Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν πρὸς Κορινθίους α' ἐπιστολήν

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλίες Θ΄-ΙΑ΄: Ο ναός του Θεού, η μέλλουσα κρίση και οι διαχειριστές των μυστηρίων

Η πνευματική οικοδομή, η κρίση διά του πυρός, η ευθύνη των αποστόλων ως οικονόμων του Θεού, η ματαιότητα της ανθρώπινης κρίσης και η καταδίκη της πλεονεξίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 16

ΟΜΙΛΙΑ Θʹ. Εἴ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσὸν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην· ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται. Ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον, ὁποῖόν ἐστι, τὸ πῦρ αὐτὸ δοκιμάσει. Εἴ τινος τὸ ἔργον μένει ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται· αὐτὸς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός.

αʹ. Οὐ μικρὸν ἡμῖν τοῦτο τὸ προκείμενον ζήτημα, ἀλλὰ καὶ περὶ τῶν σφόδρα ἀναγκαίων, καὶ ὧν ἅπαντες ζητοῦσιν ἄνθρωποι, εἰ τέλος ἔχει τὸ τῆς γεέννης πῦρ. Ὅτι μὲν γὰρ οὐκ ἔχει, ὁ Χριστὸς ἀπεφήνατο λέγων· Τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει. Καὶ οἶδα μὲν, ὅτι ναρκᾶτε ταῦτα ἀκούοντες· ἀλλὰ τί πάθω; καὶ γὰρ ὁ Θεὸς κελεύει ταῦτα συνεχῶς ἐνηχεῖν, λέγων· Διάστειλαι τῷ λαῷ τούτῳ· καὶ ἡμεῖς εἰς διακονίαν λόγου τετάγμεθα, καὶ ἀνάγκη φορτικὸν εἶναι τοῖς ἀκροαταῖς, οὐχ ἑκόντα, ἀλλ᾽ ἀναγκαζόμενον. Μᾶλλον δὲ, εἰ βούλεσθε, οὐκ ἐσόμεθα φορτικοί· Ἂν γὰρ, φησὶ, ποιῇς τὸ ἀγαθὸν, μὴ φοβοῦ. Ὥστε ἔξεστιν ὑμῖν μὴ μόνον μὴ μετὰ ἀπεχθείας, ἀλλὰ καὶ μετὰ ἡδονῆς ἡμῶν ἀκούειν. Ὅτι μὲν οὖν οὐκ ἔχει τέλος, καὶ ὁ Χριστὸς ἀπεφήνατο· καὶ ὁ Παῦλος δέ φησι, δεικνὺς ἀθάνατον τὴν κόλασιν, ὅτι οἱ ἁμαρτάνοντες δίκην τίσουσι ὄλεθρον αἰώνιον· καὶ πάλιν, Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ βασιλείαν Θεοῦ κληρονομήσουσι· καὶ Ἑβραίοις δὲ ἔλεγεν· Εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Καὶ ὁ Χριστὸς δὲ τοῖς εἰρηκόσιν, Ἐν τῷ ὀνόματί σου δυνάμεις πολλὰς ἐποιήσαμεν, φησί· Πορεύεσθε ἀπ᾽ ἐμοῦ, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· οὐκ οἶδα ὑμᾶς.

Καὶ αἱ παρθένοι δὲ ἀποκλεισθεῖσαι, οὐκ ἔτι εἰσῆλθον· καὶ περὶ τῶν μὴ θρεψάντων δὲ αὐτὸν φησὶν, ὅτι Ἀπελεύσονται εἰς κόλασιν αἰώνιον.

Καὶ μή μοι λέγε· Ποῦ ὁ τοῦ δικαίου διαφυλάττεται λόγος, εἰ μὴ ἔχει τέλος ἡ κόλασις; Ὅταν γὰρ ὁ Θεὸς ἐργάζηταί τι, πείθου ταῖς ἀποφάσεσι, καὶ μὴ ὑπόβαλλε λογισμοῖς ἀνθρωπίνοις τὰ λεγόμενα. Ἄλλως δὲ πῶς οὐκ ἂν εἴη δίκαιον τὸν μυρία παθόντα ἐξ ἀρχῆς ἀγαθὰ, εἶτα κολάσεως ἄξια πράξαντα, καὶ μήτε ἀπειλῇ μήτε εὐεργεσίᾳ βελτίω γενόμενον, κολάζεσθαι;

Εἰ γὰρ τὸ δίκαιον ἐξετάζεις, ἐξ ἀρχῆς ἡμᾶς εὐθέως ἐχρῆν ἀπολέσθαι, κατὰ τὸν τοῦ δικαίου λόγον· μᾶλλον δὲ οὐδὲ τότε κατὰ τὸν τοῦ δικαίου λόγον μόνον. Καὶ γὰρ καὶ φιλανθρωπίαν εἶχεν, εἰ καὶ τοῦτο ἐπάθομεν τὸ γινόμενον. Ὅταν μὲν γάρ τις τὸν μηδὲν ἠδικηκότα ὑβρίζῃ, κατὰ τὸν τοῦ δικαίου λόγον δίδωσι δίκην· ὅταν δέ τις τὸν εὐεργέτην, τὸν οὐδὲν προπαθόντα μὲν, εὖ ποιήσαντα δὲ μυρία, καὶ μόνον τοῦ εἶναι γενόμενον αἴτιον, καὶ Θεὸν ὄντα, καὶ ψυχὴν ἐμπνεύσαντα, καὶ μυρία χαρισάμενον, καὶ εἰς οὐρανὸν βουληθέντα ἀναγαγεῖν, εἰ τοῦτον μετὰ τοσαύτας εὐεργεσίας μὴ μόνον ὑβρίζει, ἀλλὰ καὶ καθ᾽ ἡμέραν ὑβρίζει δι᾽ ὧν ποιεῖ, ποίας ἄξιος ἔσται συγγνώμης;

Οὐχ ὁρᾷς πῶς τὸν Ἀδὰμ ἐκόλασε διὰ μίαν ἁμαρτίαν; Ναὶ, φησὶ, παράδεισον παρέδωκεν ἐκείνῳ, καὶ πολλῆς εὐνοίας ἀπολαῦσαι ἐποίησε. Καίτοι γε οὐκ ἔστιν ἴσον, ἀδείας ἀπολαύοντα ἁμαρτάνειν, καὶ ἐν θλίψει καθεστῶτα πολλῇ. Καὶ γὰρ τὸ δεινὸν τοῦτό ἐστιν, ὅτι οὐδὲ ἐν παραδείσῳ ὢν ἁμαρτάνεις, ἀλλ᾽ ἐν τοῖς μυρίοις τοῦ παρόντος βίου κακοῖς, καὶ οὐδὲ τῇ ταλαιπωρίᾳ σωφρονέστερος γίνῃ· ὥσπερ ἂν εἴ τις δεδεμένος χρῷτο τῇ πονηρίᾳ. Σοὶ δὲ καὶ παραδείσου μείζονα ἐπηγγείλατο· καὶ οὔτε ἔδωκεν ἤδη, ἵνα μή σε διαχέῃ ἐν τῷ καιρῷ τῶν ἀγώνων, οὔτε ἐσίγησεν, ἵνα μή σε καταβάλ[λ]ῃ τοῖς πόνοις. Κἀκεῖνος μὲν μίαν ἁμαρτίαν ἁμαρτὼν, θάνατον ὁλόκληρον ἐπεσπάσατο, ἡμεῖς δὲ μυρία καθ᾽ ἑκάστην ἡμέραν πλημμελοῦμεν.

Εἰ δὲ μίαν ἐργασάμενος ἐκεῖνος τοσοῦτον ἐπεσπάσατο κακὸν, καὶ θάνατον εἰσήνεγκεν· οἱ διηνεκῶς ἐν ἁμαρτήμασι ζῶντες, τί οὐ πεισόμεθα, οἱ ἀντὶ παραδείσου τὸν οὐρανὸν προσδοκῶντες; Φορτικὸς ὁ λόγος, καὶ λυπεῖ τὸν ἀκροατήν· καὶ ἐξ ὧν αὐτὸς πάσχω, τοῦτο οἶδα· καὶ γὰρ ἡ καρδία μου ταράττεται καὶ πάλλει· καὶ ὅσῳ ἂν ἴδω κατασκευαζόμενον τὸν τῆς γεέννης λόγον, τοσούτῳ μᾶλλον τρέμω καὶ ἀναδύομαι τῷ δέει.

Ἀλλ᾽ ἀνάγκη ταῦτα λέγειν, ἵνα μὴ περιπέσωμεν τῇ γεέννῃ. Οὐκ ἔλαβες σὺ παράδεισον οὐδὲ ξύλα καὶ φυτὰ, ἀλλ᾽ οὐρανὸν καὶ τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθά. Εἰ δὲ ὁ ἐλάττω λαβὼν κατεδικάσθη, καὶ οὐδεὶς αὐτὸν ἐξείλετο λόγος, πολλῷ μᾶλλον ἡμεῖς οἱ πλείονα ἁμαρτάνοντες καὶ ἐπὶ μείζοσι κεκλημένοι, τὰ ἀνήκεστα ὑπομενοῦμεν. Ἐννόησον γοῦν πόσον χρόνον ἐν τῷ θανάτῳ μένει διὰ μίαν ἁμαρτίαν τὸ γένος τὸ ἡμέτερον.

Πεντακισχίλια ἔτη καὶ πλείω παρῆλθε, καὶ ὁ θάνατος οὐδέπω λέλυται διὰ μίαν ἁμαρτίαν. Καὶ οὐδὲ ἔχομεν εἰπεῖν, ὅτι προφητῶν ἤκουσεν ὁ Ἀδὰμ, οὐδὲ ὅτι ἐπὶ ἁμαρτήμασιν ἑτέρους κολαζομένους εἶδε, καὶ φοβηθῆναι ἐντεῦθεν αὐτὸν εἰκὸς ἦν, καὶ αὐτῷ τῷ παραδείγματι σωφρονισθῆναι· πρῶτος γὰρ ἦν τότε καὶ μόνος, ἀλλ᾽ ὅμως ἐτιμωρεῖτο. Σὺ δὲ οὐδὲν ἂν ἔχοις τούτων προβαλέσθαι, ὁ μετὰ τοσαῦτα παραδείγματα γενόμενος χείρων, ὁ τοσούτου καταξιωθεὶς Πνεύματος, καὶ οὐ μίαν οὐδὲ δύο καὶ τρεῖς, ἀλλὰ μυρίας ἐφελκόμενος ἁμαρτίας. Μὴ γὰρ, ὅτι ἐν ῥοπῇ βραχείᾳ τὰ ἁμαρτήματα γίνεται, τοῦτο σκόπει, καὶ διὰ τοῦτο καὶ τὴν κόλασιν ῥοπῆς εἶναι νόμιζε. Οὐχ ὁρᾷς τοὺς ἀνθρώπους, οἳ πολλάκις ὑπὲρ μιᾶς κλοπῆς καὶ μιᾶς μοιχείας ἐν μικρᾷ ῥοπῇ γινομένης ἐν δεσμωτηρίοις καὶ μετάλλοις ὁλόκληρον αὐτῶν τὸν βίον ἀνάλωσαν, λιμῷ διηνεκεῖ καὶ μυρίοις παλαίοντες θανάτοις; καὶ οὐδεὶς αὐτοὺς ἐξείλετο οὐδὲ εἶπεν, ὅτι ἐπειδὴ ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὸ ἁμάρτημα γέγονε, δεῖ καὶ τὴν κόλασιν ἀντίῤῥοπον τῇ ἁμαρτίᾳ καὶ τὸν χρόνον ἔχειν.

βʹ. Ἀλλ᾽ ἄνθρωποι, φησὶν, εἰσὶν, οἱ ταῦτα ποιοῦντες, ὁ δὲ Θεὸς φιλάνθρωπός ἐστι. Πρῶτον μὲν οὖν οὐδὲ ἄνθρωποι ὠμότητι ταῦτα πράττουσιν, ἀλλὰ φιλανθρωπίᾳ· καὶ ὁ Θεὸς δὲ, ὥσπερ ἐστὶ φιλάνθρωπος, οὕτω καὶ ἐπεξέρχεται· κατὰ γὰρ τὸ ἔλεος αὐτοῦ πολὺς καὶ ὁ ἔλεγχος αὐτοῦ. Ὅταν οὖν εἴπῃς φιλάνθρωπον τὸν Θεὸν, τότε μείζονά μοι λέγεις τῆς κολάσεως τὴν ἀφορμὴν, ὅτι εἰς τοιοῦτον ἁμαρτάνομεν. Διὸ καὶ ὁ Παῦλος ἔλεγε· Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Ἀνάσχεσθε, παρακαλῶ, τῆς πυρᾶς τῶν ῥημάτων· ἴσως γὰρ, ἴσως ἔσται τις ὑμῖν ἐντεῦθεν παραμυθία. Τίς ἀνθρώπων δύναται κολάσαι οὕτως, ὡς ἐκόλασεν ὁ Θεὸς, κατακλυσμὸν ποιήσας καὶ πανωλεθρίαν τοσούτου γένους, καὶ μετὰ μικρὸν πάλιν πῦρ ἄνωθεν βρέξας, καὶ πάντας ἄρδην ἀφανίσας; ποία ἀνθρώπων τιμωρία δύναται εἶναι τοιαύτη; Οὐχ ὁρᾷς ἀθάνατον σχεδὸν καὶ τὴν ἐντεῦθεν κόλασιν οὖσαν;

Τετρακισχίλια ἔτη παρῆλθε, καὶ ἡ τιμωρία μένει τῶν Σοδομιτῶν ἀκμάζουσα. Ὥσπερ γὰρ ἡ φιλανθρωπία αὐτοῦ μεγάλη, οὕτω καὶ ἡ κόλασις. Καὶ γὰρ εἰ μὲν φορτικά τινα ἐπέταξε καὶ ἀδύνατα, ἴσως ἄν τις εἶχε τὴν δυσκολίαν προβαλέσθαι τῶν νόμων· εἰ δὲ σφόδρα ῥᾷστα, τί ἂν ἔχοιμεν εἰπεῖν μηδὲ τούτων ποιούμενοι λόγον; Νηστεῦσαι οὐ δύνασαι, οὐδὲ παρθενίαν ἀσκῆσαι; Καίτοι γε δύνασαι, ἐὰν θέλῃς, καὶ κατηγοροῦσιν ἡμῶν οἱ δυνηθέντες· ἀλλ᾽ ὅμως οὐκ ἐχρήσατο ταύτῃ πρὸς ἡμᾶς ὁ Θεὸς τῇ ἀκριβείᾳ, οὐδὲ ἐπέταξε ταῦτα οὐδὲ ἐνομοθέτησεν, ἀλλ᾽ ἀφῆκεν εἶναι τὴν αἵρεσιν ἐν τῇ γνώμῃ τῶν ἀκουόντων· σωφρονεῖν δὲ ἐν γάμῳ δύνασαι, καὶ μὴ μεθύειν δύνασαι. Χρήματα κενῶσαι οὐ δύνασαι πάντα; Καίτοι γε δύνασαι, καὶ δηλοῦσιν οἱ ἐργασάμενοι· ἀλλ᾽ ὅμως οὐδὲ τοῦτο ἐπέταξεν, ἀλλὰ μὴ ἁρπάζειν ἐκέλευσε, καὶ ἐκ τῶν ὄντων τοῖς δεομένοις ἐπικουρεῖν. Εἰ δὲ λέγοι τις, ὅτι Οὐδὲ τῇ γυναικὶ μόνον ἀρκεσθῆναι δύναμαι, ἀπατᾷ ἑαυτὸν καὶ παραλογίζεται· καὶ κατηγοροῦσιν οἱ χωρὶς γυναικὸς σωφρονοῦντες. Τί δὲ, εἰπέ μοι, μὴ λοιδορεῖσθαι οὐ δύνασαι; μὴ καταρᾶσθαι οὐ δύνασαι;

Καὶ μὴν τὸ ταῦτα ποιεῖν φορτικὸν, οὐ τὸ μὴ ποιεῖν. Ποίαν οὖν ἔχομεν ἀπολογίαν, τὰ οὕτω κοῦφα καὶ εὔκολα μὴ φυλάττοντες; Οὐκ ἔστιν εἰπεῖν οὐδεμίαν. Ὅτι μὲν οὖν ἀθάνατος ἡ κόλασις, ἐκ τῶν εἰρημένων ἁπάντων δῆλον· ἐπειδὴ δὲ δοκεῖ τισι τὸ τοῦ Παύλου ῥῆμα ἀντιπίπτειν, φέρε καὶ αὐτὸ καταμάθωμεν ἀγαγόντες εἰς μέσον. Εἰπὼν γὰρ, Εἴ τινος τὸ ἔργον μένει, ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· καὶ εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, ἐπήγαγεν· Αὐτὸς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός. Τί οὖν ἂν εἴποιμεν πρὸς τοῦτο· Σκοπήσωμεν πρότερον τίς ἐστιν ὁ θεμέλιος, καὶ τίς ὁ χρυσὸς, καὶ τίνες οἱ λίθοι οἱ τίμιοι, καὶ τίς ὁ χόρτος, καὶ τίς ἡ καλάμη. Τὸν μὲν οὖν θεμέλιον φανερῶς αὐτὸς ἐδήλωσεν ὄντα τὸν Χριστὸν εἰπών· Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, φησὶν, ὅς ἐστι Χριστὸς Ἰησοῦς. Ἡ δὲ οἰκοδομὴ πράξεις ἐμοὶ δοκοῦσιν εἶναι. Καίτοι γέ τινές φασιν, ὅτι καὶ αὐτὸ τοῦτο περὶ διδασκάλων εἴρηται καὶ μαθητῶν, καὶ περὶ αἱρέσεων διεφθαρμένων· ἀλλ᾽ ὁ λόγος οὐ παραδέχεται. Εἰ γὰρ τοῦτό ἐστι, πῶς τὸ μὲν ἔργον ἀπόλλυται, ὁ δὲ οἰκοδομῶν σωθήσεται κἂν διὰ πυρός; τὸν γὰρ αἴτιον μᾶλλον ἀπόλλυσθαι ἐχρῆν; νυνὶ δὲ εὑρεθήσεται πλείονα δίκην διδοὺς ὁ οἰκοδομηθείς. Εἰ μὲν γὰρ ὁ διδάσκαλος αἴτιος γέγονε τῆς κακίας, πλείονα ἄξιος δοῦναι δίκην· πῶς οὖν σωθήσεται;

εἰ δ᾽ οὐκ αἴτιος, ἀλλὰ παρὰ τὴν οἰκείαν δυστροπίαν οἱ μαθηταὶ τοιοῦτοι γεγόνασιν, οὐδ᾽ ὅλως ἄξιος δοῦναι δίκην, ἀλλ᾽ οὐδὲ ζημίαν ὑποστῆναι ὁ καλῶς οἰκοδομήσας.

