Οὐ διὰ ταῦτα δὲ αὐτοὺς μόνον ὑπομιμνήσκει τῶν ἀζύμων, ἀλλὰ καὶ δεικνὺς τὴν συγγένειαν τῆς Παλαιᾶς πρὸς τὴν Καινὴν, δεικνὺς δὲ καὶ ὅτι οὐκ ἔνι μετὰ τὰ ἄζυμα πάλιν εἰς Αἴγυπτον εἰσελθεῖν, ἀλλ᾽ ἂν ὑποστρέψαι βουληθῇ τις, τὰ αὐτὰ πείσεται ἐκείνοις· σκιὰ γὰρ ἐκεῖνα τούτων, κἂν ἀναισχυντῇ ὁ Ἰουδαῖος. Διόπερ κἂν ἐρωτήσῃς αὐτὸν, οὐδὲν μέγα ἐρεῖ· μᾶλλον δὲ μέγα μὲν ἐρεῖ, ἀλλ᾽ οὐδὲν τοιοῦτον οἷον ἡμεῖς, ἐπειδὴ τὴν ἀλήθειαν οὐκ οἶδεν. Ἐκεῖνος μὲν γὰρ ἐρεῖ, ὅτι τοὺς κατέχοντας Αἰγυπτίους οὕτω μετέβαλεν ὁ Θεὸς, ὥστε αὐτοὺς ἡμᾶς προσεξωθεῖν τοὺς πρὸ τούτου κατέχοντας ἡμᾶς πρὸς βίαν, καὶ μὴ συγχωρήσαντας ζυμῶσαι τὸ φύραμα. Ἂν δὲ ἐμέ τις ἔρηται, οὐκ Αἴγυπτον ἀκούσεται οὐδὲ τὸν Φαραὼ, ἀλλὰ τὴν ἐλευθερίαν τῆς πλάνης τῶν δαιμόνων καὶ τοῦ σκότους τοῦ διαβόλου· οὐχὶ Μωϋσέα, ἀλλὰ τὸν τοῦ Θεοῦ Υἱόν· οὐχὶ Ἐρυθρὰν θάλασσαν, ἀλλὰ βάπτισμα μυρίων γέμον ἀγαθῶν, ἔνθα ὁ παλαιὸς ἄνθρωπος ἀπεπνίγη. Πάλιν τὸν Ἰουδαῖον ἂν ἐρωτήσῃς, τίνος ἕνεκεν ἐξελαύνει πάντων τῶν ὁρίων τὴν ζύμην, ἐνταῦθα καὶ σιγήσεται καὶ οὐδὲ αἰτίαν ἐρεῖ. Ἐπειδὴ γὰρ τὰ μὲν τύποι τῶν μελλόντων ἦσαν, καὶ αἰτίας εἶχε τῶν γινομένων, τὰ δὲ οὐκέτι, ἵνα μὴ ἐξῇ κακουργεῖν Ἰουδαίοις, ἵνα μὴ ἐπιμένωσι τῇ σκιᾷ. Τί γὰρ, εἰπέ μοι, βούλεται τὸ ἄρσεν, καὶ τὸ ἄμωμον, καὶ τὸ ἐνιαυσιαῖον, καὶ τὸ, Ὀστοῦν οὐ συντριβήσεται;