βʹ. Οὐ γὰρ σὰ κατορθώματα ταῦτα, ἀλλὰ τῆς τοῦ Θεοῦ χάριτος. Κἂν τὴν πίστιν εἴπῃς, ἀπὸ τῆς κλήσεως γέγονε· κἂν τὴν ἄφεσιν εἴπῃς τῶν ἁμαρτημάτων, κἂν τὰ χαρίσματα κἂν τὸν διδασκαλικὸν λόγον, κἂν τὰς δυνάμεις, πάντα ἐκεῖθεν ἔλαβες. Τί τοίνυν ἔχεις, εἰπὲ, ὅπερ οὐχὶ λαβὼν ἔχεις, ἀλλ᾽ αὐτὸς ἀπὸ σαυτοῦ κατώρθωσας; οὐκ ἂν ἔχοις εἰπεῖν. Ἀλλ᾽ ἔλαβες, καὶ διὰ τοῦτο μέγα φρονεῖς; Διὰ τοῦτο μὲν οὖν ἔδει συνεστάλθαι· οὐ γὰρ σόν ἐστι τὸ δοθὲν, ἀλλὰ τοῦ δεδωκότος. Εἰ γὰρ ἔλαβες, ἀλλὰ παρ᾽ ἐκείνου ἔλαβες· εἰ δὲ παρ᾽ ἐκείνου ἔλαβες, οὐ σὸν ἔλαβες· εἰ δὲ οὐ σὸν ἔλαβες, τί μέγα φρονεῖς, ὡς σὸν ἔχων; Διὸ καὶ ἐπήγαγεν· Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι, ὡς μὴ λαβών; Κατασκευάσας τοίνυν κατὰ συνδρομὴν τὸν λόγον, δείκνυσιν ὅτι καὶ πολλῶν αὐτοῖς δεῖ, καί φησιν, ὅτι Μάλιστα μὲν, εἰ καὶ πάντα ἐλάβετε, οὐκ ἔδει καυχᾶσθαι· οὐδὲν γὰρ ὑμέτερον· νυνὶ δὲ καὶ πολλῶν ἐστε ἔρημοι. Καὶ ἐν ἀρχῇ μὲν τοῦτο ᾐνίξατο εἰπών· Οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς· καὶ, Οὐδὲν ἔκρινα εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον· ἐνταῦθα δὲ ἐντρεπτικῶς ποιεῖ λέγων· Ἤδη κεκορεσμένοι ἐστὲ, ἤδη ἐπλουτήσατε· τουτέστιν, Οὐδενὸς δεῖσθε λοιπὸν, τέλειοι γεγένησθε, τὴν κορυφὴν αὐτὴν κατέχετε, οὐδενὸς ἐν χρείᾳ καθεστηκέναι νομίζετε, οὔτε ἀποστόλων, οὔτε διδασκάλων. Ἤδη κεκορεσμένοι ἐστέ.