Πῶς οὖν φησι, Ζημιωθήσεται; Ὅθεν δῆλον ὅτι περὶ πράξεων ὁ λόγος. Ἐπειδὴ γὰρ μέλλει λοιπὸν πρὸς τὸν πεπορνευκότα ἀποτείνεσθαι, ἄνωθεν καὶ πρὸ πολλοῦ καταβάλλεται τὰ προοίμια. Οἶδε γὰρ, περὶ ἑτέρου διαλεγόμενος, ἐν αὐτῇ τῇ περὶ ἑτέρου διαλέξει προκατασκευάζειν ἕτερον, ἐφ᾽ ὃ μέλλει ἰέναι. Καὶ γὰρ ἐπιτιμῶν περὶ τοῦ μὴ ἀναμένειν ἑαυτοὺς τοῖς ἀρίστοις, τὸν περὶ τῶν μυστηρίων κατεσκεύασε λόγον.

Ὅτι δὲ καὶ νῦν πρὸς τὸν πεπορνευκότα ἐπείγεται, περὶ τοῦ θεμελίου εἰπὼν, ἐπήγαγεν· Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. Ταῦτα δὲ ἔλεγεν ἤδη διασαλεύων τῷ φόβῳ τὴν ψυχὴν τοῦ πεπορνευκότος. Εἴ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσὸν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην.

Μετὰ γὰρ τὴν πίστιν οἰκοδομῆς χρεία· διὸ καὶ ἀλλαχοῦ φησιν· Οἰκοδομεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις. Καὶ γὰρ καὶ ὁ τεχνίτης καὶ ὁ μαθητὴς συνεισφέρουσιν ἐν τῇ οἰκοδομῇ· διὸ λέγει· Ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ.

γʹ. Εἰ δὲ περὶ πίστεως ταῦτα εἴρητο, λόγον οὐκ ἔχει τὸ λεγόμενον. Ἐν γὰρ τῇ πίστει ἴσους πάντας εἶναι χρὴ, ἐπειδὴ μία πίστις· ἐν δὲ ἀρετῇ βίου οὐκ ἔνι πάντας εἶναι τοὺς αὐτούς. Πίστις μὲν γὰρ οὐκ ἔστιν ἡ μὲν ἐλάττων, ἡ δὲ βελτίων, ἀλλ᾽ ἡ αὐτὴ πάντων τῶν ἀληθῶς πιστευόντων· ἐπὶ δὲ βίου ἔστι τοὺς μὲν σπουδαιοτέρους εἶναι, τοὺς δὲ ῥᾳθυμοτέρους· καὶ τοὺς μὲν ἀκριβεστέρους, τοὺς δὲ καταδεεστέρους· καὶ τοὺς μὲν τὰ μείζω, τοὺς δὲ τὰ ἐλάττω κατωρθωκέναι· καὶ τοὺς μὲν χαλεπώτερα, τοὺς δὲ καταδεέστερα πεπλημμεληκέναι.

Διὰ τοῦτο εἶπε χρυσὸν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην. Ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται. Τὴν πρᾶξιν ἐνταῦθά φησιν. Εἴ τινος τὸ ἔργον μενεῖ, ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται. Καίτοι γε εἰ περὶ μαθητῶν καὶ διδασκάλων τὸ λεγόμενον ἦν, οὔτε ζημιοῦσθαι ἐχρῆν, εἰ μὴ ἤκουσαν οἱ μαθηταί, Διὰ γὰρ τοῦτό φησιν· Ἕκαστος τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον· οὐ κατὰ τὸ τέλος, ἀλλὰ κατὰ τὸν κόπον. Τί γὰρ, εἰ μὴ προσεῖχον οἱ ἀκούοντες; Ὅθεν δῆλον καὶ ἐντεῦθεν, ὅτι περὶ ἔργων τὸ λεγόμενον. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Εἴ τις κακὸν βίον ἔχει μετὰ πίστεως ὀρθῆς, οὐ προστήσεται αὐτοῦ ἡ πίστις εἰς τὸ μὴ κολάζεσθαι, τοῦ ἔργου κατακαιομένου. Τὸ δὲ, Κατακαήσεται, τοῦτ᾽ ἔστιν, οὐκ οἴσει τοῦ πυρὸς τὴν ῥύμην.

Ἀλλ᾽ ὥσπερ εἴ τις χρυσᾶ ὅπλα ἔχων διέλθοι ποταμὸν πυρὸς, φαιδρότερος διαβαίνει· εἰ δὲ χόρτον ἔχων διέλθοι, οὐ μόνον οὐδὲν ὀνίνησιν, ἀλλὰ καὶ ἑαυτὸν ἀπόλλυσιν· οὕτω καὶ ἐπὶ τῶν ἔργων ἐστίν. Οὐ γὰρ ὡς περὶ ἐνυποστάτων διαλεγόμενος καὶ διακαιομένων, τοῦτο λέγει, ἀλλὰ τὸν φόβον μᾶλλον ἐπιτεῖναι θέλων, καὶ δεῖξαι γυμνὸν ἀσφαλείας τὸν ἐν κακίᾳ ὄντα. Διὸ καὶ ἔλεγε· Ζημιωθήσεται. Ἰδοὺ μία κόλασις. Αὐτὸς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός. Ἰδοὺ καὶ δευτέρα. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐχὶ καὶ αὐτὸς οὕτως ἀπολεῖται, ὡς τὰ ἔργα, εἰς τὸ μηδὲν χωρῶν· ἀλλὰ μενεῖ ἐν τῷ πυρί. Σωτηρίαν γοῦν τὸ πρᾶγμα καλεῖ, φησί. Οὐχ ἁπλῶς· διὰ τοῦτο προσέθηκεν· Ὡς διὰ πυρός. Καὶ γὰρ καὶ ἡμῖν ἔθος λέγειν, Ἐν τῷ πυρὶ σώζεται, περὶ τῶν μὴ κατακαιομένων καὶ τεφρουμένων εὐθέως ὑλῶν. Μὴ οὖν, ἐπειδὴ πῦρ ἤκουσας, νομίσῃς εἰς ἀνυπαρξίαν χωρεῖν τοὺς καιομένους.

Εἰ δὲ σωτηρίαν καὶ τὴν τοιαύτην τιμωρίαν καλεῖ, μὴ θαυμάσῃς· ἔθος γὰρ αὐτῷ καὶ ἐπὶ τῶν κακεμφάτων καλοῖς ὀνόμασι κεχρῆσθαι, καὶ ἐπὶ τῶν χρηστῶν τοῖς ἐναντίοις. Οἷον, τὸ τῆς αἰχμαλωσίας ὄνομα, πονηροῦ πράγματος δοκεῖ εἶναι ὄνομα· ἀλλ᾽ ἐπὶ καλῷ Παῦλος αὐτῷ κέχρηται λέγων· Αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Καὶ ἐπὶ κακῷ πάλιν εὐφήμῳ κέχρηται ὀνόματι, λέγων· Ἐβασίλευσεν ἡ ἁμαρτία· καίτοι γε τὸ τῆς βασιλείας ὄνομα εὔφημόν ἐστι μᾶλλον. Οὕτω καὶ ἐνταῦθα εἰπὼν, Σωθήσεται, οὐδὲν ἕτερον ἢ τὴν ἐπίτασιν τῆς τιμωρίας ᾐνίξατο, ὡσανεὶ ἔλεγεν· Αὐτὸς δὲ μενεῖ διηνεκῶς κολαζόμενος. Εἶτα καὶ ἐπιφέρει λέγων· Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε; Ἐπειδὴ γὰρ περὶ τῶν διατεμνόντων τὴν Ἐκκλησίαν ἐν τοῖς ἔμπροσθεν διελέχθη, καθάπτεται λοιπὸν καὶ τοῦ πεπορνευκότος, σαφῶς μὲν οὐδέπω, ἀορίστως δὲ, αἰνιττόμενος τὸν διεφθαρμένον αὐτοῦ βίον, καὶ ἐπαίρων τὸ ἁμάρτημα ἀπὸ τῆς ἤδη δοθείσης αὐτῷ δωρεᾶς. Εἶτα καὶ τοὺς ἄλλους ἐντρέπει ἀπὸ τῶν αὐτῶν τούτων τῶν ἤδη ὑπαρξάντων.

Ἢ γὰρ ἀπὸ τῶν μελλόντων, ἢ ἀπὸ τῶν ἤδη γεγενημένων, ἢ λυπηρῶν, ἢ χρηστῶν, ἀεὶ τοῦτο ποιεῖ· ἀπὸ μὲν τῶν μελλόντων· Ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· ἀπὸ δὲ τῶν ἤδη γεγενημένων· Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. Ὁρᾷς τὴν καταφορὰν τοῦ λόγου; Ἀλλ᾽ ἕως τὸ πρόσωπον ἄδηλόν ἐστιν, οὐχ οὕτως ἐπαχθὲς τὸ λεγόμενον, πάντων διανεμομένων τὸν τῆς ἐπιτιμήσεως φόβον. Φθερεῖ τοῦτον ὁ Θεός· τουτέστιν, ἀπολεῖ. Τοῦτο δὲ οὐχὶ καταρωμένου ἐστὶν, ἀλλὰ προφητεύοντος. Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν. Ὁ δὲ πεπορνευμένος βέβηλος. Εἶτα, ἵνα μὴ δόξῃ πρὸς ἐκεῖνον ἀποτείνεσθαι, εἰπὼν, Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, ἐπάγει· Οἵτινές ἐστε ὑμεῖς. Μηδεὶς ἑαυτὸν ἐξαπατάτω.

Καὶ τοῦτο πρὸς ἐκεῖνον, ὡς νομίζοντά τι εἶναι, καὶ ἀπὸ τῆς σοφίας αὐχοῦντα. Καὶ ἵνα μὴ δόξῃ παρέργως μέχρι πολλοῦ πρὸς αὐτὸν ἀποτείνεσθαι, ἐμβαλὼν αὐτὸν εἰς ἀγωνίαν καὶ τῷ φόβῳ παραδοὺς αὐτὸν, πάλιν ἐπὶ τὸ κοινὸν ἔγκλημα τὸν λόγον ἄγει, λέγων· Εἴ τις δοκεῖ φρόνιμος εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. Ποιεῖ δὲ αὐτὸ λοιπὸν μετὰ πολλῆς τῆς παῤῥησίας, ἅτε καταγωνισάμενος αὐτοὺς ἱκανῶς. Κἂν γὰρ πλούσιος ᾖ τις, κἂν εὐγενὴς, τῶν εὐτελῶν ἐστιν εὐτελέστερος, ὅταν ὑπὸ τῆς ἁμαρτίας ἁλῶ. Ὥσπερ γὰρ κἂν βασιλεὺς ᾖ τις, δοῦλος δὲ γένηται βαρβάρων, πάντων ἐστὶν ἀθλιώτερος· οὕτω καὶ ἐπὶ τῆς ἁμαρτίας. Βάρβαρος γάρ ἐστιν ἡ ἁμαρτία, καὶ ψυχῆς οὐκ εἰδυῖα φείδεσθαι τῆς ἅπαξ ἁλούσης, ἀλλ᾽ ἐπὶ λύμῃ τῶν ἐπιδεχομένων αὐτὴν τυραννοῦσα.

δʹ. Οὐδὲν γὰρ οὕτως ἀλόγιστον, ὡς ἁμαρτία, οὐδὲν οὕτως ἀνόητον καὶ μωρὸν καὶ ῥαγδαῖον· πάντα ἀνατρέπει καὶ συγχεῖ καὶ ἀπόλλυσι ἔνθα ἂν εἰσπηδήσῃ· ἀηδὴς ἰδεῖν, φορτικὴ καὶ ἐπαχθής. Καὶ εἴ τις αὐτὴν ἀνέπλαττε ζωγράφος, οὐκ ἄν μοι δοκεῖ ἁμαρτεῖν οὕτως αὐτὴν ἀναπλάττων, γυναῖκά τινα θηριόμορφον, βάρβαρον, πῦρ πνέουσαν, ἀτερπῆ, μέλαιναν, οἵας οἱ τῶν ἔξωθεν ποιηταὶ τὰς Σκύλλας ὑπογράφουσι. Μυρίαις γὰρ χερσὶν ἐπιλαμβάνεται τῶν ἡμετέρων λογισμῶν, καὶ ἀδοκήτως ἐπεισέρχεται, καὶ πάντα διασπαράττει, καθάπερ οἱ κύνες οἱ λάθρα δάκνοντες. Μᾶλλον δὲ τί δεῖ ζωγραφίας ἡμῖν, δέον τοὺς κατ᾽ αὐτὴν πεποιημένους εἰς μέσον ἀγαγεῖν; Τίνα οὖν βούλεσθε πρότερον ὑπογράψωμεν; τὸν πλεονέκτην καὶ ἅρπαγα;

Καὶ τί τῶν ὀφθαλμῶν ἐκείνων ἀναισχυντότερον; τί ἀναιδέστερον καὶ κυνικώτερον; οὐ γὰρ οὕτω κύων ἕστηκεν ἀναιδευόμενος, ὡς οὗτος, ὅταν τὰ πάντων ἁρπάζῃ. Τί τῶν χειρῶν μιαρώτερον ἐκείνων; τί τοῦ στόματος ἰταμώτερον τοῦ πάντα καταπίνοντος, καὶ οὐ κορεννυμένου; Μὴ γὰρ εἰς τὸ πρόσωπον καὶ τοὺς ὀφθαλμοὺς ἴδῃς, ὅτι ἀνθρώπου· οὐ γὰρ τὰ τοιαῦτα βλέπουσιν οἱ ἀνθρώπινοι ὀφθαλμοί. Οὐ βλέπει τοὺς ἀνθρώπους ἀνθρώπους, οὐ βλέπει τὸν οὐρανὸν οὐρανὸν, οὐδὲ ἀνανεύει πρὸς τὸν Δεσπότην, ἀλλὰ πάντα χρήματα εἶναι νομίζει. Οἱ ἀνθρώπων ὀφθαλμοὶ πένητας εἰώθασιν ὁρᾷν καταπεπονημένους, καὶ ἐπικλᾶσθαι· οὗτοι δὲ τοῦ ἅρπαγος ὁρῶσι πένητας, καὶ ἐκθηριοῦνται· οἱ ἀνθρώπων ὀφθαλμοὶ οὐχ ὡς ἴδια τὰ ἀλλότρια βλέπουσιν, ἀλλὰ καὶ τὰ ἴδια ὡς ἀλλότρια, καὶ οὐκ ἐφίενται τῶν ἑτέροις δεδομένων, ἀλλὰ καὶ εἰς ἑτέρους κενοῦσι τὰ ἑαυτῶν· οὗτοι δὲ οὐκ ἀνέχονται, εἰ μὴ τὰ πάντων λάβοιεν· οὐ γὰρ ἀνθρώπινον, ἀλλὰ θηριῶδες ἔχουσιν ὄμμα. Οἱ ἀνθρώπων ὀφθαλμοὶ γυμνὸν ἰδεῖν τὸ σῶμα τὸ ἑαυτῶν οὐκ ἀνέχονται· αὐτῶν γάρ ἐστι, κἂν ἑτέρων ᾖ κατὰ πρόσωπον· οὗτοι δὲ εἰ μὴ πάντα γυμνώσαιεν, καὶ τὰ πάντων οἴκοι κατάθωνται, οὐδέποτε κόρον λαμβάνουσι, μᾶλλον δὲ οὐδέποτε ἐμπιπλῶνται. Διόπερ οὐδὲ θηρίων τὰς χεῖρας τὰς τούτων ἄν τις εἶναι φαίη μόνον, ἀλλὰ καὶ τούτων ἀγριωτέρας πολλῷ καὶ χαλεπωτέρας.

