς ἔμπροσθεν, ἀλλὰ καὶ σφόδρα συμβαῖνον, ἐὰν προσέχωμεν. Ἡ μὲν γὰρ προφητεία ἀμφοτέροις ἐπιτήδειος, ἡ δὲ γλῶττα οὐκέτι. Διόπερ εἰπὼν ἐπὶ τῆς γλώττης, Εἰς σημεῖόν ἐστι, προσέθηκεν, Οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις, καὶ τούτοις εἰς σημεῖον, τουτέστιν, εἰς ἔκπληξιν, οὐκ εἰς κατήχησιν τοσοῦτον. Ἀλλὰ καὶ ἐπὶ τῆς προφητείας, φησὶ, τὸ αὐτὸ τοῦτο ἐποίησεν, εἰπὼν, Ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν. Οὐδὲ γὰρ χρείαν ἔχει ὁ πιστὸς σημεῖον ἰδεῖν, ἀλλὰ διδασκαλίας δεῖται μόνον καὶ κατηχήσεως. Πῶς οὖν σὺ λέγεις, φησὶν, ἀμφοτέροις χρήσιμον εἶναι τὴν προφητείαν, αὐτοῦ λέγοντος, Οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν;

Ἐὰν ἀκριβῶς ἐξετάσῃς, εἴσῃ τὸ λεγόμενον. Οὐδὲ γὰρ εἶπεν, ὅτι οὐκ ἔστι χρήσιμος ἡ προφητεία τοῖς ἀπίστοις, ἀλλ᾽, Οὐκ ἔστιν εἰς σημεῖον, ὡς ἡ γλῶττα, ἀνωφελὲς δηλονότι. Οὐδὲ τοῖς ἀπίστοις τι χρήσιμον ἡ γλῶττα· ἓν γὰρ αὐτῆς ἐστι τὸ ἔργον, τὸ ἐκπλῆξαι μόνον καὶ θορυβῆσαι. Τὸ γὰρ σημεῖον τῶν μέσων ἐστίν· ὡς ὅταν λέγῃ, Ποίησον μετ᾽ ἐμοῦ σημεῖον, καὶ προστίθησιν, εἰς ἀγαθόν· καὶ πάλιν, Ἐγενήθην ὡσεὶ τέρας τοῖς πολλοῖς, τουτέστιν, εἰς σημεῖον.

βʹ. Καὶ ἵνα μάθῃς, ὅτι τὸ σημεῖον ἐνταῦθα οὐχ ὡς πάντη χρήσιμόν τι ποιοῦν παρήγαγεν, ἐπήγαγε τὸ ἐξ αὐτοῦ γινόμενον. Τί δὲ ἦν τοῦτο; Ἐροῦσι, φησὶν, ὅτι Μαίνεσθε. Τοῦτο δὲ οὐ παρὰ τὴν τοῦ σημείου φύσιν, ἀλλὰ παρὰ τὴν ἄνοιαν ἐκείνων. Ἀπίστους δὲ ὅταν ἀκούσῃς, μὴ τοὺς αὐτοὺς πανταχοῦ νόμιζε λέγεσθαι, ἀλλὰ ποτὲ μὲν τοὺς τὰ ἀνίατα νοσοῦντας καὶ ἀδιορθώτους μένοντας, ποτὲ δὲ τοὺς καὶ μεταβαλέσθαι δυναμένους, οἷοι ἦσαν ἐπὶ τῶν ἀποστόλων οἱ θαυμάζοντες τὰ λεγόμενα τοῦ Θεοῦ μεγαλεῖα· οἷοι ἐπὶ τοῦ Κορνηλίου. Ὃ τοίνυν λέγει, τοῦτό ἐστιν· ὅτι ἡ μὲν προφητεία καὶ ἐν τοῖς ἀπίστοις καὶ ἐν τοῖς πιστοῖς ἰσχύει· τὴν δὲ γλῶτταν ἀκούοντες οἱ ἄπιστοι καὶ ἀνόητοι, οὐ μόνον οὐ κερδαίνουσιν, ἀλλὰ καὶ καταγελῶσιν, ὡς μαινομένων, τῶν φθεγγομένων.

Καὶ γὰρ εἰς σημεῖόν ἐστιν αὐτοῖς μόνον· τουτέστιν, εἰς τὸ ἐκπλήττεσθαι ἁπλῶς· ὡς οἵ γε νοῦν ἔχοντες καὶ ἐκέρδαινον, δι᾽ ὃ ἐδόθη τὸ σημεῖον. Οὐ γὰρ μόνον οἱ μέθην αὐτῶν κατηγοροῦντες ἦσαν τότε, ἀλλὰ πολλοὶ καὶ ἐθαύμαζον αὐτοὺς, ὡς τὰ μεγαλεῖα τοῦ Θεοῦ διηγουμένους· ὥστε οἱ γελῶντες, οἱ ἀνόητοι ἦσαν. Διὸ καὶ Παῦλος οὐχ ἁπλῶς εἶπεν, Ἐροῦσιν ὅτι Μαίνεσθε, ἀλλὰ προσέθηκεν, ἰδιῶται καὶ ἄπιστοι.

Ἡ δὲ προφητεία οὐκ εἰς σημεῖον ἁπλῶς, ἀλλὰ καὶ εἰς πίστιν καὶ εἰς ὠφέλειαν ἀμφοτέροις ἐπιτηδεία καὶ χρήσιμος. Καὶ τοῦτο εἰ καὶ μὴ εὐθέως, ἀλλὰ διὰ τῶν ἑξῆς σαφέστερον ἡρμήνευσεν, εἰπών· Ἐλέγχεται ὑπὸ πάντων. Ἐὰν γὰρ πάντες προφητεύωσι, φησὶν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, καὶ οὕτω τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι Θεὸς ὄντως ἐν ὑμῖν ἐστιν. Ὥστε οὐ τούτῳ μόνον μείζων ἡ προφητεία τῷ ἐν ἑκατέροις ἰσχύειν, ἀλλὰ καὶ τῷ τοὺς ἀναισχυντοτέρους τῶν ἀπίστων ἐφέλκεσθαι.

Οὐδὲ γὰρ τὸ αὐτὸ θαῦμα ἦν, ὅτε τὴν Σάπφειραν ἤλεγξεν, ὅπερ προφητείας ἦν, καὶ ὅτε γλώσσαις ἐλάλει Πέτρος· ἀλλὰ τότε μὲν πάντες συνεστάλησαν, ὅτε δὲ γλώσσαις ἐλάλει, καὶ παραπαίοντος ἔλαβε δόξαν. Εἰπὼν τοίνυν, ὅτι οὐκ ὠφέλησε γλῶττα, καὶ ὑποτεμόμενος πάλιν αὐτὸ τοῦτο τῷ τὸ ἔγκλημα εἰς τοὺς Ἰουδαίους περιτρέψαι, προϊὼν δείκνυσιν ὅτι καὶ βλάπτει. Καὶ τίνος, φησὶν, ἕνεκεν ἐδόθη; Ἵνα μετὰ ἑρμηνείας προΐῃ· ὡς τούτου χωρὶς, καὶ τοὐναντίον ἐκβαίνει παρὰ τοῖς ἀνοήτοις. Ἐὰν γὰρ, φησὶ, γλώσσαις πάντες λαλῶσιν, εἰσέλθωσι δὲ ἄπιστοι ἢ ἰδιῶται, ἐροῦσιν, ὅτι Μαίνεσθε· καθάπερ οὖν καὶ οἱ ἀπόστολοι μεθυόντων ἐλάμβανον ὑπόνοιαν· Οὗτοι γὰρ, φησὶ, γλεύκους μεμεστωμένοι εἰσίν. Ἀλλ᾽ οὐ τοῦ σημείου κατηγορία, ἀλλὰ τῆς ἐκείνων ἰδιωτείας.

Διὰ τοῦτο προσέθηκεν, Ἰδιῶται καὶ ἄπιστοι, ὥστε τῆς ἐκείνων ἀπειρίας ἡ ὑπόληψις καὶ ἀπιστίας. Ὅπερ γὰρ ἔφθην εἰπὼν, οὐκ ἐν τοῖς διαβεβλημένοις, ἀλλ᾽ ἐν τοῖς οὐ σφόδρα ὠφελοῦσι σπουδάζει κατατάξαι τὸ χάρισμα, καὶ τοῦτο, ὥστε καταστεῖλαι αὐτοὺς καὶ εἰς ἀνάγκην ἀγαγεῖν τοῦ τὸν ἑρμηνεύοντα ἐπιζητεῖν.

Ἐπειδὴ γὰρ οὐ πρὸς τοῦτο ἑώρων, ἀλλὰ πρὸς ἐπίδειξιν αὐτῷ καὶ φιλοτιμίαν ἐκέχρηντο οἱ πολλοὶ, ἀπὸ τούτου μάλιστα ἀπάγει, δεικνὺς ὅτι εἰς δόξαν παραβλάπτονται, μανίας ὑπόληψιν κτώμενοι. Καὶ τοῦτο μάλιστά ἐστιν, ὃ συνεχῶς ἐπιχειρεῖ κατασκευάζειν ὁ Παῦλος, ὅταν τινὸς ἀπάγειν βούληται, εἰς αὐτὰ ἃ ἐπιθυμεῖ δείκνυσιν αὐτὸν παραβλαπτόμενον. Καὶ σὺ τοίνυν οὕτω ποιεῖ· ἂν ἡδονῆς ἀπαγάγῃς, δεῖξον ὅτι τὸ πρᾶγμα πικρόν· ἂν κενοδοξίας ἀφέλκῃς, δεῖξον ὅτι τὸ πρᾶγμα ἀτιμίας γέμον. Οὕτω καὶ Παῦλος ἐποίει.

Καὶ γὰρ πλουσίους ἀποσπῶν τοῦ περὶ τὰ χρήματα ἔρωτος, οὐκ εἶπεν ὅτι βλαβερὸν ὁ πλοῦτος μόνον, ἀλλ᾽ ὅτι καὶ εἰς πειρασμοὺς ἐμβάλλει. Οἱ γὰρ βουλόμενοι πλουτεῖν, φησὶν, ἐμπίπτουσιν εἰς πειρασμόν. Ἐπειδὴ γὰρ δοκεῖ πειρασμῶν ἀπαλλάττειν, τοὐναντίον αὐτῷ περιέθηκεν οὗπερ ἐνόμιζον οἱ πλουτοῦντες.

