Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν πρὸς Κορινθίους α' ἐπιστολήν

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλίες ΙΕ΄-ΙΣΤ΄: Το αμάρτημα της πορνείας, η εκκλησιαστική πειθαρχία και τα δικαστήρια

Ο αφορισμός του αιμομίκτη, η εκκαθάριση της παλαιάς ζύμης, η αυστηρή επίπληξη για την προσφυγή σε ειδωλολατρικά δικαστήρια και η μέλλουσα κληρονομία της βασιλείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 16

ΟΜΙΛΙΑ ΙΕʹ. Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται, ὥστε γυναῖκα τινὰ τοῦ πατρὸς ἔχειν. Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας.

αʹ. Ὅτε μὲν περὶ τοῦ διεσπάσθαι αὐτοὺς διελέγετο, οὐκ εὐθέως καταφορικῶς ἐχρήσατο τῷ λόγῳ, ἀλλὰ προσηνέστερον πρότερον, καὶ ὕστερον εἰς κατηγορίαν ἐτελεύτησεν, οὕτως εἰπών· Ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης, ὅτι ἔριδες ἐν ὑμῖν εἰσιν. Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ᾽ εὐθέως πληκτικῶς, καὶ κοινοῖ ὡς οἷόν τε τὸ ὄνειδος τοῦ ἐγκλήματος. Οὐ γὰρ εἶπε, Διὰ τί ὁ δεῖνα ἐπόρνευσεν; ἀλλ᾽, Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία· ἵνα μὴ ὡς ἀλλότριοι πάντη τῆς κατηγορίας ὄντες ῥᾳθυμήσωσιν, ἀλλ᾽ ὡς τοῦ κοινοῦ πληγέντος, καὶ τῆς Ἐκκλησίας διαβληθείσης, οὕτω γένωνται ἐναγώνιοι.

Οὐδεὶς γὰρ ἐρεῖ, φησὶν, ὅτι Ὁ δεῖνα ἐπόρνευσεν, ἀλλ᾽, ὅτι Ἐν τῇ Κορινθίων Ἐκκλησίᾳ γέγονε τὸ ἁμάρτημα. Καὶ οὐκ εἶπε, Τολμᾶται πορνεία, ἀλλὰ, Ἀκούεται, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται. Καὶ γὰρ ἀεὶ ἀπὸ τῶν ἐθνικῶν ὀνειδίζει τοῖς πιστοῖς· καὶ Θεσσαλονικεῦσι γράφων ἔλεγεν· Ἕκαστος τὸ ἑαυτοῦ σκεῦος κτάσθω ἐν ἁγιασμῷ, μὴ ἐν πάθει ἐπιθυμίας, καθὼς καὶ τὰ λοιπὰ ἔθνη· καὶ Κολασσαεῦσι καὶ Ἐφεσίοις· Μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ. Εἰ δὲ τὸ τὰ αὐτὰ αὐτοὺς ἁμαρτάνειν ἀσύγγνωστον, τὸ καὶ ὑπερβαίνειν τοὺς ἐθνικοὺς, ποῦ θήσομεν, εἰπέ μοι; Παρὰ γὰρ ἐκείνοις, φησὶν, οὐ μόνον οὐ τολμᾶταί τι τοιοῦτον, ἀλλ᾽ οὐδὲ ὀνομάζεται. Εἶδες ποῦ τὸ ἔγκλημα ἐπῆρεν;

Ὅταν γὰρ τοιούτους φαίνωνται εὑρίσκοντες ἀσελγείας τρόπους, οὓς οὐ μόνον οὐ τολμῶσιν, ἀλλ᾽ οὐδὲ ἴσασιν οἱ ἄπιστοι, ἄφατος τῆς ἁμαρτίας ἡ ὑπερβολή. Καὶ τὸ Ἐν ὑμῖν δὲ, ἐμφατικῶς εἴρηται, τουτέστιν, Ἐν ὑμῖν τοῖς πιστοῖς, τοῖς τοσούτων ἀπολελαυκόσι μυστηρίων, τοῖς ἀποῤῥήτων κεκοινωνηκόσι, τοῖς ἐπὶ τὸν οὐρανὸν κληθεῖσιν. Ὁρᾷς πόσης βαρυθυμίας ὁ λόγος γέμει; πόσου θυμοῦ κατὰ πάντων; Εἰ γὰρ μὴ πολλῆς ὀργῆς ἐπέπληστο, μηδὲ πρὸς πάντας ἀπετείνετο, οὕτως ἂν εἶπεν· Ἐπειδὴ ἤκουσα ὅτι ὁ δεῖνα ἐπόρνευσε, κολάσατε αὐτόν· νῦν δὲ οὐχ οὕτως, ἀλλὰ πρὸς πάντας ἀποδύεται. Καὶ γὰρ εἰ μὲν προλαβόντες ἔγραψαν, ἐκεῖνα ἂν εἶπεν· ἐπειδὴ δὲ οὐ μόνον οὐκ ἔγραψαν, ἀλλὰ καὶ συνεσκίασαν τὸ σφάλμα, τούτου χάριν σφοδρότερον κέχρηται τῷ λόγῳ. Ὥστε γυναῖκα τινὰ τοῦ πατρὸς ἔχειν. Διὰ τί μὴ εἶπεν, Ὥστε πορνεύειν εἰς γυναῖκα; Τὸ σφόδρα αἰσχρὸν παρῃτήσατο. Διὸ σεμνοτέρως αὐτὸ παρέδραμεν, ὡς ἐν τοῖς ἔμπροσθεν δεδηλωμένον, κἀν τούτῳ αὔξων τὸ ἔγκλημα πάλιν, καὶ δεικνὺς ὅτι τοιαῦτα τολμᾶται παρ᾽ αὐτοῖς, ἃ οὐδὲ εἰπεῖν σαφῶς ἀνεκτὸν τῷ Παύλῳ.

Διὰ τοῦτο καὶ προϊὼν τῷ αὐτῷ κέχρηται τρόπῳ λέγων· Τὸν οὕτω τοῦτο κατεργασάμενον· καὶ πάλιν αἰσχύνεται καὶ ἐρυθριᾷ σαφῶς εἰπεῖν, ὅπερ καὶ ἡμῖν ἔθος ἐπὶ τῶν σφόδρα αἰσχρῶν ποιεῖν. Καὶ οὐκ εἶπε, Μητρυιὰν, ἀλλὰ, Γυναῖκα πατρὸς, ὥστε πολλῷ χαλεπώτερον πλῆξαι. Καὶ γὰρ ὅταν τὰ ὀνόματα ἀρκῇ πρὸς κατηγορίαν, δι᾽ αὐτῶν πρόεισιν, οὐδὲν προστιθείς.

Καὶ μή μοι εἴπῃς, φησὶν, ὅτι εἷς ἐστιν ὁ πεπορνευκώς· κοινὸν πάντων τὸ ἔγκλημα γέγονε. Διὸ καὶ ἐπήγαγε· Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ. Οὐκ εἶπε, τῷ ἁμαρτήματι (τοῦτο γὰρ ἀλογίας ἐστὶ), ἀλλ᾽ ἐπὶ τῇ διδασκαλίᾳ τῇ παρ᾽ ἐκείνου. Αὐτὸς δὲ οὐ τοῦτο τέθεικεν, ἀλλ᾽ ἀφῆκεν αὐτὸ μέσον, ἵνα πλήξῃ μειζόνως. Καὶ σκόπει τὴν σύνεσιν Παύλου. Πρότερον καθελὼν τὴν σοφίαν τὴν ἔξωθεν, καὶ δείξας οὐδὲν οὖσαν καθ᾽ ἑαυτὴν, κἂν μὴ ἁμάρτημα ᾖ προσκείμενον, τότε λοιπὸν καὶ περὶ τοῦ ἁμαρτήματος διαλέγεται.

Εἰ μὲν γὰρ πρὸς σύγκρισιν τοῦ πεπορνευκότος, σοφοῦ τινος ἴσως ὄντος, μέγα εἶναι τὸ χάρισμα τὸ πνευματικὸν ἔφησεν, οὐδὲν ἂν μέγα ἐποίει· τὸ δὲ καὶ χωρὶς ἁμαρτίας καθελεῖν, καὶ μηδὲν οὖσαν ἀποφῆναι τὴν σοφίαν τὴν ἔξωθεν, τοῦτο ἦν δεῖξαι σφόδρα εὐτελῆ αὐτὴν οὖσαν. Διὸ πρότερον οὕτω τὴν σύγκρισιν ποιησάμενος, τότε καὶ τοῦ σφάλματος αὐτοῦ μέμνηται.

Κἀκείνῳ μὲν οὐκ ἀξιοῖ διαλέγεσθαι (κἀν τούτῳ δείκνυσι τὴν ὑπερβολὴν τῆς ἀτιμίας)· τούτοις δέ φησιν, ὅτι Ἔδει πενθεῖν ὑμᾶς καὶ θρηνεῖν καὶ ἐγκαλύπτεσθαι· νῦν δὲ τοὐναντίον ποιεῖτε· διὸ καὶ ἐπήγαγε· Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε. Καὶ τί γέγονεν ἵνα πενθήσωμεν, φησίν;

Ὅτι εἰς τὸ κοινὸν ἡ διαβολὴ τῆς Ἐκκλησίας προεχώρησε. Καὶ ἵνα τί κατορθώσωμεν πενθήσαντες; Ἵνα ἐξαρθῇ ἐξ ὑμῶν ὁ τοιοῦτος. Καὶ οὐδὲ ἐνταῦθα τίθησιν αὐτοῦ τὸ ὄνομα, μᾶλλον δὲ οὐδαμοῦ, ὅπερ ἐπὶ τῶν σφόδρα ἀτόπων ποιεῖν εἰώθαμεν. Καὶ οὐκ εἶπεν, Οὐχὶ μᾶλλον ἐξεβάλετε, ἀλλ᾽, ὡς ἐπὶ νόσου τινὸς καὶ λοιμοῦ, πένθους χρεία καὶ ἱκετηρίας ἐπιτεταμένης, Ἵνα ἐξαρθῇ, φησί· καὶ εὐχῇ χρήσασθαι δεῖ εἰς τοῦτο, καὶ πάντα ἐργάσασθαι ὥστε αὐτὸν ἀποτμηθῆναι.

Καὶ οὐκ ἐγκαλεῖ, ὅτι οὐκ ἐδήλωσαν αὐτῷ, ἀλλ᾽ ὅτι οὐκ ἐπένθησαν ὥστε ἐξαρθῆναι, δεικνὺς ὅτι καὶ χωρὶς τοῦ διδασκάλου τοῦτο γενέσθαι ἔδει διὰ τὴν περιφάνειαν τοῦ πλημμελήματος. Ἐγὼ μὲν γὰρ ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι.

βʹ. Ὅρα θυμόν· οὐδὲ ἀναμεῖναι αὐτοῦ τὴν παρουσίαν ἀφίησιν, οὐδὲ ἐκδέξασθαι αὐτὸν καὶ τότε δῆσαι, ἀλλ᾽ ὥσπερ τινὰ λοιμὸν μέλλων ἀπελαύνειν, πρὶν ἢ διαδοθῆναι εἰς τὸ λοιπὸν σῶμα, ἐπείγεται κατασχεῖν. Διὸ καὶ ἐπάγει λέγων· Ἤδη κέκρικα ὡς παρών.

Ταῦτα δὲ ἔλεγεν, οὐ μόνον κατεπείγων αὐτοὺς εἰς τὴν ἀπόφασιν, καὶ οὐκ ἀφιεὶς ἄλλο τι βουλεύσασθαι, ἀλλὰ καὶ φοβῶν, ὡς εἰδὼς τὰ ἐκεῖ γενησόμενα καὶ κριθησόμενα. Τοῦτο γάρ ἐστι παρεῖναι τῷ πνεύματι, ὥσπερ ὁ Ἑλισσαῖος παρῆν τῷ Γιεζῇ, καὶ ἔλεγεν· Οὐχὶ ἡ καρδία μου ἦν μετὰ σοῦ; Βαβαί! πόση τοῦ χαρίσματος ἡ δύναμις, ὅταν πάντας ὁμοῦ καὶ κατ᾽ αὐτὸ εἶναι ποιῇ, καὶ τὰ πόῤῥωθεν εἰδέναι παρασκευάζῃ! Ἤδη κέκρικα ὡς παρών. Οὐκ ἀφίησιν αὐτοὺς ἕτερόν τι ἐννοῆσαι· Καὶ γὰρ ἐξήνεγκα τὴν ἀπόφασιν ὡς παρών· μή μοι ἀναβολὰς καὶ μελλήσεις λέγε· οὐδὲν γὰρ ἕτερον δεῖ γενέσθαι. Εἶτα ἵνα μὴ δόξῃ πολλὴ εἶναι ἡ αὐθεντία, μηδὲ αὐθαδέστερος γένηται ὁ λόγος, ὅρα πῶς καὶ αὐτοὺς κοινωνοὺς ποιεῖ τοῦ κρίματος. Εἰπὼν γὰρ, Κέκρικα, ἐπήγαγε. Τὸν οὕτω τοῦτο κατεργασάμενον. Ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ. Καὶ τί ἐστιν, Ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; Ἀντὶ τοῦ, Κατὰ Θεὸν, μὴ ἀνθρωπίνῃ κατεχομένους προλήψει.

Τινὲς δὲ οὕτως ἀναγινώσκουσι· Τὸν οὕτω τοῦτο κατεργασάμενον ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ ὑποστίξαντες ἐνταῦθα, ἢ μέσην θέντες, οὕτως ἐπάγουσι τὸ ἑξῆς λέγοντες· Συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ. Καί φασι τὴν ἔννοιαν ταύτην εἶναι τῆς τοιαύτης ἀναγνώσεως· Τὸν τοῦτο κατεργασάμενον, φησὶν, ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ παράδοτε τῷ σατανᾷ· τουτέστι, τὸν εἰς τὸ ὄνομα τοῦ Χριστοῦ ἐνυβρίσαντα, τὸν μετὰ τὸ γενέσθαι πιστὸν καὶ ἐπώνυμον ἐκείνης τῆς προσηγορίας τοιαῦτα τολμήσαντα, τοῦτον παράδοτε τῷ σατανᾷ. Ἐμοὶ δὲ ἡ προτέρα ἀληθεστέρα ἔκδοσις εἶναι δοκεῖ. Ποία δὴ αὕτη; Ἐν τῷ ὀνόματι τοῦ Κυρίου συναχθέντων ὑμῶν· τουτέστιν, Αὐτοῦ τοῦ ὀνόματος ὑμᾶς συνάγοντος, ὑπὲρ οὗ συνέρχεσθε. Καὶ τοῦ ἐμοῦ πνεύματος.