Ἄρκτοι μὲν γὰρ καὶ λύκοι, ἐπειδὰν λάβωσι κόρον, τῆς τοιαύτης τροφῆς ἀφίστανται· οὗτοι δὲ κόρον οὐκ ἔχουσι. Καίτοι διὰ τοῦτο χεῖρας ἡμῖν ἐποίησεν ὁ Θεὸς, ἵνα ἑτέροις βοηθῶμεν, οὐχ ἵνα ἐπιβουλεύωμεν. Εἰ δὲ μέλλοιμεν αὐταῖς εἰς τοῦτο κεχρῆσθαι, βέλτιον αὐτὰς ἀποκοπῆναι, καὶ χωρὶς τούτων εἶναι. Σὺ δὲ ἂν μὲν πρόβατον σπαράττῃ θηρίον, ἀλγεῖς· εἰς αὐτὸν δὲ τὸν ὁμόφυλον τοῦτο ἐργαζόμενος, οὐ νομίζεις τι ποιεῖν δεινόν; καὶ πῶς ἂν εἴης ἄνθρωπος; Οὐχ ὁρᾷς ὅτι ἀνθρώπινον πρᾶγμα καλοῦμεν, τὸ ἐλέου γέμον καὶ φιλανθρωπίας; ὅταν δὲ ὠμόν τι καὶ ἀπηνὲς ἐργάσηται, ἀπάνθρωπον τὸν τοιοῦτον ὀνομάζομεν. Οὐκοῦν τὸν χαρακτῆρα τοῦ ἀνθρώπου ἀπὸ τοῦ ἐλεεῖν, τοῦ δὲ θηρίου ἀπὸ τοῦ ἐναντίου ὑπογράφομεν, λέγοντες ἀεί· Μὴ γὰρ ἄνθρωπος; θηρίον ἢ κύων. Οἱ γὰρ ἄνθρωποι πενίαν διορθοῦσιν, οὐκ αὔξουσι. Τούτων καὶ τὰ στόματα θηρίων ἐστὶ στόματα, μᾶλλον δὲ καὶ ταῦτα ἐκείνων ἀγριώτερα· καὶ γὰρ ῥήματα φθέγγονται μᾶλλον ἐκείνων τῶν ὀδόντων ἰὸν ἀφιέντα, φόνον ἐργαζόμενα.

Καὶ εἰ πάντα τις ἐπέλθοι, τότε ὄψεται καλῶς, πῶς θηρία ἀπὸ ἀνθρώπων τοὺς χρωμένους ἡ ἀπανθρωπία ποιεῖ. Εἰ δὲ καὶ τὴν διάνοιάν τις ἐξετάσειε τῶν τοιούτων, οὐκέτι θηρία μόνον, ἀλλὰ καὶ δαίμονας αὐτοὺς προσερεῖ. Καὶ γὰρ πολλῆς γέμουσι τῆς ἀπηνείας καὶ τῆς πρὸς τὸν ὁμόδουλον ἔχθρας· καὶ οὔτε βασιλείας ἔρως ἐκεῖ, οὔτε γεέννης φόβος, οὐκ αἰδὼς ἀνθρώπων, οὐκ ἔλεος, οὐ συμπάθεια, ἀλλ᾽ ἀναισχυντία καὶ ἰταμότης, καὶ ὑπεροψία τῶν μελλόντων ἁπάντων· καὶ μῦθος αὐτοῖς εἶναι δοκεῖ τὰ τοῦ Θεοῦ ῥήματα τὰ περὶ κολάσεως, καὶ γέλως ἡ ἀπειλή. Τοιαύτη γὰρ ἡ τοῦ πλεονέκτου διάνοια. Ὅταν οὖν ἔνδοθεν μὲν δαίμονες ὦσιν, ἔξωθεν δὲ θηρία, καὶ θηρίων χείρους, ποῦ θήσομεν τοὺς τοιούτους, εἰπέ μοι; Ὅτι γὰρ καὶ θηρίων χείρους, δῆλον ἐκεῖθεν· Τὰ θηρία τῇ φύσει τοιαῦτά ἐστιν· οὗτοι δὲ κατὰ φύσιν τὸ ἥμερον ἔχοντες, παρὰ φύσιν εἰς τὸ θηριῶδες ἑαυτοὺς ἐξάγειν βιάζονται.

Καὶ οἱ δαίμονες δὲ τοὺς ἐπιβουλεύοντας ἀνθρώπους συμπράττοντας ἑαυτοῖς ἔχουσιν· ὡς εἰ μὴ συνέπραττον, τὸ πλέον τῶν ἐπιβουλῶν τῶν καθ᾽ ἡμῶν ἐκείνοις ἀνῄρητο· οὗτοι δὲ καὶ φιλονεικούντων αὐτοῖς τῶν ἐπηρεαζομένων κρατεῖν ἐπιχειροῦσι. Πάλιν ὁ δαίμων ἀνθρώπῳ πολεμεῖ, οὐ δαίμοσι τοῖς ὁμοφύλοις· οὗτος δὲ τὸ συγγενὲς καὶ οἰκεῖον παντὶ τρόπῳ κακοῦν ἐπείγεται, καὶ οὐδὲ τὴν φύσιν αἰδεῖται. Οἶδα ὅτι πολλοὶ πρὸς ἡμᾶς ὑπὲρ τούτων ἀπεχθάνονται τῶν ῥημάτων· ἐγὼ δὲ οὐκ ἀπεχθάνομαι πρὸς αὐτοὺς, ἀλλ᾽ ἐλεῶ καὶ δακρύω τοὺς οὕτω διακειμένους· κἂν πλῆξαι θέλωσιν, ἡδέως ἂν ἀνασχοίμην, εἰ ἀπέχοιντο τῆς θηριωδίας ταύτης. Οὐδὲ γὰρ ἐγὼ μόνος, ἀλλὰ καὶ ὁ προφήτης μεθ᾽ ἡμῶν τοὺς τοιούτους ἐκβάλλει τῆς τῶν ἀνθρώπων συγγενείας, λέγων, ὅτι Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν, ἀλλὰ παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις. Γενώμεθα τοίνυν ἄνθρωποί ποτε, καὶ εἰς τὸν οὐρανὸν ἀναβλέψωμεν, καὶ τὸ κατ᾽ εἰκόνα ἀπολάβωμεν, καὶ ἑαυτοὺς ἀνακτησώμεθα, ἵνα καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Ιʹ. Μηδεὶς ἑαυτὸν ἐξαπατάτω. Εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. Ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστιν. αʹ. Ὅπερ ἔφθην εἰπὼν, καὶ πρὸ τοῦ προσήκοντος καιροῦ εἰς τὴν κατὰ τοῦ πεπορνευκότος κατηγορίαν ἐξενεχθεὶς, καὶ αἰνιγματωδῶς αὐτὴν παρανοίξας διὰ βραχέων, καὶ κατασείσας αὐτοῦ τὸ συνειδὸς, ἐπείγεται πάλιν ἐπὶ τὴν μάχην τῆς σοφίας τῆς ἔξωθεν, καὶ τὰ ἐγκλήματα τῶν ἐντεῦθεν πεφυσιωμένων καὶ διατεμνόντων τὴν Ἐκκλησίαν· ἵνα τὸ λεῖπον προσθεὶς, καὶ τὸ κεφάλαιον ἅπαν ἀπαρτίσας μετὰ ἀκριβείας, οὕτω λοιπὸν σφοδρᾷ τῇ ῥύμῃ κατὰ τοῦ πεπορνευκότος φέρεσθαι τὴν γλῶτταν ἀφῇ, πρότερον ἀκροβολισάμενος πρὸς αὐτὸν δι᾽ ὧν ἔμπροσθεν εἴρηκε. Καὶ γὰρ τὸ, Μηδεὶς ἑαυτὸν ἐξαπατάτω, πρὸς ἐκεῖνον μάλιστά ἐστιν ἀποτεινομένου, καὶ προκαταλεαίνοντος αὐτὸν τῷ φόβῳ· καὶ ὁ περὶ τῆς καλάμης λόγος αὐτὸν μάλιστά ἐστιν αἰνιττομένου, καὶ τὸ λέγειν, ὅτι Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ κατοικεῖ ἐν ὑμῖν; Δύο γὰρ ταῦτα μάλιστα ἀπάγειν ἡμᾶς ἁμαρτίας εἴωθεν, ὅταν τὴν κειμένην τῇ ἁμαρτίᾳ κόλασιν ἐννοήσωμεν, καὶ ὅταν τὴν ἡμετέραν ἀξίαν ἀναλογισώμεθα.

Τῷ μὲν οὖν τὸν χόρτον εἰς μέσον παράγειν καὶ τὴν καλάμην, ἐφόβησε· τῷ δὲ τὸ ἀξίωμα τῆς οἰκείας εὐγενείας εἰπεῖν, ἐνέτρεψεν, ἐκείνῳ μὲν τοὺς ἀναισθητοτέρους, τούτῳ δὲ καὶ τοὺς ἐπιεικεστέρους βελτίους ποιῶν· Μηδεὶς ἑαυτὸν ἐξαπατάτω.

Εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω. Ὥσπερ νεκρὸν τῷ κόσμῳ κελεύει γενέσθαι, καὶ ἡ νεκρότης αὕτη οὐδὲν παραβλάπτει, ἀλλὰ καὶ ὠφελεῖ, ζωῆς αἰτία γενομένη· οὕτω καὶ μωρὸν κελεύει τῷ κόσμῳ τούτῳ γενέσθαι, σοφίαν ἐντεῦθεν ἡμῖν τὴν ἀληθῆ προξενῶν. Μωρὸς δὲ τῷ κόσμῳ γίνεται ὁ τὴν ἔξωθεν ἀτιμάζων σοφίαν, καὶ πεπεισμένος μηδὲν αὐτῷ συντελεῖν πρὸς τὴν τῆς πίστεως κατάληψιν. Ὥσπερ οὖν ἡ πενία ἡ κατὰ Θεὸν πλούτου αἰτία, καὶ ἡ ταπείνωσις, ὕψους, καὶ τὸ δόξης ὑπερορᾷν δόξης αἴτιον γίνεται· οὕτω, καὶ τὸ μωρὸν γενέσθαι σοφώτερον πάντων ποιεῖ. Ἀπὸ γὰρ τῶν ἐναντίων τὰ παρ᾽ ἡμῖν. Καὶ διὰ τί μὴ εἶπεν, Ἀποθέσθω τὴν σοφίαν, ἀλλὰ, Γενέσθω μωρός; Ἵνα μεθ᾽ ὑπερβολῆς ἀτιμάσῃ τὴν ἔξωθεν παίδευσιν. Οὐδὲ γὰρ ἦν ἴσον εἰπεῖν, Ἀπόθου σου τὴν σοφίαν, καὶ, Γενοῦ μωρός· ἄλλως δὲ καὶ παιδεύει μὴ ἐπαισχύνεσθαι τῇ παρ᾽ ἡμῖν ἰδιωτείᾳ· πάνυ γὰρ καταγελᾷ τῶν ἔξωθεν.

Διόπερ οὐδὲ τὰ ὀνόματα δέδοικεν, ἐπειδὴ θαῤῥεῖ τῇ τῶν πραγμάτων δυνάμει. Ὥσπερ οὖν ὁ σταυρὸς, δοκῶν ἐπονείδιστος εἶναι, μυρίων γέγονεν αἴτιος ἀγαθῶν, καὶ δόξης ὑπόθεσις ἀφάτου καὶ ῥίζα· οὕτω καὶ ἡ δοκοῦσα μωρία εἶναι, σοφίας ἡμῖν αἰτία κατέστη.

Καθάπερ γὰρ ὁ κακῶς τι μεμαθηκὼς, ἂν μὴ τὸ πᾶν ἀπόθηται καὶ λεάνῃ τὴν ψυχὴν καὶ καθαρὰν παράσχῃ τῷ μέλλοντι γράφειν, οὐδὲν εἴσεται σαφὲς τῶν ὑγιῶν· οὕτω καὶ ἐπὶ τῆς ἔξωθεν σοφίας, ἂν μὴ τὸ πᾶν ἐξέλῃς, καὶ σαρώσῃς σου τὴν διάνοιαν, καὶ ἐξίσης τῷ ἰδιώτῃ παράσχῃς σαυτὸν τῇ πίστει, οὐδὲν εἴσῃ γενναῖον ἀκριβῶς. Καὶ γὰρ οἱ παραβλέποντες, ἂν μὴ μύσαντες ἑαυτοὺς ἑτέροις παραδῶσιν, ἀλλὰ τῇ διεφθαρμένῃ τῶν ὀφθαλμῶν ὄψει τὰ καθ᾽ ἑαυτοὺς ἐπιτρέψωσι, τῶν οὐχ ὁρώντων πολλῷ πλείονα ἁμαρτήσονται.

Καὶ πῶς ἂν εἴη τὴν σοφίαν ταύτην ἀποθέσθαι, φησί; Μὴ κεχρημένον αὐτῶν τοῖς δόγμασιν. Εἶτα ἐπειδὴ οὕτως αὐτῆς σφοδρῶς ἀποστῆναι ἐκέλευσε, καὶ τὴν αἰτίαν τίθησι λέγων· Ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστιν. Οὐ γὰρ μόνον οὐδὲν συντελεῖ, ἀλλὰ καὶ ἐμποδίζει. Δεῖ τοίνυν αὐτῆς ἀποστῆναι, ἅτε βλαπτούσης. Ὁρᾷς πῶς ἐκ περιουσίας ἤνεγκε τὰ νικητήρια, ἀποδείξας ὡς οὐ μόνον ἡμᾶς οὐδὲν ὠφελεῖ, ἀλλὰ καὶ ἐναντιοῦται; Καὶ οὐδὲ ταῖς οἰκείαις ἀρκεῖται κατασκευαῖς, ἀλλὰ καὶ μαρτυρίαν ἐπήγαγε πάλιν, λέγων· Γέγραπται γάρ· Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν. Τῇ πανουργίᾳ, τουτέστιν, ἐν τοῖς οἰκείοις ὅπλοις αὐτοὺς χειρούμενος. Ἐπειδὴ γὰρ τῇ σοφίᾳ ἐχρήσαντο εἰς τὸ μὴ δεηθῆναι τοῦ Θεοῦ, δι᾽ αὐτῆς ταύτης ἤλεγξεν αὐτοὺς, ὅτι μάλιστα δέονται τοῦ Θεοῦ. Πῶς, καὶ τίνι τρόπῳ; Ὅτι μωροὶ γενόμενοι δι᾽ αὐτῆς, εἰκότως δι᾽ αὐτῆς ἑάλωσαν. Οἱ γὰρ νομίζοντες μὴ δεῖσθαι Θεοῦ, εἰς τοσαύτην κατέστησαν χρείαν, ὡς ἁλιέων καὶ ἀγραμμάτων ἐλάττους φανῆναι, καὶ αὐτῶν τούτων δεηθῆναι λοιπόν· διὰ τοῦτό φησιν· Ἐν τῇ πανουργίᾳ αὐτῶν εἷλεν αὐτούς. Τὸ μὲν γὰρ εἰπεῖν, Ἀπολῶ τὴν σοφίαν, πρὸς τὸ μηδὲν χρήσιμον εἰσαγαγεῖν εἴρηται· τὸ δὲ, Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, πρὸς τὸ δεῖξαι τοῦ Θεοῦ τὴν δύναμιν.

βʹ. Εἶτα καὶ τὸν τρόπον λέγει καθ᾽ ὃν εἷλεν, ἑτέραν προσθεὶς μαρτυρίαν· Κύριος γὰρ, φησὶ, γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι. Ὅταν δὲ ἡ σοφία ἡ ἄπειρος ταῦτα περὶ αὐτῶν ψηφίζηται, καὶ ἀποφαίνῃ τοιούτους, ποίαν ἑτέραν ζητεῖς ἀπόδειξιν τῆς ἐσχάτης ἀνοίας αὐτῶν; Αἱ μὲν γὰρ τῶν ἀνθρώπων κρίσεις πολλαχοῦ διαπίπτουσιν, ἡ δὲ τοῦ Θεοῦ ψῆφος ἄληπτος καὶ ἀδέκαστος πανταχοῦ.