Εἴχοντο πάλιν τῆς σοφίας τῆς ἔξωθεν ἕτεροι, ὡς ταύτῃ τὸ δόγμα ἱστῶντες· ἔδειξεν ὅτι οὐ μόνον οὐ βοηθεῖ τῷ σταυρῷ, ἀλλ᾽ ὅτι καὶ κενοῖ αὐτόν. Εἴχοντο τοῦ δικάζεσθαι παρ᾽ ἑτέροις, ἀνάξιον ἡγούμενοι παρὰ τοῖς οἰκείοις, ὡς τῶν ἔξωθεν σοφωτέρων ὄντων· δείκνυσιν ὅτι τὸ ἔξω δικάζεσθαι, αἰσχρόν. Εἴχοντο τῶν εἰδωλοθύτων, ὡς τελείαν γνῶσιν ἐπιδεικνύμενοι· ἔδειξεν ὅτι τοῦτο γνώσεως ἀτελοῦς, τὸ μὴ εἰδέναι οἰκονομεῖν τὰ τῶν πλησίον. Οὕτω καὶ ἐνταῦθα, ἐπειδὴ ἐπτόηντο περὶ τὸ χάρισμα τοῦτο τὸ τῶν γλωσσῶν, δόξης ἐρῶντες, δείκνυσιν ὅτι τοῦτο μὲν οὖν μάλιστα αὐτοὺς καταισχύνει, οὐ μόνον δόξης ἀποστεροῦν, ἀλλὰ καὶ μανίας ὑπολήψει περιβάλλον. Ἀλλ᾽ οὐκ εὐθέως τοῦτο εἶπεν, ἀλλὰ μυρία πρότερος εἰπὼν, ὅτε εὐπαράδεκτον τὸν λόγον ἐποίησε, τότε τὸ σφόδρα παράδοξον ἐπάγει. Καὶ τοῦτο δὲ αὐτὸ τὸ θεώρημα σύνηθες. Τὸν γὰρ μέλλοντα διασαλεύειν δόξαν πεπηγυῖαν καὶ εἰς τὸ ἐναντίον περιτρέπειν, οὐκ εὐθέως τὰ ἐναντία λέγειν δεῖ· ἐπεὶ καταγέλαστος ἔσται παρὰ τοῖς προκατειλημμένοις ὑπὸ τῆς ἐναντίας ψήφου· ἐπειδὴ τὸ σφόδρα παράδοξον οὐκ ἂν γένοιτο ἐκ προοιμίων εὐπαράδεκτον, ἀλλὰ χρὴ πρότερον ὑπορύξαντα καλῶς δι᾽ ἑτέρων, τότε εἰς τὸ ἐναντίον περιτρέπειν.

γʹ. Οὕτω γοῦν καὶ ἐπὶ τοῦ γάμου διαλεγόμενος ἐποίησεν. Ἐπειδὴ γὰρ πολλοὶ προσεῖχον ὡς ἄνεσιν ἔχοντι τῷ πράγματι, αὐτὸς δὲ ἐβούλετο δεῖξαι, ὅτι τὸ μὴ γαμεῖν ἄνεσις, εἰ μὲν εὐθέως τοῦτο εἶπεν, οὐκ ἂν οὕτως εὐπαράδεκτον αὐτὸ πεποίηκε· νυνὶ δὲ μετὰ πολλὰ αὐτὸ θεὶς, καὶ εὐκαίρως εἰσάγων, σφόδρα καθίκετο τῶν ἀκουόντων. Τοῦτο καὶ ἐπὶ τῆς παρθενίας πεποίηκε.

Καὶ γὰρ πρὸ τοῦ πολλὰ εἰπὼν, καὶ μετὰ ταῦτα πάλιν, τότε φησὶν, ὅτι Ὑμῶν φείδομαι, καὶ, Θέλω ὑμᾶς ἀμερίμνους εἶναι. Τοῦτο δὴ καὶ ἐπὶ τῶν γλωττῶν ποιεῖ, δεικνὺς ὅτι οὐ μόνον ἀποστερεῖ δόξης, ἀλλὰ καὶ καταισχύνει τοὺς ἔχοντας παρὰ τοῖς ἀπίστοις. Ἡ δὲ προφητεία τοὐναντίον καὶ αἰσχύνης ἀπήλλακται τῆς παρὰ τοῖς ἀπίστοις, καὶ δόξαν ἔχει μεγίστην καὶ ὠφέλειαν. Οὐ γὰρ ἐρεῖ τις ἐπὶ τῆς προφητείας, ὅτι Μαίνονται, οὐδὲ καταγελάσεται τῶν προφητευόντων, ἀλλὰ τοὐναντίον ἐκπλαγήσεται καὶ θαυμάσεται τούτους. Ἐλέγχεται γὰρ ὑπὸ πάντων· τουτέστιν, ἃ ἐπὶ καρδίας ἔχει, ταῦτα εἰς μέσον ἄγεται, καὶ δείκνυται πᾶσιν. Οὐκ ἔστι δὲ ἴσον εἰσελθόντα τινὰ ἰδεῖν μὲν Περσιστὶ, τὸν δὲ Συριστὶ φθεγγόμενον, καὶ εἰσελθόντα ἀκοῦσαι τὰ ἀπόῤῥητα τῆς αὐτοῦ διανοίας, καὶ εἴτε πειράζων καὶ μετὰ πονηρᾶς γνώμης, εἴτε ὑγιῶς εἰσελήλυθε· καὶ ὅτι τὸ καὶ τὸ αὐτῷ πέπρακται, καὶ τὸ βεβούλευται· πολὺ γὰρ τοῦτο ἐκείνου φρικωδέστερον καὶ χρησιμώτερον. Διὰ δὴ τοῦτο, ἐπὶ μὲν τῶν γλωσσῶν φησιν, ὅτι Μαίνεσθε· ἀλλ᾽ οὐκ οἴκοθεν τοῦτο ἀποφαίνεται, ἀλλ᾽ ἀπὸ τῆς ἐκείνων κρίσεως· Ἐροῦσι γὰρ, φησὶν, ὅτι Μαίνεσθε.

Ἐνταῦθα δὲ καὶ τῇ τῶν πραγμάτων κέχρηται ψήφῳ, καὶ τῇ τῶν ὠφελουμένων. Ἐλέγχεται γὰρ, φησὶν, ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, καὶ οὕτω τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτω πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι Θεὸς ὄντως ἐν ὑμῖν ἐστιν. Ὁρᾷς ὅτι τοῦτο ἀναμφισβήτητον;

Ἐκεῖ μὲν γὰρ ἀμφιβάλλεται τὸ γινόμενον, καὶ μανίαν ἄν τις αἰτιάσαιτο τῶν ἀπίστων· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον ἔσται, ἀλλὰ καὶ θαυμάσεται καὶ προσκυνήσει, διὰ τῶν ἔργων πρότερον ὁμολογῶν, εἶτα καὶ διὰ τῶν ῥημάτων. Οὕτω καὶ Ναβουχοδονόσορ τὸν Θεὸν προσεκύνησε λέγων, Ἐπ᾽ ἀληθείας ὁ Θεὸς ὑμῶν αὐτός ἐστι Θεὸς ἀποκαλύπτων μυστήρια, ὅτι ἠδυνήθης ἀποκαλύψαι τὸ μυστήριον τοῦτο. Εἶδες τῆς προφητείας τὴν ἰσχὺν, πῶς τὸν ἄγριον ἐκεῖνον μετέβαλε καὶ κατήχησε καὶ εἰς πίστιν ἤγαγε; Τί οὖν ἐστιν, ἀδελφοί; Ὅταν συνέρχησθε, ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, διδαχὴν ἔχει, γλῶσσαν ἔχει, ἀποκάλυψιν ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω. Ὁρᾷς τοῦ Χριστιανισμοῦ τὴν κρηπῖδα καὶ τὸν κανόνα; Ὥσπερ γὰρ τεχνίτου ἔργον τὸ οἰκοδομεῖν, οὕτω καὶ τοῦ Χριστιανοῦ τὸ τοὺς πλησίον διὰ πάντων ὠφελεῖν. Ἐπειδὴ δὲ σφόδρα κατέδραμε τοῦ χαρίσματος, ἵνα μὴ δόξῃ περιττὸν εἶναι· τὸν γὰρ τῦφον αὐτῶν κατασπάσαι βουλόμενος, μόνον τοῦτο πεποίηκε· πάλιν ἀριθμεῖ αὐτὸ μετὰ τῶν ἄλλων, λέγων· Ψαλμὸν ἔχει, διδαχὴν ἔχει, γλῶσσαν ἔχει. Καὶ γὰρ ψαλμοὺς τὸ παλαιὸν ἐποίουν ἀπὸ χαρίσματος, καὶ ἐδίδασκον ἀπὸ χαρίσματος· ἀλλ᾽ ὅμως ἅπαντα ταῦτα πρὸς ἓν βλεπέτω, φησὶ, τὴν τοῦ πλησίον διόρθωσιν· μηδὲν ἁπλῶς γινέσθω. Εἰ γὰρ μὴ παραγίνῃ τὸν ἀδελφὸν οἰκοδομήσων, τί καὶ παραγίνῃ;

Οὐ δὴ πολύς μοι λόγος τῆς τῶν χαρισμάτων διαφορᾶς· ἑνὸς ἐμοὶ μέλει μόνον, καὶ τὸ σπουδαζόμενόν μοι ἓν, τὸ πρὸς οἰκοδομὴν ἅπαντα ποιεῖν. Οὕτω καὶ ὁ τὸ μικρὸν ἔχων χάρισμα, τὸν τὸ μέγα ἔχοντα παραδραμεῖται, ἐὰν τοῦτο προσῇ. Διὰ γὰρ τοῦτο καὶ τὰ χαρίσματα, ἵνα οἰκοδομῆται ἕκαστος· ὡς ἐὰν μὴ τοῦτο γίνηται, καὶ εἰς κρῖμα ἔσται τὸ χάρισμα τῷ λαβόντι. Τί γὰρ, εἰπέ μοι, ὄφελος τοῦ προφητεύειν; τί δὲ ὄφελος τοῦ νεκροὺς ἐγείρειν, ὅταν μηδεὶς ὁ κερδαίνων ᾖ; Εἰ δὲ τοῦτο τῶν χαρισμάτων τὸ τέλος, ἔξεστι δὲ αὐτὸ καὶ ἑτέρῳ κατασκευάζειν τρόπῳ χαρισμάτων χωρὶς, μὴ μέγα ἐπὶ τοῖς σημείοις φρόνει, μηδὲ ταλάνιζε σαυτὸν, ὁ τῶν χαρισμάτων ἐστερημένος.

Εἴτε δὲ γλώσσῃ τις λαλεῖ, κατὰ δύο, ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω. Ἐὰν δὲ μὴ ᾖ διερμηνευτὴς, σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ Θεῷ. Τί λέγεις; εἰπέ μοι· τοσαῦτα εἰπὼν περὶ γλωσσῶν, ὅτι ἀνόνητον, ὅτι περιττὸν, ἐὰν μὴ ἑρμηνέα ἔχῃ, κελεύεις πάλιν γλώσσαις λαλεῖν; Οὐ κελεύω, φησὶν, ἀλλ᾽ οὐδὲ κωλύω· ὡς ὅταν λέγῃ, Εἴ τις ὑμᾶς καλεῖ τῶν ἀπίστων, καὶ θέλετε πορεύεσθαι, οὐχὶ νομοθετῶν τὸ πορεύεσθαι λέγει, ἀλλ᾽ οὐκ ἐπέχων· οὕτω καὶ ἐνταῦθα, Ἑαυτῷ δὲ λαλείτω καὶ τῷ Θεῷ. Εἰ μὴ καρτερεῖ σιγᾷν, φησὶν, ἀλλ᾽ οὕτως ἐστὶ φιλότιμος καὶ κενόδοξος, καθ᾽ ἑαυτὸν φθεγγέσθω. Ὥστε αὐτῷ τούτῳ μάλιστα τῷ οὕτως ἐπιτρέψαι ἐκώλυσεν ἐντρέψας.