Πάλιν ἐπέστησεν αὐτοῖς ἑαυτὸν, ἵν᾽ ὅταν δικάζωσιν, ὡς αὐτοῦ παρόντος, οὕτως αὐτὸν ἀποτέμωσι, καὶ μηδεὶς τολμήσῃ συγγνώμης αὐτὸν ἀξιῶσαι, εἰδὼς ὅτι Παῦλος εἴσεται τὰ γενόμενα. Εἶτα φοβερώτερον αὐτὸ ποιῶν, φησί· Σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τουτέστιν, ἢ ὅτι ὁ Χριστὸς δύναται τοιαύτην ὑμῖν χάριν δοῦναι, ὡς δύνασθαι τῷ διαβόλῳ παραδιδόναι· ἢ ὅτι καὶ αὐτὸς μεθ᾽ ὑμῶν κατ᾽ αὐτοῦ φέρει τὴν ψῆφον. Καὶ οὐκ εἶπεν, Ἐνδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ, ἀλλὰ, Παραδοῦναι, ἀνοίγων αὐτῷ τῆς μετανοίας τὰς θύρας, καὶ ὥσπερ παιδαγωγῷ τὸν τοιοῦτον παραδιδούς. Καὶ πάλιν. Τὸν τοιοῦτον, καὶ οὐδαμοῦ ἀνέχεται τῆς προσηγορίας αὐτοῦ μνημονεῦσαι. Εἰς ὄλεθρον τῆς σαρκός. Ὥσπερ ἐπὶ τοῦ μακαρίου Ἰὼβ γέγονεν, ἀλλ᾽ οὐχ ὑπὲρ τῆς αὐτῆς ὑποθέσεως. Ἐκεῖ μὲν γὰρ ὑπὲρ στεφάνων λαμπροτέρων, ἐνταῦθα δὲ ὑπὲρ ἁμαρτημάτων λύσεως, ἵνα μαστίξῃ αὐτὸν ἕλκει πονηρῷ ἢ νόσῳ ἑτέρᾳ. Καὶ μὴν ἀλλαχοῦ φησιν, ὅτι Ὑπὸ τοῦ Κυρίου κρινόμεθα, ταῦτα πάσχοντες.

Ἀλλ᾽ ἐνταῦθα μᾶλλον καθάψασθαι θέλων, τῷ σατανᾷ παραδίδωσι. Καὶ τοῦτο δὲ Θεῷ δοκοῦν ἐγίνετο, ὥστε κολάζεσθαι αὐτοῦ τὴν σάρκα. Ἐπειδὴ γὰρ ἀπὸ τῆς ἀδηφαγίας καὶ τῆς τρυφῆς τῆς κατὰ τὴν σάρκα ἐπιθυμίαι τίκτονται, ταύτην κολάζει. Ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ. Τουτέστιν, ἡ ψυχή· οὐχ ὡς ταύτης σωζομένης μόνης, ἀλλ᾽ ὡς ὁμολογουμένου τούτου, ὅτι σωζομένης ἐκείνης, ἀναντιῤῥήτως καὶ τὸ σῶμα κοινωνήσει τῆς σωτηρίας.

Καὶ γὰρ θνητὸν δι᾽ αὐτὴν ἐγένετο ἁμαρτοῦσαν· κἂν αὐτὴ δικαιοπραγήσῃ, πάλιν πολλῆς καὶ αὐτὸ ἀπολαύσεται δόξης. Τινὲς δὲ τὸ πνεῦμα τὸ χάρισμά φασιν, ὅπερ σβέννυται ἁμαρτανόντων ἡμῶν. Ἵν᾽ οὖν τοῦτο μὴ γένηται, φησὶ, τιμωρείσθω, ἵνα ταύτῃ βελτίων γενόμενος, ἐπισπάσηται τὴν χάριν, καὶ εὑρεθῇ σώαν αὐτὴν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ παρεχόμενος.

Ὥστε κηδομένου μᾶλλόν ἐστι καὶ ἰατρεύοντος, οὐχὶ κόπτοντος ἁπλῶς, οὐδὲ κολάζοντος εἰκῆ καὶ μάτην. Μεῖζον γὰρ τὸ κέρδος τῆς τιμωρίας· ἡ μὲν γὰρ πρόσκαιρος, τὸ δὲ διηνεκές. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἵνα τὸ πνεῦμα σωθῇ, ἀλλ᾽, Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.

Καλῶς αὐτοὺς καὶ εὐκαίρως τῆς ἡμέρας ἐκείνης ἀναμιμνήσκει, ἵνα καὶ αὐτοὶ προθυμότερον ἔλθωσιν ἐπὶ τὴν ἰατρείαν, κἀκεῖνος καταδέξηται μᾶλλον, οὐχ ὡς ὀργῆς ῥήματα ὄντα, ἀλλ᾽ ὡς πατρὸς κηδεμονικοῦ πρόνοιαν. Διὰ γὰρ τοῦτο, Καὶ εἰς ὄλεθρον τῆς σαρκὸς, εἶπεν· ἤδη τῷ διαβόλῳ νόμους τιθεὶς, καὶ οὐκ ἀφεὶς αὐτὸν περαιτέρω προβῆναι· ὥσπερ ἐπὶ τοῦ Ἰὼβ ἔλεγεν ὁ Θεός· Πλὴν τῆς ψυχῆς αὐτοῦ μὴ ἅψῃ.

γʹ. Εἶτα ἀπαρτίσας τὴν ἀπόφασιν, καὶ ἐν βραχεῖ αὐτὴν εἰπὼν καὶ οὐκ ἐνδιατρίψας, ἐπάγει πάλιν ἐπιτίμησιν, πρὸς ἐκείνους ἀποτεινόμενος· Οὐ καλὸν τὸ καύχημα ὑμῶν· δεικνὺς ὅτι ἐκεῖνοι μέχρι τοῦ παρόντος οὐκ εἴασαν αὐτὸν μετανοῆσαι, καυχώμενοι ἐπ᾽ αὐτῷ. Εἶτα δηλοῖ ὅτι οὐκ ἐκείνου φειδόμενος μόνον τοῦτο ποιεῖ, ἀλλὰ καὶ αὐτῶν τούτων· διὸ καὶ ἐπάγει· Οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ; Εἰ γὰρ καὶ ἐκείνου τὸ ἁμάρτημα, φησὶν, ἀλλ᾽ ἀμελούμενον δύναται καὶ τὸ λοιπὸν τῆς Ἐκκλησίας σῶμα λυμήνασθαι. Ὅταν γὰρ ὁ πρῶτος ἁμαρτὼν μὴ δῷ δίκην, ταχέως καὶ ἕτεροι ταῦτα πλημμελήσουσι. Ταῦτα δὲ λέγει, δεικνὺς ὅτι ὑπὲρ ὅλης τῆς Ἐκκλησίας, οὐχ ὑπὲρ ἑνὸς αὐτοῖς ἐστιν ὁ ἀγὼν καὶ ὁ κίνδυνος· διὸ καὶ τῆς εἰκόνος ἐδεήθη τῆς ζύμης. Ὥσπερ γὰρ ἐκείνη, φησὶ, καὶ βραχεῖα οὖσα, ὅλον πρὸς ἑαυτὴν μεταβάλλει τὸ φύραμα· οὕτω καὶ οὗτος, ἂν ἀφεθῇ ἀτιμώρητος καὶ ἀνεκδίκητος ἡ ἁμαρτία αὕτη γένηται, καὶ τοῖς λοιποῖς λυμανεῖται.

Ἐκκαθάρατε τὴν παλαιὰν ζύμην. Τουτέστι, τὸν πονηρὸν τοῦτον· μᾶλλον δὲ οὐ περὶ τούτου μόνον φησὶν, ἀλλὰ καὶ ἄλλους αἰνίττεται. Οὐ γὰρ πορνεία μόνον παλαιὰ ζύμη, ἀλλὰ καὶ πᾶσα κακία. Καὶ οὐκ εἶπε, Καθάρατε, ἀλλ᾽, Ἐκκαθάρατε· μετὰ ἀκριβείας καθάρατε, ὥστε μηδὲ λείψανον μηδὲ σκιὰν εἶναι τοιαύτην. Τῷ μὲν οὖν εἰπεῖν, Ἐκκαθάρατε, δείκνυσιν ἔτι πονηρίαν παρ᾽ αὐτοῖς οὖσαν· τῷ δὲ εἰπεῖν, Ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι, δηλοῖ καὶ ἐμφαίνει οὐ σφόδρα πολλῶν κρατοῦσαν τὴν κακίαν. Εἰ δὲ λέγει, Καθώς ἐστε ἄζυμοι, οὐ τοῦτο λέγει, ὅτι πάντες ἦσαν καθαροὶ, ἀλλὰ καθὼς πρέπει εἶναι ὑμᾶς. Καὶ γὰρ τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη, Χριστός. Ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ᾽ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Οὕτω καὶ ὁ Χριστὸς ζύμην τὴν διδασκαλίαν ἐκάλεσε. Καὶ αὐτὸς δὲ ἐπιμένει τῇ μεταφορᾷ, ἀναμιμνήσκων παλαιᾶς αὐτοὺς ἱστορίας, καὶ πάσχα καὶ ἀζύμων καὶ τῶν εὐεργεσιῶν τῶν τότε καὶ τῶν νῦν, καὶ τῶν κολάσεων καὶ τῶν τιμωριῶν.

Ἑορτῆς ἄρα ὁ παρὼν καιρός. Καὶ γὰρ εἰπὼν, Ἑορτάζωμεν, οὐκ ἐπειδὴ Πάσχα παρῆν, οὐδὲ ἐπειδὴ ἡ Πεντηκοστὴ, ἔλεγεν, ἀλλὰ δεικνὺς ὅτι πᾶς ὁ χρόνος ἑορτῆς ἐστι καιρὸς τοῖς Χριστιανοῖς διὰ τὴν ὑπερβολὴν τῶν δοθέντων ἀγαθῶν. Τί γὰρ οὐ γέγονεν ἀγαθόν; ὁ Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος γέγονε διὰ σέ· θανάτου σε ἀπήλλαξεν, εἰς βασιλείαν ἐκάλεσεν. Ὁ τοιούτων τοίνυν ἐπιτυχὼν σὺ καὶ ἐπιτυγχάνων, πῶς οὐκ ὀφείλεις ἑορτάζειν πάντα τὸν βίον; Μηδεὶς τοίνυν ἔστω κατηφὴς ἐπὶ πενίᾳ καὶ νόσῳ καὶ ἐπιβουλῇ· ἑορτῆς γὰρ ἡμῶν ὁ καιρὸς ἅπας. Διό φησιν ὁ Παῦλος· Χαίρετε ἐν Κυρίῳ, χαίρετε, πάλιν ἐρῶ, χαίρετε. Ἐν ταῖς ἑορταῖς οὐδεὶς ῥυπαρὰ ἐνδέδυται ἱμάτια· μὴ τοίνυν μηδὲ ἡμεῖς· γάμοι γὰρ γεγόνασι, γάμοι πνευματικοί. Ὡμοιώθη γὰρ, φησὶν, ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἠθέλησε ποιῆσαι γάμους τῷ υἱῷ αὐτοῦ. Ἔνθα δὲ βασιλεὺς γάμους ποιεῖ, καὶ γάμους τῷ υἱῷ, τί μεῖζον ἂν γένοιτο τῆς ἑορτῆς ταύτης;

Μηδεὶς τοίνυν ῥάκια περιβεβλημένος εἰσίτω. Οὐ περὶ ἱματίων ἡμῖν ὁ λόγος, ἀλλὰ περὶ πράξεων ἀκαθάρτων. Εἰ γὰρ, πάντων λαμπρὰ ἐνδεδυμένων, εἷς μόνος εὑρεθεὶς εἰς τὸν γάμον ῥυπαρὰ ἔχων, ἀπεῤῥίφη μετὰ ἀτιμίας, ἐννόησον ὅσην ἀπαιτεῖ τὴν ἀκρίβειαν καὶ τὴν καθαρότητα ἡ εἰς τὸν γάμον ἐκεῖνον εἴσοδος.

Οὐ διὰ ταῦτα δὲ αὐτοὺς μόνον ὑπομιμνήσκει τῶν ἀζύμων, ἀλλὰ καὶ δεικνὺς τὴν συγγένειαν τῆς Παλαιᾶς πρὸς τὴν Καινὴν, δεικνὺς δὲ καὶ ὅτι οὐκ ἔνι μετὰ τὰ ἄζυμα πάλιν εἰς Αἴγυπτον εἰσελθεῖν, ἀλλ᾽ ἂν ὑποστρέψαι βουληθῇ τις, τὰ αὐτὰ πείσεται ἐκείνοις· σκιὰ γὰρ ἐκεῖνα τούτων, κἂν ἀναισχυντῇ ὁ Ἰουδαῖος. Διόπερ κἂν ἐρωτήσῃς αὐτὸν, οὐδὲν μέγα ἐρεῖ· μᾶλλον δὲ μέγα μὲν ἐρεῖ, ἀλλ᾽ οὐδὲν τοιοῦτον οἷον ἡμεῖς, ἐπειδὴ τὴν ἀλήθειαν οὐκ οἶδεν. Ἐκεῖνος μὲν γὰρ ἐρεῖ, ὅτι τοὺς κατέχοντας Αἰγυπτίους οὕτω μετέβαλεν ὁ Θεὸς, ὥστε αὐτοὺς ἡμᾶς προσεξωθεῖν τοὺς πρὸ τούτου κατέχοντας ἡμᾶς πρὸς βίαν, καὶ μὴ συγχωρήσαντας ζυμῶσαι τὸ φύραμα. Ἂν δὲ ἐμέ τις ἔρηται, οὐκ Αἴγυπτον ἀκούσεται οὐδὲ τὸν Φαραὼ, ἀλλὰ τὴν ἐλευθερίαν τῆς πλάνης τῶν δαιμόνων καὶ τοῦ σκότους τοῦ διαβόλου· οὐχὶ Μωϋσέα, ἀλλὰ τὸν τοῦ Θεοῦ Υἱόν· οὐχὶ Ἐρυθρὰν θάλασσαν, ἀλλὰ βάπτισμα μυρίων γέμον ἀγαθῶν, ἔνθα ὁ παλαιὸς ἄνθρωπος ἀπεπνίγη. Πάλιν τὸν Ἰουδαῖον ἂν ἐρωτήσῃς, τίνος ἕνεκεν ἐξελαύνει πάντων τῶν ὁρίων τὴν ζύμην, ἐνταῦθα καὶ σιγήσεται καὶ οὐδὲ αἰτίαν ἐρεῖ. Ἐπειδὴ γὰρ τὰ μὲν τύποι τῶν μελλόντων ἦσαν, καὶ αἰτίας εἶχε τῶν γινομένων, τὰ δὲ οὐκέτι, ἵνα μὴ ἐξῇ κακουργεῖν Ἰουδαίοις, ἵνα μὴ ἐπιμένωσι τῇ σκιᾷ. Τί γὰρ, εἰπέ μοι, βούλεται τὸ ἄρσεν, καὶ τὸ ἄμωμον, καὶ τὸ ἐνιαυσιαῖον, καὶ τὸ, Ὀστοῦν οὐ συντριβήσεται;

τί δὲ βούλεται τὸ καὶ τοὺς γείτονας καλεῖν; ἢ τὸ, ἑστῶτας, ἢ τὸ ἐν ἑσπέρᾳ ἐσθίειν; ἢ τὸ, τῷ αἵματι τειχίζεσθαι τὴν οἰκίαν; Οὐδὲν ἕτερον ἐκεῖνος ἐρεῖ, ἀλλ᾽ ἄνω καὶ κάτω τὴν Αἴγυπτον. Ἐγὼ δὲ ἐρῶ καὶ τὸ αἷμα τί βούλεται, καὶ ἡ ἑσπέρα, καὶ τὸ πάντας ἐσθίειν ὁμοῦ, καὶ τὸ ἑστῶτας πάντας.