Στήσας τοίνυν τὸ τρόπαιον οὕτω λαμπρὸν τῆς ἄνωθεν κρίσεως, καταφορικῷ λοιπὸν κέχρηται τῷ λόγῳ, πρὸς τοὺς ἀρχομένους ἀποστρέψας αὐτὸν, καὶ λέγων οὕτως· Ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστι. Πάλιν ἐπὶ τὸ πρότερον ἔρχεται, δεικνὺς ὅτι οὐδὲ ἐπὶ τοῖς πνευματικοῖς ὀφείλουσι μέγα φρονεῖν, ἅτε οὐδὲν παρ᾽ ἑαυτῶν ἔχοντες. Ὅταν οὖν ἡ μὲν ἔξωθεν σοφία βλαβερὰ ᾖ, τὰ δὲ πνευματικὰ μὴ παρ᾽ ὑμῶν ᾖ δεδομένα, πόθεν ἔχεις καυχᾶσθαι; Καὶ ἐπὶ μὲν τῆς ἔξωθεν σοφίας, Μηδεὶς ἑαυτὸν ἐξαπατάτω, φησὶν, ἐπειδὴ ἐπὶ πράγματι ἐφρόνουν βλαβερῷ· ἐνταῦθα δὲ, ἐπειδὴ τὸ πρᾶγμα ὠφέλειαν ἔχει, μηδεὶς καυχάσθω. Καὶ ἡμερώτερον κέχρηται τῷ λόγῳ. Πάντα γὰρ ὑμῶν ἐστιν· εἴτε Παῦλος εἴτε Ἀπολλὼς εἴτε Κηφᾶς, εἴτε κόσμος, εἴτε ζωὴ εἴτε θάνατος, εἴτε ἐνεστῶτα εἴτε μέλλοντα, πάντα ὑμῶν ἐστιν, ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ. Ἐπειδὴ γὰρ σφόδρα αὐτῶν καθήψατο, πάλιν αὐτοὺς ἀνακτᾶται. Καὶ ἀνωτέρω μὲν ἔλεγε, Συνεργοί ἐσμεν τοῦ Θεοῦ, καὶ δι᾽ ἑτέρων δὲ πλειόνων αὐτοὺς παρεμυθήσατο· καὶ ἐνταῦθα δέ φησι, Πάντα ὑμῶν ἐστι, καθαιρῶν τὸν τῦφον τῶν διδασκάλων, καὶ δεικνὺς ὅτι οὐ μόνον οὐδὲν αὐτοῖς χαρίζονται, ἀλλ᾽ ὅτι καὶ οὗτοι ἐκείνοις χάριν ἔχειν ὀφείλουσι· διὰ γὰρ αὐτοὺς τοιοῦτοι γεγόνασιν, ἀλλὰ καὶ χάριν ἔλαβον.

Ἀλλ᾽ ἐπειδὴ ἔμελλον καὶ αὐτοὶ καυχᾶσθαι, διὰ τοῦτο προεξέκοψε καὶ τοῦτο τὸ νόσημα, εἰπών· Ἑκάστῳ ὡς ὁ Θεὸς ἔδωκε· καὶ, ὅτι Ὁ Θεὸς ηὔξανεν· ἵνα μήτε ἐκεῖνοι ὡς παρέχοντες μέγα φρονῶσι, μήτε οὗτοι διὰ τὸ ἀκοῦσαι, ὅτι Πάντα ὑμῶν ἐστι, πάλιν ἐπαίρωνται. Καὶ γὰρ εἰ καὶ δι᾽ ὑμᾶς, ἀλλ᾽ ὑπὸ τοῦ Θεοῦ τὸ πᾶν γεγένηται. Σὺ δέ μοι σκόπει, πῶς μέχρι τέλους παρέμενε τὸ ἑαυτοῦ ὄνομα καὶ τὸ Πέτρου ὑποτιθείς. Τί δέ ἐστιν, Εἴτε θάνατος; Ὅτι κἂν ἀποθνήσκωσι, δι᾽ ὑμᾶς ἀποθνήσκουσι, κινδυνεύοντες ὑπὲρ τῆς ὑμετέρας σωτηρίας.

Ὁρᾷς πῶς πάλιν τῶν μὲν μαθητῶν καθεῖλε τὸ φρόνημα, τῶν δὲ διδασκάλων ἐπῆρεν; Ὡς γὰρ παισὶν εὐγενέσι παιδαγωγοὺς ἔχουσι καὶ μέλλουσι πάντα κληρονομεῖν, οὕτω διαλέγεται. Ἔστι καὶ ἑτέρως εἰπεῖν, ὅτι καὶ ὁ τοῦ Ἀδὰμ θάνατος δι᾽ ἡμᾶς. ἵνα σωφρονισθῶμεν, καὶ ὁ τοῦ Χριστοῦ, ἵνα σωθῶμεν. Ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ. Ἑτέρως ἡμεῖς τοῦ Χριστοῦ, καὶ ἑτέρως ὁ Χριστὸς τοῦ Θεοῦ, καὶ ἑτέρως ἡμῶν ὁ κόσμος. Ἡμεῖς μὲν γὰρ τοῦ Χριστοῦ, ὡς ἔργον· ὁ δὲ Χριστὸς τοῦ Θεοῦ, ὡς γέννημα γνήσιον, οὐχ ὡς ἔργον, ὥσπερ οὐδὲ ὁ κόσμος ἡμῶν. Ὥστε εἰ καὶ μία ἡ λέξις, ἀλλὰ διάφορος ἡ ἔννοια. Ἡμῶν μὲν γὰρ ὁ κόσμος, ὡς δι᾽ ἡμᾶς γεγονός· ὁ δὲ Χριστὸς τοῦ Θεοῦ, ὡς αὐτὸν αἴτιον ἔχων κατὰ τὸ Πατέρα εἶναι· ἡμεῖς δὲ τοῦ Χριστοῦ, ὡς ὑπὸ αὐτοῦ κατασκευασθέντες. Εἰ δὲ ἐκεῖνοι ὑμῶν, φησὶ, τί τοὐναντίον ἐποιήσατε, αὐτοῖς ἐπονομαζόμενοι, ἀλλ᾽ οὐχὶ τῷ Χριστῷ καὶ τῷ Θεῷ; Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος, ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων Θεοῦ. Ἐπειδὴ κατέβαλεν αὐτῶν τὸ φρόνημα, ὅρα πῶς πάλιν αὐτὸ ἀνακτᾶται λέγων· Ὡς ὑπηρέτας Χριστοῦ. Μὴ τοίνυν τὸν Δεσπότην ἀφεὶς, ἀπὸ τῶν ὑπηρετῶν καλοῦ καὶ τῶν διακονουμένων.

Οἰκονόμους δὲ εἶπε, δεικνὺς ὡς οὐχ ἅπασιν αὐτὰ χρὴ διδόναι, ἀλλ᾽ οἷς δεῖ, καὶ οἷς ἄξιον οἰκονομεῖν. Ὃ δὲ λοιπὸν, ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστός τις εὑρεθῇ. Τουτέστιν, ἵνα μὴ τὰ δεσποτικὰ σφετερίσηται, ἵνα μὴ ὡς δεσπότης ἑαυτῷ ἐκδικῇ, ἀλλ᾽ ὡς οἰκονόμος διοικῇ. Οἰκονόμου γὰρ τὸ διοικεῖν τὰ ἐγχειρισθέντα καλῶς· οὐχ αὑτοῦ λέγειν εἶναι τὰ δεσποτικὰ, ἀλλὰ τοὐναντίον τοῦ δεσπότου τὰ ἑαυτοῦ.

Ἕκαστος ταῦτα ἐννοῶν, καὶ ὁ λόγον ἔχων καὶ ὁ χρήματα κεκτημένος, οἷον ὅτι ἐπιστεύθη δεσποτικὰ, καὶ οὐκ ἔστιν αὐτοῦ, μὴ κατεχέτω αὐτὰ παρ᾽ ἑαυτῷ, μήτε ἑαυτοῦ ἐπιψηφιζέτω, ἀλλὰ τῷ Θεῷ λογιζέσθω τῷ πάντα δεδωκότι. Θέλεις ἰδεῖν οἰκονόμους πιστούς;

Ἄκουσον τί φησιν ὁ Πέτρος· Τί ἡμῖν ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Καὶ τῷ Κορνηλίῳ δὲ ἔλεγε· Καὶ ἡμεῖς ὁμοιοπαθεῖς ὑμῖν ἐσμεν ἄνθρωποι· καὶ πρὸς τὸν Χριστὸν δέ· Ἰδοὺ ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι. Καὶ ὁ Παῦλος δὲ εἰπὼν, ὅτι Περισσότερον αὐτῶν πάντων ἐκοπίασα, ἐπήγαγεν· Οὐκ ἐγὼ δὲ, ἀλλ᾽ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. Καὶ ἀλλαχοῦ δὲ πρὸς τοὺς αὐτοὺς ἀποτεινόμενος ἔλεγε· Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; Οὐδὲν γὰρ ἔχεις σὸν, οὐ χρήματα, οὐ λόγον, οὐ ψυχὴν αὐτήν· καὶ γὰρ καὶ αὕτη τοῦ Δεσπότου.

γʹ. Ὅταν οὖν χρεία καλῇ, καὶ ταύτην κατάθου. Εἰ δὲ φιλοζωεῖς, καὶ κελευόμενος καταθεῖναι ἀντιλέγεις, οὐκέτι πιστὸς οἰκονόμος εἶ. Καὶ πῶς ἔνι Θεοῦ καλοῦντος ἀντιστῆναι; Τοῦτο γὰρ κἀγώ φημι, καὶ διὰ τοῦτο αὐτὸ μάλιστα θαυμάζω τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ὅτι ἃ δύναται καὶ ἄκοντός σου παρὰ σοῦ λαβεῖν, ταῦτα οὐ βούλεται ἄκοντος εἰσενεχθῆναι, ἵνα καὶ μισθὸν ἔχῃς. Οἷον δύναται τὴν ψυχὴν λαβεῖν ἄκοντος, ἀλλὰ παρ᾽ ἑκόντος βούλεται, ἵνα λέγῃς κατὰ Παῦλον· Καθ᾽ ἡμέραν ἀποθνήσκω. Δύναταί σου τὴν δόξαν λαβεῖν ἄκοντος καὶ ποιῆσαι ταπεινὸν, ἀλλὰ παρ᾽ ἑκόντος θέλει, ἵνα ἀμοιβὴν ἔχῃς. Δύναταί σε ποιῆσαι πένητα, καὶ μὴ βουλόμενον, ἀλλ᾽ ἑκόντα σε βούλεται γενέσθαι τοιοῦτον, ἵνα σοι πλέξῃ στεφάνους.

Εἶδες Θεοῦ φιλανθρωπίαν; εἶδες νωθείαν ἡμετέραν; Ἐπ᾽ ἀξιώματος ἐγένου μεγάλου, καὶ ἀρχῆς ἐπελάβου ποτὲ ἐκκλησιαστικῆς; Μὴ μέγα φρόνει· οὐ σὺ τὴν δόξαν ἐκτήσω, ἀλλ᾽ ὁ Θεός σε ἐνέδυσεν. Ὡς ἀλλοτρίας τοίνυν φείδου, μὴ καταχρώμενος αὐτῇ, μηδὲ ἀποχρώμενος εἰς τὰ μὴ προσήκοντα, μηδὲ φυσώμενος, μηδὲ σφετεριζόμενος, ἀλλὰ πένητα σαυτὸν εἶναι νόμιζε καὶ ἄδοξον. Οὐ γὰρ, εἰ πορφύραν βασιλικὴν ἐνεχειρίσθης φυλάττειν, ἔδει καταχρήσασθαι τῇ στολῇ καὶ λυμήνασθαι, ἀλλὰ μετὰ πλείονος αὐτὴν τῆς ἀκριβείας τηρεῖν τῷ δεδωκότι. Λόγον ἔλαβες; Μὴ φυσῶ, μηδὲ ἀλαζονεύου· οὐ γάρ ἐστι σὸν τὸ χάρισμα. Μὴ ἀγνώμων ἔσο περὶ τὰ δεσποτικὰ, ἀλλὰ διάνεμε τοῖς συνδούλοις, καὶ μήτε ὡς ἐπὶ ἰδίοις ἐπαίρου τούτοις, μήτε φείδου ὥστε διανέμειν. Κἂν παῖδας ἔχῃς, τοῦ Θεοῦ ἔχεις· ἂν οὕτω νομίζῃς, καὶ ἔχων εὐχαριστήσεις, καὶ ἀφαιρεθεὶς οὐκ ἀλγήσεις· οἷος ἦν ὁ Ἰὼβ λέγων· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο. Πάντα γὰρ παρὰ τοῦ Χριστοῦ ἔχομεν· καὶ αὐτὸ τὸ εἶναι δι᾽ αὐτοῦ ἔχομεν, καὶ τὸ ζῇν καὶ τὸ ἀναπνεῖν, καὶ τὸ φῶς καὶ τὸν ἀέρα καὶ τὴν γῆν· κἂν ἀποκλείσῃ τι τούτων, ἀπωλόμεθα καὶ διεφθάρημεν· πάροικοι γάρ ἐσμεν καὶ παρεπίδημοι. Τὸ δὲ ἐμὸν καὶ τὸ σὸν τοῦτο ῥήματά ἐστι ψιλὰ μόνον· ἐπὶ δὲ πραγμάτων οὐχ ἕστηκε. Καὶ γὰρ εἰ τὴν οἰκίαν σὴν εἶναι φὴς, ῥῆμά ἐστι πράγματος ἔρημον.

Καὶ γὰρ καὶ ὁ ἀὴρ καὶ γῆ καὶ ὕλη τοῦ Δημιουργοῦ, καὶ σὺ δὲ αὐτὸς ὁ κατασκευάσας αὐτὴν, καὶ τὰ ἄλλα δὲ πάντα. Εἰ δὲ ἡ χρῆσις σὴ, ἀλλὰ καὶ αὐτὴ ἄδηλος, οὐ διὰ τὸν θάνατον μόνον, ἀλλὰ καὶ πρὸ τοῦ θανάτου διὰ τὸ τῶν πραγμάτων εὐρίπιστον. Ταῦτ᾽ οὖν συνεχῶς παρ᾽ ἑαυτοῖς γράφοντες, φιλοσοφήσωμεν, καὶ δύο τὰ μέγιστα κερδανοῦμεν· εὐχάριστοί τε γὰρ ἐσόμεθα καὶ ἔχοντες καὶ ἀφαιρούμενοι, καὶ οὐ μὴ δουλεύσωμεν τοῖς παρατρέχουσι καὶ τοῖς οὐχ ἡμῶν.

Κἂν γὰρ χρήματα λάβῃ, τὰ αὑτοῦ ἔλαβε, κἂν τιμὴν, κἂν δόξαν, κἂν τὸ σῶμα, κἂν αὐτὴν τὴν ψυχήν· κἂν τὸν υἱὸν τὸν σὸν λάβῃ, οὐ τὸν σὸν ἔλαβεν υἱὸν, ἀλλὰ τὸν δοῦλον τὸν ἑαυτοῦ. Οὐ γὰρ σὺ αὐτὸν ἔπλασας, ἀλλ᾽ ἐκεῖνος ἐποίησε· σὺ δὲ ὑπηρέτησας μόνον τῇ παρόδῳ, τὸ δὲ πᾶν αὐτὸς εἰργάσατο. Εὐχαριστήσωμεν τοίνυν ὅτι κατηξιώθημεν ὑπηρετῆσαι τῷ πράγματι.

Ἀλλὰ τί; ἐβούλου διαπαντὸς ἔχειν; Τοῦτο ἀγνώμονος πάλιν, καὶ οὐκ εἰδότος, ὅτι ἀλλότριον εἶχες, καὶ οὐκ ἴδιον. Ὥσπερ οὖν οἱ ἑτοίμως ἀφιστάμενοι ἴσασιν, ὅτι οὐ τὰ αὑτῶν ἔχουσιν, οὕτως οἱ ἀλγοῦντες τὰ βασιλικὰ σφετερίζονται. Εἰ γὰρ ἡμεῖς οὐκ ἐσμὲν ἑαυτῶν, πῶς ἐκεῖνοι ἡμῶν; Διπλῇ γάρ ἐσμεν αὐτοῦ, καὶ τῷ τῆς κτίσεως καὶ τῷ τῆς πίστεως λόγῳ. Διὰ τοῦτό φησιν ὁ Δαυΐδ· Ἡ ὑπόστασίς μου παρὰ σοί ἐστι· καὶ ὁ Παῦλος δὲ, ὅτι Ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν. Καὶ τὸν περὶ τῆς πίστεως γυμνάζων λόγον φησίν· Οὐκ ἐστὲ ἑαυτῶν, καὶ τιμῆς ἠγοράσθητε. Τὰ πάντα γὰρ τοῦ Θεοῦ. Ὅταν οὖν καλῇ καὶ βούληται λαβεῖν, μὴ κατὰ τοὺς ἀγνώμονας τῶν οἰκετῶν φύρωμεν τὸν λόγον, μηδὲ νοσφιζώμεθα τὰ δεσποτικά. Ἡ ψυχή σου οὐκ ἔστι σὴ, καὶ πῶς τὰ χρήματά ἐστι σά; Πῶς οὖν ἀναλίσκεις εἰς οὐδὲν δέον τὰ μὴ σά; οὐκ οἶδας ὅτι διὰ τοῦτο μέλλομεν ἐγκαλεῖσθαι, κακῶς αὐτοῖς χρησάμενοι;

Ἐπειδὴ δὲ οὐκ ἔστιν ἡμέτερα, ἀλλὰ τοῦ Δεσπότου, εἰς τοὺς ὁμοδούλους ἐχρῆν δαπανᾷν. Τοῦτο γοῦν καὶ ὁ πλούσιος ἐκεῖνος ἐνεκαλεῖτο, ὅτι μὴ ἐποίησε, καὶ οἱ μὴ θρέψαντες τὸν Κύριον. Μὴ τοίνυν λέγε, ὅτι Τὰ ἐμαυτοῦ ἀναλίσκω, καὶ ἐκ τῶν ἐμαυτοῦ τρυφῶ. Οὐκ ἀπὸ τῶν σεαυτοῦ, ἀλλ᾽ ἀπὸ τῶν ἀλλοτρίων· ἀλλοτρίων δὲ λέγω, ἐπειδὴ σὺ βούλει· ἐπεὶ σὰ βούλεται εἶναι ὁ Θεὸς τὰ ὑπὲρ τῶν ἀδελφῶν ἐγχειρισθέντα σοι. Γίνεται δὲ σὰ τὰ ἀλλότρια, ἂν εἰς ἑτέρους ἀναλώσῃς· ἂν δὲ εἰς σαυτὸν ἀναλώσῃς ἀφειδῶς, ἀλλότρια γέγονε τὰ σά. Ἐπειδὴ γὰρ ὠμῶς αὐτοῖς κέχρησαι, καὶ λέγεις, ὅτι Τὰ ἐμὰ εἰς ἐμὴν ἀπόλαυσιν μόνον ἀναλωθῆναι δίκαιον, διὰ τοῦτο ἀλλότρια αὐτὰ λέγω. Κοινὰ γάρ ἐστι σὰ καὶ τοῦ συνδούλου, ὥσπερ ἥλιος κοινὸς καὶ ἀὴρ καὶ γῆ καὶ τὰ ἄλλα πάντα. Καὶ καθάπερ ἐπὶ τοῦ σώματος, καὶ παντός ἐστι τοῦ σώματος καὶ ἑνὸς ἑκάστου μέλους ἡ διακονία· ὅταν δὲ ἑνὸς μόνου γίνεται μέλους, καὶ τὴν ἰδίαν ἀπόλλυσιν ἐνέργειαν· οὕτω καὶ ἐπὶ τῶν χρημάτων συμβαίνει.

δʹ. Καὶ ἵνα σαφέστερον ὃ λέγω γένηται, ἡ τροφὴ τοῦ σώματος ἡ κοινὴ δεδομένη τοῖς μέλεσιν, ἐὰν εἰς ἓν ἔλθῃ μέλος, κἀκείνου λοιπὸν ἀλλοτρία γίνεται. Ὅταν γὰρ μὴ δυνηθῇ πεφθῆναι μηδὲ θρέψαι, ἀλλοτρία κἀκείνου γέγονεν. Ἂν δὲ κοινὴ γένηται, κἀκείνου καὶ πάντων ἐστὶν ἰδία. Οὕτω καὶ ἐπὶ τῶν χρημάτων, ἂν σὺ μόνος ἀπολαύσῃς, καὶ σὺ ἀπώλεσας. Οὐ γὰρ αὐτῶν καρπώσῃ τὸν μισθὸν, ἂν δὲ μετὰ τῶν ἄλλων κτήσῃ, τότε μᾶλλον ἔσται σὰ, καὶ τότε καρπώσῃ τὴν ὠφέλειαν. Οὐχ ὁρᾷς ὅτι χεῖρες διακονοῦνται, καὶ στόμα λεαίνει, καὶ γαστὴρ δέχεται; μὴ λέγει ἡ γαστὴρ, Ἐπειδὴ ἐδεξάμην, ὀφείλω τὸ πᾶν κατέχειν;

Μὴ τοίνυν, μηδὲ ἐπὶ τῶν χρημάτων τοῦτο σὺ λέγε· τοῦ γὰρ δεχομένου, τὸ μεταδιδόναι. Ὥσπερ οὖν κακία γαστρὸς, τὸ κατέχειν τὰ βρώματα, καὶ μὴ διανέμειν· παντὶ γὰρ τῷ σώματι λυμαίνεται· οὕτω κακία τῶν πλουτούντων, τὸ κατέχειν ὅπερ ἔχουσι παρ᾽ ἑαυτοῖς· τοῦτο γὰρ καὶ ἑαυτοὺς καὶ τοὺς ἄλλους ἀπόλλυσιν. Ὁ ὀφθαλμὸς πάλιν τὸ πᾶν δέχεται φῶς· ἀλλ᾽ οὐ τοῦτο αὐτὸς κατέχει μόνος, ἀλλ᾽ ὁλόκληρον φωτίζει τὸ σῶμα.

Οὐδὲ γὰρ ἔχει φύσιν παρ᾽ ἑαυτῷ κατέχειν, ἕως ἂν ὀφθαλμὸς ᾖ. Αἱ ῥῖνες πάλιν αἰσθάνονται εὐωδίας· ἀλλ᾽ οὐ κατέχουσιν αὐτὴν μόναι, ἀλλ᾽ ἐγκεφάλῳ παραπέμπουσι, καὶ στόμαχον ἐν εὐωδίᾳ τιθέασι, καὶ ὁλόκληρον δι᾽ αὐτῶν ἀνακτῶνται τὸν ἄνθρωπον. Οἱ πόδες μόνοι βαδίζουσιν· ἀλλ᾽ οὐχ ἑαυτοὺς μεταφέρουσι μόνον, ἀλλὰ καὶ ὅλον μετατιθέασι τὸ σῶμα.

Οὕτω καὶ σὺ, ὅπερ ἂν ἐγχειρισθῇς, μὴ κάτεχε μόνος, ἐπεὶ τῷ παντὶ λυμαίνῃ, καὶ σαυτῷ πρὸ τῶν ἄλλων. Οὐκ ἐπὶ τῶν μελῶν δὲ μόνον ἴδοι τις ἂν τοῦτο γινόμενον. Καὶ γὰρ ὁ σιδηροκόπος, εἰ βουληθείη μηδενὶ μεταδοῦναι τῆς τέχνης, καὶ ἑαυτὸν καὶ τὰς λοιπὰς ἀνατρέπει τέχνας. Ὁ σκυτοτόμος ὁμοίως, ὁ γεωργὸς, ὁ σιτοποιὸς, καὶ ἕκαστος δὲ τῶν ἀναγκαῖον ἐπιτήδευμα μετιόντων, εἰ βουληθείη μὴ μεταδοῦναι ἑτέρῳ τῶν ἀπὸ τῆς τέχνης, οὐχὶ τοὺς ἄλλους μόνον, ἀλλὰ καὶ ἑαυτὸν τοῖς ἄλλοις προσαπολεῖ.

Καὶ τί λέγω τοὺς πλουτοῦντας; Καὶ γὰρ οἱ πένητες, εἰ τὴν ὑμετέραν τῶν πλεονεκτούντων καὶ πλουτούντων κακίαν μετῆλθον, μέγιστα ἂν ὑμᾶς ἔβλαψαν, καὶ ταχέως ἂν ὑμᾶς ἐποίησαν πένητας, μᾶλλον δὲ καὶ ἀπώλεσαν, εἰ μὴ δεομένοις τῶν ἑαυτῶν μεταδοῦναι ἠβουλήθησαν· οἷον, ὁ γηπόνος τῆς ἀπὸ τῶν χειρῶν ἐργασίας, ὁ ναύτης τῆς ἀπὸ τοῦ πλεῖν ἐμπορίας, ὁ στρατιώτης τῆς ἀριστείας τῆς ἀπὸ τῶν πολέμων. Ὥστε εἰ καὶ μηδὲν ἕτερον, τοῦτο γοῦν αἰδέσθητε, καὶ τὴν ἐκείνων μιμήσασθε φιλοφροσύνην. Οὐ μεταδίδως τοῦ πλούτου οὐδενί; Οὐκοῦν μὴ μεταλάβῃς παρ᾽ ἑτέρου μηδενός· εἰ δὲ τοῦτο ἔσται, τὰ πάντα ἀνατραπήσεται. Πανταχοῦ γὰρ τὸ διδόναι καὶ μεταλαμβάνειν ἀρχὴ πολλῶν ἐστιν ἀγαθῶν, ἐπὶ σπερμάτων, ἐπὶ μαθητῶν, ἐπὶ τεχνῶν. Ἂν γὰρ βουληθῇ τις παρ᾽ ἑαυτῷ κατέχειν τὴν τέχνην, καὶ ἑαυτὸν καὶ τὸν βίον ἀνέτρεψεν ἅπαντα. Καὶ ὁ γεωργὸς τὰ σπέρματα ἂν οἴκοι κατορύξας φυλάττοι, λιμὸν ἐργάσεται χαλεπόν· οὕτω καὶ ὁ πλούσιος ἐὰν ἐπὶ τῶν χρημάτων τοῦτο ποιῇ, πρὸ τῶν πενήτων ἑαυτὸν ἀναιρήσει, τὴν φλόγα τῆς γεέννης χαλεπωτέραν κατὰ τῆς ἑαυτοῦ σωρεύων κεφαλῆς.

Ὥσπερ οὖν οἱ διδάσκαλοι, κἂν πολλοὺς ἔχωσι τοὺς μαθητὰς, ἑκάστῳ μεταδιδόασι τῆς τέχνης· οὕτω καὶ σὺ πολλοὺς κτῆσαι τοὺς εὐεργετουμένους· καὶ λεγέτωσαν ἅπαντες, ὅτι Τὸν δεῖνα ἀπήλλαξε πενίας, καὶ τὸν δεῖνα κινδύνων· καὶ, Ὁ δεῖνα ἂν ἀπώλετο, εἰ μὴ μετὰ τὴν χάριν τοῦ Θεοῦ τῆς σῆς ἀπέλαυσε προστασίας· καὶ ὅτι τῷ δεῖνι τὴν νόσον ἔλυσας, ἕτερον συκοφαντίας ἀπήλλαξας, ἄλλον ξένον ὄντα συνήγαγες, ἄλλον γυμνὸν ὄντα περιέβαλες.

Μυρίου πλούτου καὶ πολλῶν θησαυρῶν βελτίω τὰ ῥήματα ταῦτα ἐπιστρέφει πάντας μᾶλλον τῶν ἱματίων τῶν χρυσῶν καὶ τῶν ἵππων καὶ τῶν ἀνδραπόδων. Ἐκεῖνα μὲν γὰρ καὶ φορτικὰ ποιεῖ φαίνεσθαι, καὶ ὡς κοινὸν ἐχθρὸν μισεῖσθαι· ταῦτα δὲ ὡς πατέρα κοινὸν καὶ εὐεργέτην ἀνακηρύττει· καὶ ὃ πάντων μέγιστόν ἐστιν, ἡ παρὰ τοῦ Θεοῦ εὔνοια ἁπανταχοῦ σοι τῶν πράξεων ἕπεται. Λεγέτω τοίνυν ὁ δεῖνα, ὅτι Ἐμοῦ τὴν θυγατέρα συνεξέδωκεν· ἕτερος, Ἐμοὶ δὲ τὸν υἱὸν εἰς ἄνδρας ἐμφανῆναι παρεσκεύασε· καὶ ἄλλος, ὅτι Τὴν συμφορὰν ἔλυσε· καὶ ἕτερος, ὅτι Τῶν κινδύνων ἀπήλλαξε. Ταῦτα στεφάνων χρυσῶν βελτίω τὰ ῥήματα, μυρίους κήρυκας ἐν τῇ πόλει τῆς οἰκείας φιλανθρωπίας ἔχειν· αὗται αἱ φωναὶ τῆς φωνῆς τῶν κηρύκων τῶν πρὸ τῶν ἀρχόντων βαδιζόντων ἡδίους πολλῷ καὶ γλυκύτεραι, τὸν σωτῆρα, τὸν εὐεργέτην, τὸν προστάτην, τὰ τοῦ Θεοῦ καλεῖσθαι ὀνόματα, ἀλλὰ μὴ πλεονέκτην καὶ ἀλαζόνα καὶ ἀκόρεστον καὶ σμικρολόγον. Μὴ, παρακαλῶ, μηδενὸς τούτων ἐπιθυμήσωμεν τῶν ῥημάτων, ἀλλὰ τῶν ἐναντίων.

Εἰ γὰρ ἐπὶ γῆς ταῦτα λεγόμενα λαμπρὸν οὕτω ποιεῖ καὶ περιφανῆ, ὅταν ἐν οὐρανῷ ταῦτα γράφηται, καὶ ὁ Θεὸς ταῦτα κατὰ τὴν ἡμέραν ἀνακηρύττῃ τὴν μέλλουσαν, ἐννόησον ὅσης ἀπολαύσῃ τῆς περιφανείας, ὅσης τῆς λαμπρότητος· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΑʹ. Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ᾽ ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλ᾽ οὐδὲ ἐμαυτὸν ἀνακρίνω (οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα· ἀλλ᾽ οὐκ ἐν τούτῳ δεδικαίωμαι)· ὁ δὲ ἀνακρίνων με, Κύριός ἐστι.

αʹ. Μετὰ τῶν ἄλλων κακῶν οὐκ οἶδα πῶς ἐπεισῆλθε τῇ τῶν ἀνθρώπων φύσει τὸ τῆς περιεργίας καὶ τὸ τῆς πολυπραγμοσύνης τῆς ἀκαίρου νόσημα· ὃ καὶ ὁ Χριστὸς ἐκόλασεν εἰπών· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· ὅπερ ἡδονὴν μὲν οὐδεμίαν ἔχει, καθάπερ καὶ τὰ λοιπὰ τῶν ἁμαρτημάτων, κόλασιν δὲ μόνον καὶ τιμωρίαν. Καὶ γὰρ μυρίων αὐτοὶ γέμοντες κακῶν, καὶ τὰς δοκοὺς ἐπὶ τῶν ὀμμάτων φέροντες, τῶν ἁμαρτημάτων τοῦ πλησίον, κάρφους οὐδὲν διαφερόντων, ἀκριβεῖς γινόμεθα ἐξετασταί· ὥσπερ καὶ ἐν τῇ Κορίνθῳ τοῦτο συνέβαινεν. Ἄνδρας γὰρ εὐλαβεῖς καὶ Θεῷ φίλους διὰ τὴν ἀμαθίαν ἐκωμῴδουν καὶ ἐξέβα[λ]λον, τοὺς δὲ μυρίων γέμοντας κακῶν ἐνέκρινον διὰ τὴν εὐγλωττίαν. Εἶτα, καθάπερ δικασταὶ προκαθήμενοι, τοιαῦτα μετὰ προπετείας ἐψηφίζοντο· Ὁ δεῖνα ἄξιος, ὁ δεῖνα τοῦ δεῖνος ἀμείνων· καὶ οὗτος ἐκείνου καταδεέστερος, κἀκεῖνος τούτου βελτίων· καὶ ἀφέντες τὰ ἑαυτῶν πενθεῖν κακὰ, ἑτέροις ἐγίνοντο δικασταὶ, καὶ ταύτῃ πολέμους ἀνῆπτον πάλιν χαλεπούς.

Ὁ Παῦλος οὖν ἀναιρῶν τοῦτο τὸ νόσημα, ὅρα πῶς αὐτοὺς διορθοῦται συνετῶς. Ἐπειδὴ γὰρ εἶπεν, Ὃ δὲ λοιπὸν, ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστός τις εὑρεθῇ, καὶ ἐδόκει πάροδον αὐτοῖς διδόναι τοῦ κρίνειν καὶ ἐξετάζειν τὸν ἑκάστου βίον· τοῦτο δὲ τὴν στάσιν ἐπέτριβεν· ἵνα μὴ τοῦτο πάθωσιν, ἀπήγαγεν αὐτοὺς τῆς τοιαύτης ἐρεσχελίας, λέγων· Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ᾽ ὑμῶν ἀνακριθῶ· πάλιν ἐπὶ τοῦ οἰκείου προσώπου τὸν λόγον προάγων. Τί δέ ἐστιν, Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ᾽ ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας; Ἀνάξιον ἐμαυτὸν κρίνω, φησὶ, τοῦ παρ᾽ ὑμῶν κρίνεσθαι· καὶ τί λέγω παρ᾽ ὑμῶν; καὶ τὸ παρ᾽ οὑτινοσοῦν ἑτέρου. Ἀλλὰ μηδεὶς ἀπόνοιαν καταγινωσκέτω τοῦ Παύλου, εἰ μηδένα τῶν ἀνθρώπων ἄξιον εἶναι λέγει τοῦ φέρειν τὴν περὶ αὐτοῦ ψῆφον. Πρῶτον μὲν γὰρ οὐ δι᾽ ἑαυτὸν ταῦτά φησιν, ἀλλ᾽ ἑτέρους ἐξαρπάσαι βουλόμενος τῆς παρ᾽ ἐκείνων ἐπαχθείας· ἔπειτα δὲ οὐδὲ μέχρι Κορινθίων τὸ πρᾶγμα ἔστησεν, ἀλλὰ καὶ ἑαυτὸν τῆς κρίσεως ταύτης ἐξέβαλε, μεῖζον εἶναι τῆς αὑτοῦ γνώμης λέγων τὰ τοιαῦτα ψηφίζεσθαι· ἐπήγαγε γοῦν· Οὐδὲ ἐμαυτὸν ἀνακρίνω. Πρὸς δὲ τοῖς εἰρημένοις καὶ τὴν ὑπόθεσιν ἐξετάσαι χρὴ, δι᾽ ἣν ταῦτα ἐλέγετο· οἶδε γὰρ πολλαχοῦ καὶ μεγαλοφρόνως φθέγγεσθαι.

Τοῦτο δὲ οὐκ ἔστι τύφου οὐδὲ ἀπονοίας, ἀλλ᾽ οἰκονομίας ἀρίστης· ἐπεὶ καὶ νῦν οὐκ αὐτὸς ἐπαιρόμενος, ἀλλ᾽ ἑτέρους καταστέλλων, ταῦτα ἔλεγε, καὶ ἀξίωμα σπεύδων περιθεῖναι τοῖς ἁγίοις. Ὅτι γὰρ τῶν σφόδρα ταπεινῶν ἦν, ἄκουσον τί φησι, τὴν τῶν ἐχθρῶν μαρτυρίαν εἰς μέσον περὶ τούτου φέρων· ὅτι Ἡ μὲν παρουσία τοῦ σώματος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενημένος· καὶ πάλιν, Ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί. Ἀλλ᾽ ὅμως ὁ ταπεινὸς οὗτος, καιροῦ καλοῦντος, σκόπει ποῦ τὰ φρονήματα τῶν μαθητῶν ἐπῆρεν, οὐχὶ τῦφον διδάσκων, ἀλλὰ φρόνημα ὑγιὲς ἐμποιῶν. Αὐτοῖς γὰρ τούτοις διαλεγόμενος ἔλεγε· Καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων.

Ὥσπερ γὰρ ἀλαζονείας εἶναι χρὴ πόῤῥω τὸν Χριστιανὸν, οὕτω καὶ κολακείας καὶ ἀγεννοῦς φρονήματος. Οὐδὲ γὰρ εἰ λέγοι τις, ὅτι Τὰ χρήματα οὐδὲν ἡγοῦμαι εἶναι, ἀλλὰ τὰ παρόντα ἅπαντα σκιά μοι καὶ ὄναρ καὶ παίδων ἀθύρματα, ἀλαζονείας αὐτὸν γραψόμεθα· ἐπεὶ καὶ τὸν Σολομῶντα οὕτως εἰς ἀλαζονείαν διαβαλοῦμεν, περὶ τούτων φιλοσοφοῦντα καὶ λέγοντα· Ματαιότης ματαιοτήτων, καὶ τὰ πάντα ματαιότης. Ἀλλὰ μὴ γένοιτο τῷ τῆς ἀλαζονείας ὀνόματι τὴν φιλοσοφίαν καλεῖν. Ἄρα οὐκ ἀπόνοια τὸ καταφρονεῖν τούτων, ἀλλὰ μεγαλοψυχία, καίτοι γε βασιλεῖς καὶ ἄρχοντας καὶ δυνάστας ὁρῶμεν αὐτῶν ἀντεχομένους· ἀλλ᾽ ὁ πτωχὸς φιλοσοφῶν πολλάκις αὐτῶν ὑπερορᾷ, καὶ οὐ διὰ τοῦτο ἀλαζόνα αὐτὸν, ἀλλὰ μεγαλόφρονα εἶναι φήσομεν· ὥσπερ οὖν οὐδὲ τὸν σφόδρα ἀντεχόμενον αὐτῶν, ταπεινόφρονα καὶ μέτριον, ἀλλ᾽ ἀσθενῆ καὶ μικρόψυχον καὶ ἀνελεύθερον.

Καὶ γὰρ εἴ τις υἱὸς τῶν μὲν τῷ πατρὶ προσηκόντων κατεφρόνει, τὰ δὲ δουλικὰ ἐθαύμαζεν, οὐχ ὡς ταπεινόφρονα αὐτὸν ἐπῃνέσαμεν ἂν, ἀλλ᾽ ὡς ἀγεννῆ καὶ δουλικὸν ἐκακίζομεν· ἐθαυμάσαμεν δ᾽ ἂν καταφρονοῦντα ἐκείνων, καὶ τῶν πατρικῶν πολὺν ποιούμενον λόγον. Ἀπονοίας γάρ ἐστι τὸ τῶν ὁμοδούλων ἑαυτὸν νομίζειν εἶναι βελτίω· τὸ μέντοι τὴν οὖσαν περὶ τῶν πραγμάτων φέρειν ψῆφον, οὐχὶ ἀλαζονείας, ἀλλὰ φιλοσοφίας ἐστί.

βʹ. Διὰ τοῦτο καὶ ὁ Παῦλος οὐχ ἑαυτὸν ἐπαίρων, ἀλλ᾽ ἑτέρους ταπεινῶν καὶ ἐξανισταμένους καταστέλλων καὶ πείθων μετριάζειν, ἔλεγεν· Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ᾽ ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας. Ὁρᾷς πῶς κἀκείνους ἐθεράπευσεν;

Ὁ γὰρ ἀκούσας, ὅτι πάντων ὁμοίως καταφρονεῖ, καὶ ὑπ᾽ οὐδενὸς ἀξιοῖ κρίνεσθαι, οὐκέτι λοιπὸν ἀλγήσει, ὡς μόνος αὐτὸς ἐκβεβλημένος. Εἰ γὰρ εἶπεν, Ὑφ᾽ ὑμῶν, μόνον, καὶ ἐσίγησεν, ἱκανὸν ἴσως αὐτοὺς τοῦτο δακεῖν ὡς καταφρονηθέντας ἦν· νυνὶ δὲ τῷ ἐπαγαγεῖν, Οὐδὲ ἀνθρωπίνης ἡμέρας, παραμυθίαν ἐκόμισε τῇ πληγῇ, κοινωνοὺς αὐτοῖς δοὺς τῆς καταφρονήσεως. Ἀλλὰ καὶ αὐτὸ τοῦτο θεραπεύει πάλιν εἰπών· Ἀλλ᾽ οὐδὲ ἐμαυτὸν ἀνακρίνω.

Ὅρα πῶς οὐκ ἔστιν ἀπονοίας τὸ εἰρημένον· οὐδὲ γὰρ ἑαυτὸν ἀρκεῖν φησι πρὸς τὴν τοιαύτην ἀκρίβειαν. Εἶτα, ἐπειδὴ καὶ τοῦτο σφόδρα ἐπαιρο[υ]μένου ἐδόκει εἶναι τὸ ῥῆμα, καὶ αὐτὸ διωρθώσατο εἰπών· Ἀλλ᾽ οὐκ ἐν τούτῳ δεδικαίωμαι. Τί οὖν, οὐ χρὴ δικάζειν ἑαυτοῖς καὶ τοῖς ἁμαρτήμασι; Καὶ σφόδρα μὲν οὖν χρὴ τοῦτο ποιεῖν, ὅταν ἁμαρτάνωμεν· ἀλλὰ Παῦλος τοῦτο οὐκ εἶπεν· Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, φησί. Ποῖον οὖν ἔμελλε κρίνειν ἁμάρτημα, μηδὲν ἑαυτῷ συνειδώς; Ὁ δὲ οὔ φησι δεδικαιῶσθαι. Οἱ οὖν μυρίων τραυμάτων τὸ συνειδὸς ἐμπεπλησμένον ἔχοντες, καὶ μηδὲν συνειδότες ἑαυτοῖς ἀγαθὸν, ἀλλὰ πᾶν τοὐναντίον, τί ἂν εἴποιμεν; Καὶ τί δήποτε, εἰ μηδὲν ἑαυτῷ σύνοιδεν, οὐ δεδικαίωται; Ὅτι συνέβαινεν ἡμαρτῆσθαι μὲν αὐτῷ τινα ἁμαρτήματα, μὴ μὴν αὐτὸν εἰδέναι ταῦτα ἁμαρτήματα. Ἐντεῦθεν λογίζου πόση τῆς μελλούσης κρίσεως ἡ ἀκρίβεια. Οὐ τοίνυν ὡς ἄληπτον ἑαυτὸν νομίζων, οὕτως ἀνάξιον ἑαυτοῦ εἶναι τὸ κρίνεσθαι παρ᾽ ἐκείνων φησὶν, ἀλλ᾽ ἐπιστομίζων τοὺς ἀλόγως ταῦτα ποιοῦντας. Ἑτέρωθι γοῦν οὐδὲ φανερῶν ὄντων τῶν ἁμαρτημάτων, ἐπιτρέπει κρίνειν ἑτέροις, ἐπειδὴ ὁ καιρὸς τοῦτο ἀπῄτει.

Τί γὰρ κρίνεις τὸν ἀδελφόν σου; φησίν· ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; Οὐ γὰρ τοῦτο ἐπετάγης, ἄνθρωπε, κρίνειν ἑτέρους, ἀλλὰ τὰ σαυτοῦ δοκιμάζειν. Τί τοίνυν τοῦ Δεσπότου τὴν τάξιν ἁρπάζεις; ἐκείνου τὸ κρίνειν ἐστὶν, οὐχὶ σόν. Διὸ καὶ ἐπήγαγεν· Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ. Τί οὖν, οὐ χρὴ τοὺς διδασκάλους τοῦτο ποιεῖν; Χρὴ μὲν ἐπὶ τῶν φανερῶν ἁμαρτημάτων καὶ ὡμολογημένων, καὶ τοῦτο μετὰ τοῦ προσήκοντος καιροῦ, καὶ τότε δὲ ἀλγοῦντας καὶ δακνομένους, καὶ οὐχ, ὡς οὗτοι τότε ἐποίουν, ἀπὸ κενοδοξίας καὶ ἀπονοίας. Καὶ γὰρ καὶ ἐνταῦθα οὐ περὶ τῶν ὡμολογημένων ἁμαρτημάτων φησὶν, ἀλλὰ περὶ τοῦ τὸν δεῖνα τοῦ δεῖνος προτιθέναι, καὶ συγκρίσεις ποιεῖσθαι βίων. Ταῦτα γὰρ αὐτὸς μόνος οἶδε κρίνειν μετὰ ἀκριβείας, ὁ μέλλων ἡμῶν τὰ ἀπόῤῥητα κρίνειν, ποῖα μὲν μείζονος, ποῖα δὲ ἐλάττονος κολάσεώς ἐστιν ἄξια καὶ τιμῆς· ἡμεῖς δὲ κατὰ τὸ παραστὰν ταῦτα πράττομεν. Εἰ γὰρ ἐν οἷς αὐτὸς ἥμαρτον, φησὶν, οὐδὲν οἶδα σαφῶς, πῶς ἄξιος ἂν εἴην ὑπὲρ ἑτέρων φέρειν ψῆφον; πῶς δὲ, ὁ τὰ ἐμαυτοῦ μετὰ ἀκριβείας μὴ ἐπιστάμενος, τὰ ἄλλων δυνήσομαι κρίνειν; Εἰ δὲ Παῦλος τοῦτο ἔπασχε, πολλῷ μᾶλλον ἡμεῖς.

Καὶ γὰρ ταῦτα ἔλεγεν, οὐχ ἵνα δείξῃ ἑαυτὸν ἄληπτον, ἀλλ᾽ ἵνα δείξῃ, ὅτι εἰ καὶ τοιοῦτος εἴη τις παρ᾽ αὐτοῖς μηδὲν ἡμαρτηκὼς, οὐδ᾽ οὗτος ἄξιος ἂν εἴη τοὺς ἑτέρων κρίνειν βίους· καὶ ὅτι εἰ οὗτος ὁ μηδὲν ἑαυτῷ συνειδὼς ὑπεύθυνος εἶναί φησι, πολλῷ μᾶλλον ἐκεῖνοι οἱ μυρία ἑαυτοῖς συνειδότες.

Οὕτω τοίνυν ἐπιστομίσας τοὺς τὰς τοιαύτας ποιουμένους κρίσεις, ὠδίνει λοιπὸν ἀποῤῥήξας τὸν θυμὸν ἐπὶ τὸν πεπορνευκότα ἐλθεῖν· καὶ καθάπερ χειμῶνος ἐπιόντος νέφη τινὰ ζοφώδη προτρέχει, εἶτα ἐπειδὰν ὁ τῶν βροντῶν πάταγος γένηται καὶ τὸν οὐρανὸν ἐργάσηται νέφος ἓν, τότε ἀθρόον ἐπὶ τὴν γῆν καταῤῥήγνυται ὁ ὑετός· οὕτω καὶ τότε συνέβαινε. Καὶ γὰρ ἔχων μετὰ πολλῆς ἀγανακτήσεως χρήσασθαι τῷ πεπορνευκότι, τοῦτο οὐ ποιεῖ, ἀλλὰ φοβεροῖς ῥήμασι καταστέλλει πρότερον τὸ φύσημα τοῦ ἀνδρός· ἐπειδὴ καὶ διπλοῦν ἁμάρτημα ἦν τὸ συμβὰν, πορνεία, καὶ πορνείας χεῖρον, τὸ μὴ πενθεῖν ὑπὲρ τοῦ πλημμεληθέντος. Οὐ γὰρ οὕτω τὸν ἡμαρτηκότα πενθεῖ, ὡς τὸν ἡμαρτηκότα, καὶ μὴ μετανοοῦντα.

Πενθήσω γὰρ πολλοὺς, φησὶν, οὐχὶ τῶν προημαρτηκότων ἁπλῶς, ἀλλὰ τῶν μὴ μετανοησάντων ἐπὶ τῇ ἀσελγείᾳ καὶ ἀκαθαρσίᾳ ᾗ ἔπραξαν. Ὁ γὰρ μετὰ τὸ ἁμαρτεῖν μετανοίᾳ κεχρημένος, οὐ πένθους, ἀλλὰ μακαρισμῶν ἐστιν ἄξιος, ἐπὶ τὸν τῶν δικαίων χορὸν μεταστάς. Λέγε γὰρ σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. Εἰ δὲ μετὰ τὸ ἁμαρτεῖν ἀναισχυντεῖ, οὐχ οὕτως ἐπὶ τῷ πεσεῖν ἐστιν ἐλεεινὸς, ὡς ἐπὶ τῷ κεῖσθαι πεσών.

γʹ. Εἰ δὲ τὸ μὴ μετανοεῖν ἐπὶ ἁμαρτήμασι, χαλεπὸν, τὸ καὶ πεφυσιῶσθαι ἐπὶ τοῖς ἁμαρτήμασι, ποίας κολάσεώς ἐστιν ἄξιον! Εἰ γὰρ ὁ ἐπὶ τοῖς κατορθώμασιν ἐπαιρόμενος, ἀκάθαρτός ἐστιν, ὁ ἐπὶ ἁμαρτήμασι τοῦτο πάσχων, ποίας τεύξεται συγγνώμης; Ἐπεὶ οὖν τοιοῦτος ἦν ὁ πεπορνευκὼς, καὶ τὴν ψυχὴν οὕτως ἰταμὴν καὶ δυσένδοτον εἰργάσατο διὰ τῆς ἁμαρτίας, ἀναγκαίως αὐτοῦ προκαταβάλλει τὸν τῦφον.

Καὶ οὔτε πρῶτον τίθησι τὸ ἔγκλημα, ὥστε μὴ ἀπαναισχυντῆσαι αὐτὸν, ὡς πρὸ τῶν ἄλλων ἐγκαλούμενον· οὔτε δὲ ὕστερον, ὥστε αὐτὸν μὴ νομίσαι πάρεργον εἶναι τὸ κατ᾽ αὐτόν· ἀλλὰ πρότερον πολὺν αὐτῷ φόβον ἐνθεὶς ἐκ τῆς πρὸς ἑτέρους παῤῥησίας, τότε ἐπ᾽ αὐτὸν χωρεῖ, ἐν τῇ πρὸς ἑτέρους ἐπιτιμήσει προκατασείων αὐτοῦ τὴν ἀπόνοιαν. Αὐτὰ γὰρ ταῦτα τὰ ῥήματα τὸ, Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ᾽ οὐκ ἐν τούτῳ δεδικαίωμαι· καὶ τὸ, Ὁ κρίνων με, Κύριός ἐστιν, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, οὐχ ὡς ἔτυχε κἀκείνου καὶ τῶν ἐκείνῳ μὲν συγκροτούντων, τοὺς δὲ ἁγίους ἐξουθενούντων, καθάπτεται. Τί γὰρ, φησὶν, εἰ ἔξωθεν ἐνάρετοι φαίνονταί τινες καὶ θαυμαστοί;

Οὐ τῶν ἔξωθεν κριτής ἐστι μόνον ἐκεῖνος ὁ δικαστὴς, ἀλλὰ καὶ τὰ ἀπόῤῥητα εἰς μέσον ἄγει. Δύο τοίνυν ἕνεκεν, μᾶλλον δὲ καὶ τριῶν, οὐκ ἔστιν ἡμῶν ἡ κρίσις ἀκριβής· ἑνὸς μὲν, ὅτι κἂν μηδὲν ὦμεν ἑαυτοῖς συνειδότες, ὅμως δεόμεθα τοῦ τὰ ἁμαρτήματα ἡμῶν ἐλέγχοντος μετὰ ἀκριβείας· ἑτέρου δὲ, ὅτι τὰ πλείονα τῶν γινομένων ἡμᾶς λανθάνει καὶ κρύπτεται· καὶ τρίτου πρὸς τούτοις, ὅτι πολλὰ τῶν γενομένων παρ᾽ ἑτέρων δοκεῖ μὲν ἡμῖν καλὰ, οὐκ ἀπὸ ὀρθῆς δὲ γίνεται γνώμης. Τί τοίνυν φατὲ, ὅτι οὐδὲν ἡμάρτηται τῷ δεῖνι καὶ τῷ δεῖνι, καὶ ὁ δεῖνα τοῦ δεῖνος βελτίων; Τοῦτο γὰρ οὐκ ἔστιν ἀποφήνασθαι, οὐδὲ περὶ τοῦ μηδὲν ἑαυτῷ συνειδότος· ὁ γὰρ τὰ ἀπόῤῥητα κρίνων, ἐκεῖνός ἐστιν ὁ μετὰ ἀκριβείας δικάζων. Ἰδοὺ γοῦν, οὐδὲ ἐγώ τι ἐμαυτῷ σύνοιδα· ἀλλ᾽ οὐδὲ οὕτω δεδικαίωμαι· τουτέστιν, οὐκ ἀπήλλαγμαι τῶν εὐθυνῶν οὐδὲ τῶν ἐγκλημάτων. Οὐ γὰρ τοῦτό φησιν, ὅτι Οὐκ ἐν τοῖς δικαίοις τέταγμαι, ἀλλ᾽ ὅτι Οὐκ εἰμὶ καθαρὸς ἀπὸ ἁμαρτίας. Καὶ γὰρ ἀλλαχοῦ φησιν· Ὁ δὲ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας· τουτέστιν, ἀπήλλακται. Πολλὰ δὲ καὶ πράττομεν ἀγαθὰ μὲν, οὐκ ἀπὸ ὀρθῆς δὲ γνώμης.

Καὶ γὰρ ἐπαινοῦμεν πολλοὺς, οὐκ ἐκείνους ποιῆσαι λαμπροὺς βουλόμενοι, ἀλλ᾽ ἑτέρους δι᾽ ἐκείνων δάκνειν. Καὶ τὸ μὲν γινόμενον, καλὸν (ἐπαινεῖται γὰρ ὁ κατορθῶν), ἡ δὲ διάνοια διεφθαρμένη· ἀπὸ σατανικῆς γὰρ γίνεται γνώμης. Οὐ γὰρ τῷ ἀδελφῷ συγχαίρων, ἀλλὰ τὸν ἕτερον βαλεῖν ἐπιθυμῶν, τοῦτο πολλάκις πεποίηκέ τις. Πάλιν, ἥμαρτέ τις ἁμαρτίαν μεγάλην· ἕτερός τις αὐτὸν ὑποσκελίσαι βουλόμενος, οὐδέν φησιν εἰργάσθαι, καὶ παραμυθεῖται δῆθεν αὐτὸν ἁμαρτάνοντα, ἐπὶ τὸ κοινὸν τῆς φύσεως καταφεύγων· ἀλλ᾽ οὐ συγγνῶναι πολλάκις, ἀλλὰ ῥᾳθυμότερον ἐργάσασθαι βουλόμενος, τοῦτο ποιεῖ. Πάλιν ἐπιπλήττει πολλάκις, οὐχ ὥστε ἐλέγξαι καὶ νουθετῆσαι, ἀλλ᾽ ὥστε ἐκπομπεῦσαι καὶ ἐκτραγῳδῆσαι τῷ πλησίον τὴν ἁμαρτίαν. Τὰς δὲ βουλὰς αὐτὰς ἄνθρωποι μὲν οὐκ ἴσασιν, ὁ δὲ τὰς καρδίας ἐρευνῶν ἀκριβῶς ἐπίσταται, καὶ εἰς μέσον ἄξει πάντα τότε ἐκεῖνα. Διὸ καὶ ἔλεγεν· Ὃς φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν.

Ὅταν οὖν καὶ ἐν τῷ μηδὲν ἑαυτοῖς συνειδέναι μὴ δυνώμεθα ἐγκλημάτων εἶναι καθαροὶ, καὶ ἐν οἷς ἀγαθόν τι πράττομεν, οὐκ ἀπὸ ὀρθῆς δὲ γνώμης πράττομεν, τιμωρίας ὦμεν ὑπεύθυνοι, ἐννόησον πόση παρὰ ἀνθρώποις ἀπάτη περὶ τὰς κρίσεις. Πάντα γὰρ ταῦτα ἀνθρώποις μὲν οὐκ ἔστιν ἐφικτὰ, τῷ δὲ ἀκοιμήτῳ μόνῳ ὀφθαλμῷ· κἂν ἀνθρώπους ἀπατήσωμεν, ἐκεῖνον οὐδέποτε παραλογισόμεθα. Μὴ τοίνυν λέγε· Σκότος κύκλῳ μου καὶ τοῖχοι· τίς με ὁρᾷ; ὁ γὰρ πλάσας καταμόνας τὰς καρδίας ἡμῶν, αὐτὸς πάντα ἐπίσταται, ὅτι σκότος οὐ σκοτισθήσεται παρ᾽ αὐτῷ. Καλῶς δέ φησιν ὁ ἁμαρτάνων, ὅτι Σκότος κύκλῳ μου καὶ τοῖχοι. Εἰ μὴ γὰρ σκότος ἦν ἐν τῇ διανοίᾳ, οὐκ ἂν τὸν φόβον τοῦ Θεοῦ ἐκβαλὼν, μετὰ ἀδείας ἔπραττεν.

Ἂν γὰρ μὴ πρότερον σκοτισθῇ τὸ ἡγεμονικὸν, ἐπεισελθεῖν ἡ ἁμαρτία μετὰ ἀδείας οὐ δύναται. Μὴ τοίνυν λέγε· Τίς με ὁρᾷ; ἔστι γὰρ ὁ διικνούμενος μέχρι ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν· ἀλλὰ σὺ σαυτὸν οὐχ ὁρᾷς, οὐδὲ διατέμνειν δύνασαι τὸ νέφος, ἀλλ᾽ ὥσπερ τειχίον πάντοθεν ἔχων περικείμενον, οὕτως ἀναβλέψαι πρὸς τὸν οὐρανὸν οὐκ ἔχεις.

δʹ. Ποίαν γὰρ βούλει πρότερον ἁμαρτίαν ἐξετάσωμεν; καὶ ὄψει οὕτω γινομένην αὐτήν. Καθάπερ γὰρ λῃσταὶ καὶ τοιχωρύκται, ἐπειδάν τι τῶν τιμίων λαβεῖν θελήσωσι, τὸν λύχνον κατασβέσαντες τοῦτο πράττουσιν· οὕτω καὶ ἐπὶ τῶν ἁμαρτανόντων ὁ διεφθαρμένος ποιεῖ λογισμός. Καὶ γὰρ καὶ ἐν ἡμῖν ἐστι φῶς τὸ λογικὸν διόλου καιόμενον. Ἂν δὲ τὸ πνεῦμα τῆς πορνείας σφοδρῶς ἐπελθὸν μετὰ πολλῆς τῆς ῥύμης κατασβέσῃ τὴν φλόγα ἐκείνην, ἐσκότισεν εὐθέως τὴν ψυχὴν καὶ κατηγωνίσατο, καὶ πάντα ἐσύλησεν εὐθέως τὰ ἐναποκείμενα.

Ὅταν γὰρ ὑπὸ ἀσελγοῦς ἐπιθυμίας ἁλῷ ἡ ψυχὴ, καθάπερ νέφος καὶ ἀχλὺς τοὺς τοῦ σώματος ὀφθαλμοὺς, οὕτω τῆς διανοίας τὸ προορατικὸν προκαταλαβοῦσα ἐκείνη, οὐδένα ἀφίησιν ἰδεῖν περαιτέρω, οὐ κρημνὸν, οὐ γέενναν, οὐ φόβον, ἀλλ᾽ ὑπὸ τῆς ἐπιβουλῆς ἐκείνης τυραννηθεῖσα λοιπὸν, εὐκαταγώνιστος ὑπὸ τῆς ἁμαρτίας γίνεται· καὶ καθάπερ τοῖχος ἀθυρίδωτος πρὸ τῶν ὀφθαλμῶν ἐγερθεὶς, οὐκ ἀφίησι τὴν ἀκτῖνα τῆς δικαιοσύνης ἐλλάμψαι τῇ διανοίᾳ, τῶν λογισμῶν τῶν ἀτόπων τῆς ἐπιθυμίας πάντοθεν αὐτὴν ἐπιτειχισάντων· καὶ ἀπαντᾷ αὐτῷ τότε λοιπὸν ἡ πορνευομένη γυνὴ, πρὸ τῶν ὀφθαλμῶν, πρὸ τῆς διανοίας, πρὸ τῶν λογισμῶν ἑστῶσα καὶ φαινομένη· καὶ ὥσπερ οἱ πεπηρωμένοι, κἂν ἐν σταθερᾷ μεσημβρίᾳ ὑπ᾽ αὐτοῦ τοῦ οὐρανοῦ τὸ μέσον ἑστηκότες ὦσιν, οὐ παραδέχονται τὸ φῶς, ἐγκεκλεισμένων αὐτοῖς τῶν ὀμμάτων· οὕτω δὴ καὶ οὗτοι, κἂν μυρία πάντοθεν αὐτοῖς ἐνηχῇ σωτήρια δόγματα, τῷ πάθει τούτῳ προκατειλημμένοι τὴν ψυχὴν, πᾶσι τοῖς τοιούτοις λόγοις ἀποφράττουσι τὴν ἀκοήν. Καὶ ἴσασιν οἱ τὴν πεῖραν εἰληφότες καλῶς. Ἀλλ᾽ ὑμᾶς μὴ γένοιτο ἀπὸ τῆς πείρας αὐτῆς εἰδέναι. Οὐχ αὕτη δὲ μόνον ἡ ἁμαρτία ταῦτα ποιεῖ, ἀλλὰ καὶ πᾶς ἔρως ἄτοπος.

Μεταθῶμεν γὰρ, εἰ δοκεῖ, τὸν λόγον ἀπὸ τῆς πορνευομένης γυναικὸς ἐπὶ τὰ χρήματα, καὶ θεασόμεθα καὶ ἐνταῦθα πυκνὸν σκότος καὶ συνεχές. Ἐκεῖ μὲν γὰρ, ἅτε μιᾶς οὔσης τῆς ἐρωμένης καὶ εἰς ἕνα τόπον ἀποκεκλεισμένης, οὐχ οὕτω σφοδρὸν τὸ πάθος· ἐπὶ δὲ τῶν χρημάτων ἁπανταχοῦ φαινομένων, ἐν ἀργυροκοπείοις, ἐν πανδοχείοις, ἐν χρυσοχοείοις, ἐν ταῖς τῶν πλουτούντων οἰκίαις, σφοδρῶς ὁ ἔρως πνεῖ. Ὅταν γὰρ παῖδας σοβοῦντας ἐπὶ τῆς ἀγορᾶς, ἵππους χρυσοφοροῦντας, ἀνθρώπους καλλωπιζομένους πολυτελέσιν ἐσθήμασιν ἴδῃ μετ᾽ ἐπιθυμίας ὁ νοσῶν, πολὺς ὁ σκότος καταχεῖται. Καὶ τί δεῖ λέγειν οἰκίας καὶ ἀργυροκοπεῖα;

Ἐγὼ γὰρ οἶμαι τοὺς τοιούτους, κἂν ἐπὶ τῆς γραφῆς ἴδωσι καὶ τῆς εἰκόνος τὸν πλοῦτον, σπαράττεσθαι καὶ ἀγριαίνειν καὶ λυττᾷν· ὥστε πάντοθεν αὐτοῖς τὸ σκότος συνάγεται. Κἂν γὰρ εἰς εἰκόνα βλέψωσι βασιλικὴν, οὐ θαυμάζουσι τῶν λίθων τὸ κάλλος οὐδὲ τὸν χρυσὸν οὐδὲ τὸ ἁλουργὲς ἱμάτιον, ἀλλὰ τήκονται.

Καὶ καθάπερ ὁ δύσερως ἐκεῖνος, κἂν εἰκόνα θεάσηται τῆς ἐρωμένης γυναικὸς, προσήλωται τῷ ἀψύχῳ· οὕτω καὶ οὗτος ἄψυχον ὁρῶν εἰκόνα τοῦ πλούτου, τὸ αὐτὸ πάσχει μειζόνως, ἅτε τυραννικωτέρῳ κατεχόμενος πάθει· καὶ χρὴ λοιπὸν ἢ μένειν ἐπὶ τῆς οἰκίας, ἢ ἐμβαλόντα ἐπὶ τῆς ἀγορᾶς, μυρίας λαβόντα πληγὰς ἀναχωρεῖν οἴκαδε· πολλὰ γὰρ τὰ λυποῦντα αὐτοῦ τοὺς ὀφθαλμούς. Καὶ καθάπερ ἐκεῖνος οὐδὲν ἕτερον ἢ τὴν γυναῖκα ὁρᾷ, οὕτω καὶ οὗτος πένητας μὲν καὶ τὰ ἄλλα πάντα παρατρέχει, ἵνα μηδὲ παραμυθίαν λάβῃ· πρὸς δὲ τοὺς εὐπόρους ἐνατενίζει τοὺς ὀφθαλμοὺς, πολὺν καὶ σφοδρὸν ἀπὸ τῆς ἐκείνων ὄψεως εἰς τὴν ἑαυτοῦ ψυχὴν εἰσάγων τὸ πῦρ. Πῦρ γάρ ἐστι χαλεπῶς κατεσθίον τὸν ἐμπεσόντα, καὶ εἰ μὴ γέεννα ἠπείλητο μηδὲ κόλασις, αὐτὰ τὰ παρόντα κόλασις ἦν, τὸ διηνεκῶς βασανίζεσθαι καὶ μηδέποτε πέρας εὑρίσκειν τοῦ νοσήματος. Καὶ ἤρκει καὶ ταῦτα μόνα πεῖσαι φυγεῖν τὴν ἀῤῥωστίαν· ἀλλ᾽ οὐδὲν ἀνοίας χεῖρον, ἣ καὶ τοῖς ἀθυμίαν φέρουσι πράγμασι καὶ κέρδος οὐδὲν προσηλῶσθαι παρασκευάζει. Διὸ παρακαλῶ ἀρχόμενον ἐκκόπτειν τὸ πάθος.

Καθάπερ γὰρ πυρετὸς παρὰ μὲν τὴν ἀρχὴν προσβαλὼν, οὐ σφόδρα φλέγει τῇ δίψῃ τοὺς κάμνοντας, ἐπιδοὺς δὲ καὶ τὴν φλόγα ἐπάρας, ἀνίατα διψᾷν παρασκευάζει λοιπόν· κἂν παράσχῃ τις αὐτοῖς ἐμφορηθῆναι τοῦ πόματος, οὗ σβέννυσιν, ἀλλ᾽ ἐκκαίει τὴν κάμινον· οὕτω καὶ ἐπὶ τούτου συμβαίνει τοῦ πάθους· ἂν παρὰ τὴν ἀρχὴν εἰσελαῦνον εἰς τὴν ψυχὴν τὴν ἡμετέραν μὴ κωλύσωμεν μηδὲ ἀποκλείσωμεν τὰς θύρας, εἰσελθὸν λοιπὸν ἀνίατον ἐργάζεται τοῖς δεξαμένοις τὸ νόσημα. Καὶ γὰρ καὶ τὰ καλὰ καὶ τὰ κακὰ ὅταν ἐπιπλεῖον ἡμῖν ἐνδιατρίψῃ, δυνατώτερα γίνεται.

εʹ. Καὶ ἐπὶ πάντων δὲ τῶν ἄλλων τοῦτο συμβαῖνον ἴδοι τις ἄν. Καὶ γὰρ φυτὸν ἄρτι μὲν ἐντεθὲν ἐπὶ τῆς γῆς, εὐκόλως ἀνασπᾶται· χρόνῳ δὲ πολλῷ ῥιζωθὲν, οὐκέτι, ἀλλὰ πολλῆς δεῖται τῆς μοχλείας· καὶ οἰκοδομὴ νεοπαγὴς μὲν οὖσα, περιτρέπεται εὐκόλως ὑπὸ τῶν ἐνοχλούντων· παγεῖσα δὲ καλῶς, πολλὰ παρέχει τοῖς καθαιρεῖν ἐπιχειροῦσι τὰ πράγματα· καὶ θηρίον τόποις ἐμφιλοχωρῆσαν πολλῷ χρόνῳ δυσκόλως ἐλαύνεται.

Τοῖς μὲν οὖν οὐδέπω κατασχεθεῖσιν ὑπὸ τοῦ πάθους παρακαλῶ μὴ ἁλῶναι· εὐκολώτερον γὰρ φυλάξασθαι μὴ ἐμπεσεῖν, ἢ ἐμπεσόντας ἀποστῆναι. Τοῖς δὲ κατασχεθεῖσι καὶ κατεῤῥαγμένοις, ἐὰν θελήσωσιν ἐπιδοῦναι ἑαυτοὺς ἰατρῷ τῷ λόγῳ, πολλὴν ἐπαγγέλλομαι σωτηρίας ἐλπίδα τῇ τοῦ Θεοῦ χάριτι.

Ἂν γὰρ τοὺς παθόντας καὶ περιπεσόντας τῷ νοσήματι, καὶ ἀνενεγκόντας ἐννοήσωσι, χρηστὰς ἕξουσιν ἐλπίδας ὑπὲρ τῆς τοῦ νοσήματος ἀπαλλαγῆς. Τίς οὖν περιέπεσε τῷ νοσήματι τούτῳ, καὶ ἀπηλλάγη ῥᾳδίως; Ὁ Ζακχαῖος ἐκεῖνος. Τί γὰρ τελώνου μᾶλλον φιλοχρήματον γένοιτ᾽ ἄν; Ἀλλ᾽ ἀθρόον ἐγένετο φιλόσοφος, καὶ πᾶσαν ἔσβεσε τὴν πυράν. Ὁ Ματθαῖος ὁμοίως· καὶ γὰρ καὶ οὗτος τελώνης ἦν, ἐν ἁρπαγῇ διηνεκεῖ ζῶν. Ἀλλὰ καὶ οὗτος ἀθρόον ἀπεδύσατο τὴν βλάβην, καὶ τὸ δίψος ἔσβεσε, καὶ πραγματείαν μετῆλθε πνευματικήν. Τούτους τοίνυν καὶ τοὺς κατ᾽ αὐτοὺς ἐννοῶν, μηδὲ σὺ ἀπογνῷς. Ἂν γὰρ θέλῃς, δυνήσῃ ταχέως ἀνενεγκεῖν. Καὶ εἰ βούλει, κατὰ τὸν τῶν ἰατρῶν νόμον καὶ τὰ πρακτέα σοι μετὰ ἀκριβείας ὑπαγορεύσομεν.

Δεῖ τοίνυν πρὸ τῶν ἄλλων ἁπάντων ἐκεῖνο κατορθοῦν, τὸ μὴ ἀπογινώσκειν μηδὲ ἀπελπίζειν ἑαυτῶν τὴν σωτηρίαν· μετὰ τοῦτο μὴ τὰ τῶν κατωρθωκότων παραδείγματα μόνον, ἀλλὰ καὶ τὰ τῶν ἐναπομεινάντων παθήματα ἐνορᾷν. Ὥσπερ γὰρ ἐνενοήσαμεν τὸν Ζακχαῖον καὶ τὸν Ματθαῖον, οὕτω δὴ καὶ τὸν Ἰούδαν λογίσασθαι χρὴ, καὶ τὸν Γιεζῆ, καὶ τὸν Ἄχαρ, καὶ τὸν Ἀχαὰβ, καὶ τὸν Ἀνανίαν, καὶ τὴν Σάπφειραν· ἵνα δι᾽ ἐκείνων μὲν τὴν ἀπόγνωσιν ἐκβάλωμεν, διὰ τούτων δὲ τὴν ῥᾳθυμίαν ἐκκόψωμεν, μηδὲ ὑπτία γένηται ἡ ψυχὴ πρὸς τὴν τῶν ὑπαγορευομένων παραίνεσιν· καὶ παιδεύσωμεν ἑαυτοὺς λέγειν, ἃ τότε τῷ Πέτρῳ προσελθόντες ἔλεγον οἱ Ἰουδαῖοι· Τί δεῖ ποιεῖν ἵνα σωθῶμεν; καὶ ἀκουέτωσαν ἃ χρὴ ποιεῖν.

Τί οὖν χρὴ ποιεῖν; Εἰδέναι τὴν εὐτέλειαν τῶν πραγμάτων, καὶ πῶς δραπέτης οἰκέτης καὶ ἀγνώμων ἐστὶν ὁ πλοῦτος, καὶ μυρίοις περιβάλλει κακοῖς τοὺς ἔχοντας· καὶ τὰ τοιαῦτα αὐτοῖς συνεχῶς ἐπᾴδωμεν ῥήματα. Καὶ καθάπερ ἰατροὶ τοὺς κάμνοντας ψυχρὸν αἰτοῦντας παραμυθοῦνται, παρέχειν λέγοντες, καὶ πηγὴν προφασιζόμενοι καὶ ἄγγος καὶ καιρὸν καὶ πολλὰ τοιαῦτα (ἂν γὰρ ἀθρόον ἀνανεύσωσιν, ὑπὸ τῆς μανίας αὐτοὺς ἀγριοῦσθαι παρασκευάζουσι)· οὕτω δὴ καὶ ἡμεῖς πρὸς τοὺς φιλοχρημάτους ποιῶμεν· καὶ ὅταν λέγωσιν, ὅτι Πλουτῆσαι βουλόμεθα, μὴ λέγωμεν εὐθέως, ὅτι κακὸν ὁ πλοῦτος, ἀλλὰ συνθώμεθα, καὶ εἴπωμεν, ὅτι καὶ ἡμεῖς τοῦτο βουλόμεθα, ἀλλ᾽ ἐν καιρῷ τῷ προσήκοντι, ἀλλὰ πλοῦτον ἀληθῆ, ἀλλὰ τὸν ἡδονὴν ἔχοντα ἀθάνατον, ἀλλὰ τὸν σοὶ συλλεγόμενον, καὶ μὴ ἑτέροις, πολλάκις δὲ καὶ ἐχθροῖς· καὶ τοὺς περὶ φιλοσοφίας λόγους εἰς μέσον ἄγωμεν, καὶ λέγωμεν, ὅτι Οὐ κελεύομεν μὴ πλουτεῖν, ἀλλὰ κακῶς μὴ πλουτεῖν· ἔξεστι γὰρ πλουτεῖν, ἀλλὰ χωρὶς πλεονεξίας, χωρὶς ἁρπαγῆς καὶ βίας καὶ τοῦ παρὰ πάντων ἀκούειν κακῶς. Καὶ τούτοις αὐτοὺς προλεαίνοντες τοῖς λόγοις, μηδέπω περὶ γεέννης διαλεγώμεθα· οὐ γὰρ ἀνέχεται ὁ κάμνων εὐθέως τῶν τοιούτων ῥημάτων. Διόπερ ἀπὸ τῶν παρόντων ἅπαντας τοὺς περὶ τούτων ποιώμεθα λόγους, καὶ λέγωμεν Τί βούλει ἀπὸ πλεονεξίας πλουτεῖν;

ἵνα ἑτέροις μὲν τὸ χρυσίον ἀποκέηται καὶ τὸ ἀργύριον, σοὶ δὲ ἀραὶ καὶ κατηγορίαι μυρίαι; καὶ ὁ ἀποστερηθεὶς ὑπὸ τῆς τῶν ἀναγκαίων δάκνηται χρείας, καὶ ὀλοφύρηται, καὶ μυρίους ἐφέλκηταί σοι κατηγόρους, καὶ τῆς ἑσπέρας καταλαβούσης περιίῃ τὴν ἀγορὰν, ἐν τοῖς στενωποῖς ἐντυγχάνων πᾶσι, καὶ διαπορούμενος καὶ οὐδὲ ὑπὲρ τῆς νυκτὸς θαῤῥεῖν ἔχων; Πῶς γὰρ ἂν καθευδήσειε λοιπὸν, ὑπὸ τῆς γαστρὸς δακνόμενος, ἀγρυπνῶν, λιμῷ πολιορκούμενος, πάγου πολλάκις ὄντος καὶ ὑετοῦ καταφερομένου; Καὶ σὺ μὲν ἐκ βαλανείου λελουμένος ἐπανέρχῃ, μαλακοῖς θαλπόμενος ἱματίοις, γεγηθὼς καὶ χαίρων, καὶ ἐπὶ δεῖπνον ἕτοιμον τρέχων πολυτελές· ἐκεῖνος δὲ πανταχοῦ κατὰ τὴν ἀγορὰν ὑπὸ τοῦ κρυμοῦ καὶ τοῦ λιμοῦ συνεχῶς ἐλαυνόμενος, περιέρχεται συγκεκυφὼς καὶ χεῖρας προτείνων· καὶ οὐδὲ θαῤῥῶν ἀδεῶς τῷ ἐμπεπλησμένῳ καὶ ἀναπεπαυμένῳ ῥήματα προσενεγκεῖν ὑπὲρ τῆς ἀναγκαίας τροφῆς, πολλάκις δὲ καὶ ὑβρισθεὶς ἀνεχώρησεν. Ὅταν οὖν ἀνέλθῃς οἴκαδε, ὅταν ἐπὶ τῆς εὐνῆς ἀνακλιθῇς, ὅταν φῶς ᾖ περὶ τὸν οἶκον λαμπρὸν, ὅταν ἑτοίμη καὶ δαψιλὴς ἡ τράπεζα, τότε ἀναμνήσθητι τοῦ ταλαιπώρου καὶ ἀθλίου ἐκείνου, τοῦ περιιόντος κατὰ τοὺς κύνας ἐν τοῖς στενωποῖς καὶ τῷ σκότῳ καὶ τῷ πηλῷ, καίτοι πολλάκις ἐκεῖθεν ἀπιόντος οὐκ εἰς οἰκίαν οὐδὲ πρὸς γυναῖκα, οὐδ᾽ εἰς εὐνὴν, ἀλλ᾽ εἰς στιβάδα χόρτου, καθάπερ τοὺς κύνας ὁρῶμεν δι᾽ ὅλης λυττῶντας νυκτός.

Καὶ σὺ μὲν, κἂν μικράν τινα σταγόνα κατενεχθεῖσαν ἀπὸ τῆς στέγης ἴδῃς, πάντα ἀνατρέπεις τὸν οἶκον, οἰκέτας καλῶν, πάντα κινῶν· ἐκεῖνος δὲ ἐν ῥακίοις καὶ χόρτῳ καὶ πηλῷ κείμενος, ἅπαντα ὑπομένει τὸν κρυμόν.

ϛʹ. Ποῖον οὖν θηρίον τούτοις οὐκ ἂν κατακλασθείη τοῖς πράγμασι; τίς οὕτως ὠμὸς καὶ ἀπάνθρωπος, ὡς μὴ γενέσθαι τούτοις ἥμερος; Ἀλλὰ γὰρ εἰσί τινες, οἳ πρὸς τοσοῦτον ἀπηνείας ἥκουσιν, ὡς καὶ λέγειν ἄξια πάσχειν αὐτούς. Δέον γὰρ ἐλεεῖν καὶ δακρύειν καὶ συνδιαλύειν τὰς συμφορὰς, οἱ δὲ καὶ κατηγοροῦσιν ὠμῶς καὶ ἀπανθρώπως αὐτῶν· οὓς ἡδέως ἂν ἐροίμην· Τίνος ἕνεκεν ἄξια πάσχουσιν, εἰπέ μοι; ὅτι τρέφεσθαι βούλονται καὶ μὴ λιμώττειν; Οὐχὶ, φησὶν, ἀλλ᾽ ὅτι ἀργοῦντες. Σὺ δὲ οὐκ ἀργῶν σπαταλᾷς; τί δὲ, οὐκ ἐργασίαν πολλάκις πάσης ἀργίας χαλεπωτέραν ἐργάζῃ, ἁρπάζων καὶ βιαζόμενος καὶ πλεονεκτῶν; Βέλτιον ἦν, εἰ καὶ σὺ ἤργεις τοιαύτην ἀργίαν· τοῦ γὰρ πλεονεκτεῖν τὸ οὕτως ἀργεῖν βέλτιον.

Νῦν δὲ καὶ ἀλλοτρίαις ἐπεμβαίνεις συμφοραῖς, οὐ μόνον ἀργῶν, οὐδὲ μόνον ἀργίας χαλεπωτέραν ἐργασίαν μετιὼν, ἀλλὰ καὶ κατηγορῶν τῶν δυσημερούντων. Διηγώμεθα δὲ αὐτοῖς καὶ τὰς ἀλλοτρίας συμφορὰς, τὰς ὀρφανίας τὰς ἀώρους, τοὺς τὸ δεσμωτήριον οἰκοῦντας, τοὺς ἐν δικαστηρίοις σπαραττομένους, τοὺς περὶ τὸ ζῇν δεδοικότας, τὰς χηρείας τὰς ἀδοκήτους τῶν γυναικῶν, τὰς ἀθρόους μεταβολὰς τῶν πλουτούντων, καὶ τῷ φόβῳ τούτῳ καταμαλάττωμεν αὐτῶν τὴν διάνοιαν. Ἐν γὰρ τοῖς περὶ ἑτέρων διηγήμασι πείσομεν αὐτοὺς ταῦτα δεδοικέναι πάντως καὶ περὶ ἑαυτῶν. Ὅταν γὰρ ἀκούσωσιν, ὅτι ὁ τοῦ δεῖνος υἱὸς πλεονέκτου καὶ ἅρπαγος ἦν, τοῦ δεῖνος ἡ γυνὴ, τοῦ πολλὰ τυραννικὰ πεποιηκότος, μετὰ τὴν τελευτὴν τοῦ συνοικοῦντος μυρία ὑπέμεινε δεινὰ, τῶν ἀδικηθέντων καὶ τῇ γυναικὶ καὶ τοῖς παιδίοις ἐπιόντων, καὶ κοινοῦ πολέμου πάντοθεν ἠρμένου κατὰ τῆς οἰκίας τῆς ἐκείνου, κἂν πάντων ἀναισθητότερος ᾖ, καὶ αὐτὸς προσδοκῶν τὰ αὐτὰ πείσεσθαι, καὶ ὑπὲρ τῶν ἑαυτοῦ δεδοικὼς μήποτε τὰ αὐτὰ ὑπομείνωσι, σωφρονέστερος ἔσται. Πολλῶν δὲ ἡμῖν τοιούτων διηγημάτων ὁ βίος ἐμπέπλησται, καὶ οὐκ ἀπορήσομεν τῆς τοιαύτης διορθώσεως.

Ὅταν δὲ ταῦτα λέγωμεν, μὴ ὡς παραινοῦντες μηδὲ ὡς συμβουλεύοντες αὐτὰ λέγωμεν, ἵνα μὴ φορτικώτερος γένηται ὁ λόγος, ἀλλ᾽ ὡς ἐν τάξει διηγήματος· καὶ ἐξ ἑτέρας ἀκολουθίας ἐπὶ τὴν τοιαύτην ἀεὶ βαδίζωμεν τὴν διάλεξιν, καὶ συνεχῶς αὐτοὺς εἰς ταῦτα ἐμβάλλωμεν τὰ διηγήματα, μηδὲν ἕτερον συγχωροῦντες λαλεῖν, ἢ ταῦτα· πῶς ἡ τοῦ δεῖνος οἰκία λαμπρὰ καὶ περιφανὴς οὖσα κατέπεσε· πῶς οὕτως ἔρημός ἐστιν, ὡς εἰς ἑτέρων ἐλθεῖν χεῖρας τὰ ἐν αὐτῇ πάντα· πόσα δικαστήρια καθ᾽ ἑκάστην ἡμέραν ὑπὲρ ταύτης συνίστατο τῆς οὐσίας, πόσα πράγματα· πόσοι τῶν οἰκετῶν ἐκείνου, οἱ μὲν ἐπαιτοῦντες, οἱ δὲ τὸ δεσμωτήριον οἰκοῦντες ἀπέθανον· καὶ ταῦτα πάντα ὡς ἐλεοῦντες τὸν ἀπελθόντα λέγωμεν, καὶ ὡς τὰ παρόντα ἐξευτελίζοντες, ἵνα καὶ τῷ φόβῳ καὶ τῷ ἐλέῳ καταμαλάξωμεν τὴν ἀπηνῆ διάνοιαν· καὶ ὅταν συσταλέντας ἴδωμεν τοῖς διηγήμασι τούτοις, τότε λοιπὸν αὐτοῖς καὶ τὸν περὶ τῆς γεέννης ἐπεισάγωμεν λόγον, μὴ ὡς τούτους φοβοῦντες, ἀλλ᾽ ὡς ἑτέρους ἐλεοῦντες· καὶ λέγωμεν· Καὶ τί χρὴ λέγειν τὰ παρόντα; οὐδὲ γὰρ μέχρι τούτων ἕστηκε τὰ ἡμέτερα, ἀλλὰ χαλεπωτέρα δέξεται κόλασις τοὺς τοιούτους, καὶ ποταμὸς πυρὸς καὶ σκώληξ ἰοβόλος καὶ σκότος ἀτελεύτητον καὶ ἀθάνατοι κολάσεις.

Ἂν τούτοις αὐτοὺς κατεπᾴδωμεν τοῖς διηγήμασι, καὶ ἡμᾶς αὐτοὺς κἀκείνους διορθώσομεν, καὶ τῆς ἀῤῥωστίας ταχέως ἀπαλλάξομεν, καὶ κατὰ τὴν ἡμέραν ἐκείνην ἐπαινέτην τὸν Θεὸν ἕξομεν, καθάπερ καὶ ὁ Παῦλός φησι· Καὶ τότε ὁ ἔπαινος ἑκάστου γενήσεται ἀπὸ τοῦ Θεοῦ. Ὁ μὲν γὰρ παρὰ ἀνθρώποις καὶ διαῤῥεῖ καὶ ἔστιν ὅτε οὐκ ἀπὸ ἀγαθῆς πολλάκις γίνεται διανοίας· ὁ δὲ παρὰ τοῦ Θεοῦ καὶ μένει διηνεκῶς καὶ διαλάμπει σαφῶς. Ὅταν γὰρ ὁ τὰ πάντα εἰδὼς πρὶν γενέσεως, καὶ πάθους ἐκτὸς ὢν ἐπαινῇ, τότε καὶ ἀναμφισβήτητός ἐστι τῆς ἀρετῆς ἡ ἀπόδειξις. Ταῦτα οὖν εἰδότες, τοιαῦτα πράττωμεν ὡς παρὰ τοῦ Θεοῦ ἐπαινεῖσθαι, καὶ τῶν μεγίστων τυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.