δʹ. Ὃ καὶ ἀλλαχοῦ ποιεῖ περὶ τῆς πρὸς γυναῖκα ὁμιλίας διαλεγόμενος, καὶ λέγων· Τοῦτο δὲ λέγω διὰ τὴν ἀκρασίαν ὑμῶν. Ἀλλ᾽ οὐχ ὅτε περὶ προφητείας ἔλεγεν, οὕτως εἶπεν, ἀλλὰ πῶς; Ἐπιτακτικῶς καὶ νομοθετικῶς· Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν. Καὶ οὐδαμοῦ τὸν ἑρμηνέα ἐνταῦθα ζητεῖ, οὐδὲ ἐπιστομίζει τὸν προφητεύοντα, καθάπερ ἐκεῖ λέγων, Ἐὰν μὴ ᾖ διερμηνευτὴς, σιγάτω.

Οὐδὲ γὰρ αὐτάρκης ὁ τῇ γλώττῃ λαλῶν. Διόπερ εἰ μέν τις ἀμφότερα ἔχει τὰ χαρίσματα, λαλείτω· εἰ δὲ οὐκ ἔχει, θέλει δὲ φθέγγεσθαι, μετὰ τοῦ ἑρμηνεύοντος τοῦτο ποιείτω. Καὶ γὰρ ὁ προφήτης ἑρμηνευτής ἐστιν, ἀλλὰ τοῦ Θεοῦ, σὺ δὲ τοῦ ἀνθρώπου. Ἐὰν δὲ μὴ ᾖ διερμηνευτὴς, σιγάτω. Οὐδὲν γὰρ δεῖ περιττῶς γίνεσθαι, οὐδὲ πρὸς φιλοτιμίαν. Ἑαυτῷ δὲ λαλείτω καὶ τῷ Θεῷ· τουτέστι, κατὰ διάνοιαν, ἢ ἠρέμα καὶ ἀψοφητὶ, εἴ γε βούλεται. Οὐ γὰρ δὴ νομοθετοῦντος τοῦτό ἐστιν, ἀλλὰ τάχα καὶ ἐντρέποντος μᾶλλον διὰ τῆς συγχωρήσεως, ὥσπερ ὅταν λέγῃ, Εἰ δέ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω· καὶ δοκῶν συγχωρεῖν, δριμύτερον αὐτῷ τούτῳ καθάπτεται. Οὐ γὰρ διὰ τοῦτο συνέρχεσθε, φησὶν, ἵνα δείξητε ὅτι χάρισμα ἔχετε, ἀλλ᾽ ἵνα οἰκοδομῆτε τοὺς ἀκούοντας· ὅπερ καὶ ἀρχόμενος εἶπε, Πάντα πρὸς οἰκοδομὴν γινέσθω.

Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν. Οὐδαμοῦ τὸ πλεῖστον προσέθηκε καθάπερ ἐπὶ τῶν γλωττῶν. Καὶ τί τοῦτό φησιν; οὐδὲ γὰρ τὴν προφητείαν αὐτάρκη δείκνυσιν, εἴ γε ἄλλοις ἐπιτρέπει τὴν κρίσιν. Σφόδρα μὲν οὖν αὐτάρκης· οὐδὲ γὰρ ἐπεστόμισεν αὐτὸν καθάπερ ἐκεῖνον, οὐκ ὄντος ἑρμηνεύοντος· οὐδὲ ὥσπερ ἐπ᾽ ἐκείνου εἶπεν, Ἐὰν μὴ ᾖ ὁ διερμηνευτὴς, σιγάτω, οὕτω καὶ ἐπὶ τούτου, Ἐὰν μὴ ᾖ ὁ διακρίνων, μὴ προφητευέτω, ἀλλ᾽ ἠσφαλίσατο μόνον τὸν ἀκροατήν. Πρὸς γὰρ τὴν τῶν ἀκουόντων πληροφορίαν τοῦτο εἴρηκεν, ὥστε μὴ παρεμπεσεῖν μεταξὺ μάντιν. Τοῦτο γὰρ καὶ ἀρχόμενος φυλάττεσθαι ἐκέλευεν, ὅτε μαντείας καὶ προφητείας διαίρεσιν εἰσήγαγε, καὶ νῦν αὐτὸ διακρίνειν κελεύει καὶ σκοπεῖν, ὥστε μή τι παρεισδῦναι διαβολικόν. Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω. Δύνασθε γὰρ καθ᾽ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσι, καὶ πάντες παρακαλῶνται. Τί ποτέ ἐστι τοῦτο τὸ εἰρημένον;

Εἰ προφητεύοντός σου, φησὶ, καὶ φθεγγομένου, τὸ πνεῦμα τοῦ ἑτέρου διεγείρειεν αὐτὸν, σίγα λοιπόν. Ὅπερ γὰρ εἶπεν ἐπὶ τῶν γλωττῶν, τοῦτο καὶ ἐνταῦθα ἀπαιτεῖ τὸ ἀνὰ μέρος, ἀλλὰ θειότερα ἐνταῦθα· οὐ γὰρ εἶπεν, Ἀνὰ μέρος, ἀλλ᾽, Ἐὰν ἄλλῳ ἀποκαλυφθῇ.

Τί γὰρ ἐχρῆν λοιπὸν, τούτου κινουμένου πρὸς προφητείαν, ἐκεῖνον λέγειν; Ἀλλ᾽ ἀμφοτέρους ἐχρῆν; Ἀλλ᾽ ἄτοπον, καὶ σύγχυσιν ἔχον. Ἀλλὰ τὸν πρότερον; Ἀλλὰ καὶ τοῦτο ἄτοπον. Διὰ γὰρ τοῦτο, λέγοντος ἐκείνου, τοῦτον ἐκίνει τὸ Πνεῦμα, ἵνα τι καὶ οὗτος εἴπῃ.

Εἶτα παραμυθούμενος τὸν ἐπιστομισθέντα, φησί· Δύνασθε γὰρ καθ᾽ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσι, καὶ πάντες παρακαλῶνται. Ὁρᾷς πῶς πάλιν τὴν αἰτίαν τίθησι, δι᾽ ἣν πάντα ποιεῖ; Εἰ γὰρ τὸν γλώσσαις λαλοῦντα καθόλου κωλύει λέγειν, ὅταν ἑρμηνέα μὴ ἔχῃ, διὰ τὸ ἀνωφελὲς, εἰκότως καὶ προφητείαν, ἂν μὴ τοῦτο ἔχῃ, ἀλλὰ σύγχυσιν ποιῇ καὶ ταραχὴν καὶ θόρυβον ἄκαιρον, κατέχειν κελεύει. Καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται. Εἶδες πῶς ἐνέτρεψεν αὐτὸν εὐτόνως καὶ φοβερῶς; Ἵνα γὰρ μὴ φιλονεικῇ, μηδὲ στασιάζῃ ὁ ἄνθρωπος, αὐτὸ τὸ χάρισμα δείκνυσιν ὑποτασσόμενον· πνεῦμα γὰρ ἐνταῦθα τὴν ἐνέργειαν λέγει. Εἰ δὲ τὸ πνεῦμα ὑποτάσσεται, πολλῷ μᾶλλον σὺ ὁ κεκτημένος οὐκ ἂν εἴης δίκαιος φιλονεικεῖν. Εἶτα δείκνυσιν ὅτι καὶ τῷ Θεῷ τοῦτο δοκεῖ, ἐπάγων καὶ λέγων· Οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ Θεὸς, ἀλλὰ εἰρήνης, ὡς ἐν πάσαις ταῖς Ἐκκλησίαις τῶν ἁγίων διδάσκω. Εἶδες δι᾽ ὅσων ἤγαγεν αὐτὸν εἰς σιγὴν, καὶ παρεμυθήσατο θατέρῳ παραχωροῦντα;

δι᾽ ἑνὸς μὲν καὶ πρώτου, τοῦ μὴ ἐκλύεσθαι τούτου γινομένου· Δύνασθε γὰρ, φησὶ, καθ᾽ ἕνα πάντες προφητεύειν· δι᾽ ἑτέρου δὲ τοῦ καὶ τῷ Πνεύματι τοῦτο δοκεῖν· Πνεύματα γὰρ προφητῶν προφήταις ὑποτάσσεται· πρὸς τούτοις τῷ κατὰ γνώμην τοῦ Θεοῦ τοῦτο εἶναι· Οὐ γάρ ἐστιν ἀκαταστασίας, φησὶν, ὁ Θεὸς, ἀλλὰ εἰρήνης· καὶ τετάρτῳ, τῷ πανταχοῦ τῆς οἰκουμένης τοῦτον κρατεῖν τὸν νόμον, καὶ μηδὲν ξένον αὐτοῖς ἐπιτάττεσθαι. Οὕτω γὰρ ἐν πάσαις, φησὶ, ταῖς Ἐκκλησίαις τῶν ἁγίων διδάσκω. Τί τοίνυν φρικωδέστερον τούτων γένοιτ᾽ ἂν τῶν πραγμάτων;

Καὶ γὰρ οὐρανὸς ἡ Ἐκκλησία τότε, τοῦ Πνεύματος πάντα δημαγωγοῦντος καὶ τῶν προεστώτων ἕκαστον κινοῦντος, καὶ ἔνθουν ποιοῦντος. Ἀλλὰ νῦν τὰ σύμβολα κατέχομεν τῶν χαρισμάτων ἐκείνων μόνον. Καὶ γὰρ καὶ νῦν δύο ἢ τρεῖς λέγομεν, καὶ ἀνὰ μέρος, καὶ ἑτέρου σιγῶντος ἕτερος ἄρχεται· ἀλλὰ σημεῖα ταῦτα μόνον ἐστὶν ἐκείνων καὶ ὑπομνήματα.

Διὸ ἐπειδὰν ἀρξώμεθα λέγειν, ὁ λαὸς ἀντιφθέγγεται, Τῷ Πνεύματί σου, δεικνὺς ὅτι τὸ παλαιὸν οὕτως ἔλεγον, οὐκ οἰκείᾳ σοφίᾳ, ἀλλὰ τῷ Πνεύματι κινούμενοι. Ἀλλ᾽ οὐχὶ νῦν· τὸ ἐμαυτοῦ λέγω τέως. εʹ. Ἀλλ᾽ ἔοικεν ἡ Ἐκκλησία νῦν γυναικὶ τῆς παλαιᾶς εὐημερίας ἐκπεσούσῃ, καὶ τὰ σύμβολα κατεχούσῃ πολλαχοῦ μόνον τῆς ἀρχαίας εὐπραγίας ἐκείνης, καὶ τὰς μὲν θήκας τῶν χρυσίων ἐπιδεικνυμένῃ καὶ τὰ κιβώτια, τὸν δὲ πλοῦτον ἀφῃρημένῃ· ταύτῃ προσέοικεν ἡ Ἐκκλησία νῦν. Καὶ οὐ χαρισμάτων ἕνεκεν τοῦτο λέγω· οὐδὲ γὰρ ἦν δεινὸν, εἰ τοῦτο ἦν μόνον· ἀλλὰ καὶ βίου καὶ ἀρετῆς. Καὶ γὰρ ὁ τῶν χηρῶν ἀριθμὸς, καὶ ὁ τῶν παρθένων χορὸς τότε μὲν εἶχε κόσμον ταῖς Ἐκκλησίαις πολύν· νῦν δὲ ἠρήμωται καὶ κεκένωται, καὶ τὰ σύμβολα μένει μόνον. Εἰσὶ μὲν γὰρ χῆραι καὶ νῦν, εἰσὶ καὶ παρθένοι, ἀλλ᾽ οὐκ ἔχουσιν αὗται τὸν κόσμον ἐκεῖνον, ὃν τὰς ἀποδυσαμένας πρὸς τὰ τοιαῦτα παλαίσματα ἔχειν χρή. Καὶ γὰρ τῆς παρθένου τὸ ἐξαίρετον γνώρισμα, τὸ τὰ τοῦ Θεοῦ μεριμνᾷν μόνα, καὶ τὸ εὐπρόσεδρον ἀπερισπάστως· καὶ τῆς χήρας οὐχ οὕτω τὸ μὴ δευτέροις ὁμιλῆσαι γάμοις δεῖγμα γένοιτ᾽ ἂν, ὡς τἄλλα, τὰ τῆς φιλοξενίας, τὰ τῆς φιλοπτωχίας, τὰ τῆς φιλοκαρτερίας τῆς ἐν εὐχαῖς, πάντα τὰ ἄλλα, ἃ μετὰ πολλῆς ἀπαιτεῖ τῆς ἀκριβείας ὁ Παῦλος Τιμοθέῳ γράφων.