δʹ. Πρότερον δὲ εἴπωμεν, διὰ τί ἐκ τῶν ὁρίων πάντων ἐλαύνεται ἡ ζύμη. Τί οὖν ἐστι τὸ αἴνιγμα; Πάσης πονηρίας ἀπηλλάχθαι δεῖ τὸν πιστόν. Ὥσπερ γὰρ ἐκεῖνος ἀπόλλυται, ἔνθα ἂν εὑρεθῇ παλαιὰ ζύμη, οὕτω καὶ παρ᾽ ἡμῖν ἔνθα ἂν εὑρεθῇ πονηρία. Οὐ γὰρ δήπου ἐπὶ μὲν τῆς σκιᾶς τοσαύτη ἡ κόλασις, ἐπὶ δὲ ἡμῶν οὐ πολλῷ μείζων. Εἰ γὰρ τὰς οἰκίας οὕτως ἐκκαθαίρουσι τῆς ζύμης, καὶ μυῶν ὀπὰς περιεργάζονται, πολλῷ μᾶλλον ἡμᾶς τὴν ψυχὴν διερευνᾶσθαι δεῖ, ὥστε πάντα λογισμὸν ἀκάθαρτον ἐκβάλλειν.

Ἀλλὰ τοῦτο παρ᾽ αὐτοῖς πρώην μὲν ἐγίνετο, νῦν δὲ οὐκέτι· πανταχοῦ γὰρ ζύμη ὅπου Ἰουδαῖος. Ἐν μέσαις γὰρ ταῖς πόλεσι τὸ ἄζυμον γίνεται, ὅπερ ἐστὶ παίγνια μᾶλλον, ἢ νόμος λοιπόν. Ἐπειδὴ γὰρ ἦλθεν ἡ ἀλήθεια, οὐκέτι χώραν ἔχουσιν οἱ τύποι. Ὥστε καὶ διὰ τοῦ παραδείγματος τούτου σφόδρα ἐξελαύνει τῆς Ἐκκλησίας τὸν πεπορνευκότα. Οὐ γὰρ δὴ μόνον, φησὶν, οὐδὲν ὠφελεῖ παρὼν, ἀλλὰ καὶ βλάπτει, τῷ κοινῷ πάλιν τοῦ σώματος λυμαινόμενος. Οὐ γὰρ οἶδέ τις πόθεν ἡ δυσωδία, κρυπτομένου τοῦ σεσηπότος, ἀλλὰ τῷ κοινῷ ταύτην λογίζεται. Διὸ καὶ κατεπείγει σφόδρα αὐτοὺς ἐκκαθᾶραι τὴν ζύμην· Ἵνα ἦτε, φησὶ, νέον φύραμα, καθώς ἐστε ἄζυμοι· καὶ γὰρ τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. Οὐκ εἶπεν, Ἀπέθανεν, ἀλλ᾽ οἰκειότερον τῷ προκειμένῳ, Ἐτύθη. Μὴ ζήτει τοίνυν ἄζυμα τοιαῦτα, ἐπειδὴ μηδὲ ἀμνὸν ἔχεις τοιοῦτον· μὴ ζήτει ζύμην τοιαύτην, ἐπειδὴ μηδὲ τὰ ἄζυμά σου τοιαῦτα. Ἐπὶ μὲν οὖν τῆς ζύμης τῆς αἰσθητῆς τὸ μὲν ἄζυμον γένοιτ᾽ ἂν ζυμωτὸν, τὸ δὲ ζυμωτὸν οὐκέτ᾽ ἂν γένοιτ᾽ ἄζυμον· ἐνταῦθα δὲ ἔνι τοὐναντίον τούτου γενέσθαι πάλιν· ἀλλ᾽ ὅμως αὐτὸ οὐκ ἐδήλωσε.

Καὶ θέα τὴν σύνεσιν· Ἐν τῇ προτέρᾳ Ἐπιστολῇ οὐ δίδωσιν ἐλπίδας ἐπανόδου τῷ πεπορνευκότι, ἀλλὰ πάντα αὐτοῦ τὸν βίον ἐν μετανοίᾳ κελεύει γενέσθαι, ἵνα μὴ ῥᾳθυμότερον αὐτὸν ἐργάσηται τῇ ὑποσχέσει. Οὐ γὰρ εἶπε, Παράδοτε αὐτὸν τῷ σατανᾷ, ἵνα μετανοήσας πάλιν τῇ Ἐκκλησίᾳ παραδοθῇ, ἀλλὰ τί; Ἵνα σωθῇ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Παραπέμπει γὰρ αὐτὸν εἰς ἐκεῖνον τὸν καιρὸν, ἵνα αὐτὸν ἐναγώνιον ἐργάσηται· καὶ ὅπερ ἔμελλεν αὐτῷ χαρίζεσθαι μετὰ τὴν μετάνοιαν, οὐκ ἐκκαλύπτει, τὸν ἑαυτοῦ Δεσπότην μιμούμενος. Ὥσπερ γὰρ ὁ Θεός φησιν, Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται, καὶ οὐ προσέθηκεν, Ἐὰν δὲ μετανοήσῃ, σωθήσεται· οὕτω καὶ οὗτος οὐκ εἶπεν, Ἐὰν δὲ μετανοήσῃ ἀξίως, κυρώσομεν εἰς αὐτὸν ἀγάπην· ἀλλ᾽ ἀναμένει ποιῆσαι αὐτὸν τὸ ἔργον, καὶ τότε λαβεῖν αὐτὸν τὴν χάριν. Εἰ γὰρ ἐξ ἀρχῆς τοῦτο εἶπεν, ἐξέλυσεν ἂν αὐτοῦ τὸν φόβον· διόπερ οὐ μόνον οὐ ποιεῖ τοῦτο, ἀλλὰ διὰ τοῦ παραδείγματος τῆς ζύμης οὐδὲ ἀφίησιν αὐτὸν ἐλπίσαι ἐπάνοδον, ἀλλ᾽ ἐκείνῃ τηρεῖ τῇ ἡμέρᾳ αὐτὸν, Ἐκκαθάρατε, λέγων, τὴν παλαιὰν ζύμην, καὶ, Μὴ ἑορτάζωμεν ἐν ζύμῃ παλαιᾷ. Ἐπειδὴ δὲ μετενόησε, μετὰ πάσης αὐτὸν εἰσήγαγε πάλιν τῆς σπουδῆς.

Διὰ τί δὲ παλαιὰν καλεῖ; Ἢ διὰ τὸ τὸν πρότερον ἡμῶν βίον τοιοῦτον εἶναι· ἢ διὰ τὸ τὸ παλαιὸν ἐγγὺς εἶναι ἀφανισμοῦ, καὶ δυσῶδες ὁμοῦ καὶ αἰσχρὸν, οἷόν ἐστιν ἡ ἁμαρτία· οὔτε γὰρ ἁπλῶς διαβέβληται τὸ παλαιὸν, οὔτε ἁπλῶς ἐπαινεῖται τὸ καινὸν, ἀλλὰ πρὸς τὰ ὑποκείμενα. Καὶ γὰρ ἀλλαχοῦ φησιν· Οἶνος νέος, φίλος νέος· ἐὰν δὲ παλαιωθῇ, τότε μετ᾽ εὐφροσύνης πίεσαι αὐτόν· ἐγκωμιάζων ἐπὶ φιλίας μᾶλλον τὸ παλαιὸν, ἢ τὸ νέον· καὶ πάλιν, Ὁ παλαιὸς τῶν ἡμερῶν ἐκάθητο, καὶ ἐνταῦθα πάλιν ἐπὶ ἐγκωμίων καὶ δόξης μεγίστης τὸ παλαιὸν ἐκλαμβάνων. Ἀλλαχοῦ δὲ ἐπὶ ψόγου λαμβάνει τὸ παλαιὸν ἡ Γραφή. Ἐπειδὴ γὰρ τὰ πράγματα ποικίλα ἐστὶν ἐκ πολλῶν συγκείμενα, καὶ ἐπὶ ἀγαθοῖς καὶ ἐπὶ κακοῖς κέχρηται τοῖς αὐτοῖς, οὐ κατὰ τὸ αὐτὸ σημαινόμενον. Ὅρα γοῦν καὶ ἀλλαχοῦ ψεγόμενον τὸ παλαιόν· Ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν· καὶ πάλιν, Ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου· καὶ πάλιν, Πεπαλαιωμένε ἡμερῶν κακῶν. Οὕτω καὶ ἡ ζύμη πολλάκις εἰς τὴν βασιλείαν τῶν οὐρανῶν λαμβάνεται, καίτοι γε ἐνταῦθα διαβληθεῖσα· ἀλλ᾽ ἐκεῖ πρὸς ἕτερον, καὶ ἐνταῦθα πρὸς ἕτερον.

εʹ. Ἐμοὶ δὲ δοκεῖ μάλιστα ὁ περὶ τῆς ζύμης λόγος καὶ πρὸς τοὺς ἱερέας ἀποτείνεσθαι, οἳ ἀνέχονται πολλὴν ἔνδοθεν εἶναι ζύμην παλαιὰν, οὐκ ἐκκαθαίροντες ἐκ τῶν ὁρίων, τουτέστιν, ἐκ τῆς Ἐκκλησίας τοὺς πλεονέκτας, τοὺς ἅρπαγας, καὶ πᾶν ὅπερ ἂν ἐκβάλλῃ τῆς βασιλείας τῶν οὐρανῶν. Καὶ γὰρ πλεονεξία ζύμη παλαιὰ, καὶ ὅπουπερ ἂν πέσῃ, καὶ εἰς οἵαν οἰκίαν εἰσέλθῃ, ἀκάθαρτον αὐτὴν ἐργάζεται. Κἂν μικρὰ ἐξ ἀδικίας κερδάνῃς, ὁλόκληρόν σου τὴν οὐσίαν ἐζύμωσε.

Διὰ τοῦτο πολλάκις τὰ εἰσενεχθέντα κακῶς ὀλίγα, τὰ καλῶς κείμενα ἐξέβαλε πολλὰ ὄντα. Οὐδὲν γὰρ σαθρότερον πλεονεξίας· κἂν τὴν κλεῖν ἐπιθῇς τῷ τοιούτῳ ταμιείῳ, κἂν θύραν, κἂν μοχλὸν, εἰκῆ πάντα ποιεῖς, πλεονεξίαν ἔνδον τὸν χαλεπώτατον λῃστὴν ἀποκλείσας, καὶ πάντα δυνάμενον ἐξενεγκεῖν. Τί οὖν, φησὶν, ὅταν πολλοὶ πλεονεκτοῦντες μὴ ταῦτα πάσχωσι; Μάλιστα μὲν πείσονται, κἂν μὴ παρ᾽ αὐτὰ πάθωσιν· ἂν δὲ νῦν ἐκφύγωσι, τότε φοβήθητι μᾶλλον· ἐπὶ μείζονι γὰρ κολάσει τηροῦνται. Μᾶλλον δὲ, κἂν αὐτοὶ διαφύγωσιν, ἀλλ᾽ οἱ κληρονομήσαντες τὰ αὐτῶν τὰ αὐτὰ πείσονται. Καὶ ποῦ τοῦτο δίκαιον, φησί; Καὶ σφόδρα δίκαιον. Ὁ γὰρ διαδεξάμενος κλῆρον ἀδικίας γέμοντα, εἰ καὶ αὐτὸς μὴ ἥρπασεν, ἀλλ᾽ ὅμως τὰ ἑτέρων ἔχει· καὶ τοῦτο πέπεισται ἀκριβῶς, καὶ διὰ τοῦτο δίκαιος ἦν παθεῖν. Εἰ γὰρ τοῦ δεῖνος ἁρπάσαντος ἔλαβες σὺ, εἶτα ἐλθὼν ὁ ἁρπαγεὶς ἀπῄτει, ἆρα ἂν ἤρκεσέ σοι εἰς ἀπολογίαν τὸ μὴ αὐτὸν ἡρπακέναι σε; Οὐδαμῶς· τί γὰρ ἂν εἶπες ἐγκαλούμενος, εἰπέ μοι; Ὅτι ἕτερος ἀπέδυσεν; ἀλλὰ σὺ κατέχεις. Ἐκεῖνος ἥρπασεν; ἀλλὰ σὺ ἀπολαύεις.

Ταῦτα δὲ καὶ οἱ τῶν ἔξωθεν ἴσασι νόμοι, οἳ τοὺς ἁρπάσαντας καὶ ὑφελομένους ἀφέντες, ἐκείνους κελεύουσιν ἀπαιτεῖν παρ᾽ οἷς ἂν εὕροι τις τὰ αὐτοῦ κείμενα ἅπαντα. Εἰ μὲν οὖν οἶδας τοὺς ἠδικημένους, ἀπόδος, καὶ ποίησον ὅπερ ἐποίησεν ὁ Ζακχαῖος μετὰ πολλῆς τῆς προσθήκης· εἰ δὲ ἀγνοεῖς, καὶ ἑτέραν σοι δίδωμι ὁδὸν, καὶ οὐκ ἀποκλείω σε τῆς θεραπείας· εἰς τοὺς δεομένους διάνειμαι ταῦτα ἅπαντα, καὶ παραμυθήσῃ καὶ οὕτω τὸ δεινόν. Εἰ δέ τινες καὶ εἰς παῖδας καὶ ἐκγόνους ταῦτα παρέπεμψαν, ἀλλ᾽ ἕτερα ἀντὶ τούτων ἔπαθον δεινά. Καὶ τί λέγω τὰ ἐνταῦθα;

Οὐ γὰρ δήπου καὶ κατ᾽ ἐκείνην τὴν ἡμέραν ταῦτα ἐρεῖται, ὅταν ἀμφότεροι γυμνοὶ φαίνωνται, οἵ τε ἁρπαγέντες οἵ τε ἁρπάσαντες· μᾶλλον δὲ οὐχ ὁμοίως γυμνοί. Τῶν μὲν γὰρ χρημάτων ὁμοίως ἑκάτερος γυμνὸς ἔσται, θάτερος δὲ καὶ τῶν ἐκ τούτων ἐγκλημάτων ἐμπεπλησμένος. Τί τοίνυν ποιήσομεν κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν πρὸ τοῦ βήματος τοῦ φοβεροῦ ὁ κακῶς παθὼν καὶ τὰ αὐτοῦ πάντα ἀπολωλεκὼς παράγηται εἰς μέσον, σοῦ μηδένα ἔχοντος συνήγορον; τί πρὸς τὸν δικάζοντα ἐρεῖς; Νῦν μὲν γὰρ καὶ διαφθεῖραι τὸ δικαστήριον δυνήσῃ τὸ τῶν ἀνθρώπων, ἐκεῖνο δὲ τότε οὐκέτι· μᾶλλον δὲ οὐδὲ νῦν· καὶ γὰρ καὶ νῦν πάρεστιν ἐκεῖνο τὸ δικαστήριον. Καὶ γὰρ ὁ Θεὸς ὁρᾷ τὰ γινόμενα, καὶ ἐγγύθεν ἐστὶ τοῖς ἀδικουμένοις καὶ μὴ καλούμενος. Ὁ γὰρ κακῶς παθὼν, κἂν αὐτὸς ἀνάξιος ᾖ τοῦ τυχεῖν τινος ἐκδικίας, ἀλλ᾽ ὅμως, ἐπειδὴ τῷ Θεῷ τὰ γινόμενα οὐκ ἀρέσκει, ἔχει τὸν ἀμύνοντα πάντως. Πῶς οὖν, φησὶν, ὁ δεῖνα εὖ πράττει πονηρὸς ὤν; Ἀλλ᾽ οὐκ εἰς τέλος. Ἄκουσον τί φησιν ὁ προφήτης· Μὴ παραζήλου ἐν πονηρευομένοις, ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται. Ποῦ γὰρ, εἰπέ μοι, μετὰ τὴν ἐντεῦθεν ἀπαγωγὴν ὁ ἁρπάσας; ποῦ αἱ λαμπραὶ ἐλπίδες; ποῦ τὸ σεμνὸν ὄνομα; οὐχὶ πάντα παρῆλθεν; οὐχὶ ὄναρ καὶ σκιὰ πάντα τὰ ἐκείνου; Τοῦτο καὶ περὶ ἑκάστου τῶν τοιούτων προσδόκα, καὶ τοῦ ζῶντος καὶ τοῦ μετ᾽ ἐκεῖνον.

Ἀλλ᾽ οὐ τὰ τῶν ἁγίων ἀνδρῶν τοιαῦτα, οὐδὲ δυνήσῃ τὰ αὐτὰ καὶ ἐπ᾽ ἐκείνων εἰπεῖν, ὅτι σκιὰ καὶ ὄναρ καὶ διηγήματα τὰ τούτων. Καὶ εἰ βούλει, αὐτὸν τὸν ταῦτα εἰρηκότα, τὸν σκηνοποιὸν, τὸν Κίλικα, τὸν οὐδὲ τίνος ἦν πατρὸς δῆλον, παραγάγωμεν εἰς μέσον. Καὶ πῶς δυνατὸν, φησὶ, γενέσθαι τοιοῦτον; Ὅλως γὰρ ἐπιθυμεῖς; ὅλως ἐφίεσαι καὶ βούλει γενέσθαι τοιοῦτος;

Ναὶ, φησίν. Οὐκοῦν ἐλθὲ τὴν ὁδὸν, ἣν οὗτος ἦλθε, καὶ οἱ μετ᾽ αὐτοῦ. Καὶ ποίαν ἦλθεν ὁδόν; Ὁ μέν φησιν· Ἐν λιμῷ καὶ δίψει καὶ γυμνότητι· ὁ δὲ, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι. Οὕτως οὐδὲν εἶχον, καὶ ὅμως πάντα κατεῖχον.

ϛʹ. Τί ταύτης σεμνότερον τῆς φωνῆς; τί μακαριώτερόν τε καὶ εὐπορώτερον; Ἕτεροι μὲν γὰρ ἐπὶ τοῖς ἐναντίοις ἡβρύνοντο λέγοντες· Ἔχω τόσα καὶ τόσα χρυσίου τάλαντα, καὶ πλέθρα γῆς ἄπειρα καὶ οἰκίας καὶ ἀνδράποδα· οὗτος δὲ, ἐπὶ τῷ πάντων εἶναι γυμνός· καὶ οὐ καταδύεται τῇ πενίᾳ, ὅπερ πάσχουσιν οἱ ἀνόητοι, οὐδὲ ἐγκαλύπτεται, ἀλλὰ καὶ ἐγκαλλωπίζεται.

Ποῦ νῦν οἱ πλουτοῦντες, οἱ τόκους ἀριθμοῦντες καὶ τόκους τόκων, οἱ τὰ πάντων λαμβάνοντες, καὶ οὐδέποτε κορεννύμενοι; ἠκούσατε τῆς Πέτρου φωνῆς τῆς ἐπιδεικνυμένης πενίαν πλούτου μητέρα; τῆς οὐδὲν ἐχούσης, καὶ τῶν τὰ διαδήματα περικειμένων εὐπορωτέρας; Αὕτη γὰρ ἡ μηδὲν ἔχουσα καὶ νεκροὺς ἀνίστα, καὶ χωλοὺς διώρθου, καὶ δαίμονας ἤλαυνε, καὶ τοιαῦτα ἐχαρίζετο, ἅπερ οἱ τὴν ἁλουργίδα περιβεβλημένοι, καὶ τὰ μεγάλα καὶ φοβερὰ στρατόπεδα ἄγοντες, οὐδέποτε ἴσχυσαν· αὕτη ἡ φωνὴ τῶν εἰς οὐρανὸν ἤδη μεταστάντων, τῶν ἐκείνης ἐπειλημμένων τῆς κορυφῆς. Οὕτως ἔστι μηδὲν ἔχοντα, τὰ πάντων κατέχειν· οὕτως ἔστι μηδὲν κτώμενον, τὰ πάντων κεκτῆσθαι. Ἂν δὲ κτησώμεθα τὰ πάντων, τῶν πάντων ἀπεστερήμεθα. Τάχα αἴνιγμα τὸ εἰρημένον εἶναι δοκεῖ, ἀλλ᾽ οὐκ ἔστιν. Ἀλλὰ πῶς, φησὶν, ὁ μηδὲν ἔχων, τὰ πάντων κατέχει; οὐ πολλῷ μᾶλλον ὁ τὰ πάντων ἔχων; Οὐδαμῶς, ἀλλὰ τοὐναντίον ἅπαν. Ὁ γὰρ μηδὲν ἔχων πᾶσιν ἐπιτάττει, ὡς κἀκεῖνοι ἐποίουν· καὶ γὰρ αἱ κατὰ τὴν οἰκουμένην αὐτοῖς οἰκίαι ἦσαν ἀνεῳγμέναι πᾶσαι, καὶ χάριν εἶχον οἱ παρέχοντες, καὶ ὡς πρὸς φίλους καὶ συγγενεῖς ἤρχοντο. Καὶ γὰρ πρὸς τὴν πορφυροπώλιδα ἦλθον, καὶ ἐκείνη καθάπερ θεραπαινὶς τὰ ἑαυτῆς προὔθηκε· καὶ πρὸς τὸν δεσμοφύλακα, κἀκεῖνος τὴν οἰκίαν αὐτοῖς ἀνέῳξεν ἅπασαν· καὶ πρὸς ἑτέρους μυρίους.

Οὕτω πάντα εἶχον, καὶ οὐδὲν εἶχον. Οὐδὲν γὰρ τῶν ὑπαρχόντων ἔλεγον ἴδιον εἶναι· διὰ τοῦτο πάντα ἦν αὐτῶν. Ὁ γὰρ κοινὰ τὰ ὄντα ἡγούμενος, οὐ τοῖς αὐτοῦ μόνον, ἀλλὰ καὶ τοῖς ἑτέρων χρήσεται ὡς ἰδίοις· ὁ δὲ ἀποσχίζων, καὶ ποιῶν ἑαυτὸν κύριον τῶν αὐτοῦ μόνων, οὐδὲ τούτων ἔσται κύριος. Καὶ τοῦτο ἀπὸ ὑποδείγματος δῆλον. Ὁ μηδὲν ὅλως κεκτημένος, μήτε οἰκίαν μήτε τράπεζαν μήτε περιττὸν ἱμάτιον, ἀλλὰ διὰ τὸν Θεὸν πάντων ἀπεστερημένος, ὡς ἰδίοις κέχρηται τοῖς κοινοῖς, καὶ παρὰ πάντων ἅπερ ἂν θέλῃ, λήψεται· καὶ οὕτω τὰ πάντων ὁ μηδὲν ἔχων κατέχει. Ὁ δὲ ἔχων τινὰ, οὐδὲ τούτων ἔσται κύριος· οὔτε γὰρ δώσει τις τῷ κεκτημένῳ, καὶ λῃστῶν καὶ κλεπτῶν καὶ συκοφαντῶν καὶ μεταβολῆς πραγμάτων καὶ πάντων μᾶλλον ἔσται, ἢ ἐκείνου, τὰ ἐκείνου.

Πᾶσαν γοῦν τὴν οἰκουμένην διέδραμεν ὁ Παῦλος, οὐδὲν ἐπιφερόμενος, οὐ πρὸς φίλους ἀπιὼν, οὐ πρὸς συνήθεις· καὶ γὰρ κοινὸς ἐν ἀρχῇ πολέμιος πᾶσιν ἦν· ἀλλ᾽ ὅμως τὰ πάντων εἶχε μετὰ τὸ εἰσελθεῖν. Ὁ δὲ Ἀνανίας καὶ ἡ Σάπφειρα, ἵνα μικρόν τι τῶν ἰδίων κτήσωνται σπεύσαντες, πάντων ἐξέπεσον μετὰ καὶ αὐτῆς τῆς ζωῆς. Ἀπόστηθι τοίνυν τῶν σῶν, ἵνα ὡς ἰδίοις χρήσῃ τοῖς ἀλλοτρίοις. Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς εἰς τοσαύτην ἐξηνέχθην ὑπερβολὴν, ἀνθρώποις τοιαῦτα φθεγγόμενος, οἷς ἀγαπητὸν κἂν τῶν ὄντων μεταδοῦναί τι μικρόν.

Διόπερ ταῦτα μὲν ἡμῖν πρὸς τοὺς τελείους εἰρήσθω· πρὸς δὲ τοὺς ἀτελεστέρους ἐκεῖνα λέγωμεν Δότε τῶν ὄντων τοῖς δεομένοις, αὐξήσατε τὴν οὐσίαν. Ὁ γὰρ διδοὺς πτωχῷ, φησὶ, δανείζει Θεῷ. Εἰ δὲ ἐπείγῃ, καὶ οὐκ ἀναμένεις τὸν καιρὸν τῆς ἀντιδόσεως, ἐννόει τοὺς τὰ χρήματα ἀνθρώποις δανείζοντας. Οὐδὲ γὰρ οὗτοι παραχρῆμα βούλονται τοὺς τόκους ἀπολαβεῖν, ἀλλὰ πλείονα ἐπιθυμοῦσι χρόνον μεῖναι παρὰ ταῖς τοῦ δανεισαμένου χερσὶ τὸ κεφάλαιον, μόνον ἐὰν ἀσφαλὴς ἡ ἀπόδοσις ᾖ, καὶ μὴ ὑποπτεύωσι τὸν εἰληφότα.

Τοῦτο τοίνυν καὶ ἐνταῦθα γινέσθω· ἄφες αὐτὰ παρὰ τῷ Θεῷ, ἵνα ἀποδῷ σοι τὸν μισθὸν πολλαπλασίω. Μὴ ἐνταῦθα τὸ πᾶν ζήτει· ἂν γὰρ ἐνταῦθα αὐτὸ ἀπολάβῃς ὅλον, πῶς ἀπολήψῃ ἐκεῖ; Διὰ τοῦτο καὶ ὁ Θεὸς ἐκεῖ ταμιεύεται, ἅτε ἐπικήρου τοῦ παρόντος βίου τυγχάνοντος.

Δίδωσι δὲ καὶ ἐνταῦθα· Ζητεῖτε γὰρ, φησὶ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Ἀλλ᾽ ἡμεῖς πρὸς ἐκείνην βλέπωμεν, καὶ μὴ ἐπειγώμεθα πρὸς τὴν ἁπάντων ἀντίδοσιν, ἵνα μὴ ἐλαττώσωμεν τὴν ἀμοιβὴν, ἀλλ᾽ ἀναμένωμεν τὸν καιρόν. Οὐ γὰρ τοιοῦτοι οὗτοι οἱ τόκοι, ἀλλ᾽ οἵους εἰκὸς παρὰ τοῦ Θεοῦ δίδοσθαι. Τούτους τοίνυν συναγαγόντες μετὰ δαψιλείας πολλῆς, οὕτως ἐντεῦθεν ἀπέλθωμεν, ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΟΜΙΛΙΑ Ιϛʹ. Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις· καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου, ἢ πλεονέκταις ἢ ἅρπαξιν ἢ εἰδωλολάτραις· ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. Νυνὶ δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι, ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ μέθυσος ἢ λοίδορος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.

αʹ. Ἐπειδὴ γὰρ εἶπεν, Οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ὁ τοιοῦτος, καὶ, Ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, καὶ εἰκὸς ἦν αὐτοὺς ὑποπτεῦσαι ὅτι πάντας τοὺς πόρνους δεῖ φεύγειν (εἰ γὰρ μεταδίδωσι τῆς οἰκείας λύμης ὁ ἡμαρτηκὼς τοῖς οὐχ ἡμαρτηκόσι, πολλῷ μᾶλλον τοὺς ἔξωθεν ἀποστρέφεσθαι χρή· εἰ γὰρ τοῦ οἰκείου οὐ δεῖ φείδεσθαι διὰ τὸ τοιαύτην ἐξ αὐτοῦ βλάβην γίνεσθαι, πολλῷ μᾶλλον τῶν ἄλλων)· τούτου δὲ ὑπονοουμένου ἀνάγκη ἦν χωρίζεσθαι καὶ τῶν παρ᾽ Ἕλλησι πόρνων, καὶ οὕτως εἰς ἀδύνατον τοῦ πράγματος περιισταμένου, μειζόνως ἂν ἐδυσχέρανον, τῇ ἐπιδιορθώσει ταύτῃ κέχρηται, λέγων· Ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι πόρνοις· καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου· τὸ, Πάντως, ὡς ἐπὶ ὡμολογημένου τιθείς. Ἵνα γὰρ μὴ νομίσωσιν, ὅτι ὡς ἀτελεστέροις αὐτοῖς τοῦτο οὐκ ἐπέταξε, καὶ ὡς τέλειοι δῆθεν αὐτὸ πρᾶξαι ἐπιχειρήσωσι, δείκνυσιν ὅτι οὐδὲ δυνατὸν τοῦτο γενέσθαι, οὐδὲ εἰ σφόδρα βούλοιντο· ἐπεὶ ἑτέραν οἰκουμένην ἔδει ζητῆσαι. Διὸ καὶ ἐπήγαγεν· Ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. Εἶδες πῶς ἐστιν ἀνεπαχθὴς, καὶ πανταχοῦ οὐ τὸ δυνατὸν μόνον, ἀλλὰ καὶ τὸ εὔκολον τῆς νομοθεσίας σκοπεῖ; Πῶς γὰρ ἔνι ἄνθρωπον ὄντα, φησὶ, καὶ οἰκίας καὶ παίδων προϊστάμενον, καὶ τὰ τῆς πόλεως πράττοντα, ἢ χειροτέχνην ὄντα, ἢ στρατευόμενον, τῶν πλειόνων ὄντων Ἑλλήνων, τοὺς πανταχοῦ πόρνους φεύγειν;

πόρνους γὰρ κόσμου τοὺς παρὰ τοῖς Ἕλλησι λέγει. Νῦν δὲ ἔγραψα ὑμῖν, ἐάν τις ἀδελφὸς ᾖ τοιοῦτος, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. Ἐνταῦθα καὶ ἑτέρους αἰνίττεται ἐν πονηρίᾳ ζῶντας. Καὶ πῶς ἀδελφὸς ὢν, εἰδωλολάτρης εἶναι δύναται; Ὡς ἐπὶ τῶν Σαμαρειτῶν συνέβη ποτὲ, οἳ ἐξ ἡμισείας τὴν εὐσέβειαν ᾑροῦντο· ἄλλως δὲ καὶ προκαταβάλλεται τὸν περὶ τῶν εἰδωλοθύτων λόγον, ὃν μετὰ ταῦτα μέλλει γυμνάζειν.

Ἢ πλεονέκτης. Καὶ γὰρ καὶ πρὸς τούτους ἀποδύεται· διὸ καὶ ἔλεγε· Διὰ τί οὐκ ἀδικεῖσθε μᾶλλον; διὰ τί οὐκ ἀποστερεῖσθε; ἀλλ᾽ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε. —Ἢ μέθυσος. Καὶ γὰρ καὶ τοῦτο ἐγκαλεῖ προϊὼν, ὡς ὅταν λέγῃ· Ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει· καὶ, Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν. Ἢ λοίδορος, ἢ ἅρπαξ.

Καὶ γὰρ καὶ τούτοις ἐπετίμησεν ἔμπροσθεν. Εἶτα καὶ τὴν αἰτίαν προστίθησι, δι᾽ ἢν οὐ κωλύει τοῖς ἔξωθεν τοιούτοις οὖσιν ἀναμίγνυσθαι, δεικνὺς ὅτι οὐ μόνον οὐ δυνατὸν, ἀλλὰ καὶ περιττόν· Τί γάρ μοι καὶ τοὺς ἔξωθεν κρίνειν; τοὺς ἔσω καὶ τοὺς ἔξω, τοὺς Χριστιανοὺς καὶ τοὺς Ἕλληνας καλῶν, καθὼς καὶ ἀλλαχοῦ φησι· Δεῖ δὲ καὶ μαρτυρίαν ἔχειν αὐτὸν καλὴν ὑπὸ τῶν ἔξωθεν. Καὶ ἐν τῇ πρὸς Θεσσαλονικέας δὲ Ἐπιστολῇ τὸ αὐτό φησι λέγων· Μὴ συναναμίγνυσθε αὐτῷ, ἵνα ἐντραπῇ· καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν.

Ἐνταῦθα μέντοι τὴν αἰτίαν οὐ τίθησι. Τί δήποτε; Ὅτι ἐκεῖ μὲν παραμυθήσασθαι ἐβούλετο, ἐνταῦθα δὲ οὐκέτι. Οὐ γὰρ τὸ ἁμάρτημα ἐνταῦθα κἀκεῖ τὸ αὐτὸ, ἀλλ᾽ ἐκεῖ ἔλαττον· ἀργίαν γὰρ ἐγκαλεῖ· ἐνταῦθα δὲ πορνείαν καὶ ἕτερα χαλεπώτατα ἁμαρτήματα. Καὶ πρὸς Ἕλληνας μὲν εἰ βούλοιτό τις ἀπιέναι, οὐ κωλύει συνεσθίειν, διὰ τὴν αὐτὴν πάλιν αἰτίαν. Οὕτω δὲ καὶ ἡμεῖς ποιοῦμεν, ὑπὲρ μὲν τῶν υἱῶν καὶ τῶν ἀδελφῶν πάντα πράττοντες, τῶν δὲ ἀλλοτρίων οὐ πολὺν ποιούμεθα λόγον. Τί οὖν; οὐκ ἐκήδετο καὶ τῶν ἔξωθεν Παῦλος; Ἐκήδετο μὲν, ἀλλὰ μετὰ τὸ δέξασθαι τὸ κήρυγμα καὶ ὑπευθύνους ποιῆσαι τῇ διδασκαλίᾳ τοῦ Χριστοῦ, τότε αὐτοῖς ἐνομοθέτει· ἕως δὲ ὅτε κατεφρόνουν, περιττὸν ἦν τὰ προστάγματα τοῦ Χριστοῦ λέγειν τοῖς αὐτὸν οὐκ εἰδόσι τὸν Χριστόν. Οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε; τοὺς δὲ ἔξω ὁ Θεὸς κρινεῖ.

Ἐπειδὴ γὰρ εἶπε, Τί μοι τοὺς ἔξω κρίνειν; ἵνα μή τις νομίσῃ ἀτιμωρήτους τούτους ἀφίεσθαι, ἕτερον δικαστήριον ἐφίστησιν αὐτοῖς φοβερόν. Τοῦτο δὲ εἶπεν, ὁμοῦ μὲν ἐκείνους φοβῶν, ὁμοῦ δὲ τούτους παραμυθούμενος, καὶ δεικνὺς ὅτι ἡ κόλασις αὕτη ἡ πρόσκαιρος, τῆς ἀθανάτου καὶ διηνεκοῦς ἐξαρπάζει· ὃ καὶ ἀλλαχοῦ δηλῶν ἔλεγε· Νυνὶ δὲ κρινόμενοι, παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν· καὶ, Ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.

βʹ. Ἐμνημόνευσε ῥήσεως ἐν τῇ Παλαιᾷ κειμένης, ὁμοῦ μὲν δεικνὺς, ὅτι καὶ αὐτοὶ τὰ μέγιστα κερδανοῦσιν, ὥσπερ λοιμοῦ τινος ἀπαλλαγέντες χαλεποῦ, ὁμοῦ δὲ δηλῶν, ὅτι οὐ καινοτομία τὸ τοιοῦτον, ἀλλὰ καὶ ἄνωθεν ἐδόκει τοῦτο τῷ νομοθέτῃ τοὺς τοιούτους ἐκτέμνεσθαι· ἀλλ᾽ ἐκεῖ μὲν σφοδρότερον, ἐνταῦθα δὲ ἡμερώτερον. Διόπερ καὶ εἰκότως ἄν τις διαπορήσειε, τί δήποτε ἐκεῖ μὲν συνεχώρει κολάζεσθαι τὸν ἡμαρτηκότα καὶ καταλεύεσθαι, ἐνταῦθα δὲ οὐκέτι, ἀλλ᾽ ἐπὶ μετάνοιαν αὐτὸν ἄγει. Τί δήποτ᾽ οὖν ἑτέρως μὲν ἐκεῖνα, ἑτέρως δὲ ταῦτα διετυποῦτο;

Διὰ δύο ταύτας αἰτίας· μίαν μὲν, ὅτι ἐπὶ μείζονα ἀγῶνα οὗτοι ἤγοντο, καὶ πλείονος ἐδέοντο τῆς μακροθυμίας· ἑτέραν δὲ τὴν ἀληθεστέραν, ὅτι οὗτοι μὲν ἀπὸ τῆς ἀτιμωρησίας εὐκολώτερον διωρθοῦντο ἐπὶ μετάνοιαν ἐρχόμενοι, ἐκεῖνοι δὲ ἐπὶ κακίαν μείζονα ἔμελλον ἕρπειν. Εἰ γὰρ τοὺς πρώτους κολαζομένους ὁρῶντες τοῖς αὐτοῖς ἐνέμενον, εἰ μηδὲ ἐκολάζοντό τινες, πολλῷ μᾶλλον τοῦτο ἂν ἔπαθον. Διὰ τοῦτο ἐκεῖ μὲν τῷ μοιχῷ καὶ τῷ ἀνδροφόνῳ θάνατος εὐθέως ἐπάγεται· ἐνταῦθα δὲ, ἐὰν διὰ μετανοίας ἀπολούσωνται, διέφυγον τὴν κόλασιν. Πλὴν καὶ ἐνταῦθα σφοδροτέρας, καὶ ἐν τῇ Παλαιᾷ ἡμερωτέρας ἴδοι τις ἂν τιμωρίας, ἵνα δειχθῇ διὰ πάντων, ὅτι συγγενεῖς αἱ διαθῆκαι καὶ ἑνὸς καὶ τοῦ αὐτοῦ νομοθέτου· καὶ παρὰ πόδας καὶ ἐκεῖ καὶ ἐνταῦθα τὰς τιμωρίας, καὶ μετὰ πολὺν χρόνον πολλάκις ἐν ἑκατέρᾳ, καὶ οὐδὲ μετὰ πολὺν χρόνον πολλάκις, ἀλλὰ μετανοίᾳ μόνῃ ἀρκούμενον τὸν Θεόν. Καὶ γὰρ ἐν τῇ Παλαιᾷ μοιχεύσας καὶ φονεύσας ὁ Δαυῒδ, διὰ μετανοίας ἐσώθη, καὶ ἐν τῇ Καινῇ μικρὰ ἀπὸ χωρίου τιμῆς ὑφελόμενος ὁ Ἀνανίας μετὰ τῆς γυναικὸς ἀπώλετο.

Εἰ δὲ πλεονάζει ταῦτα ἐν τῇ Παλαιᾷ, τὰ δὲ ἐναντία ἐν τῇ Καινῇ, ἡ διαφορὰ τῶν προσώπων τὴν διαφορὰν τῆς τοιαύτης οἰκονομίας ἐργάζεται. Τολμᾷ τις ὑμῶν, πρὸς τὸν ἀδελφὸν αὐτοῦ πρᾶγμα ἔχων, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; Καὶ ἐνταῦθα πάλιν ὡς ἐπὶ ὡμολογημένων ποιεῖται τὴν κατηγορίαν. Καὶ γὰρ ἐκεῖ φησιν, Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία· καὶ ἐνταῦθα, Τολμᾷ τις ὑμῶν; ἐκ προοιμίων εὐθέως τὸν θυμὸν ἐνδεικνύμενος, καὶ δεικνὺς ὅτι τόλμης ἐστὶ τὸ πρᾶγμα καὶ παρανομίας. Καὶ τί δήποτε τὸν περὶ πλεονεξίας καὶ τοῦ μὴ δεῖν ἔξω κρίνεσθαι παρενέβαλε λόγον; Οἰκεῖον νόμον πληρῶν. Καὶ γὰρ ἔθος αὐτῷ τὰ παρεμπίπτοντα διορθοῦν, ὥσπερ ἡνίκα περὶ τῶν κοινῶν τραπεζῶν διαλεγόμενος, εἰς τὸν περὶ τῶν μυστηρίων ἐξέβη λόγον. Καὶ ἐνταῦθα τοίνυν, ἐπειδὴ πλεονεκτῶν ἀδελφῶν ἐμνημόνευσε, ζέων τῇ φροντίδι τῆς διορθώσεως τῶν ἁμαρτανόντων οὐκ ἀνέχεται διατηρῆσαι τάξιν· ἀλλὰ τὸ ἐκ τῆς ἀκολουθίας ἀχθὲν εἰς μέσον ἁμάρτημα διορθοῦται πάλιν, καὶ οὕτως ἐπὶ τὸν πρότερον ἐπάνεισιν. Ἀκούσωμεν οὖν τί φησι καὶ περὶ τούτου· Τολμᾷ τις ὑμῶν πρὸς τὸν ἀδελφὸν αὐτοῦ πρᾶγμα ἔχων, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; Τέως ἐκ τῶν ὀνομάτων γυμνοῖ καὶ ἀποτρέπει, καὶ ἐγκαλεῖ. Καὶ ἐκ προοιμίων μὲν οὐκ ἀνατρέπει τὴν κρίσιν τὴν ἐπὶ τῶν πιστῶν· ὅτε δὲ αὐτοὺς κατέπληξε διὰ πολλῶν, τότε καὶ τὸ ὅλως κρίνεσθαι ἀνεῖλε.

Μάλιστα μὲν γὰρ εἰ δεῖ κρίνεσθαι, φησὶν, ἐπὶ τῶν ἀδίκων οὐκ ἔδει· ὅλως δὲ οὐδὲ κρίνεσθαι δεῖ. Ἀλλὰ τοῦτο μὲν ὕστερον τίθησι· τέως δὲ τὸ πρῶτον διακαθαίρει τὸ μὴ ἔξω δικάζεσθαι. Πῶς γὰρ οὐκ ἄτοπον πρὸς τὸν φίλον μικροψυχοῦντα, τὸν ἐχθρὸν καταλλάκτην λαμβάνειν, φησί; πῶς δὲ οὐκ αἰσχύνῃ οὐδὲ ἐρυθριᾷς, ὅταν Ἕλλην τῷ Χριστιανῷ καθέζηται δικάζων; Εἰ δὲ ὑπὲρ ἰδιωτικῶν οὐ χρὴ παρ᾽ Ἕλλησι δικάζεσθαι, πῶς αὐτοῖς ἐπιτρέψομεν ὑπὲρ ἑτέρων μειζόνων; Καὶ ὅρα πῶς εἶπεν· οὐκ εἶπεν, Ἐπὶ τῶν ἀπίστων, ἀλλ᾽, Ἐπὶ τῶν ἀδίκων, λέξιν θεὶς, ἧς μάλιστα χρείαν εἶχεν εἰς τὴν προκειμένην ὑπόθεσιν, ὥστε ἀποτρέψαι καὶ ἀπαγαγεῖν. Ἐπειδὴ γὰρ περὶ δίκης αὐτῷ ὁ λόγος ἦν, οἱ δικαζόμενοι δὲ οὐδὲν οὕτως ἐπιζητοῦσιν, ὡς τὸ πολλὴν εἶναι πρόνοιαν τοῦ δικαίου παρὰ τοῖς δικάζουσιν, ἐντεῦθεν αὐτοὺς ἀποτρέπει, μονονουχὶ λέγων· Ποῖ φέρῃ καὶ τί ποιεῖς, ἄνθρωπε, τοὐναντίον πάσχων, ὧν ἐπιθυμεῖς, καὶ ὑπὲρ τοῦ τῶν δικαίων τυχεῖν ἀδίκοις ἐπιτρέπων ἀνθρώποις; Καὶ ἐπειδὴ εὐθέως φορτικὸν ἦν ἀκοῦσαι τὸ μὴ δικάζεσθαι, οὐκ εὐθέως τοῦτο ἐπήγαγεν, ἀλλὰ τοὺς δικάζοντας ἤμειψε μόνον, ἔξωθεν εἰς τὴν Ἐκκλησίαν εἰσάγων τοὺς δικαζομένους.

Εἶτα, ἐπειδὴ εὐκαταφρόνητον εἶναι ἐδόκει τὸ παρὰ τοῖς ἔνδον δικάζεσθαι, καὶ μάλιστα τότε (οὐ γὰρ ἦσαν ἴσως ἱκανοὶ πρᾶγμα συνιδεῖν, οὔτε τοιοῦτοι οἷοι οἱ ἔξωθεν δικασταὶ νόμων ἔμπειροι καὶ ῥητορείας, ἅτε ἐξ ἰδιωτῶν οἱ πλείους ὄντες)· ὅρα πῶς αὐτοὺς ἀξιοπίστους ποιεῖ, πρῶτον ἁγίους καλέσας. Ἀλλ᾽ ἐπειδὴ τοῦτο βίου καθαρότητα, οὐκέτι δὲ ἀκρίβειαν τὴν περὶ τὴν ἀκρόασιν αὐτοῖς ἐμαρτύρει, ὅρα πῶς καὶ τοῦτο μεθοδεύει τὸ μέρος, λέγων οὕτως· Ἢ οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσι;

γʹ. Σὺ τοίνυν ὁ μέλλων κρίνειν ἐκείνους τότε, πῶς ὑπ᾽ ἐκείνων ἀνέχῃ κρίνεσθαι νῦν; Κρινοῦσι δὲ οὐχὶ αὐτοὶ καθήμενοι καὶ λόγον ἀπαιτοῦντες, ἀλλὰ κατακρινοῦσι. Τοῦτο γοῦν δηλῶν ἔλεγε· Καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων;

Οὐ γὰρ εἶπεν, Ὑφ᾽ ὑμῶν, ἀλλ᾽, Ἐν ὑμῖν· ὥσπερ ὅταν λέγῃ· Βασίλισσα νότου ἀναστήσεται, καὶ κατακρινεῖ τὴν γενεὰν ταύτην· καὶ, Ἄνδρες Νινευῗται ἀναστήσονται, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην. Ὅταν γὰρ τὸν αὐτὸν ἥλιον ὁρῶντες, καὶ τῶν αὐτῶν μετέχοντες πάντων, ἡμεῖς μὲν εὑρεθῶμεν πιστεύσαντες, ἐκεῖνοι δὲ ἠπιστηκότες, οὐ δυνήσονται εἰς ἄγνοιαν καταφυγεῖν· κατηγορήσομεν γὰρ αὐτῶν ἡμεῖς δι᾽ αὐτῶν, ὧν ἐπράξαμεν.

Καὶ πολλὰ τοιαῦτα εὑρήσει τις ἐκεῖ κριτήρια. Εἶτα, ἵνα μὴ δόξῃ τις περὶ ἄλλων λέγειν, ὅρα πῶς κοινοποιεῖ τὸν λόγον· Καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων; Αἰσχύνην ὑμῖν φέρει τὸ πρᾶγμα, φησὶ, καὶ ὄνειδος ἄφατον. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς ὑπὸ τῶν ἔσω κρινομένους αἰσχύνεσθαι, τοὐναντίον μὲν οὖν ἐστιν αἰσχύνη, φησὶν, ὅταν ὑπὸ τῶν ἔξω κρίνεσθε· ἐκεῖνα γάρ ἐστιν ἐλάχιστα τὰ κριτήρια, οὐ ταῦτα. Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτι γε βιωτικά; Τινὲς ἐνταῦθά φασι τοὺς ἱερέας αἰνίττεσθαι· ἀλλ᾽ ἄπαγε· περὶ γὰρ δαιμόνων ὁ λόγος αὐτῷ.

Εἰ γὰρ περὶ ἱερέων ἔλεγε διεφθαρμένων, ᾐνίξατο ἂν αὐτοὺς ἄνω εἰπὼν, ὅτι Ἐν ὑμῖν κρίνεται ὁ κόσμος· οἶδε γὰρ κόσμον καὶ τοὺς πονηροὺς ἀνθρώπους καλεῖν ἡ Γραφή· καὶ οὐκ ἂν ἐκ δευτέρου τὸ αὐτὸ εἶπεν, οὐδ᾽ ἂν ὡς μεῖζόν τι λέγων ὕστερον αὐτὸ τέθεικεν. Ἀλλὰ περὶ ἐκείνων λέγει τῶν ἀγγέλων, περὶ ὧν φησιν ὁ Χριστός· Πορεύεσθε εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· καὶ ὁ Παῦλος, ὅτι Οἱ ἄγγελοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης. Ὅταν γὰρ αἱ ἀσώματοι δυνάμεις αὗται ἔλαττον ἡμῶν εὑρεθῶσιν ἔχουσαι τῶν σάρκα περιβεβλημένων, χαλεπωτέραν δώσουσι δίκην. Εἰ δὲ ἔτι φιλονεικοῖέν τινες ἱερέας λέγειν αὐτὸν, ἐρόμεθα ποίους ἱερέας;

Τοὺς βιωτικῶς περιπατήσαντας πάντως. Πῶς οὖν φησιν, Ἀγγέλους κρινοῦμεν, μήτι γε βιωτικὰ, πρὸς ἀντιδιαστολὴν τῶν βιωτικῶν τιθεὶς τοὺς ἀγγέλους; Εἰκότως, ἅτε τῆς τούτων χρείας ἐκτὸς γενομένους διὰ τὴν τῆς φύσεως ὑπεροχήν. Βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ Ἐκκλησίᾳ, τούτους καθίζετε. Μεθ᾽ ὑπερβολῆς ἡμᾶς διδάξαι βουλόμενος, ὅτι, οὐδ᾽ ἂν ὁτιοῦν ᾖ, τοῖς ἔξωθεν ἑαυτοὺς διδόναι χρὴ, τὴν δοκοῦσαν εἶναι ἀντίθεσιν κινήσας, προηγουμένως ταύτην ἔλυσεν. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστιν· Ἴσως ἐρεῖ τις, ὅτι οὐδεὶς ἐν ὑμῖν σοφὸς οὐδὲ ἱκανὸς διακρῖναι, ἀλλ᾽ εὐκαταφρόνητοι πάντες. Καὶ τί τοῦτο; Κἂν γὰρ μηδεὶς ᾖ σοφὸς, φησὶ, τοῖς ἐλαχίστοις ἐπιτρέπετε. Τοῦτο δὲ πρὸς ἐντροπὴν ὑμῖν λέγω. Ἐλέγχοντός ἐστι τὴν τούτων ἀντίθεσιν, ὡς σκῆψιν οὖσαν περιττήν· διὸ καὶ ἐπήγαγεν· Οὕτως οὐκ ἔνι σοφὸς ἐν ὑμῖν οὐδὲ εἷς; Τοσαύτη, φησὶν, ἀπορία; τοσαύτη σπάνις ἀνδρῶν συνετῶν παρ᾽ ὑμῖν· Καὶ ἡ ἐπαγωγὴ δὲ μείζονα τὴν πληγὴν ἔχει εἰπὼν γὰρ, Οὕτως οὐκ ἔνι σοφὸς ἐν ὑμῖν οὐδὲ εἷς; ἐπήγαγεν· Ὃς δυνήσηται διακρῖναι μεταξὺ τοῦ ἀδελφοῦ αὐτοῦ; Ὅταν γὰρ ἀδελφὸς δικάζηται μετὰ ἀδελφοῦ, οὐδὲ πολλῆς δεῖ τῆς συνέσεως καὶ τῆς δεινότητος τῷ μεσιτεύοντι τῇ δίκῃ, τῆς διαθέσεως καὶ τῆς συγγενείας πολλὰ συμπραττούσης πρὸς τὴν λύσιν τῆς τοιαύτης φιλονεικίας.

Ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων. Εἶδες πῶς ἐν ἀρχῇ μὲν χρησίμως διέβαλε τοὺς δικάζοντας, ἀδίκους καλέσας· ἐνταῦθα δὲ ἐντρεπτικῶς, ἀπίστους εἰπών; Καὶ γὰρ σφόδρα αἰσχρὸν, εἰ μηδὲ ἀδελφοῖς δυνατὸν γενέσθαι καταλλαγῆς αἴτιον τὸν ἱερέα, ἀλλ᾽ ἀνάγκη πρὸς τοὺς ἔξω τρέχειν. Ὥστε εἰπὼν, Τοὺς ἐξουθενημένους, οὐ τοῦτο εἶπε προηγουμένως, ὅτι τοὺς ἀπεῤῥιμμένους δεῖ καθίζειν, ἀλλὰ καθαπτόμενος αὐτῶν. Ὅτι γὰρ τοῖς δυναμένοις διακρίνειν ἐπιτρέπειν χρὴ, ἐδήλωσεν εἰπών· Οὕτως οὐκ ἔνι σοφὸς ἐν ὑμῖν οὐδὲ εἷς; καὶ ἐκ περιουσίας ἐπιστομίζων καὶ λέγων, ὅτι εἰ καὶ μηδεὶς ἦν σοφὸς ἐν ὑμῖν, τοῖς ἀσυνέτοις ἐπιτρέπειν ἐχρῆν μᾶλλον τὴν ἀκρόασιν, ἢ τοὺς ἔξωθεν δικάζειν. Πῶς γὰρ οὐκ ἄτοπον, ἐν οἰκίᾳ μὲν γινομένης μάχης, μηδένα τῶν ἔξωθεν καλεῖν, ἀλλ᾽ αἰσχύνεσθαι εἰ διαδοθείη πρὸς τοὺς ἔξω τὰ ἔνδον γινόμενα· ἔνθα δὲ Ἐκκλησία, τῶν ἀποῤῥήτων μυστηρίων ὁ θησαυρὸς, πάντα ἐκφέρεσθαι ἔξω; Ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων.

Διπλοῦν τὸ ἔγκλημα, ὅτι κρίνεται, καὶ ἐπὶ ἀπίστων. Εἰ γὰρ καὶ καθ᾽ ἑαυτὸ τὸ πρᾶγμα ἁμάρτημα τὸ πρὸς ἀδελφὸν κρίνεσθαι, τὸ καὶ ἐπὶ ἐξωτικῶν ποίαν ἔχει συγγνώμην; Ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν, ὅτι κρίματα ἔχετε μεθ᾽ ἑαυτῶν. Εἶδες ποῦ αὐτὸ ἐτήρησε, καὶ πῶς εὐκαίρως αὐτὸ ἀνεῖλεν;

Οὔπω γὰρ λέγω, φησὶ, τὶς ἀδικεῖ, ἢ τὶς ἀδικεῖται· τέως αὐτῷ τῷ κρίνεσθαι ἑκάτερος διαβέβληται, καὶ οὐδὲν ἕτερος ἑτέρου βελτίων κατὰ τοῦτο. δʹ. Εἰ δὲ δικαίως ἢ ἀδίκως κρίνεται, ἑτέρου λόγου τοῦτο. Μὴ τοίνυν λέγε· Τὶς ἠδίκησεν· ἐντεῦθεν γὰρ ἤδη σε κατακρίνω ἀπὸ τοῦ δικάζεσθαι. Εἰ δὲ τὸ μὴ δύνασθαι φέρειν ἀδικοῦντα, ἔγκλημα, τὸ καὶ ἀδικεῖν πόσης κατηγορίας ἄξιον; Διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; ἀλλ᾽ αὐτοὶ ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα ἀδελφούς.

Πάλιν διπλοῦν τὸ ἔγκλημα, τάχα δὲ καὶ τριπλοῦν καὶ τετραπλάσιον. Ἓν μὲν, τὸ μὴ εἰδέναι ἀδικούμενον φέρειν· δεύτερον δὲ, τὸ καὶ ἀδικεῖν· τρίτον, τὸ καὶ τοῖς ἀδίκοις ἐπιτρέπειν περὶ τούτων· τέταρτον, τὸ καὶ ἀδελφόν. Οὐδὲ γὰρ ὁμοίως τὰ ἁμαρτήματα κρίνεται, ὅταν εἰς τὸν τυχόντα καὶ εἰς τὸ οἰκεῖον γίνηται μέλος. Ἀπὸ γὰρ πλείονος ἰταμότητος τολμᾶται τοῦτο· κἀκεῖ μὲν ἡ φύσις τοῦ πράγματος καταπεπάτηται μόνη, ἐνταῦθα δὲ καὶ ἡ τοῦ προσώπου ποιότης. Ἐντρέψας τοίνυν ἀπὸ τῶν κοινῶν λογισμῶν, καὶ πρὸ τούτων ἀπὸ τῶν κειμένων ἐπάθλων, εἰς ἀπειλὴν κατακλείει τὴν παραίνεσιν, ἰσχυρότερον ποιῶν τὸν λόγον, καὶ οὕτω λέγων· Οὐκ οἴδατε ὅτι ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι;

Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε πλεονέκται, οὐ κλέπται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ κληρονομήσουσι. Τί λέγεις; περὶ πλεονεκτῶν διαλεγόμενος, τοσοῦτον ὄχλον ἐπήγαγες ἡμῖν παρανόμων ἀνθρώπων; Ναὶ, φησίν· ἀλλ᾽ οὐ συγχέων τὸν λόγον τοῦτο ποιῶ, ἀλλὰ καὶ τάξει προβαίνων.

