Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν πρὸς Κορινθίους α' ἐπιστολήν

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλίες ΙΖ΄-ΙΘ΄: Σωφροσύνη, γάμος, παρθενία και συζυγικές σχέσεις

Ο προορισμός του σώματος ως ναού του Αγίου Πνεύματος, οι συμβουλές για την εγκράτεια, τους μεικτούς γάμους, η αξία της παρθενίας και η χριστιανική αντιμετώπιση της δουλείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 7 από 16

ΟΜΙΛΙΑ ΙΖʹ. Πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. αʹ. Τοὺς λαιμάργους ἐνταῦθα αἰνίττεται. Ἐπειδὴ γὰρ μέλλει πάλιν ἐπὶ τὸν πεπορνευκότα φέρεσθαι, ἡ δὲ πορνεία ἀπὸ τρυφῆς καὶ ἀμετρίας, σφοδρῶς τὸ πάθος κολάζει. Οὐδὲ γὰρ περὶ τῶν ἀπηγορευμένων λέγει τοῦτο· ἐκεῖνα γὰρ οὐκ ἔξεστιν· ἀλλὰ περὶ τῶν ἀδιαφόρων εἶναι δοκούντων. Οἷόν τι λέγω· Ἔξεστι, φησὶ, φαγεῖν, καὶ πιεῖν, ἀλλ᾽ οὐ συμφέρει μετὰ ἀσωτίας.

Καὶ τὸ δὴ θαυμαστὸν αὐτοῦ καὶ παράδοξον, ὃ δὴ πολλαχοῦ ποιεῖν εἴωθεν εἰς τὸ ἐναντίον περιτρέπων τὸν λόγον, τοῦτο καὶ ἐνταῦθα κατασκευάζει, καὶ δείκνυσιν ὅτι τὸ ἐν ἐξουσίᾳ ποιεῖν, οὐ μόνον οὐ συμφέρει, ἀλλ᾽ οὐδὲ ἐξουσίας ἐστὶν, ἀλλὰ δουλείας. Καὶ πρῶτον μὲν ἀπὸ τοῦ ἀσυμφόρου ἀποτρέπει λέγων· Οὐ συμφέρει· δεύτερον δὲ καὶ ἀπὸ τοῦ ἐναντίου, λέγων, ὅτι Οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος.

Ὃ δὲ λέγει, τοῦτό ἐστι· Κύριος εἶ τοῦ φαγεῖν, φησίν· οὐκοῦν μένε κύριος ὢν, καὶ σκόπει μὴ γένῃ δοῦλος τούτου τοῦ πάθους. Ὁ μὲν γὰρ εἰς δέον αὐτῷ κεχρημένος, αὐτὸς αὐτοῦ κύριός ἐστιν· ὁ δὲ εἰς ἀμετρίαν ἐξιὼν, οὐκέτι κύριος, ἀλλὰ δοῦλος αὐτοῦ γίνεται, τῆς ἀδηφαγίας ἐν αὐτῷ τυραννούσης. Εἶδες πῶς τὸν νομίζοντα ἐξουσίαν ἔχειν, ἔδειξεν ὑπὸ ἐξουσίαν ὄντα; Τοῦτο γὰρ ἔθος τῷ Παύλῳ ποιεῖν, ὅπερ ἔφθην εἰπὼν, εἰς τὸ ἐναντίον περιτρέπειν τὰς ἀντιθέσεις, ὃ δὴ καὶ ἐνταῦθα πεποίηκε. Σκόπει δέ· Ἐκείνων ἕκαστος ἔλεγεν· Ἔξεστί μοι τρυφᾷν· αὐτός φησιν, ὅτι Οὐχ οὕτως αὐτὸ ποιεῖς, ὡς ἐξουσίαν ἔχων αὐτοῦ, ἀλλ᾽ ὡς αὐτὸς ὑποκείμενος τῇ ἐξουσίᾳ ταύτῃ. Οὐδὲ γὰρ ἔχεις ἐξουσίαν τῆς γαστρὸς, ἕως ἂν ἄσωτος ᾖς, ἀλλ᾽ αὐτὴ σοῦ τὴν ἐξουσίαν ἔχει. Τοῦτο καὶ ἐπὶ τῶν χρημάτων καὶ ἐπὶ τῶν ἄλλων ἔστιν εἰπεῖν. Τὰ βρώματα τῇ κοιλίᾳ. Κοιλίαν ἐνταῦθα, οὐ τὴν γαστέρα, ἀλλὰ τὴν γαστριμαργίαν λέγει· ὡς ὅταν λέγῃ· Ὧν ὁ θεὸς ἡ κοιλία, οὐ περὶ τοῦ μέλους λέγων, ἀλλὰ περὶ τῆς ἀδηφαγίας. Ὅτι γὰρ τοῦτό ἐστιν, ἄκουσον τῶν ἑξῆς· Καὶ ἡ κοιλία τοῖς βρώμασι· τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ. Καὶ μὴν καὶ ἡ κοιλία, σῶμα. Ἀλλὰ δύο συζυγίας ἔθηκε, τὰ βρώματα καὶ τὴν γαστριμαργίαν, ὅπερ κοιλίαν ἐκάλεσε, τὸν Χριστὸν καὶ τὸ σῶμα. Τί δέ ἐστι, Τὰ βρώματα τῇ κοιλίᾳ;

Τὰ βρώματα, φησὶ, πρὸς τὴν γαστριμαργίαν ἔχει φιλίαν, καὶ αὕτη πρὸς ταῦτα. Οὐ δύναται οὖν πρὸς τὸν Χριστὸν ἡμᾶς ἄγειν, ἀλλὰ πρὸς ταῦτα ἕλκει. Πάθος γὰρ χαλεπὸν καὶ θηριῶδές ἐστι, καὶ δούλους ποιεῖ, καὶ ταύτῃ διακονεῖσθαι παρασκευάζει. Τί τοίνυν περὶ τροφὴν ἐπτόησαι καὶ κέχηνας, ἄνθρωπε;

Τὸ γὰρ τέλος ἐκείνης τῆς διακονίας τοῦτο, καὶ πλέον οὐδὲν ἐπιδείξεται· ἀλλ᾽ ὥσπερ δεσποίνῃ τινὶ διακονουμένη μένει διατηροῦσα τὴν δουλείαν ταύτην, καὶ οὐ πρόεισι περαιτέρω, καὶ οὐδὲν ἔργον ἕτερον ἔχει, ἀλλ᾽ αὐτὸ τοῦτο τὸ μάταιον. Καὶ ἀμφότερα ἀλλήλοις συμπέπλεκται καὶ συγκαταλύεται, ἡ κοιλία τοῖς βρώμασι, καὶ τὰ βρώματα τῇ κοιλίᾳ, δρόμον τινὰ ἀνήνυτον ἀνελίττουσα· ὡς ἂν εἰ ἀπὸ σώματος διεφθαρμένου σκώληκες τίκτοιντο, καὶ πάλιν ὑπὸ τῶν σκωλήκων ἀναλίσκοιτο τὸ σῶμα· ἢ ὥσπερ ἂν εἰ κῦμα κορυφούμενον καὶ διαλυόμενον μηδὲν περαίνοι πλέον. Ταῦτα δὲ οὐ περὶ τροφῆς καὶ σώματος λέγει, ἀλλὰ τὸ πάθος τῆς γαστριμαργίας καὶ τὴν ἀμετρίαν τῶν ἐδεσμάτων διαβάλλει. Καὶ δηλοῖ τὰ ἑξῆς· ἐπάγει γάρ· Ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει· οὐ τὴν γαστέρα λέγων, ἀλλὰ τὴν ἄμετρον ἐπιθυμίαν, οὐδὲ τὴν τροφὴν, ἀλλὰ τὴν τρυφήν. Πρὸς γὰρ ἐκεῖνα οὐ δυσχεραίνει, ἀλλὰ καὶ νομοθετεῖ περὶ αὐτῶν οὕτω λέγων· Ἔχοντες τροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα· ἀλλὰ ταύτῃ διαβάλλει τὸ πρᾶγμα, καὶ τὴν διόρθωσιν αὐτοῦ μετὰ συμβουλὴν ἐπιτρέψας εὐχῇ. Τινὲς δέ φασιν, ὅτι προφητεία τὸ εἰρημένον ἐστὶ, τὴν ἐν τῷ μέλλοντι αἰῶνι κατάστασιν δηλοῦσα, καὶ ὅτι οὐκ ἔστιν ἐκεῖ φαγεῖν οὐδὲ πιεῖν. Εἰ δὲ τὸ σύμμετρον ἕξει τέλος, πολλῷ μᾶλλον τῆς ἀμετρίας ἀπέχεσθαι δεῖ.

Εἶτα ἵνα μὴ νομίσῃ τις ὅτι τοῦ σώματός ἐστιν ἡ διαβολὴ, μηδὲ ὑποπτεύσῃ ὅτι ἀπὸ τοῦ μέρους τὸ ὅλον διέβαλε, μηδὲ λέγῃ ὅτι ἡ φύσις τοῦ σώματος αἰτία ἦν τῆς πορνείας, ἄκουσον τῶν ἑξῆς.

Οὐ γὰρ τὴν φύσιν αἰτιῶμαι, φησὶ, τοῦ σώματος, ἀλλὰ τὴν ἄμετρον τῆς ψυχῆς ἀσωτίαν· διὸ καὶ ἐπάγει· Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ. Οὐ γὰρ διὰ τοῦτο κατεσκευάσθη, ἵνα ἀσώτως ζῇ καὶ πορνεύῃ, ὥσπερ οὐδὲ ἡ κοιλία, ἵνα γαστριμαργῇ, ἀλλ᾽ ἵνα τῷ Χριστῷ ἕπηται ὡς κεφαλῇ, καὶ ὁ Κύριος τῷ σώματι ἐπικέηται. Αἰδεσθῶμεν, φρίξωμεν ὅτι τοσαύτης ἀξιωθέντες τιμῆς, ὡς ἐκείνου τοῦ ἄνω καθημένου γενέσθαι μέλη, τοσούτοις κακοῖς καταισχύνομεν ἑαυτούς. Κατηγορήσας τοίνυν ἱκανῶς τῶν γαστριμάργων, καὶ τῇ τῶν μελλόντων ἐλπίδι τῆς κακίας ἀπάγει ταύτης, λέγων· Ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρε, καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ.

βʹ. Εἶδες πάλιν σοφίαν ἀποστολικήν; τὸ γὰρ ἀξιόπιστον ἀεὶ τῆς ἀναστάσεως ἀπὸ τοῦ Χριστοῦ κατασκευάζει, καὶ μάλιστα νῦν. Εἰ γὰρ τὸ σῶμα ἡμῶν μέλος τοῦ Χριστοῦ, ἀνέστη δὲ ὁ Χριστὸς, καὶ τὸ σῶμα πάντως ἕψεται τῇ κεφαλῇ. Διὰ τῆς δυνάμεως αὐτοῦ.

Ἐπειδὴ γὰρ εἶπε πρᾶγμα ἀπιστούμενον καὶ λογισμοῖς οὐ δυνάμενον ὑπονοηθῆναι, τῷ ἀκαταλήπτῳ τῆς δυνάμεως αὐτοῦ παρεχώρησε τὰ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, οὐ μικρὰν κατ᾽ αὐτῶν ἀπόδειξιν καὶ ταύτην παρεχόμενος. Καὶ ἐπὶ μὲν τῆς ἀναστάσεως τοῦ Χριστοῦ οὐ τέθεικεν αὐτό· οὐδὲ γὰρ εἶπεν, Ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἐξεγερεῖ· ἐξέβη γὰρ τὸ πρᾶγμα· ἀλλὰ πῶς; Ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρε· καὶ οὐκ ἐδεῖτο κατασκευῆς. Ἐπὶ δὲ τῆς ἡμετέρας ἀναστάσεως, ἐπειδὴ οὐδέπω γέγονεν, οὐχ οὕτως εἶπεν, ἀλλὰ πῶς; Καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ· τῇ ἀξιοπιστίᾳ τῆς τοῦ ποιοῦντος ἰσχύος τοὺς ἀντιλέγοντας ἐπιστομίζων. Εἰ δὲ τῷ Πατρὶ τὴν ἀνάστασιν λογίζεται τοῦ Χριστοῦ, μηδέν σε θορυβείτω τοῦτο. Οὐ γὰρ ὡς ἀτονοῦντος τοῦ Χριστοῦ, τοῦτο τέθεικεν· αὐτὸς γάρ ἐστιν ὁ λέγων· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· καὶ πάλιν, Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· καὶ ὁ Λουκᾶς δὲ ἐν ταῖς Πράξεσί φησιν· Οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα. Τίνος οὖν ἕνεκεν ὁ Παῦλος οὕτω φησίν; Ὅτι καὶ τὰ τοῦ Υἱοῦ τῷ Πατρὶ λογίζεται, καὶ τὰ τοῦ Πατρὸς τῷ Υἱῷ· Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, φησὶ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ.

Σφόδρα δὲ εὐκαίρως ἐνταῦθα τῆς ἀναστάσεως ἀνέμνησε, ταῖς ἐλπίσιν ἐκείναις καταστέλλων τῆς ἀδηφαγίας τὴν τυραννίδα, καὶ μονονουχὶ λέγων· Ἔφαγες· ἔπιες ἀσώτως, καὶ τί τὸ πέρας; οὐδὲν, ἀλλ᾽ ἢ φθορὰ μόνον. Συνεζεύχθης τῷ Χριστῷ, καὶ τί τὸ πέρας; Μέγα καὶ θαυμαστὸν ἡ μέλλουσα ἀνάστασις, ἡ ἔνδοξος ἐκείνη καὶ πάντα ὑπερβαίνουσα λόγον.

Μηδεὶς τοίνυν διαπιστείτω τῇ ἀναστάσει· εἰ δέ τις ἀπιστεῖ, ἐννοείτω πόσα ἐξ οὐκ ὄντων ἐποίησε, καὶ δεχέσθω καὶ περὶ ἐκείνης ἀπόδειξιν. Τὰ γὰρ ἤδη γενόμενα παραδοξότερα πολλῷ, καὶ θαῦμα ἀμήχανον ἔχοντα. Σκόπει δέ· Γῆν λαβὼν ἔφυρε, καὶ ἐποίησεν ἄνθρωπον, γῆν οὐκ οὖσαν πρὸ τούτου. Πῶς οὖν ἡ γῆ γέγονεν ἄνθρωπος; πῶς δὲ αὕτη οὐκ οὖσα παρήγετο; πῶς δὲ τὰ ἐξ αὐτῆς ἅπαντα, τὰ τῶν ἀλόγων ἄπειρα γένη, τὰ τῶν σπερμάτων, τὰ τῶν φυτῶν, οὐκ ὠδίνων ἐπ᾽ ἐκείνων ἡγησαμένων, οὐχ ὑετῶν κατενεχθέντων ἐπὶ τούτων, οὐχὶ γεωργίας φανείσης, οὐ βοῶν, οὐκ ἀρότρου, οὐκ ἄλλου οὐδενὸς συντελοῦντος εἰς τὴν γένεσιν τούτων; Διὰ τοῦτο γὰρ ἐκ γῆς ἀψύχου καὶ ἀναισθήτου τοσαῦτα ἐν ἀρχῇ γένη καὶ φυτῶν καὶ ἀλόγων ζώων ἀνῆκεν, ἵνα ἄνωθέν σε παιδεύσῃ τὸν τῆς ἀναστάσεως λόγον. Τοῦτο γὰρ τῆς ἀναστάσεως ἀπορώτερον.

Οὐ γάρ ἐστιν ἴσον σβεσθέντα ἀνάψαι λύχνον, καὶ μηδαμῶς φαινόμενον δεῖξαι πῦρ· οὐκ ἔστιν ἴσον κατενεχθεῖσαν οἰκίαν ἀναστῆσαι, καὶ μηδὲ ὅλως ὑφεστῶσαν παραγαγεῖν. Ἐνταῦθα μὲν γὰρ, εἰ καὶ μηδὲν ἄλλο, ἀλλ᾽ ἡ ὕλη ὑπέκειτο· ἐκεῖ δὲ οὐδὲ ἡ οὐσία ἐφαίνετο. Διὰ τοῦτο τὸ δυσκολώτερον εἶναι δοκοῦν ἐποίησε πρότερον, ἵνα ἐκ τούτου τὸ εὐκολώτερον παραδέξῃ. Δυσκολώτερον δὲ εἶπον, οὐχὶ τῷ Θεῷ, ἀλλὰ κατὰ τὴν τῶν ἡμετέρων λογισμῶν ἀκολουθίαν· Θεῷ γὰρ δύσκολον οὐδέν· ἀλλ᾽ ὥσπερ ζωγράφος ὁ μίαν ποιῶν εἰκόνα, μυρίας εὐκόλως ποιήσει, οὕτω καὶ Θεῷ ῥᾴδιον μυρίους ποιῆσαι κόσμους καὶ ἀπείρους· μᾶλλον δὲ, ὥσπερ εὔκολον ἐννοῆσαί σε πόλιν καὶ κόσμους ἀπείρους, οὕτω ποιῆσαι Θεῷ εὔκολον, μᾶλλον δὲ καὶ τούτου πολλῷ πάλιν εὐκολώτερον. Σὺ μὲν γὰρ κἂν βραχὺν χρόνον ἀναλίσκεις ἐν τῇ ἐννοίᾳ· ὁ δὲ Θεὸς οὐδὲ τοῦτο, ἀλλ᾽ ὅσῳ τῶν κουφοτάτων τινὸς, μᾶλλον δὲ καὶ τοῦ νοῦ τοῦ ἡμετέρου οἱ λίθοι βαρύτεροι, τοσούτῳ ὁ νοῦς ἡμῶν τῆς ταχύτητος τῆς ἐν τῷ ποιεῖν ἀπολιμπάνεται τοῦ Θεοῦ. Ἐθαύμασας αὐτοῦ τὴν δύναμιν ἐπὶ τῆς γῆς; Ἐννόησον πάλιν πῶς ὁ οὐρανὸς γέγονεν οὐκ ὢν, πῶς τὰ ἄπειρα ἄστρα, πῶς ὁ ἥλιος, πῶς ἡ σελήνη· καὶ ταῦτα πάντα οὐκ ὄντα. Πάλιν, εἰπέ μοι, πῶς μετὰ τὸ γενέσθαι ἕστηκε, καὶ ἐπὶ τίνος; ποίαν ὑποβάθραν ἔχει, ἡ γῆ δὲ ποίαν; καὶ τί μετὰ τὴν γῆν; καὶ μετ᾽ ἐκεῖνο πάλιν τὸ μετὰ τὴν γῆν, τί;

Ὁρᾷς εἰς πόσον ἴλιγγον ἐκπίπτει σου τὸ τῆς διανοίας ὄμμα, ἂν μὴ ταχέως ἐπὶ τὴν πίστιν καταδράμῃς καὶ τὴν ἀκατάληπτον δύναμιν τοῦ ποιήσαντος;

Εἰ δὲ βούλει καὶ ἀπὸ τῶν ἀνθρωπίνων στοχάζεσθαι, δυνήσῃ κατὰ μικρὸν πτερῶσαί σου τὴν διάνοιαν. Ποίων ἀνθρωπίνων; φησίν. Οὐχ ὁρᾷς τοὺς κεραμέας, πῶς τὸ διακλασθὲν καὶ γενόμενον ἄμορφον διαπλάττουσι σκεῦος; τοὺς τὴν μεταλλικὴν χωνεύοντας γῆν, πῶς τὴν γῆν χρυσίον ἀποφαίνουσι, καὶ σίδηρον καὶ χαλκόν; πάλιν ἑτέρους τοὺς τὴν ὕελον ἐργαζομένους, πῶς τὴν ἄμμον εἰς ἓν σῶμα συνεχὲς καὶ διαυγὲς μετασκευάζουσι; Εἴπω τοὺς σκυτοδέψας, τοὺς τὰ ἁλουργὰ ἐσθήματα βάπτοντας, πῶς ἕτερον ἀνθ᾽ ἑτέρου τὸ δεξάμενον τὴν βαφὴν ἀποφαίνουσιν; εἴπω τὴν γέννησιν τὴν ἡμετέραν; οὐ σπέρμα βραχὺ πρῶτον ἄμορφον καὶ ἀτύπωτον ἐνίεται εἰς τὴν ὑποδεχομένην μήτραν αὐτό; πόθεν οὖν ἡ τοσαύτη τοῦ ζώου διάπλασις; Τί δὲ ὁ σῖτος; οὐ κόκκος γυμνὸς εἰς τὴν γῆν καταβάλλεται; οὐ μετὰ τὸ καταβληθῆναι σήπεται; πόθεν ἄσταχυς καὶ ἀνθέρικες καὶ καλάμη καὶ τὰ ἄλλα πάντα; οὐ κεγχρὶς σύκου μικρὰ πολλάκις ἐμπεσοῦσα εἰς γῆν, καὶ ῥίζαν καὶ κλάδους καὶ καρπὸν ἤνεγκεν; Εἶτα τούτων μὲν ἕκαστον δέχῃ καὶ οὐ περιεργάζῃ, τὸν δὲ Θεὸν μόνον ἀπαιτεῖς εὐθύνας μετασκευάζοντα ἡμῶν τὸ σῶμα; καὶ ποῦ ταῦτα ἄξια συγγνώμης;

γʹ. Ταῦτα πρὸς Ἕλληνας λέγωμεν καὶ τὰ τοιαῦτα· πρὸς γὰρ τοὺς ταῖς Γραφαῖς πειθομένους οὐδὲ λόγου μοι δεῖ. Εἰ γὰρ μέλλοις περιεργάζεσθαι πάντα τὰ ἐκείνου, τί πλέον ἕξει τῶν ἀνθρώπων ὁ Θεός; καίτοι γε καὶ ἀνθρώπους πολλοὺς οὐ περιεργαζόμεθα. Εἰ δὲ ἐπ᾽ ἀνθρώπων τοῦτο ποιοῦμεν, καὶ οὐ περιεργαζόμεθα, πολλῷ οὖν μᾶλλον τὴν τοῦ Θεοῦ σοφίαν πολυπραγμονεῖν οὐ χρὴ οὐδὲ λογισμοὺς ἀπαιτεῖν· πρῶτον μὲν, ὅτι ἀξιόπιστος ὁ ἀποφαινόμενος, δεύτερον δὲ, ὅτι οὐ δέχεται λογισμῶν ἔρευναν τὰ πράγματα. Οὐ γὰρ οὕτω πτωχὸς ὁ Θεὸς, ὡς τοιαῦτα ἐργάζεσθαι μόνα, ἃ τῇ τῶν λογισμῶν ἀσθενείᾳ περιληφθῆναι δύναται τῶν σῶν. Εἰ γὰρ τέκτονος ἔργον οὐ καταλαμβάνεις, πολλῷ μᾶλλον τοῦ ἀριστοτέχνου Θεοῦ. Μὴ ἀπιστεῖτε τοίνυν τῇ ἀναστάσει· ἐπεὶ πολλῷ μακρὰν τῆς ἐλπίδος ἔσεσθε τῆς μελλούσης. Ἀλλὰ τί τὸ σοφὸν τῶν ἀντιλεγόντων, μᾶλλον δὲ τὸ σφόδρα ἀνόητον;

Καὶ πῶς, ὅταν ἀναμιχθῇ τὸ σῶμα τῇ γῇ καὶ γένηται γῆ, καὶ αὕτη πάλιν ἑτέρως μετενεχθῇ, ἀναστήσεται, φησί; Σοὶ τοῦτο ἄπορον εἶναι δοκεῖ, ἀλλ᾽ οὐ τῷ ἀκοιμήτῳ ὀφθαλμῷ· ἐκείνῳ γὰρ ἅπαντα δῆλα. Καὶ σὺ μὲν οὐχ ὁρᾷς τὴν ἐν τῇ συγχύσει διαίρεσιν, ἐκεῖνος δὲ πάντα οἶδεν· ἐπεὶ καὶ τὰ ἐν τῇ καρδίᾳ σὺ μὲν ἀγνοεῖς τοῦ πλησίον, ἐκεῖνος δὲ πάντα ἐπίσταται.

Εἰ τοίνυν ἐπειδὴ ἀγνοεῖς πῶς ἀνίστησιν ὁ Θεὸς, ἀπιστεῖς ὅτι ἀνίστησιν, ἀπιστήσεις ὅτι καὶ τὰ ἐν τῇ διανοίᾳ οἶδεν; οὐ φαίνεται γὰρ οὐδὲ ταῦτα. Καίτοι ἐπὶ τοῦ σώματος μὲν ὕλη ἐστὶν ὁρατὴ, κἂν διαλυθῇ· ἐκεῖναι δὲ αἱ ἔννοιαι ἀόρατοι. Ὁ τὰ ἀόρατα τοίνυν εἰδὼς μετὰ ἀκριβείας ἁπάσης, τὰ ὁρατὰ οὐκ ὄψεται, καὶ διαιρήσει ῥᾳδίως τὸ σῶμα;

Παντί που δῆλον. Μὴ τοίνυν ἀπίστει τῇ ἀναστάσει· διαβολικὸν γὰρ τὸ δόγμα· καὶ σπουδάζει τοῦτο ὁ διάβολος, οὐχ ἵνα ἀνάστασις ἀπιστηθῇ μόνον, ἀλλ᾽ ἵνα καὶ τὰ τῆς ἀρετῆς ἔργα καταλυθῇ καὶ ἀπόληται. Ἄνθρωπος γὰρ μὴ προσδοκῶν ἀναστήσεσθαι καὶ δώσειν λόγον τῶν πεπραγμένων, οὐχ ἅψεται ταχέως ἀρετῆς· οὐχ ἁπτόμενος δὲ ἀρετῆς, διαπιστήσει τῇ ἀναστάσει πάλιν· ἀμφότερα γὰρ ὑπ᾽ ἀλλήλων κατασκευάζεται, ἡ κακία ὑπὸ τῆς ἀπιστίας, καὶ ἡ ἀπιστία ὑπὸ τῆς κακίας. Πολλῶν γὰρ πεπληρωμένον τὸ συνειδὸς πονηριῶν, δεδοικὸς καὶ τρέμον τὴν μέλλουσαν ἀντίδοσιν, ἐπειδὴ μὴ βούλεται ἀπὸ τῆς μεταβολῆς τῆς ἐπὶ τὰ κάλλιστα τὴν παραμυθίαν πορίζεσθαι, ἀπὸ τῆς ἀπιστίας ἀναπαύεσθαι βούλεται. Οὐ λέγοντος γὰρ σοῦ ἀνάστασιν οὐδὲ κρίσιν, κἀκεῖνος ἐρεῖ· Οὐκοῦν οὐδὲ ἐγὼ δώσω λόγον τῶν τετολμημένων.

Ἀλλὰ τί φησιν ὁ Χριστός; Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. Οὐδὲ γὰρ ἂν τοσαῦτα ἐπραγματεύσατο ὁ Θεὸς, εἴ γε μὴ ἔμελλεν ἀναστήσειν ἡμᾶς, ἀλλὰ διαλύειν καὶ ἀφανίζειν εἰς τὸ μηδέν· οὐκ ἂν τὸν οὐρανὸν ἐξέτεινε τοῦτον, οὐκ ἂν τὴν γῆν ὑπεστόρεσεν, οὐκ ἂν τὰ ἄλλα ἅπαντα ὑπὲρ τῆς βραχείας ζωῆς μόνον ταύτης ἐποίησεν. Εἰ δὲ ὑπὲρ τῆς παρούσης ταῦτα, τί οὐ ποιήσει ὑπὲρ τῆς μελλούσης; Εἰ δὲ μὴ ἔσται μέλλουσα, πολὺ ἡμεῖς τῶν δι᾽ ἡμᾶς γενομένων ἀτιμότεροι κατὰ τοῦτο. Καὶ γὰρ οὐρανὸς καὶ γῆ καὶ θάλασσα καὶ ποταμοὶ μονιμώτερα ἡμῶν, καὶ τῶν ἀλόγων δὲ ἔνια· καὶ γὰρ κορώνη καὶ τὸ τῶν ἐλεφάντων γένος καὶ πολλὰ ἕτερα πλείονα χρόνον ἀπολαύει τῆς παρούσης ζωῆς. Ἡμῖν δὲ καὶ βραχὺς καὶ ἐπίπονος ὁ βίος, ἀλλ᾽ οὐκ ἐκείνοις, ἀλλὰ καὶ μακρὸς, καὶ μᾶλλον ἀθυμίας καὶ φροντίδων ἀπηλλαγμένος. Τί οὖν, εἰπέ μοι, τοὺς δούλους βελτίους ἐποίησε τῶν δεσποτῶν; Μὴ, παρακαλῶ, μὴ ταῦτα λογίζου, μηδὲ πτώχευε τὴν διάνοιαν, ἄνθρωπε, μηδὲ ἀγνόει τὸν πλοῦτον τοῦ Θεοῦ, τοιοῦτον ἔχων Δεσπότην. Καὶ γὰρ ἐξ ἀρχῆς σε ἐβούλετο ἀθάνατον ὁ Θεὸς ποιῆσαι, ἀλλ᾽ οὐκ ἠθέλησας σύ. Καὶ γὰρ ἀθανασίας αἰνίγματα ἐκεῖνα ἦν, ἡ πρὸς τὸν Θεὸν ὁμιλία, τὸ ἀταλαίπωρον τῆς ζωῆς, τὸ λύπης καὶ φροντίδων ἀπηλλάχθαι καὶ πόνων, καὶ τῶν ἄλλων τῶν ἐπικαίρων.

Οὔτε γὰρ ἱματίου ἐδεῖτο ὁ Ἀδὰμ, οὐκ ὀρόφου, οὐκ ἄλλης τινὸς τοιαύτης κατασκευῆς, ἀλλ᾽ ἀγγέλοις μᾶλλον ἐῴκει, καὶ πολλὰ τῶν μελλόντων προῄδει, καὶ σοφίας ἐπεπλήρωτο πολλῆς. Καὶ ὃ λάθρα ἐποίησεν ὁ Θεὸς, τοῦτο ἐκεῖνος ἔγνω, τὸ περὶ τῆς γυναικός· διὸ καὶ ἔλεγε· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Ὁ δὲ πόνος ὕστερον γέγονεν, ὕστερον ἱδρὼς, ὕστερον αἰσχύνη καὶ ἡ δειλία καὶ τὸ ἀπαῤῥησίαστον· τότε δὲ οὐ λύπη, οὐκ ὀδύνη, οὐ στεναγμός. Ἀλλ᾽ οὐκ ἔμεινεν ἐπὶ τῆς ἀξίας ἐκείνης.

δʹ. Τί οὖν ἐγὼ πάθω, φησί; δι᾽ ἐκεῖνον ἀπόλλυμαι; Μάλιστα μὲν οὐ δι᾽ ἐκεῖνον· οὐδὲ γὰρ σὺ ἀναμάρτητος ἔμεινας, ἀλλ᾽ εἰ καὶ μὴ τὴν αὐτὴν ἁμαρτίαν, ἑτέραν γοῦν ἥμαρτες. Ἄλλως δὲ οὐδὲ ἀπὸ τῆς τιμωρίας ἐβλάβης, ἀλλὰ καὶ ἐκέρδανας. Εἰ μὲν γὰρ ἔμελλες διόλου μένειν θνητὸς, ἴσως εἶχέ τινα λόγον τὸ εἰρημένον· νῦν δὲ καὶ ἀθάνατος εἶ, κἂν ἐθέλῃς, ὑπὲρ τὸν ἥλιον αὐτὸν λάμψαι δυνήσῃ. Ἀλλ᾽ εἰ μὴ θνητὸν ἔλαβον σῶμα, φησὶν, οὐκ ἂν ἥμαρτον. Τί οὖν, εἰπέ μοι; ἐκεῖνος, θνητὸν ἔχων σῶμα, ἥμαρτεν; Οὐδαμῶς· οὐ γὰρ ἂν, εἴ γε θνητὸν ἦν, ὕστερον ἐν κολάσεως τάξει τὸν θάνατον ὑπέμεινεν. Ὅτι δὲ οὔτε θνητὸν σῶμα ἐμποδίζει πρὸς ἀρετὴν, ἀλλὰ καὶ σωφρονίζει καὶ τὰ μέγιστα συντελεῖ, δῆλον ἐκεῖθεν. Εἰ γὰρ προσδοκία ἀθανασίας μόνον οὕτως ἐπῆρε τὸν Ἀδὰμ, εἰ καὶ τῷ ὄντι ἀθάνατος ἐγεγόνει, ποῦ οὐκ ἂν ἀπονοίας ἐξέβη; Καὶ νῦν μὲν ἁμαρτὼν δύνασαι λῦσαι τὰ ἁμαρτήματα, τοῦ σώματος ταπεινοῦ ὄντος καὶ καταπίπτοντος καὶ διαλυομένου· καὶ γὰρ αὗται αἱ ἔννοιαι ἱκαναὶ σωφρονίσαι· εἰ δὲ ἐν ἀθανάτῳ ἐπλημμέλησας, μονιμώτερα ἴσως ἔμελλεν εἶναι τὰ ἁμαρτήματα.

Οὐ τοίνυν ἡ θνητότης αἰτία τῆς ἁμαρτίας, μὴ κατηγόρει, ἀλλ᾽ ἡ πονηρὰ προαίρεσίς ἐστιν ἡ ῥίζα τῶν κακῶν. Διὰ τί γὰρ μηδὲν τὸν Ἄβελ τὸ σῶμα ἠδίκησε; διὰ τί μηδὲν τοὺς δαίμονας τὸ ἀσώματον ὤνησε; Βούλει μαθεῖν, ὅτι οὐ μόνον οὐκ ἔβλαψε τὸ σῶμα θνητὸν γενόμενον, ἀλλὰ καὶ ὠφέλησεν; ἄκουσον ὅσα κερδαίνεις, ἐὰν νήφῃς, ἐκ τούτου. Ἀνθέλκει σε καὶ περισπᾷ ἀπὸ τῆς κακίας ὀδύναις καὶ λύπαις καὶ πόνοις καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις. Ἀλλὰ καὶ εἰς πορνείαν ἐξάγει, φησίν; Οὐ τὸ σῶμα, ἀλλ᾽ ἡ ἀκολασία· ταῦτα μὲν γὰρ, ἅπερ εἶπον, πάντως τοῦ σώματός ἐστι. Διόπερ οὐκ ἔστιν ἄνθρωπον εἰς τὸν βίον ἐλθόντα τοῦτον μὴ καὶ νοσεῖν καὶ ἀλγεῖν καὶ ἀθυμεῖν· μὴ πορνεύειν δὲ ἔνι. Ὥστε εἰ τῆς τοῦ σώματος ἦν φύσεως καὶ τὰ τῆς κακίας, καθολικὰ ἂν ἦν· τὰ γὰρ φυσικὰ τοιαῦτα, τὸ δὲ πορνεύειν οὐ τοιοῦτον· ἀλλὰ τὸ μὲν ἀλγεῖν ἐντεῦθεν, τὸ δὲ πορνεύειν ἀπὸ τῆς προαιρέσεως. Μὴ τοίνυν κατηγόρει τοῦ σώματος, μή σου τὴν τιμὴν ἀφαιρείσθω ὁ διάβολος, ἥν σοι ἔδωκεν ὁ Θεός. Ἂν γὰρ θέλωμεν, χαλινός ἐστιν ἄριστος τὸ σῶμα, τὰ σκιρτήματα τῆς ψυχῆς κατέχον, ἀπόνοιαν κατασπῶν, ἀλαζονείαν κωλύον, ἐν τοῖς μεγίστοις κατορθώμασιν ἡμῖν διακονούμενον.

Μὴ γάρ μοι τοὺς μαινομένους εἴπῃς· ἐπεὶ καὶ τῶν ἵππων πολλοὺς ὁρῶμεν κατὰ κρημνῶν φερομένους, τὸν ἡνίοχον ῥίψαντας μετὰ τοῦ χαλινοῦ· ἀλλ᾽ οὐ μεμφόμεθα τὸν χαλινόν· οὐ γὰρ ἐκεῖνος διασπασθεὶς τοῦτο εἰργάσατο, ἀλλ᾽ ὁ ἡνίοχος ὁ μὴ κατασχὼν, πάντα ἀπώλεσεν.

Οὕτω δὴ καὶ ἐνταῦθα λογίζου· ἂν ἴδῃς νέον ἐν ὀρφανίᾳ ζῶντα καὶ μυρία ἐργαζόμενον κακὰ, μὴ τὸ σῶμα αἰτιῶ, ἀλλὰ τὸν ἡνίοχον τὸν συρόμενον, τὸν λογισμὸν λέγω. Ὥσπερ γὰρ αἱ ἡνίαι οὐ παρέχουσι πράγματα τῷ ἡνιόχῳ, ἀλλ᾽ ὁ ἡνίοχος πάντων αἴτιος οὐ καλῶς αὐτὰς κατέχων· διὸ καὶ δίκην αὐτὸν ἀπαιτοῦσι, συμπλεκόμεναι αὐτῷ καὶ παρασύρουσαι πολλάκις καὶ ἀναγκάζουσαι τῆς οἰκείας δυσπραγίας κοινωνεῖν· οὕτω δὴ καὶ ἐνταῦθα. Ἐγὼ μὲν γὰρ, φησὶν, ἵμασσον τὸ στόμα τοῦ ἵππου, ἕως κατεῖχες· ἐπειδὴ δὲ ἔῤῥιψας, ἀπαιτῶ σε τῆς καταφρονήσεως δίκην, καὶ περιπλέκομαι καὶ παρασύρω, ὥστε μηκέτι τὸ αὐτὸ παθεῖν. Μηδεὶς τοίνυν αἰτιάσθω τὰς ἡνίας, ἀλλ᾽ ἑαυτὸν καὶ τὴν διεφθαρμένην γνώμην. Καὶ γὰρ ἐφ᾽ ἡμῶν ἡνίοχός ἐστιν ὁ λογισμός· ἡνίαι δὲ τὸ σῶμα, συνάγουσαι τοὺς ἵππους πρὸς τὸν ἡνίοχον. Ἂν μὲν οὖν καλῶς αὗται διακέωνται, οὐδὲν πείσῃ δεινόν· ἂν δὲ ἀφῇς αὐτὰς, ἠφάνισας καὶ ἀπώλεσας ἅπαντα. Σωφρονῶμεν τοίνυν, καὶ μὴ κατηγορῶμεν τοῦ σώματος, ἀλλὰ τῆς πονηρᾶς διανοίας. Καὶ γὰρ τοῦ διαβόλου ἔργον τοῦτο, πάντων μᾶλλον ποιεῖν τοὺς ἀνοήτους κατηγορεῖν, καὶ σώματος καὶ τοῦ Θεοῦ καὶ τοῦ πλησίον, ἢ τῆς διεφθαρμένης γνώμης· ἵνα μὴ τὴν αἰτίαν εὑρόντες ἀπαλλαγῶσι τῆς ῥίζης τῶν κακῶν.

Ἀλλ᾽ ὑμεῖς τὴν ἐπιβουλὴν συνειδότες, τὸν θυμὸν κατ᾽ αὐτοῦ στρέψατε, καὶ τὸν ἡνίοχον ἐπιστήσαντες τῷ ζεύγει, πρὸς τὸν Θεὸν τὸ ὄμμα τῆς διανοίας τείνατε.

Ἐν μὲν γὰρ τοῖς ἄλλοις οὐδὲν ὁ τὸν ἀγῶνα θεὶς εἰσφέρει, ἀλλ᾽ ἀναμένει τὸ τέλος· ἐνταῦθα δὲ τὸ πᾶν ὁ ἀγωνοθέτης ἐστὶ Θεός. Τοῦτον τοίνυν ἔχωμεν ἵλεων, καὶ πάντως ἐπιτευξόμεθα τῶν μελλόντων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΗʹ. Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη τοῦ Χριστοῦ εἰσιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ, ποιήσω πόρνης μέλη; Μὴ γένοιτο. αʹ. Ἀπὸ τοῦ πεπορνευκότος ἐπὶ τὸν πλεονέκτην μεταβὰς, πάλιν ἀπὸ τούτου πρὸς ἐκεῖνον ἔρχεται, οὐκέτι λοιπὸν πρὸς αὐτὸν διαλεγόμενος, ἀλλὰ τοῖς ἄλλοις τοῖς μὴ πεπορνευκόσι· καὶ τούτους ἀσφαλιζόμενος μήποτε περιπέσωσι τοῖς αὐτοῖς, ἐκείνου καθάπτεται πάλιν. Ὁ γὰρ ἡμαρτηκὼς, κἂν πρὸς ἕτερον ἀποτείνῃς τὸν λόγον, κεντεῖται καὶ οὕτω, τοῦ συνειδότος διεγειρομένου καὶ μαστιγοῦντος αὐτόν. Ἱκανὸς μὲν οὖν καὶ ἀπὸ τῆς τιμωρίας φόβος ἦν αὐτοὺς κατασχεῖν ἐπὶ τῆς σωφροσύνης· ἐπειδὴ δὲ οὐ βούλεται φόβῳ μόνον τὰ τοιαῦτα κατορθοῦν, καὶ ἀπειλὰς καὶ λογισμοὺς τίθησιν. Ἐκεῖ μὲν οὖν τὸ ἁμάρτημα εἰπὼν, καὶ τὴν τιμωρίαν ὁρίσας, καὶ τὴν βλάβην δείξας τὴν ἐκ τῆς συνουσίας τοῦ πεπορνευκότος ἐγγενομένην ἅπασιν, ἀπηλλάγη, καὶ πρὸς τὴν πλεονεξίαν μετέστη, καὶ τὴν ἔκπτωσιν τῆς βασιλείας ἀπειλήσας τούτῳ καὶ τοῖς λοιποῖς ἅπασιν, οἷς κατέλεξεν, οὕτω τὸν λόγον ἀπήρτισεν· ἐνταῦθα δὲ καὶ φρικωδέστερον μεταχειρίζει τὴν παραίνεσιν. Ὅ τε γὰρ τὸ ἁμάρτημα κολάζων μόνον, καὶ μὴ δεικνὺς σφόδρα παρανομώτατον ὂν, οὐδὲν τοσοῦτον ἀπὸ τῆς τιμωρίας εἰργάσατο· ὅ τε πάλιν ἐντρέπων μόνον, καὶ μὴ φοβῶν διὰ τῆς κολάσεως, οὐ σφόδρα καθάπτεται τῶν ἀναισθήτως διακειμένων.

Διόπερ ἀμφότερα ποιεῖ Παῦλος, καὶ ἐντρέπει λέγων· Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν; καὶ φοβεῖ λέγων· Οὐκ οἴδατε ὅτι πλεονέκται βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι;

Καὶ ἐπὶ τοῦ πεπορνευκότος πάλιν οὕτω κέχρηται τῷ λόγῳ· καὶ γὰρ φοβήσας δι᾽ ὧν ἔμπροσθεν εἶπεν, ἐκτεμών τε αὐτὸν καὶ τῷ Σατανᾷ παραδοὺς, καὶ τῆς μελλούσης ἀναμνήσας ἡμέρας, ἐντρέπει πάλιν λέγων· Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη τοῦ Χριστοῦ ἐστιν; ὡς πρὸς παῖδας λοιπὸν εὐγενεῖς διαλεγόμενος.

Ἐπειδὴ γὰρ εἶπε, Τὸ δὲ σῶμα τῷ Κυρίῳ, σαφέστερον αὐτὸ δείκνυσι νῦν· καὶ ἀλλαχοῦ δὲ τὸ αὐτὸ τοῦτο ποιεῖ λέγων· Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους. Καὶ τὸ αὐτὸ ὑπόδειγμα πολλαχοῦ τίθησιν, οὐκ ἐπὶ τῶν αὐτῶν, ἀλλὰ ποτὲ μὲν ὥστε τὴν ἀγάπην δεῖξαι, ποτὲ δὲ ὥστε τὸν φόβον αὐξῆσαι· ἐνταῦθα δὲ δεδιττόμενος αὐτὸ τέθεικε, καὶ φοβῶν· Ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ, ποιήσω πόρνης μέλη; Μὴ γένοιτο. Οὐδὲν φρικωδέστερον τῆς λέξεως ταύτης. Καὶ οὐκ εἶπεν, Ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ, συνάψω τῇ πόρνῃ· ἀλλὰ τί; Ποιήσω μέλη πόρνης; ὅπερ ἦν πληκτικώτερον. Εἶτα κατασκευάζει πῶς τοῦτο γίνεται ὁ πορνεύων, οὕτω λέγων· Ἦ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνη, ἓν σῶμά ἐστι; Πόθεν δῆλον; Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν. Ὁ δὲ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστιν. Οὐκέτι γὰρ ἀφίησιν ἡ συνουσία τοὺς δύο εἶναι δύο, ἀλλ᾽ ἓν ἀμφοτέρους ἐργάζεται. Καὶ ὅρα πάλιν πῶς διὰ τῶν ὀνομάτων γυμνῶν πρόεισι, διὰ τῆς πόρνης καὶ διὰ τοῦ Χριστοῦ προάγων τὴν κατηγορίαν. Φεύγετε τὴν πορνείαν. Οὐκ εἶπεν, Ἀπέχεσθε τῆς πορνείας, ἀλλὰ, Φεύγετε, τουτέστι, Μετὰ σπουδῆς ποιεῖσθε τὴν ἀπαλλαγὴν τοῦ κακοῦ.

Πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. Τοῦτο τοῦ προτέρου ἔλαττον· πλὴν ἀλλ᾽ ἐπειδὴ περὶ πόρνων ἦν ὁ λόγος αὐτῷ, πάντοθεν αὐτὸ ἀπαίρει, καὶ ἀπὸ τῶν μειζόνων καὶ ἀπὸ τῶν ἐλαττόνων αὔξων τὸ ἔγκλημα. Ἐκεῖνο μὲν οὖν τοῖς εὐλαβεστέροις εἴρηται τὸ πρότερον, τοῦτο δὲ τοῖς ἀσθενεστέροις. Καὶ γὰρ καὶ τοῦτο τῆς Παύλου σοφίας, μὴ ἀπὸ τῶν μεγάλων ἐντρέπειν μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν μικροτέρων, καὶ ἀπὸ τοῦ αἰσχροῦ καὶ ἀπρεποῦς. Τί οὖν; ὁ ἀνδροφόνος, φησὶν, οὐχὶ τὴν χεῖρα μολύνει; τί δὲ ὁ πλεονέκτης, καὶ ὁ ἅρπαξ; Παντί που δῆλον· ἀλλ᾽ ἐπειδὴ εἰπεῖν οὐκ ἐνῆν τοῦ πόρνου οὐδὲν χεῖρον, ἑτέρως αὐτὸ ηὔξησε λέγων, ὅτι ἐπὶ τῆς πορνείας ὁλόκληρον τὸ σῶμα γίνεται μιαρόν. Ὥσπερ γὰρ εἰς λέβητα ἀκαθαρσίας ἐμπῖπτον καὶ τῷ μολυσμῷ βαπτόμενον, οὕτω φύρεται. Τοῦτο δὲ καὶ ἡμῖν ἔθος. Ἀπὸ μὲν γὰρ τῆς πλεονεξίας καὶ ἁρπαγῆς οὐκ ἄν τις σπουδάσειεν ἐπὶ βαλανεῖον ἐλθεῖν, ἀλλ᾽ ἀδιαφόρως ἐπὶ τὴν οἰκίαν ἄνεισιν· ἀπὸ δὲ μίξεως πόρνης, καθάπερ ὅλος γενόμενος ἀκάθαρτος, ἐπὶ τὸ λούσασθαι ἔρχεται· οὕτως ἔχει τινὰ τὸ συνειδὸς ἀπὸ τῆς ἁμαρτίας ταύτης ὑπόληψιν αἰσχροτέραν. Ἀμφότερα μὲν οὖν χαλεπὰ, καὶ πλεονεξία καὶ πορνεία, καὶ εἰς γέενναν ἐμβάλλει· ἀλλ᾽ ἐπειδὴ οἰκονομικῶς ὁ Παῦλος πάντα ποιεῖ, οἷς εἶχε, τούτοις ηὔξησε τὸ τῆς πορνείας ἔγκλημα.

Ἦ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν;

βʹ. Οὐχ ἁπλῶς εἶπε, Τοῦ Πνεύματος, ἀλλὰ, Τοῦ ἐν ὑμῖν, ὅπερ ἦν καὶ παραμυθουμένου· καὶ πάλιν ἐπεξηγούμενος ἐπήγαγεν· Οὗ ἔχετε ἀπὸ τοῦ Θεοῦ. Καὶ τὸν δεδωκότα τέθεικεν, ὑψηλόν τε ὁμοῦ ποιῶν τὸν ἀκροατὴν, καὶ φοβῶν καὶ τῷ μεγέθει τῆς παρακαταθήκης καὶ τῇ φιλοτιμίᾳ τοῦ παρακαταθεμένου.

Καὶ οὐκ ἐστὲ ἑαυτῶν. Τοῦτο οὐκ ἐντρέποντος μόνον ἐστὶν, ἀλλὰ καὶ βιαζομένου πρὸς ἀρετήν. Τί γάρ; πράττεις ἃ θέλεις, φησίν· οὐκ εἶ ἑαυτοῦ κύριος. Ταῦτα δὲ ἔλεγεν, οὐχὶ τὸ αὐτεξούσιον ἀναιρῶν· καὶ γὰρ εἰπὼν, Πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα συμφέρει, οὐχὶ τὴν ἐλευθερίαν ἡμῶν ἀνεῖλε· καὶ ἐνταῦθα πάλιν γράφων, ὅτι Οὐκ ἐστὲ ἑαυτῶν, οὐ τῇ προαιρέσει λυμαίνεται, ἀλλὰ τῆς κακίας ἀπάγει, καὶ τοῦ Δεσπότου τὴν κηδεμονίαν ἐνδείκνυται. Διὸ καὶ ἐπήγαγεν· Ἠγοράσθητε γὰρ τιμῆς. Εἰ δὲ οὐκ εἰμὶ ἐμαυτοῦ, πῶς με ἀπαιτεῖς τὰ πρακτέα; πῶς δὲ προϊὼν λέγεις πάλιν, Δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστι τοῦ Θεοῦ;

Τί οὖν ἐστι τὸ, Οὐκ ἐστὲ ἑαυτῶν; καὶ τί δι᾽ αὐτοῦ κατασκευάσαι βούλεται; Ἐν ἀσφαλείᾳ καταστῆσαι τοῦ μὴ ἁμαρτάνειν μηδὲ ταῖς ἐπιθυμίαις τῆς ψυχῆς ἀκολουθεῖν ταῖς ἀτόποις. Καὶ γὰρ πολλὰ βουλόμεθα ἄτοπα, ἀλλὰ κατέχειν δεῖ· δυνάμεθα γάρ· εἰ δὲ μὴ δυνάμεθα, περιττὴ ἡ παραίνεσις. Ὅρα γοῦν πῶς ἠσφαλίσατο. Εