Καθὼς διέταξα γὰρ, φησὶ, ταῖς Ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε. Καὶ γὰρ ᾐσχύνοντο λοιπὸν ἐλάττους Γαλατῶν φανῆναι. Καὶ οὐκ εἶπε, Παρῄνεσα καὶ συνεβούλευσα, ἀλλὰ, Διέταξα, ὅπερ αὐθεντικώτερον. Καὶ οὐ παράγει μίαν πόλιν καὶ δύο καὶ τρεῖς, ἀλλ᾽ ὁλόκληρον ἔθνος· ὅπερ καὶ ἐπὶ τῶν δογμάτων ποιεῖ, λέγων· Καθὼς καὶ ἐν πάσαις ταῖς Ἐκκλησίαις τῶν ἁγίων. Εἰ γὰρ πρὸς δογμάτων πίστιν τοῦτο ἰσχυρὸν, πολλῷ μᾶλλον πρὸς ἔργων μίμησιν. Τί οὖν διέταξας, εἰπέ μοι; Κατὰ μίαν σαββάτου, τουτέστι, Κυριακὴν, ἕκαστος ὑμῶν παρ᾽ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι ἂν εὐοδῶται. Ὅρα πῶς καὶ ἀπὸ τοῦ καιροῦ προτρέπει· καὶ γὰρ ἡ ἡμέρα ἱκανὴ ἦν ἀγαγεῖν εἰς ἐλεημοσύνην. Ἀναμνήσθητε γὰρ, φησὶ, τίνων ἐτύχετε ἐν τῇ ἡμέρᾳ ταύτῃ. Τὰ γὰρ ἀπόῤῥητα ἀγαθὰ, καὶ ἡ ῥίζα καὶ ἡ ἀρχὴ τῆς ζωῆς τῆς ἡμετέρας ἐν ταύτῃ γέγονεν. Οὐ ταύτῃ δὲ μόνον ἐπιτήδειος ὁ καιρὸς εἰς προθυμίαν φιλανθρωπίας, ἀλλ᾽ ὅτι καὶ ἄνεσιν ἔχει καὶ πόνων ἀτέλειαν. Ψυχὴ γὰρ ἀφιεμένη μόχθων, εὐκολωτέρα καὶ ἐπιτηδειοτέρα πρὸς τὸ ἐλεεῖν γίνεται. Μετὰ δὲ τούτων καὶ τὸ μυστηρίων ἐν αὐτῇ κοινωνεῖν οὕτω φρικτῶν καὶ ἀθανάτων πολλὴν ἐντίθησι προθυμίαν. Ἐν αὐτῇ τοίνυν ἕκαστος ὑμῶν, οὐχ ἁπλῶς ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλ᾽ εἷς ἕκαστος, κἂν πένης ᾖ, κἂν πλούσιος, κἂν γυνὴ, κἂν ἀνὴρ, κἂν δοῦλος, κἂν ἐλεύθερος, παρ᾽ ἑαυτῷ τιθέτω θησαυρίζων.