Ὥσπερ γὰρ περὶ τῶν πόρνων διαλεγόμενος, μέμνηται πάντων ὁμοῦ, οὕτω πάλιν τοῦ πλεονέκτου μνησθεὶς, πάντας εἰς μέσον ἄγει, πρὸς τοὺς ἐλέγχους συνεθίζων τοὺς τὰ τοιαῦτα συνειδότας ἑαυτοῖς. Τὸ γὰρ ἐν ταῖς τῶν ἑτέρων μνήμαις συνεχῶς ἀκούειν τὴν κειμένην κόλασιν αὐτοῖς, εὐπαράδεκτον ποιεῖ τὸν ἔλεγχον, ἐπειδὰν τοῖς οἰκείοις αὐτῶν ἁμαρτήμασιν ἐπαποδύηται. Οὐδὲ γὰρ ὡς συνειδὼς ἐνταῦθα αὐτοῖς ταῦτα, οὐδὲ ὡς ἐλέγχων ποιεῖται τὴν ἀπειλήν· ὃ μάλιστα καὶ ἱκανόν ἐστι κατασχεῖν τὸν ἀκροατὴν, καὶ μὴ ἀφεῖναι ἀποπηδῆσαι, ὅταν μὴ πρὸς αὐτὸν ὁ λόγος ἀποτείνηται, ἀλλ᾽ ἀδιορίστως λεγόμενος, λανθανόντως αὐτοῦ πλήττῃ τὸ συνειδός. Μὴ πλανᾶσθε. Ἐνταῦθα αἰνίττεταί τινας λέγοντας, ὅπερ καὶ νῦν λέγουσιν οἱ πολλοὶ, ὅτι Φιλάνθρωπος ὢν ὁ Θεὸς καὶ ἀγαθὸς, οὐκ ἐπεξέρχεται τοῖς πλημμελήμασι· μὴ δὴ φοβηθῶμεν· οὐδένα γὰρ ἐπ᾽ οὐδενὶ δίκην ἀπαιτήσει ποτέ. Καὶ τούτων ἕνεκέν φησιν· Μὴ πλανᾶσθε. Πλάνης γάρ ἐστιν ἐσχάτης καὶ ἀπάτης, ἐλπίσαντα χρηστὰ τῶν ἐναντίων ἐπιτυχεῖν, καὶ ταῦτα περὶ Θεοῦ ὑποπτεύειν, ἃ μηδὲ περὶ ἀνθρώπου τις ἐννοήσειε.

Διό φησιν ὁ προφήτης ἐκ προσώπου αὐτοῦ· Ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος· ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἀνομίας σου· καὶ ὁ Παῦλος ἐνταῦθα, Μὴ πλανᾶσθε· οὔτε πόρνοι (τὸν ἤδη καταδικασθέντα πρῶτον τίθησιν), οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε μέθυσοι, οὔτε λοίδοροι βασιλείαν Θεοῦ κληρονομήσουσι.

Πολλοὶ τούτου ἐπελάβοντο τοῦ χωρίου, ὡς σφόδρα τραχέος, εἴ γε τὸν μέθυσον καὶ λοίδορον μετὰ τοῦ μοιχοῦ καὶ τοῦ ἡταιρηκότος καὶ τοῦ ἀρσενοκοίτου τίθησι· καίτοι γε οὐκ ἴσα τὰ ἐγκλήματα, πῶς οὖν τὰ τῆς κολάσεως ἴσα; Τί οὖν ἐροῦμεν; Ὅτι μάλιστα μὲν οὖν οὐ μικρὸν τὸ τῆς μέθης καὶ τὸ τῆς λοιδορίας, ἐπεὶ καὶ ὁ Χριστὸς τὸν μωρὸν καλέσαντα τὸν ἀδελφὸν τῇ γεέννῃ παρέδωκε. Πολλάκις γὰρ ἐντεῦθεν ἐτέχθη θάνατος· καὶ ὁ τῶν Ἰουδαίων δὲ δῆμος τὰ χαλεπώτατα ἐκ τῆς μέθης ἐξήμαρτεν ἁμαρτήματα· ἔπειτα, ὅτι οὐ περὶ κολάσεως ὁ λόγος αὐτῷ τέως, ἀλλὰ περὶ ἐκπτώσεως βασιλείας. Τῆς μὲν οὖν βασιλείας ὁμοίως καὶ οὗτος καὶ ἐκεῖνος ἐκπίπτουσιν· εἰ δέ τινα ἐν τῇ γεέννῃ διαφορὰν ἕξουσιν, οὐ τοῦ παρόντος καιροῦ ζητεῖν· οὐ γὰρ περὶ τούτου πρόκειται νῦν ἡμῖν. Καὶ ταῦτά τινες ἦτε· ἀλλ᾽ ἀπελούσασθε, ἀλλ᾽ ἡγιάσθητε.

Σφόδρα ἐντρεπτικῶς ἐπήγαγε λέγων· Ἐννοήσατε ἡλίκων ὑμᾶς ἐξείλετο κακῶν ὁ Θεὸς, ὅσην ὑμῖν φιλανθρωπίας παρέσχετο πεῖραν καὶ ἀπόδειξιν· καὶ οὐδὲ μέχρι τῆς ἀπαλλαγῆς τὴν ἀντίδοσιν ἔδωκεν, ἀλλ᾽ ἐπὶ πολὺ τὴν εὐεργεσίαν προήγαγε· καὶ γὰρ καθαρὸν ἐποίησεν. Ἆρ᾽ οὖν τοῦτο μόνον; Οὐδαμῶς, ἀλλὰ καὶ ἡγίασεν· ἀλλ᾽ οὐδὲ τοῦτο μόνον, ἀλλὰ καὶ ἐδικαίωσε. Καίτοι γε καὶ τὸ τῶν ἁμαρτημάτων ἀπαλλαγῆναι, δωρεὰ μεγάλη· νυνὶ δέ σε καὶ μυρίων ἐνέπλησεν ἀγαθῶν. Καὶ τοῦτο γέγονεν Ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· οὐκ ἐν τῷδε καὶ τῷδε, ἀλλὰ Καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν.

Ταῦτα οὖν εἰδότες, ἀγαπητοὶ, καὶ τὸ μέγεθος τῆς γεγενημένης εὐεργεσίας ἐννοοῦντες, μένωμεν σωφρόνως βιοῦντες, τῶν τε ἀπηριθμημένων καθαρεύοντες ἁπάντων, καὶ τὰ δικαστήρια φεύγωμεν τὰ ἐν ἀγοραῖς ταῖς ἔξω, καὶ τὴν εὐγένειαν, ἣν ὁ Θεὸς ἡμῖν ἐχαρίσατο, ταύτην διαφυλάξωμεν. Ἐννόησον γὰρ ἡλίκης ἐστὶν αἰσχύνης καθέζεσθαι Ἕλληνά σοι δίκαια νέμοντα.

εʹ. Τί οὖν, φησὶν, ἐὰν παρανόμως ὁ ἔνδον κρίνῃ; Διὰ τί, εἰπέ μοι; κατὰ ποίους γὰρ νόμους δικάζει ὁ Ἕλλην; καὶ κατὰ ποίους ὁ Χριστιανός; οὐκ εὔδηλον ὅτι κατὰ μὲν τοὺς τῶν ἀνθρώπων ὁ Ἕλλην, κατὰ δὲ τοὺς τοῦ Θεοῦ ὁ Χριστιανός; Οὐκοῦν ἐνταῦθα μᾶλλον τὸ δίκαιον, ἐπειδὴ καὶ ἐξ οὐρανῶν εἰσιν οἱ νόμοι πεμφθέντες.

Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν μετὰ τῶν εἰρημένων καὶ ἕτερα ἔστιν ὑποπτεῦσαι πολλὰ, καὶ ῥητόρων δεινότητα καὶ διαφθορὰν ἀρχόντων καὶ πολλὰ ἄλλα τὸ δίκαιον λυμαινόμενα· ἐνταῦθα δὲ τοιοῦτον οὐδέν. Τί οὖν, ἂν ὁ ἀντίδικος δυνάστης ᾖ, φησί; Καὶ διὰ τοῦτο μὲν οὖν μάλιστα δικάζεσθαι ἐνταῦθα χρή· ἐν γὰρ τοῖς ἔξω δικαστηρίοις περιέσται σου πάντως. Εἰ δὲ οὐκ ἀνέχεται, ἀλλὰ καὶ τῶν ἔνδον καταφρονεῖ καὶ ἔξω πρὸς βίαν ἕλκει, βέλτιον, ὅπερ ἐξ ἀνάγκης μέλλεις πάσχειν, ἑκὼν ὑποστῆναι καὶ μὴ δικάσασθαι, ἵνα καὶ μισθὸν ἔχῃς. Ἂν γάρ τίς σοι, φησὶ, θέλῃ κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἀφήσεις αὐτῷ καὶ τὸ ἱμάτιον· καὶ, Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ, ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ᾽ αὐτοῦ. Καὶ τί χρὴ λέγειν τὰ ἡμέτερα; καὶ γὰρ αὐτοὶ οἱ τῶν ἔξωθεν δικαστηρίων συνήγοροι μυριάκις ταῦτα λέγουσι, ὅτι βέλτιον ἔξωθεν διαλύεσθαι.

Ἀλλ᾽ ὢ τῶν χρημάτων! μᾶλλον δὲ, ὢ τοῦ ἀτόπου ἔρωτος τῶν χρημάτων! ὅτι πάντα ἀνέτρεψε καὶ κατέβαλε, καὶ πάντα λῆρος τοῖς πολλοῖς καὶ μῦθοι διὰ τὰ χρήματα. Καὶ τὸ μὲν βιωτικοὺς εἶναι τοὺς τοῖς δικαστηρίοις ἐνοχλοῦντας, οὐδὲν θαυμαστόν· τὸ δὲ πολλοὺς τῶν ἀποταξαμένων τὰ αὐτὰ δὴ ταῦτα ποιεῖν, τοῦτό ἐστιν ὃ συγγνώμης πάσης ἐστέρηται.

Εἰ γὰρ ἐθέλοις ἰδεῖν πόσον ταύτης ἀπέχειν σε τῆς χρείας, τῆς τῶν δικαστηρίων λέγω, προσέταξεν ἡ Γραφὴ, καὶ τίσιν οἱ νόμοι κεῖνται μαθεῖν, ἄκουσον τί φησιν ὁ Παῦλος· Δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις. Εἰ δὲ περὶ τοῦ Μωσαϊκοῦ ταῦτά φησι, πολλῷ μᾶλλον περὶ τῶν ἔξωθεν. Ἂν μὲν οὖν ἀδικῇς, δῆλον ὡς οὐκ ἂν εἴης δίκαιος· ἐὰν δὲ ἀδικῇ καὶ φέρῃς (δικαίου γὰρ μάλιστα τοῦτό ἐστιν), οὐδὲν χρείαν ἔχεις τῶν ἔξωθεν νόμων. Καὶ πῶς δυνήσομαι φέρειν ἀδικούμενος, φησί; Καίτοι γε ὁ Χριστὸς καὶ τούτου τι πλέον προσέταξεν. Οὐ γὰρ μόνον ἀδικούμενον φέρειν ἐκέλευσεν, ἀλλὰ καὶ προσεπιδαψιλεύεσθαι τῷ ἀδικοῦντι, καὶ τῇ προθυμίᾳ τοῦ πάσχειν ὑπερβαίνειν τὴν ἐπιθυμίαν τοῦ ποιοῦντος κακῶς.

Οὐ γὰρ εἶπε, Τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν ἄφες τὸν χιτῶνα· ἀλλὰ, Μετ᾽ ἐκείνου καὶ τὸ ἱμάτιον δός. Νίκησον γὰρ αὐτὸν, φησὶ, τῷ κακῶς πάσχειν, μὴ τῷ κακῶς ποιεῖν· αὕτη γὰρ ἡ σαφὴς νίκη καὶ λαμπρά. Διὸ καὶ προϊὼν ἔλεγεν ὁ Παῦλος· Ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν, ὅτι κρίματα ἔχετε μεθ᾽ ἑαυτῶν. Καὶ διὰ τί οὐ μᾶλλον ἀδικεῖσθε; Ὅτι γὰρ ὁ ἀδικούμενος νικᾷ μᾶλλον τοῦ μὴ φέροντος ἀδικεῖσθαι, τοῦτο ὑμῖν ποιήσω φανερόν. Ὁ μὴ φέρων ἀδικεῖσθαι, κἂν εἰς δικαστήριον ἑλκύσῃ, κἂν περιγένηται, τότε μάλιστα ἥττηται· ὃ γὰρ οὐκ ἤθελεν, ἔπαθεν· ἠνάγκασε γὰρ αὐτὸν ὁ ἀντίδικος καὶ ἀλγῆσαι καὶ δικάσασθαι. Τί γὰρ ὅτι νενίκηκας; τί δὲ ὅτι τὰ χρήματα ἀπέλαβες ἅπαντα; ὅπερ οὐκ ἐβούλου τέως ὑπέμεινας, ἀναγκασθεὶς δικάσασθαι.

Ἂν δὲ ἐνέγκῃς τὴν ἀδικίαν, νικᾷς χρημάτων μὲν ἀποστερούμενος, τῆς δὲ νίκης, οὐκέτι τῆς ἐπὶ τῇ φιλοσοφίᾳ ταύτῃ· οὐ γὰρ ἴσχυσέ σε ἀναγκάσαι ἐκεῖνος, ὅπερ οὐκ ἐβούλου, ποιῆσαι. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, εἰπέ μοι, τίς ἐνίκησεν, ὁ βάσκανος, ἢ ὁ ἐπὶ τῆς κοπρίας; τίς ἡττήθη, ὁ πάντα ἀφαιρεθεὶς Ἰὼβ, ἢ ὁ πάντα ἀφελόμενος διάβολος; Δῆλον ὅτι ὁ πάντα ἀφελόμενος διάβολος. Τίνα οὖν θαυμάζομεν τῆς νίκης, τὸν διάβολον τὸν πλήξαντα, ἢ τὸν Ἰὼβ τὸν πληγέντα;

Δῆλον ὅτι τὸν Ἰώβ· καίτοι γε οὐκ ἴσχυσε χρήματα ἀπολλύμενα κατασχεῖν, οὐ σῶσαι τοὺς παῖδας τοὺς αὐτοῦ. Καὶ τί λέγω χρήματα καὶ παῖδας; τὴν τοῦ σώματος οὐκ ἴσχυσε περιποιήσασθαι σωτηρίαν. Ἀλλ᾽ ὅμως οὗτός ἐστιν ὁ νικήσας, ὁ πάντα τὰ ὄντα ἀποβαλών.

Χρήματα μὲν γὰρ οὐκ ἴσχυσε κατασχεῖν, τὴν δὲ εὐσέβειαν κατέσχε μετὰ ἀκριβείας ἁπάσης. Ἀλλὰ παισὶν οὐκ ἐπήμυνεν ἀπολλυμένοις. Καὶ τί τοῦτο; καὶ γὰρ ἐκείνους λαμπροτέρους ἐποίησε τὸ συμβὰν, καὶ ἑαυτῷ δὲ οὕτως ἤμυνεν ἐπηρεαζομένῳ. Εἰ δὲ μὴ κακῶς ἔπαθε καὶ ἠδικήθη παρὰ τοῦ διαβόλου, οὐκ ἂν ἐνίκησε τὴν λαμπρὰν νίκην ἐκείνην. Εἰ πονηρὸν ἦν τὸ ἀδικεῖσθαι, οὐκ ἂν ἡμῖν αὐτὸ ἐπέταξεν ὁ Θεός· πονηρὰ γὰρ ὁ Θεὸς οὐκ ἐπιτάττει· ἢ οὐκ ἴστε, ὅτι αὐτός ἐστιν ὁ Θεὸς τῆς δόξης; καὶ οὐκ ἂν αἰσχύνῃ καὶ γέλωτι καὶ ζημίᾳ περιβαλεῖν ἡμᾶς ἠθέλησεν, ἀλλὰ τἀναντία προξενῆσαι. Διὰ τοῦτο κελεύει ἡμᾶς ἀδικεῖσθαι, καὶ πάντα πράττει, ὥστε ἀποστῆσαι ἡμᾶς τῶν βιωτικῶν, καὶ πεῖσαι τί δόξα καὶ τί αἰσχύνη, τί ζημία καὶ τί κέρδος.

ϛʹ. Ἀλλὰ δεινὸν τὸ ἀδικεῖσθαι καὶ ἐπηρεάζεσθαι. Οὐκ ἔστι δεινὸν, οὐκ ἔστιν, ἄνθρωπε. Μέχρι τίνος πρὸς τὰ παρόντα ἐπτόησαι; Οὐδὲ γὰρ ἂν ἐπέταξεν αὐτὸ ὁ Θεὸς, εἰ δεινὸν ἦν. Σκόπει δέ· Ὁ ἠδικηκὼς ἀπῆλθε χρήματα ἔχων, ἀλλὰ καὶ συνειδὸς πονηρόν· ὁ δὲ ἠδικημένος, χρημάτων μὲν ἀπεστερημένος, παῤῥησίαν δὲ κεκτημένος πρὸς τὸν Θεὸν, κτῆμα μυρίων θησαυρῶν τιμιώτερον. Ταῦτ᾽ οὖν εἰδότες, φιλοσοφῶμεν ἐκ προαιρέσεως, καὶ μὴ πάσχωμεν τὰ τῶν ἀνοήτων, οἳ τότε νομίζουσι μὴ ἀδικεῖσθαι, ὅταν ἀπὸ δικαστηρίου τοῦτο πάθωσι. Τοὐναντίον δὲ ἅπαν ἐστὶν ἡ μεγίστη ζημία, καὶ ὅλως ὅταν μὴ ἑκόντες ταῦτα φιλοσοφῶμεν, ἀλλ᾽ ἡττηθέντες ἐκεῖθεν. Οὐδὲν γὰρ κέρδος ἀπὸ δικαστηρίου ἡττηθέντα ἐνεγκεῖν· καὶ γὰρ τῆς ἀνάγκης τὸ πρᾶγμα γίνεται λοιπόν. Τίς οὖν ἡ λαμπρὰ νίκη; Ὅταν σὺ καταφρονήσῃς, ὅταν μὴ δικάσῃ.

Τί φής; Ἀφῃρέθην ἅπαντα τὰ ὄντα, φησὶ, καὶ σιγᾷν κελεύεις; ἐπηρεάσθην, καὶ φέρειν πράως παραινεῖς; καὶ πῶς δυνήσομαι; Ῥᾷστα μὲν οὖν, ἂν εἰς τὸν οὐρανὸν ἀναβλέψῃς, ἂν ἴδῃς τὸ κάλλος τοῦτο, καὶ ποῦ σε ἐπηγγείλατο δέξασθαι ὁ Θεὸς φέροντα ἀδικίαν γενναίως.

Τοῦτο τοίνυν ποίει, καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν, ἐννόησον ὅτι τῷ ἐκεῖ καθημένῳ ἐπὶ τῶν Χερουβὶμ γέγονας ὅμοιος. Καὶ γὰρ καὶ ἐκεῖνος ὑβρίσθη καὶ ἤνεγκε, καὶ ὠνειδίσθη καὶ οὐκ ἠμύνατο, καὶ ἐπτύσθη καὶ οὐκ ἐπεξῆλθεν· ἀλλὰ καὶ τοῖς ἐναντίοις ἠμείψατο εὐεργεσίαις μυρίαις τοὺς τὰ τοιαῦτα πεποιηκότας, καὶ ἡμᾶς μιμητὰς αὐτοῦ γενέσθαι ἐκέλευσεν.

Ἐννόησον ὅτι γυμνὸς ἐξῆλθες ἐκ κοιλίας μητρός σου· γυμνὸς καὶ ἀπελεύσῃ καὶ σὺ κἀκεῖνος ὁ ἠδικηκώς· μᾶλλον δὲ ἐκεῖνος μὲν μετὰ μυρίων τραυμάτων σκώληκα τικτόντων. Ἐννόησον ὅτι πρόσκαιρα τὰ παρόντα, λόγισαι τοὺς τάφους τῶν προγόνων, κατάμαθε τὰ γεγενημένα σαφῶς, καὶ ὄψει ὅτι ἰσχυρότερόν σε ἐποίησεν ὁ ἀδικήσας. Τὸ μὲν γὰρ αὐτοῦ πάθος χαλεπώτερον ἐποίησε, τὴν φιλαργυρίαν λέγω· τὸ δὲ σὸν ἀσθενέστερον, λαβὼν τὴν τροφὴν τοῦ θηρίου.

Καὶ ἔτι πρὸς τούτοις ἀπήλλαξέ σε φροντίδων, ἀγωνίας, βασκανίας συκοφαντῶν, θορύβου, ταραχῆς, φόβου διηνεκοῦς· καὶ τὸν φορυτὸν τῶν κακῶν ἐπεσώρευσεν ἐπὶ τὴν ἑαυτοῦ κεφαλήν. Τί οὖν, ἐὰν λιμῷ παλαίσω, φησί; Μετὰ Παύλου τοῦτο πάσχεις τοῦ λέγοντος· Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν. Ἀλλ᾽ ἐκεῖνος διὰ τὸν Θεὸν, φησί. Καὶ σὺ διὰ τὸν Θεόν· ὅταν γὰρ μὴ ἐπεξέλθῃς, διὰ τὸν Θεὸν τοῦτο ποιεῖς. Ἀλλ᾽ ὁ ἠδικηκὼς μετὰ τῶν πλουτούντων τρυφᾷ. Μᾶλλον δὲ μετὰ τοῦ διαβόλου· ἀλλὰ σὺ μετὰ Παύλου στεφανοῦσαι. Μὴ τοίνυν δέδιθι λιμόν· Οὐ γὰρ λιμοκτονήσει Κύριος ψυχὰς δικαίων. Καὶ ἕτερός φησι πάλιν· Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει.

Εἰ γὰρ τὰ στρουθία τοῦ ἀγροῦ διατρέφει, πῶς σὲ οὐ διαθρέψει; Μὴ γινώμεθα τοίνυν ὀλιγόπιστοι μηδὲ ὀλιγόψυχοι, ἀγαπητοί. Ὁ γὰρ βασιλείαν οὐρανῶν ἐπαγγειλάμενος καὶ τοσαῦτα ἀγαθὰ, τὰ παρόντα πῶς οὐ δώσει; Μὴ περιττῶν ἐπιθυμῶμεν, ἀλλ᾽ αὐταρκείας ἐχώμεθα, καὶ ἀεὶ πλουτήσομεν· σκεπάσματα ζητῶμεν καὶ τροφὰς, καὶ πάντων ἐπιληψόμεθα καὶ τούτων καὶ τῶν πολλῷ μειζόνων. Εἰ δὲ ἀλγεῖς ἔτι καὶ κάτω κύπτεις, ἠβουλόμην σοι τοῦ ἠδικηκότος μετὰ τὴν νίκην δεῖξαι τὴν ψυχὴν, πῶς τέφρα γίνεται. Καὶ γὰρ ἡ ἁμαρτία τοιοῦτον· ἕως μὲν ἂν ἐργασθῇ, παρέχει τινὰ ἡδονήν· ὅταν δὲ τελεσθῇ, τότε ἡ μικρὰ ἡδονὴ ὑπεξίσταται, ἐπεισέρχεται δὲ ἀθυμία. Ταῦτα καὶ ὅταν ὑβρίζωμέν τινας πάσχομεν· ὕστερον γοῦν ἑαυτῶν κατηγοροῦμεν. Οὕτω καὶ ὅταν πλεονεκτήσωμεν, χαίρομεν· μετὰ δὲ ταῦτα κεντούμεθα ὑπὸ τοῦ συνειδότος.

Ὁρᾷς παρὰ τῷ δεῖνι τὴν οἰκίαν τοῦ πένητος; Δάκρυσον, μὴ τὸν ἀπεστερημένον, ἀλλὰ τὸν εἰληφότα· οὐ γὰρ ἔδωκεν, ἀλλ᾽ ἔλαβε κακόν. Ἐκεῖνον μὲν γὰρ τῶν παρόντων ἀπεστέρησεν, ἑαυτὸν δὲ τῶν ἀφάτων ἀγαθῶν ἐξέβαλεν. Εἰ γὰρ ὁ μὴ δοὺς τοῖς δεομένοις, εἰς γέενναν ἄπεισιν, ὁ λαμβάνων τὰ τῶν δεομένων, τί πείσεται; Καὶ τί τὸ κέρδος, φησὶν, ὅταν ἐγὼ πάθω κακῶς; Μέγα μὲν οὖν τὸ κέρδος. Οὐ γὰρ τῇ τιμωρίᾳ τοῦ κακῶς πεποιηκότος ἵστησί σοι τὴν ἀντίδοσιν ὁ Θεός· ἐπεὶ οὐδὲν ἂν ἦν μέγα. Τί γὰρ ὄφελος, ὅταν ἐγὼ πάθω κακῶς, κἀκεῖνος πάσχῃ κακῶς; καίτοι γε πολλοὺς οἶδα μεγίστην παραμυθίαν ταύτην ἡγουμένους, καὶ τὸ πᾶν ἀπειληφέναι νομίζοντας, ὅταν τοὺς ἐπηρεάσαντας ἴδωσι κολαζομένους. Ἀλλ᾽ ὅμως ὁ Θεὸς οὐκ ἐν τούτοις ἵστησι τὴν ἀμοιβήν. Ἀλλὰ βούλει μαθεῖν ὅσα τὰ ἀγαθά σε διαδέξεται; Τὸν οὐρανόν σοι πάντα ἀνοίγει, τῶν ἁγίων ποιεῖ συμπολίτην, εἰς τὸν αὐτῶν χορὸν τελεῖν σε παρασκευάζει, ἁμαρτημάτων ἀπολύει, δικαιοσύνῃ στεφανοῖ. Εἰ γὰρ οἱ τοῖς ἡμαρτηκόσιν ἀφιέντες τυγχάνουσιν ἀφέσεως, οἱ μὴ μόνον ἀφιέντες, ἀλλὰ καὶ ἐπιδαψιλευόμενοι, τίνος οὐ τεύξονται εὐλογίας; Μὴ τοίνυν ἀγεννῶς ἐνέγκῃς, ἀλλὰ καὶ εὖξαι ὑπὲρ τοῦ ἠδικηκότος· ὑπὲρ γὰρ σαυτοῦ τοῦτο ποιεῖς. Ἔλαβέ σου χρήματα; ἀλλὰ καὶ ἁμαρτίας· ὅπερ καὶ ἐπὶ τοῦ Νεεμὰν καὶ τοῦ Γιεζῆ γέγονε.

Πόσον οὐκ ἂν ἠθέλησας δοῦναι πλοῦτον ὥστε ἀφεθῆναί σοι τὰ ἁμαρτήματα; Τοῦτο τοίνυν γίνεται νῦν· ἂν γὰρ ἐνέγκῃς γενναίως καὶ μὴ καταράσῃ, λαμπρὸν ἀνεδήσω τὸν στέφανον. Οὐκ ἐμὸς ὁ λόγος, ἀλλὰ τοῦ Χριστοῦ λέγοντος ἤκουσας· Εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς. Καὶ τὸ ἔπαθλον ἐννόησον ἡλίκον· Ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. Ὥστε οὐδὲν ἀπεστέρησαι, ἀλλὰ καὶ προσέλαβες· οὐκ ἠδίκησαι, ἀλλὰ καὶ ἐστεφανώθης, φιλοσοφώτερος γενόμενος τὴν ψυχὴν, ὅμοιος τῷ Θεῷ καταστὰς, τῆς φροντίδος τῶν χρημάτων ἀπαλλαγεὶς, τὴν βασιλείαν τῶν οὐρανῶν κτησάμενος. Ταῦτα οὖν ἅπαντα ἀναλογισάμενοι, φιλοσοφῶμεν ἐν ταῖς ἀδικίαις, ἀγαπητοὶ, ἵνα καὶ τῆς τοῦ παρόντος βίου ταραχῆς ἀπαλλαγῶμεν καὶ τὴν ἀνόνητον ἐκβάλωμεν ἀθυμίαν, καὶ τῆς μελλούσης χαρᾶς ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.