Ἴδοι τις ἂν καὶ τὰς ἐν γάμῳ πολλὴν ἐπιδεικνυμένας παρ᾽ ἡμῖν τὴν κοσμιότητα. Ἀλλ᾽ οὐ τοῦτο μόνον ἐστὶ τὸ ζητούμενον, ἀλλ᾽ ἡ περὶ τοὺς δεομένους μετὰ σπουδῆς θεραπεία, δι᾽ ἧς αἱ ἀρχαῖαι μάλιστα ἀπέλαμπον γυναῖκες, οὐχ ὡς αἱ πολλαὶ τῶν νῦν. Τότε μὲν γὰρ ἀντὶ χρυσοῦ τὸν ἀπὸ τῆς ἐλεημοσύνης περιέκειντο καλλωπισμόν· νυνὶ δὲ ἀφεῖσαι τοῦτο, σχοινία χρυσᾶ ἀπὸ τῆς σειρᾶς τῶν ἁμαρτιῶν πεπλεγμένα πανταχόθεν περίκεινται. Εἴπω καὶ ἄλλην θήκην κεκενωμένην τοῦ πατρῴου κόσμου; Συνῄεσαν τὸ παλαιὸν ἅπαντες, καὶ ὑπέψαλλον κοινῇ.

Τοῦτο ποιοῦμεν καὶ νῦν· ἀλλὰ τότε μὲν ἐν ἅπασι μία ψυχὴ ἦν καὶ καρδία μία· νυνὶ δὲ οὐδὲ ἐν μιᾷ ψυχῇ τὴν ὁμόνοιαν ἐκείνην ἴδοι τις ἂν, ἀλλὰ πολὺς ὁ πόλεμος πανταχοῦ. Εἰρήνην καὶ νῦν πᾶσιν ὁ τῆς Ἐκκλησίας προεστὼς ἐπεύχεται, ὡς εἰς πατρῴαν οἰκίαν εἰσιών· ἀλλὰ τῆς εἰρήνης ταύτης τὸ μὲν ὄνομα πολὺ, τὸ δὲ πρᾶγμα οὐδαμοῦ. Τότε καὶ αἱ οἰκίαι ἐκκλησίαι ἦσαν· νυνὶ δὲ καὶ ἡ ἐκκλησία οἰκία, μᾶλλον δὲ καὶ οἰκίας πάσης χείρων. Ἐν οἰκίᾳ μὲν γὰρ πολλὴν καὶ εὐταξίαν ἴδοι τις ἄν· καὶ γὰρ ἡ κυρία τῆς οἰκίας ἐπὶ τοῦ θρόνου κάθηται μετὰ εὐσχημοσύνης ἁπάσης, καὶ αἱ θεραπαινίδες μετὰ τῆς ἡσυχίας ὑφαίνουσι, καὶ τῶν οἰκετῶν ἕκαστος τὸ ἐπιταχθὲν μετὰ χεῖρας ἔχει. Ἐνταῦθα δὲ πολὺς ὁ θόρυβος, πολλὴ ἡ σύγχυσις, καὶ καπηλείου οὐδὲν διενήνοχε τὰ παρ᾽ ἡμῖν· τοσοῦτος ὁ γέλως, τοσαύτη ἡ ταραχὴ, καθάπερ ἐν βαλανείοις, καθάπερ ἐν ἀγοραῖς κραζόντων, θορυβούντων ἁπάντων. Καὶ ταῦτα ἐνταῦθα μόνον· ὡς ἀλλαχοῦ οὐδὲ προσειπεῖν τὸν πλησίον ἔξεστιν ἐν ἐκκλησίᾳ, κἂν χρόνιόν τις ἀπολάβῃ τὸν φίλον, ἀλλ᾽ ἔξω ταῦτα γίνεται, καὶ μάλα εἰκότως. Οὐ γὰρ κουρεῖον, οὐδὲ μυροπωλεῖον ἡ ἐκκλησία, οὐδὲ ἐργαστήριον ἕτερον τῶν ἐπ᾽ ἀγορᾶς, ἀλλὰ τόπος ἀγγέλων, τόπος ἀρχαγγέλων, βασιλεία Θεοῦ, αὐτὸς ὁ οὐρανός.

Ὥσπερ οὖν εἴ τις τὸν οὐρανὸν διαστείλας ἐκεῖ σε εἰσήγαγε, κἂν τὸν πατέρα, κἂν τὸν ἀδελφὸν εἶδες, οὐκ ἂν ἐτόλμησας φθέγξασθαι· οὕτως οὐδὲ ἐνταῦθα ἕτερόν τι, πλὴν τῶν πνευματικῶν φθέγγεσθαι ἔδει· καὶ γὰρ καὶ τὰ ἐνταῦθα οὐρανός. Εἰ δὲ ἀπιστεῖς, ἴδε πρὸς ταυτηνὶ τὴν τράπεζαν, ἀναμνήσθητι τίνος ἕνεκεν ἕστηκε, καὶ διὰ τί· ἐννόησον τίς ὁ προβαίνων ἐνταῦθα, φρίξον καὶ πρὸ τοῦ καιροῦ. Καὶ γὰρ καὶ θρόνον τις ἰδὼν μόνον βασιλέως, ἀνίσταται τῇ ψυχῇ, προσδοκῶν τὴν ἔξοδον τοῦ βασιλέως. Καὶ σὺ τοίνυν καὶ πρὸ τοῦ καιροῦ τοῦ φρικώδους φρίξον ἐκείνου, διανάστηθι, καὶ πρὶν ἰδεῖν τὰ παραπετάσματα ἀναστελλόμενα καὶ τὸν χορὸν τῶν ἀγγέλων προβαίνοντα, πρὸς αὐτὸν ἀνάβαινε τὸν οὐρανόν. Ἀλλ᾽ ἀγνοεῖ ταῦτα ὁ ἀμύητος· οὐκοῦν ἀναγκαῖον καὶ πρὸς ἐκεῖνον εἰπεῖν ἕτερα. Οὐδὲ γὰρ πρὸς τοῦτον ἀπορήσομεν τῶν δυναμένων αὐτὸν διαναστῆσαι καὶ πεῖσαι πέτεσθαι. Σὺ τοίνυν ὁ ταῦτα ἀγνοῶν, ὅταν ἀκούσῃς τοῦ προφήτου λέγοντος, Τάδε λέγει Κύριος· Ἀπόστηθι τῆς γῆς, ἀνάβηθι καὶ αὐτὸς εἰς τὸν οὐρανὸν, ἐννόησον τίς ἐστιν ὁ δι᾽ ἐκείνου σοι διαλεγόμενος.

Νῦν δὲ, μίμου μὲν γελωτοποιοῦντος, καὶ πορνευομένης γυναικὸς καὶ ἀσχημονούσης, θέατρον τοσοῦτον κάθηται, πολλὴν παρέχον τὴν ἡσυχίαν τοῖς λεγομένοις, καὶ ταῦτα οὐδενὸς κελεύοντος σιγᾷν, καὶ οὔτε θόρυβος οὔτε κραυγὴ, οὐχ ὁ τυχὼν θροῦς· Θεοῦ δὲ ἐκ τῶν οὐρανῶν φθεγγομένου περὶ φρικτῶν οὕτω πραγμάτων, κυνῶν ἀναισχυντότερον διακείμεθα, οὐδὲ ὅσην ταῖς πόρναις γυναιξὶ, τοσαύτην τῷ Θεῷ παρέχοντες τὴν αἰδώ.

ϛʹ. Ἐφρίξατε ταῦτα ἀκούσαντες; Οὐκοῦν πολλῷ μᾶλλον ταῦτα ποιοῦντες φρίξατε. Ὃ περὶ τῶν ὑπερορώντων τοὺς πένητας εἶπεν ὁ Παῦλος, καὶ μόνων ἑστιωμένων· Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; δότε κἀμοὶ περὶ τῶν θορυβούντων ἐνταῦθα καὶ διαλεγομένων εἰπεῖν· μὴ γὰρ οὐκ ἔχετε οἰκίας εἰς τὸ φλυαρεῖν; ἢ τῆς ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε, καὶ διαφθείρετε καὶ τοὺς σωφρονεῖν καὶ ἡσυχάζειν βουλομένους; Ἀλλὰ ἡδὺ καὶ φίλον ἡμῖν τοῖς γνωρίμοις διαλέγεσθαι; Οὐ κωλύω τοῦτο, ἀλλ᾽ ἐν οἰκίᾳ, ἀλλ᾽ ἐν ἀγορᾷ, ἀλλ᾽ ἐν βαλανείοις γινέσθω· ἡ γὰρ ἐκκλησία οὐ διαλέξεως, ἀλλὰ διδασκαλίας χωρίον ἐστί.

Νυνὶ δὲ τῆς ἀγορᾶς οὐδὲν διενήνοχεν· εἰ δὲ μὴ τολμηρὸν εἰπεῖν, τάχα οὐδὲ τῆς σκηνῆς· οὕτω τῶν ἐκεῖ πορνευομένων γυναικῶν ἀσελγέστερον αἱ ἐνταῦθα συλλεγόμεναι καλλωπίζονται. Διὸ δὴ πολλοὺς καὶ ἐνταῦθα ἐφέλκονται τῶν ἀκολάστων· καὶ ἄν τε πειρᾶταί τις ἢ βούληται γυναῖκα διαφθείρειν, οὐδεὶς, οἶμαι, τῆς ἐκκλησίας ἐπιτηδειότερος αὐτῷ τόπος εἶναι δοκεῖ.

Ἄν τε ὠνήσασθαί τι καὶ πρίασθαι δέῃ, μᾶλλον τῆς ἀγορᾶς χρήσιμος ἡ ἐκκλησία φαίνεται. Ἐνταῦθα γὰρ καὶ περὶ τούτων πλείους γίνονται λόγοι, ἢ ἐν αὐτοῖς τοῖς ἐργαστηρίοις. Ἄν τε κακῶς εἰπεῖν καὶ ἀκοῦσαι βούλωνταί τινες, καὶ τοῦτο ὄψει ἐνταῦθα μᾶλλον, ἢ ἐπὶ τῆς ἀγορᾶς ἔξω συμβαῖνον· κἂν τῶν πολιτικῶν τι βουληθῇς ἀκοῦσαι πραγμάτων, κἂν τῶν ἐν οἰκίαις, κἂν τῶν ἐν στρατοπέδῳ, μὴ βαδίσῃς εἰς δικαστήριον, μηδὲ καθίσῃς ἐν ἰατρείῳ· εἰσὶ γὰρ ἐνταῦθα, εἰσὶν οἱ πάντων ἀκριβέστερον ταῦτα ἅπαντα καταγγέλλοντες καὶ πάντα μᾶλλόν ἐστι τὰ ἐνταῦθα, ἢ ἐκκλησία. Τάχα σφόδρα καθηψάμην ὑμῶν· οὐκ ἔγωγε οἶμαι. Ὅταν γὰρ τοῖς αὐτοῖς ἐπιμένητε, πόθεν εἴσομαι, ὅτι καθίκετο ὑμῶν τὰ εἰρημένα; Οὐκοῦν τῶν αὐτῶν ἀναγκαῖον ἅψασθαι πάλιν. Ταῦτα οὖν ἀνεκτά; ταῦτα φορητά; Κοπτόμεθα καθ᾽ ἑκάστην ἡμέραν καὶ διασπώμεθα, ἵνα τι χρήσιμον μαθόντες ἀπέλθητε· καὶ οὐδεὶς ὑμῶν τι κερδάνας ἄπεισιν, ἀλλὰ καὶ βλαβεὶς μειζόνως. Καὶ γὰρ εἰς κρῖμα συνέρχεσθε, πρόφασιν οὐκέτι περὶ τῆς ἁμαρτίας ἔχοντες, καὶ τοὺς ἐπιεικεστέρους ἐκκρούετε, ταῖς ὑμετέραις φλυαρίαις ἐνοχλοῦντες πάντοθεν.

Ἀλλὰ τίς ὁ τῶν πολλῶν λόγος; Οὐκ ἀκούω τῶν ἀναγινωσκομένων, φησὶν, οὐδὲ οἶδα τίνα ἐστὶ τὰ λεγόμενα. Ἐπειδὴ θορυβεῖς, ἐπειδὴ ταράσσεις, ἐπειδὴ μετὰ ψυχῆς εὐλάβειαν ἐχούσης οὐ παραγίνῃ. Τί φής; οὐκ οἶδας τίνα ἐστὶ τὰ λεγόμενα; Δι᾽ αὐτὸ μὲν οὖν τοῦτο προσέχειν ἐχρῆν. Εἰ δὲ οὐδὲ τὸ ἀσαφὲς διεγείρει σου τὴν ψυχὴν, πολλῷ μᾶλλον, εἰ σαφῆ ἦν, παρέδραμες.

Διὰ γὰρ τοῦτο οὔτε σαφῆ πάντα ἐστὶν, ἵνα μὴ ῥᾳθυμήσῃς, οὔτε ἀσαφῆ, ἵνα μὴ ἀπογνῷς. Καὶ ὁ μὲν εὐνοῦχος ἐκεῖνος καὶ βάρβαρος οὐδὲν τούτων εἶπεν, ἀλλὰ καὶ τοσούτων πραγμάτων ὄχλῳ κυκλούμενος, καὶ ἐν ὁδῷ ὢν, βιβλίον μετὰ χεῖρας εἶχε καὶ ἀνεγίνωσκε, οὐκ εἰδὼς ἅπερ ἀνεγίνωσκε· σὺ δὲ καὶ ἐν διδασκάλων εὐπορίᾳ ὢν, καὶ ἑτέρους ἔχων τοὺς ὑπαναγινώσκοντας, σκήψεις προβάλλῃ μοι καὶ προφάσεις.

Οὐκ οἶσθα τὰ λεγόμενα; Οὐκοῦν εὖξαι ἵνα μάθῃς· μᾶλλον δὲ ἀμήχανον πάντα ἀγνοεῖν. Καὶ γὰρ πολλὰ αὐτόθεν ἐστὶ κατάδηλα καὶ σαφῆ· μᾶλλον δὲ, κἂν ἅπαντα ἀγνοῇς, καὶ οὕτως ἡσυχάζειν ἔδει, ἵνα μὴ τοὺς προσέχοντας ἐκκρούσῃς, ἵνα σου τὴν ἡσυχίαν καὶ τὴν αἰδὼ ἀποδεξάμενος ὁ Θεὸς, καὶ τὰ ἀσαφῆ ποιήσῃ δῆλα. Ἀλλ᾽ οὐ δύνασαι σιγᾷν; Οὐκοῦν ἔξιθι, ἵνα μὴ καὶ ἑτέροις γένῃ βλάβη. Καὶ γὰρ μίαν ἐν ἐκκλησίᾳ δεῖ φωνὴν εἶναι ἀεὶ, καθάπερ ἑνὸς ὄντος σώματος. Διὰ τοῦτο καὶ ὁ ἀναγινώσκων μόνος φθέγγεται· καὶ αὐτὸς ὁ τὴν ἐπισκοπὴν ἔχων ἀνέχεται σιγῇ καθήμενος· καὶ ὁ ψάλλων ψάλλει μόνος· κἂν πάντες ὑπηχῶσιν, ὡς ἐξ ἑνὸς στόματος ἡ φωνὴ φέρεται· καὶ ὁ ὁμιλῶν ὁμιλεῖ μόνος. Ὅταν δὲ πολλοὶ καὶ πολλὰ καὶ διάφορα διαλέγωνται, τίνος ἕνεκεν ἐνοχλοῦμεν ἡμεῖς εἰκῆ; Οὐδὲ γὰρ εἰ μὴ εἰκῆ ἐνοχλεῖν ἡμᾶς ἡγεῖσθε, περὶ τηλικούτων φθεγγομένων ἡμῶν, περὶ τῶν οὐδὲν ἂν προσηκόντων ὑμεῖς διελέγεσθε.

Διὰ ταῦτα οὐκ ἐν τῷ βίῳ μόνον ὑμῖν, ἀλλὰ καὶ ἐν αὐτῇ τῶν πραγμάτων τῇ ψήφῳ πολλὴ ἡ διαστροφή· καὶ περὶ τὰ περιττὰ κεχήνατε, καὶ τὴν ἀλήθειαν ἀφέντες, τὰς σκιὰς καὶ τὰ ὀνείρατα διώκετε. Ἢ οὐ σκιὰ καὶ ὀνείρατα τὰ παρόντα ἅπαντα, καὶ σκιᾶς χείρω; Καὶ γὰρ πρὶν ἢ φανῆναι, ἀφίπταται, καὶ πρὶν ἀποπτῆναι, πολὺν παρέχει τὸν θόρυβον καὶ πλείονα τῆς ἡδονῆς. Κἂν μυρία τις ἐνταῦθα λαβὼν κατορύξῃ χρήματα, τῆς νυκτὸς παρελθούσης, γυμνὸς ἄπεισιν ἐντεῦθεν, καὶ μάλα εἰκότως· ἐπεὶ καὶ οἱ ὄναρ πλουτοῦντες, ἀναστάντες ἀπὸ τῆς εὐνῆς, οὐδὲν ἔχουσιν ὧν ἔχειν ἐδόκουν καθεύδοντες· οὕτω καὶ οἱ πλεονεκτοῦντες· μᾶλλον δὲ οὐχ οὕτως, ἀλλὰ καὶ πολλῷ χεῖρον. Ὁ μὲν γὰρ ὄναρ πλουτῶν, οὔτε τὰ χρήματα ἔχει, ἅπερ ἐφαντάζετο ἔχειν, οὔτε ἄλλο τι κακὸν ἀπὸ τῆς φαντασίας ταύτης λαβὼν ἀνίσταται· οὗτος δὲ τῶν μὲν χρημάτων ἐστέρηται, τῶν δὲ ἁμαρτημάτων τῶν ἐκ τῶν χρημάτων ἐμπλησθεὶς ἄπεισι, καὶ ἐν τῷ πλούτῳ φαντασθεὶς, τὰ ἐκ τοῦ πλούτου κακὰ οὐχ ὁρᾷ ἐν φαντασίᾳ λοιπὸν, ἀλλ᾽ ἐν αὐτῇ τῶν πραγμάτων τῇ ἀληθείᾳ· καὶ ἡ μὲν ἡδονὴ γέγονεν ἐν ὀνείροις, ἡ δὲ ἐκ τῆς ἡδονῆς κόλασις οὐκέτι ὄναρ συμβαίνει, ἀλλ᾽ ἐν αὐτῇ τῇ πείρᾳ, μᾶλλον δὲ καὶ πρὸ τῆς κολάσεως ἐκείνης καὶ ἐνταῦθα τὴν ἐσχάτην τίνει δίκην, ἐν αὐτῷ τῷ συλλέγειν μυρίας προστριβόμενος ἀθυμίας, φροντίδας, κατηγορίας, διαβολὰς, θορύβους, ταραχάς.

Ἵν᾽ οὖν καὶ τῶν ὀνειράτων ἀπαλλαγῶμεν καὶ τῶν κακῶν τῶν οὐκ ἐν ὀνείροις, ἀντὶ πλεονεξίας ἐλεημοσύνην ἑλώμεθα, ἀντὶ ἁρπαγῆς φιλανθρωπίαν. Οὕτω γὰρ καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΟΜΙΛΙΑ ΛΖʹ. Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν. Οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλ᾽ ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέγει. αʹ. Περικόψας τὸν θόρυβον τὸν ἀπὸ τῶν γλωττῶν, καὶ τὸν ἀπὸ τῶν προφητειῶν, καὶ νομοθετήσας, ὥστε μὴ σύγχυσιν γίνεσθαι, τούς τε γλώσσαις λαλοῦντας ἀνὰ μέρος τοῦτο ποιεῖν, τούς τε προφητεύοντας ἀρξαμένου ἑτέρου σιγᾷν, λοιπὸν καὶ ἐπὶ τὴν ταραχὴν τὴν ἀπὸ τῶν γυναικῶν γινομένην ὁδῷ πρόεισι, τὴν ἄκαιρον αὐτῶν ἐκκόπτων παῤῥησίαν, καὶ σφόδρα εὐκαίρως.

Εἰ γὰρ τοῖς τὰ χαρίσματα ἔχουσιν ἁπλῶς οὐκ ἐφίεται λαλεῖν, οὐδ᾽ ὅτε βούλονται, καὶ ταῦτα ὑπὸ τοῦ Πνεύματος κινουμένοις, πολλῷ μᾶλλον ἐκείναις εἰκῆ φλυαρούσαις καὶ μάτην. Διὰ τοῦτο καὶ μετὰ πολλῆς τῆς αὐθεντίας ἐπιστομίζει τὴν φλυαρίαν αὐτῶν, καὶ τὸν νόμον μεθ᾽ ἑαυτοῦ λαβὼν, οὕτως αὐτῶν ἀποῤῥάπτει τὰ στόματα. Οὐ γὰρ παραινεῖ μόνον ἐνταῦθα, οὐδὲ συμβουλεύει, ἀλλὰ καὶ ἐπιτάττει σφοδρῶς, παλαιὸν ὑπὲρ τούτων ἀναγινώσκων νόμον. Εἰπὼν γὰρ, ὅτι Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, καὶ, Οὐκ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλ᾽ ὑποτάττεσθαι, ἐπήγαγε, Καθὼς καὶ ὁ νόμος λέγει. Καὶ ποῦ τοῦτο ὁ νόμος λέγει; Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει.

Εἶδες Παύλου σοφίαν, ἡλίκην παρήγαγε μαρτυρίαν, οὐ σιγᾷν αὐταῖς κελεύουσαν μόνον, ἀλλὰ καὶ μετὰ φόβου σιγᾷν, καὶ μετὰ φόβου τοσούτου, μεθ᾽ ὅσου τὴν δούλην ἡσυχάζειν χρή; Διὸ καὶ αὐτὸς εἰπὼν, ὅτι Οὐκ ἐπιτέτραπται αὐταῖς λαλεῖν, οὐκ ἐπήγαγεν, Ἀλλὰ σιγᾷν, ἀλλὰ τὸ πλέον ἀντὶ τοῦ σιγᾷν τέθεικε, τὸ ὑποτάττεσθαι. Εἰ δὲ ἐπὶ ἀνδρῶν τοῦτο, πολλῷ μᾶλλον ἐπὶ τῶν διδασκάλων καὶ πατέρων καὶ τοῦ κοινοῦ τῆς ἐκκλησίας συλλόγου. Καὶ εἰ μηδὲ φθέγξονται, φησὶ, μηδὲ ἐρωτήσουσι, τίνος ἕνεκεν καὶ παρέσονται; Ἵνα ἀκούωσι μὲν ἃ χρὴ, τὰ δὲ ἀμφιβαλλόμενα παρὰ τῶν ἀνδρῶν οἴκοι μανθανέτωσαν.

Διὸ καὶ ἐπήγαγεν· Εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν. Οὐ γὰρ δὴ μόνον λαλεῖν αὐταῖς οὐκ ἐφίεται, φησὶν, ἁπλῶς, ἀλλ᾽ οὐδὲ ἐρωτᾷν τι ἐν ἐκκλησίᾳ. Εἰ δὲ ἐρωτᾷν οὐ χρὴ, πολλῷ μᾶλλον ἁπλῶς λαλεῖν οὐ θέμις.

Καὶ τί δήποτε ἐν τοσαύτῃ κατέστησεν αὐτὰς ὑποταγῇ; Ὅτι ἀσθενέστερόν πώς ἐστιν ἡ γυνὴ καὶ εὐρίπιστον καὶ κοῦφον. Διὰ δὴ τοῦτο τοὺς ἄνδρας αὐταῖς ἐπέστησε διδασκάλους, ἀμφοτέρους ὠφελῶν. Ἐκείνας τε γὰρ κοσμίας κατεσκεύασε, τούτους τε ἐναγωνίους ἐποίησεν, ἅτε μέλλοντας μετὰ πολλῆς τῆς ἀκριβείας ἅπερ ἤκουσαν ταῖς γυναιξὶ παρακατατίθεσθαι. Εἶτα ἐπειδὴ καλλωπίζεσθαι ἐντεῦθεν ἐνόμιζον ἐκ τοῦ φθέγγεσθαι δημοσίᾳ, πάλιν εἰς τὸ ἐναντίον περιάγει τὸν λόγον, λέγων· Αἰσχρὸν γάρ ἐστι γυναικὶ ἐν ἐκκλησίᾳ λαλεῖν. Πρῶτον μὲν γὰρ ἀπὸ τοῦ νόμου τοῦτο κατεσκεύασε τοῦ Θεοῦ, ἔπειτα ἀπὸ κοινοῦ λογισμοῦ καὶ τῆς συνηθείας, ὥσπερ καὶ, ἡνίκα περὶ κόμης αὐταῖς διελέγετο, ἔλεγεν· Ἢ οὐδὲ αὐτὴ ἡ φύσις ὑμᾶς διδάσκει; Καὶ πανταχοῦ τοιοῦτον εὕροις ἂν αὐτοῦ τὸν τρόπον ὄντα, οὐκ ἀπὸ τῶν θείων Γραφῶν μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς κοινῆς συνηθείας ἐντρέποντα. Πρὸς τούτοις δὲ καὶ ἀπὸ τῶν πᾶσι δοκούντων καὶ πανταχοῦ τυπωθέντων ἐντρέπει, ὃ καὶ ἐνταῦθα τέθεικεν εἰπών· Ἢ ἀφ᾽ ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησε;

Καὶ γὰρ τὰς λοιπὰς Ἐκκλησίας παρήγαγε τοῦτον τηρούσας τὸν νόμον, καὶ ἀπὸ τῆς καινοτομίας τὸν θόρυβον ὑποτεμνόμενος, καὶ τῇ τῶν πολλῶν ψήφῳ τὸν λόγον ποιῶν εὐπαράδεκτον. Διὸ καὶ ἀλλαχοῦ ἔλεγεν· Ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ, καθὼς πανταχοῦ ἐν πάσαις ταῖς Ἐκκλησίαις διδάσκω· καὶ πάλιν, Οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ Θεὸς, ἀλλ᾽ εἰρήνης, καθὼς καὶ ἐν πάσαις ταῖς Ἐκκλησίαις τῶν ἁγίων· καὶ ἐνταῦθα, Ἦ ἀφ᾽ ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησε; Τουτέστιν, Οὔτε πρῶτοι οὔτε μόνοι ὑμεῖς πιστοὶ, ἀλλ᾽ ἡ οἰκουμένη πᾶσα· ὃ καὶ πρὸς Κολοσσαεῖς γράφων ἔλεγε, Καθώς ἐστι καρποφορούμενον καὶ αὐξανόμενον ἐν παντὶ τῷ κόσμῳ, περὶ τοῦ Εὐαγγελίου λέγων. Ποιεῖ δὲ αὐτὸ καὶ ἑτέρως εἰς προτροπὴν τῶν ἀκουόντων, ὡς ὅταν λέγῃ τὰ αὐτῶν πρῶτα εἶναι, καὶ πᾶσιν εἶναι κατάδηλα.

Θεσσαλονικεῦσι γὰρ ἐπιστέλλων ἔλεγεν· Ἀφ᾽ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθε· καὶ Ῥωμαίοις δὲ πάλιν, ὅτι Ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ. Ἀμφότερα γὰρ ἱκανὰ προτρέψαι καὶ διεγεῖραι, καὶ τὸ παρ᾽ ἑτέρων ἐπαινεῖσθαι, καὶ τὸ ἑτέρους ἔχειν κοινωνοὺς τῆς γνώμης. Διὸ καὶ ἐνταῦθά φησιν· Ἦ ἀφ᾽ ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησεν;

Οὔτε γὰρ τοῦτο ἂν ἔχοιτε εἰπεῖν, φησὶν, ὅτι Ἡμεῖς τῶν ἄλλων διδάσκαλοι ἐγενόμεθα, καὶ οὐκ ἂν εἴημεν δίκαιοι παρ᾽ ἑτέρων μανθάνειν· οὔτε, ὅτι Ἐνταῦθα ἔστη τὰ τῆς πίστεως μόνον, καὶ οὐ χρὴ τὰ παρ᾽ ἑτέρων παραδείγματα δέχεσθαι. Ὁρᾷς διὰ πόσων ἐνέτρεψε; τὸν νόμον παρήγαγε, τὸ αἰσχρὸν τοῦ πράγματος ἔδειξε, τὰς λοιπὰς Ἐκκλησίας εἰς μέσον τέθεικεν.

βʹ. Εἶτα τὸ πάντων ἰσχυρότερον ὕστερον τίθησι, λέγων, ὅτι Ὁ Θεὸς ταῦτα καὶ νῦν ἐπιτάττει δι᾽ ἐμοῦ. Εἰ γάρ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικὸς, γινωσκέτω ταῦτα ἃ γράφω ὑμῖν, ὅτι Κυρίου εἰσὶν αἱ ἐντολαί. Εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω. Καὶ τίνος ἕνεκεν τοῦτο ἐπήγαγε; Δεικνὺς ὅτι οὐ βιάζεται, οὐδὲ φιλονεικεῖ, ὅπερ σημεῖόν ἐστι τῶν οὐ τὰ ἑαυτῶν βουλομένων ἱστᾷν, ἀλλὰ τὸ ἑτέροις συμφέρον σκοπούντων.

Διὸ καὶ ἀλλαχοῦ φησιν· Εἰ δέ τις φιλόνεικός ἐστιν, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν. Ἀλλ᾽ οὐ πανταχοῦ τοῦτο ποιεῖ, ἀλλ᾽ ἔνθα ἂν μὴ σφόδρα μεγάλα τὰ ἁμαρτανόμενα ᾖ, καὶ τότε ἐντρέπων μᾶλλον· ἐπεὶ ὅταν περὶ ἑτέρων διαλέγηται, οὐ λέγει οὕτως, ἀλλὰ πῶς; Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε μαλακοὶ βασιλείαν Θεοῦ κληρονομήσουσι· καὶ πάλιν, Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.

Ἐνταῦθα δὲ, ἐπειδὴ περὶ σιγῆς ἦν αὐτῷ ὁ λόγος, οὐ σφόδρα εὐτόνως ἐπιτίθεται, αὐτῷ τούτῳ μᾶλλον αὐτοὺς ἐπισπώμενος. Εἶτα ὅπερ ἀεὶ ποιεῖν εἴωθεν, ἐπὶ τὴν προτέραν ὑπόθεσιν, ὅθεν ταῦτα εἰπεῖν ἐξέβη, ἐπάγει τὸν λόγον λέγων· Ὥστε, ἀδελφοί μου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν γλώσσαις μὴ κωλύετε. Καὶ γὰρ ἔθος αὐτῷ τοῦτο, μὴ τὸ προκείμενον ἐργάζεσθαι μόνον, ἀλλὰ καὶ ἐξ ἐκείνου τὸ δοκοῦν αὐτῷ συγγενὲς ὁπωσδήποτε εἶναι διορθοῦν, καὶ πάλιν ἐπὶ τὸ πρότερον ἐπανιέναι, ὥστε μὴ δοκεῖν τῆς ὑποθέσεως ἐκπίπτειν. Καὶ γὰρ ὅτε περὶ τῆς ἐν ταῖς τραπέζαις διελέγετο συμφωνίας, ἐπὶ τὴν κοινωνίαν τὴν ἐν τοῖς μυστηρίοις ἐκβὰς, κἀκεῖθεν ἐντρέψας, εἰς τὰ πρότερα ἐπάνεισι πάλιν, λέγων· Ὥστε συνερχόμενοι εἰς τὸ φαγεῖν, ἀλλήλους ἐκδέχεσθε. Καὶ ἐνταῦθα τοίνυν περὶ τῆς ἐν τοῖς χαρίσμασιν εὐταξίας διαλεχθεὶς, καὶ τοῦ μὴ δεῖν μήτε ἀλύειν ἐν τοῖς ἐλάττοσι, μήτε φυσᾶσθαι ἐπὶ τοῖς μείζοσιν, εἶτα ἐπὶ τὴν γυναιξὶ πρέπουσαν ἐξελθὼν εὐκοσμίαν ἐντεῦθεν, καὶ κατασκευάσας αὐτὴν, ἐπὶ τὸ προκείμενον ἐπάνεισι, λέγων πάλιν· Ὥστε, ἀδελφοί μου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν γλώσσαις μὴ κωλύετε. Εἶδες πῶς μέχρι τέλους τὴν διαφορὰν ἐφύλαξε, καὶ πῶς ἔδειξε τὸ μὲν σφόδρα ἀναγκαῖον ὂν, τὸ δὲ οὐχ οὕτω; Διὸ ἐπ᾽ ἐκείνου μέν φησι, Ζηλοῦτε, ἐπὶ τούτου δὲ, Μὴ κωλύετε.

Εἶτα ὡς ἐν κεφαλαίῳ τὰ πάντα διορθούμενος ἐπάγει λέγων· Πάντα δὲ εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω· πάλιν πλήττων τοὺς εἰκῆ βουλομένους ἀσχημονεῖν, καὶ μανίας δόξαν λαμβάνειν, καὶ τὴν οἰκείαν μὴ φυλάττοντας τάξιν.

Οὐδὲν γὰρ οὕτως οἰκοδομεῖ, ὡς εὐταξία, ὡς εἰρήνη, ὡς ἀγάπη, ὥσπερ οὖν καὶ τὰ ἐναντία διαλύει. Οὐκ ἐν τοῖς πνευματικοῖς δὲ μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασι τοῦτο ἴδοι τις ἄν. Ἄν τε γὰρ ἐν χορῷ, ἄν τε ἐν πλοίῳ, ἄν τε ἐν ἅρματι, ἄν τε ἐν στρατοπέδῳ τὴν τάξιν συγχέῃς, καὶ τὰ μείζονα τῆς οἰκείας χώρας ἐκβαλὼν, τὰ ἐλάττονα εἰσαγάγῃς εἰς τὴν ἐκείνων τάξιν, πάντα διέφθειρας, καὶ οὕτω τὰ ἄνω κάτω γίνεται.

Μὴ τοίνυν μηδὲ ἡμεῖς τὴν τάξιν διαφθείρωμεν, μηδὲ τὴν κεφαλὴν κάτω ποιῶμεν, καὶ τοὺς πόδας ἄνω. Τοῦτο δὲ γίνεται, ὅταν τὸν μὲν ὀρθὸν λογισμὸν κάτω ῥίψωμεν, τὰς δὲ ἐπιθυμίας, τὸν θυμὸν, καὶ τὴν ὀργὴν, καὶ τὴν ἡδονὴν ἐπιστήσωμεν τῷ λογικῷ· ὅθεν πολὺς ὁ κλύδων, καὶ πολλὴ ἡ ταραχὴ, καὶ ἀφόρητος ἡ ζάλη, πάντων σκότῳ κατεχομένων. Καὶ, εἰ βούλει, τὴν ἀσχημοσύνην τὴν ἐντεῦθεν γινομένην πρῶτον ἐξετάσωμεν, καὶ τότε τὴν ζημίαν. Πῶς οὖν ἔσται τοῦτο σαφὲς ἡμῖν καὶ σφόδρα γνώριμον; Παραγάγωμεν εἰς μέσον ἄνθρωπον οὕτω διακείμενον, πόρνης ἐρῶντα, καὶ ὑπὸ ἐπιθυμίας ἀτόπου κρατούμενον, καὶ τότε ὀψόμεθα τὸν γέλωτα τοῦτον. Τί γὰρ ἂν γένοιτο αἰσχρότερον τοῦ θυραυλοῦντος πρὸ τῶν πορνικῶν οἰκημάτων, καὶ ῥαπιζομένου παρὰ πόρνης γυναικὸς, καὶ κλαίοντος καὶ ὀδυρομένου, καὶ τὴν ἑαυτοῦ καταισχύνοντος δόξαν; Εἰ δὲ βούλει καὶ τὴν ζημίαν ἰδεῖν, ἐννόει μοι τῶν χρημάτων τὴν δαπάνην, τοὺς περὶ τῶν ἐσχάτων κινδύνους, τὸν πρὸς τοὺς ἀντεραστὰς πόλεμον, τὰ τραύματα, τὰς πληγὰς τὰς ἐκ τῶν τοιούτων παρατάξεων. Τοιοῦτοι καὶ οἱ χρημάτων ἐπιθυμίᾳ κατεχόμενοι· μᾶλλον δὲ μείζονα ἀσχημονοῦσιν.

Οὗτοι μὲν γὰρ περὶ ἕν εἰσιν ἠσχολημένοι σῶμα· οἱ δὲ φιλάργυροι τὰς πάντων οὐσίας ὁμοίως περιεργάζονται, καὶ πενήτων καὶ πλουτούντων, καὶ τῶν οὐκ ὄντων πραγμάτων ἐρῶσιν, ὃ μάλιστα τῆς τοῦ πάθους ἀτοπίας σημεῖόν ἐστιν. Οὐ γὰρ λέγουσιν, ὅτι Τὴν τοῦ δεῖνος ἐβουλόμην οὐσίαν ἔχειν, καὶ τὴν τοῦ δεῖνος μόνον, ἀλλὰ καὶ τὰ ὄρη χρυσίον εἶναι βούλονται, καὶ τὰς οἰκίας, καὶ τὰ ὁρώμενα πάντα, καὶ ἐφ᾽ ἕτερον προβαίνουσι κόσμον· καὶ τοῦτο ἐπ᾽ ἄπειρον πάσχουσι, καὶ οὐδαμοῦ τῆς ἐπιθυμίας λήγουσι.

Τίς ἂν παραστήσειε λόγος τὸν χειμῶνα τῶν λογισμῶν ἐκείνων, τὰ κύματα, τὸν ζόφον; ὅπου δὲ κύματα καὶ χειμὼν τοιοῦτος, ποία γένοιτ᾽ ἂν ἡδονή; Οὐκ ἔστιν οὐδεμία, ἀλλὰ θόρυβος καὶ ὀδύνη καὶ νεφέλαι ζοφώδεις ἀντὶ ὑδάτων πολλὴν φέρουσαι τὴν ἀθυμίαν· ὃ δὴ καὶ ἐπὶ τῶν ἐρώντων ἀλλοτρίου κάλλους συμβαίνειν εἴωθε. Διά τοι τοῦτο οἱ μηδ᾽ ὅλως ἐρῶντες, τῶν ἐρώντων ἐν πλείονί εἰσιν ἡδονῇ. Ἀλλὰ πρὸς τοῦτο μὲν οὐδεὶς ἀντείποι· ἐγὼ δὲ καὶ τὸν ἐρῶντα μὲν, κατέχοντα δὲ τὴν ἐπιθυμίαν, μᾶλλον ἂν φαίην τρυφᾷν τοῦ συνεχῶς τῆς πόρνης ἀπολαύοντος.

Εἰ γὰρ καὶ δυσκολωτέρα ἡ ἀπόδειξις, ἀλλ᾽ ὅμως καὶ οὕτως ἀναγκαῖον κατατολμῆσαι τοῦ λόγου. Καὶ γὰρ δυσκολωτέρα γίνεται, οὐ παρὰ τὴν φύσιν τοῦ πράγματος, ἀλλὰ παρὰ τὸ μὴ εἶναι τῆς φιλοσοφίας ταύτης ἀκροατὰς ἀξίους.

γʹ. Τί γὰρ ἥδιον, εἰπέ μοι, τῷ ἐρῶντι, τὸ καταφρονεῖσθαι ὑπὸ τῆς ἐρωμένης, ἢ τὸ τιμᾶσθαι καὶ ὑπερορᾷν; Εὔδηλον ὅτι τοῦτο. Τίνα οὖν, εἰπέ μοι, τιμήσει πλέον ἡ πόρνη, τὸν δουλεύοντα αὐτῇ καὶ αἰχμάλωτον ὑπ᾽ αὐτῆς ἤδη γενόμενον, ἢ τὸν ἀνώτερον τῶν ἐκείνης δικτύων, καὶ ὑψηλότερον τῶν καλάμων αὐτῆς πετόμενον;

Παντί που δῆλον, ὅτι τοῦτον. Περὶ τίνα δὲ σπουδάσει πλέον, τὸν πεπτωκότα, ἢ τὸν οὐδέπω; Τὸν οὐδέπω πάντως. Τίς δὲ ἔσται ποθεινότερος, ὁ κατειργασμένος, ἢ ὁ μηδέπω ἁλούς; Ὁ μηδέπω τέως ἁλούς. Εἰ δὲ ἀπιστεῖτε, ἀπὸ τῶν ὑμετέρων παρέξω τὴν ἀπόδειξιν. Τίνος γὰρ ἄν τις μᾶλλον ἐρασθείη γυναικὸς, τῆς εὐκόλως ὑποκατακλινομένης αὐτῷ καὶ ἐκδιδομένης, ἢ τῆς ἀρνουμένης καὶ πράγματα αὐτῷ παρεχούσης; Εὔδηλον ὅτι ταύτης· καὶ γὰρ μειζόνως ἐντεῦθεν ὁ πόθος ἀνάπτεται. Οὐκοῦν καὶ ἐπὶ τῆς γυναικὸς τὸ αὐτὸ δὴ τοῦτο ἔσται· καὶ τοῦτον τιμήσουσι καὶ θαυμάζονται πλέον τὸν ὑπερορῶντα αὐτῶν.

Εἰ δὲ τοῦτο ἀληθὲς, κἀκεῖνο ὁμοίως, τὸ ἐν μείζονι εἶναι ἡδονῇ τὸν μᾶλλον τιμώμενον καὶ ἀγαπώμενον. Ἐπεὶ καὶ στρατηγὸς πόλιν τὴν μὲν καθάπαξ ἁλοῦσαν ἀφίησι, τῇ δὲ ἑστηκυίᾳ καὶ φιλονεικούσῃ προσεδρεύει μετὰ σπουδῆς ἁπάσης· καὶ θηρευτὴς τὸ μὲν θηρευθὲν ζῶον ἐν σκότῳ κατακλείσας ἔχει, καθάπερ ἡ πόρνη τὸν ἐραστὴν, τὸ δὲ φεῦγον διώκει. Ἀλλ᾽ ἀπολαύει τῆς ἐπιθυμίας ἐκεῖνος, φησὶν, οὗτος δὲ οὐκ ἀπολαύει. Τὸ δὲ μὴ καταισχύνεσθαι, μηδὲ δουλεύειν ταῖς τυραννικαῖς αὐτῆς ἐπιταγαῖς, μηδὲ ὡς ἀνδράποδον ἄγεσθαι ὑπ᾽ αὐτῆς καὶ περιάγεσθαι ῥαπιζόμενον, ἐμπτυόμενον, ἐπὶ κεφαλῆς ὠθούμενον, μικρὰν ἡδονὴν εἶναι νομίζεις; εἰπέ μοι. Εἰ γάρ τις ταῦτα ἀκριβῶς ἐξετάσειε, καὶ δυνηθείη τὰς ὕβρεις αὐτῶν συναγαγεῖν, τὰ ἐγκλήματα, τὰς συνεχεῖς ὀργὰς, τὰς ἀπὸ ψυχῆς, τὰς ἀπὸ τοῦ θρύπτεσθαι γινομένας, τὰς ἀπεχθείας, τὰ ἄλλα πάντα, ἅπερ οἱ πάσχοντες ἴσασι μόνον, πάντα πόλεμον εὑρήσει πλείους ἔχοντα τὰς ἀνακωχὰς τῆς ἀθλίας τούτων ζωῆς. Ποίαν οὖν λέγεις ἡδονήν; εἰπέ μοι· τὴν ἀπὸ τῆς μίξεως, τὴν πρόσκαιρον καὶ βραχεῖαν;

Ἀλλ᾽ εὐθέως ταύτην πόλεμος ἐπικαταλαμβάνει καὶ κύματα καὶ λύττα καὶ μανία πάλιν ἡ αὐτή. Καὶ ταῦτα μὲν ἡμῖν εἴρηται, ὡς ἄν τις νέοις διαλεγόμενος ἀκολάστοις εἴποι, οὐ σφόδρα ἀνεχομένοις τῶν περὶ βασιλείας καὶ γεέννης ἀκοῦσαι λόγων· ὅταν δὲ καὶ ταῦτα εἰς μέσον ἀγάγωμεν, οὐδὲ ἔνεστιν εἰπεῖν ὅση τῶν σωφρονούντων ἡ ἡδονὴ, ὅταν ἀναπλάττῃ παρ᾽ ἑαυτῷ τοὺς στεφάνους, τὰ βραβεῖα, τὴν μετὰ τῶν ἀγγέλων ὁμιλίαν, τὴν ἐπὶ τῆς οἰκουμένης ἀνάῤῥησιν, τὴν παῤῥησίαν, τὰς χρηστὰς καὶ ἀθανάτους ἐλπίδας ἐκείνας. Ἀλλ᾽ ἡ μίξις ἔχει τινὰ ἡδονήν· τοῦτο γὰρ συνεχῶς περιστρέφουσιν· ὁ δὲ σωφρονῶν οὐ δύναται διηνεκῶς μαχόμενος τῇ τῆς φύσεως τυραννίδι. Τοὐναντίον μὲν οὖν εὕροι τις ἄν· ἡ γὰρ βία αὕτη καὶ ταραχὴ παρὰ τῷ πορνεύοντι μᾶλλόν ἐστι. Καὶ γὰρ κλόνος ἐν τῷ σώματι πολὺς, καὶ πάσης θαλάττης κυματουμένης χαλεπώτερον οὗτος διάκειται, οὐδέποτε πρὸς τὴν ἐπιθυμίαν ἱστάμενος, ἀλλ᾽ ἀεὶ βαλλόμενος ὑπ᾽ αὐτῆς, ὥσπερ οἱ δαιμονῶντες, καὶ συνεχῶς ὑπὸ τῶν πονηρῶν καταῤῥηγνύμενοι πνευμάτων. Ὁ δὲ σώφρων καθάπερ ἀριστεὺς γενναῖος συνεχῶς αὐτὴν βάλλων, τὴν ἀρίστην καὶ μυρίων τοιούτων ἡδίω καρποῦται ἡδονὴν, τῇ νίκῃ ταύτῃ καὶ τῷ χρηστῷ συνειδότι καὶ τοῖς λαμπροῖς τροπαίοις καλλωπιζόμενος διηνεκῶς. Εἰ δὲ μετὰ τὴν ὁμιλίαν ἀναπαύεται μικρὸν ἐκεῖνος, οὐδὲν τοῦτο ἂν εἴη· πάλιν γὰρ ὁ χειμὼν ἔπεισι, καὶ πάλιν κύματα.

Ὁ δὲ φιλοσοφῶν οὐδὲ ἀρχὴν ἀφίησι ταύτην λαβεῖν τὴν ταραχὴν, οὐδὲ διαναστῆναι τὸ πέλαγος, οὐδὲ βοῆσαι τὸ θηρίον. Εἰ δέ τινα βίαν ὑπομένοι κατέχων τὴν τοιαύτην ὁρμὴν, ἀλλὰ καὶ ἐκεῖνος συνεχῶς βαλλόμενος καὶ κεντούμενος καὶ τὸν οἶστρον οὐ φέρων· καὶ παρόμοιον γίνεται, ὥσπερ ἂν ἵππον ἄγριον μαινόμενον καὶ ἀντιτείνοντα ἀνέχοι τῷ χαλινῷ, καὶ κατέχοι μετὰ τέχνης ἁπάσης· ὁ δὲ ἐνδοὺς, ὥστε τὸν πόνον τοῦτον φυγεῖν, συρόμενος ὑπ᾽ αὐτοῦ πανταχοῦ φέροιτο. Ταῦτα εἰ καὶ σαφέστερον τοῦ δέοντος εἴρηται, μηδεὶς ἐγκαλείτω· οὐ γὰρ λόγων σεμνότητι καλλωπίζεσθαι βούλομαι, ἀλλὰ ποιῆσαι σεμνοὺς τοὺς ἀκούοντας.

δʹ. Διὰ τοῦτο καὶ οἱ προφῆται οὐδενὸς τῶν τοιούτων φείδονται ῥημάτων, τὴν ἀκολασίαν τῶν Ἰουδαίων ἐκκόψαι βουλόμενοι, ἀλλὰ καὶ γυμνότερον αὐτῶν καθικνοῦνται, ἢ ἡμεῖς νῦν ἐφ᾽ οἷς εἰρήκαμεν. Καὶ γὰρ ἰατρὸς σηπεδόνα ἐκβαλεῖν βουλόμενος, οὐ σκοπεῖ πῶς καθαρὰς διατηρήσειε τὰς χεῖρας, ἀλλ᾽ ὅπως ἐκεῖνον ἀπαλλάξειε τῆς σηπεδόνος· καὶ ὁ τὸν ταπεινὸν ὑψηλὸν ποιῆσαι θέλων, αὐτὸς ταπεινοῦται πρότερος· καὶ ὁ σφάξαι τὸν ἐπιβουλεύοντα σπουδάζων, καὶ ἑαυτὸν αἱμάσσει μετ᾽ ἐκείνου, καὶ τοῦτο αὐτὸν ποιεῖ λαμπρότερον. Ἐπεὶ καὶ στρατιώτην ἐπανελθόντα ἀπὸ τοῦ πολέμου ἂν ἴδῃ τις ἰχῶρι καὶ αἵματι καὶ ἐγκεφάλῳ μεμολυσμένον, οὐ μισήσει, οὐδὲ ἀποστραφήσεται διὰ τοῦτο, ἀλλὰ καὶ θαυμάσεται μᾶλλον.

Οὕτω δὴ καὶ ἡμεῖς ποιῶμεν, ὅταν ἴδωμέν τινα μετὰ τὸ κατασφάξαι τὴν ἐπιθυμίαν ᾑμαγμένον ἐπανιόντα, μᾶλλον αὐτὸν θαυμάζωμεν, καὶ κοινωνῶμεν τῆς μάχης καὶ τῆς νίκης αὐτῷ, καὶ πρὸς τοὺς ἐρῶντας λέγωμεν, Δείξατε ἡμῖν τὴν ἐκ τῆς ἐπιθυμίας ἡδονήν.

Ὁ μὲν γὰρ σώφρων τὴν ἀπὸ τῆς νίκης ἔχει, σὺ δὲ οὐδαμόθεν. Εἰ δὲ ὑμεῖς τὴν ἐκ τῆς ὁμιλίας λέγοιτε, ἀλλ᾽ ἐκείνη σαφεστέρα καὶ διαρκεστέρα. Σὺ γὰρ ἔχεις ἀπὸ τῆς ἀπολαύσεως βραχὺ καὶ μηδὲ φαινόμενον, ἐκεῖνος δὲ ἀπὸ τοῦ συνειδότος, καὶ μείζονα καὶ διηνεκῆ καὶ γλυκυτέραν ἔχει τὴν εὐφροσύνην.

Οὐδὲ γὰρ οὕτως ὁμιλία γυναικὸς, ὡς φιλοσοφία ἀτάραχον δύναται τηρῆσαι ψυχὴν καὶ πτερῶσαι. Οὗτος μὲν οὖν, ὥσπερ ἔφην, σαφῶς οὕτω δείκνυσιν ἡμῖν τὴν ἡδονήν· ἐπὶ δὲ σοῦ τὴν μὲν ἀπὸ τῆς ἥττης ἀθυμίαν ὁρῶ, τὴν δὲ ἡδονὴν βουλόμενος ἰδεῖν, οὐχ εὑρίσκω. Ποῖον γὰρ βούλει καιρὸν ἡδονῆς εἶναι· τὸν πρὸ τῆς μίξεως; Ἀλλ᾽ οὐκ ἔστι· μανίας γάρ ἐστι καὶ παραφορᾶς καὶ ἐκστάσεως. Τὸ γὰρ τοὺς ὀδόντας τρίζειν καὶ ἐξίστασθαι, οὐχ ἡδονῆς· εἰ δὲ ἡδονῆς ἦν, οὐκ ἂν ταῦτά σε εἰργάσατο, ἃ οἱ ἀλγοῦντες ὑπομένουσι.

Καὶ γὰρ οἱ πυκτεύοντες καὶ πληττόμενοι τοὺς ὀδόντας τρίζουσι, καὶ αἱ ὠδίνουσαι γυναῖκες διασπώμεναι τοῖς πόνοις, τὸ αὐτὸ τοῦτο ποιοῦσιν. Ὥστε οὐχ ἡδονὴ τοῦτο, ἀλλ᾽ ἔκστασις μᾶλλον καὶ θόρυβος καὶ ταραχή. Ἀλλ᾽ ὁ μετὰ ταῦτα καιρός; Ἀλλ᾽ οὐδὲ οὗτος· οὐδὲ γὰρ τὴν τεκοῦσαν ἐν ἡδονῇ εἴποιμεν ἂν εἶναι, ἀλλ᾽ ἐν ἀπαλλαγῇ πόνων· οὐ πάντως δὲ τοῦτο ἡδονὴ, ἀλλ᾽ ἀσθένεια μᾶλλον καὶ ἔκλυσις· πολὺ δὲ τὸ μέσον ἑκατέρων τούτων ἐστί. Ποῖος οὖν τῆς ἡδονῆς καιρὸς, εἰπέ μοι. Οὐκ ἔστιν οὐδείς· εἰ δὲ καὶ ἔστιν, οὕτω βραχύς ἐστιν, ὡς μηδὲ φαίνεσθαι. Μυρία οὖν φιλονεικήσαντες φωρᾶσαι αὐτὸν καὶ κατασχεῖν, οὐκ ἠδυνήθημεν. Ἀλλ᾽ οὐχ ὁ τοῦ σώφρονος τοιοῦτος, ἀλλὰ πλατὺς, καὶ πᾶσι κατάδηλος· μᾶλλον δὲ ἅπας ὁ βίος ἐν ἡδονῇ, τοῦ συνειδότος αὐτῷ στεφανουμένου, τῶν κυμάτων ἐστορεσμένων, οὐδενὸς οὐδαμόθεν ἐγγινομένου θορύβου. Ἐπεὶ οὖν οὗτος μᾶλλον ἐν ἡδονῇ, ὁ δὲ φιλήδονος ἐν ἀθυμίᾳ καὶ θορύβοις, φεύγωμεν ἀκολασίαν, ἀντεχώμεθα σωφροσύνης, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.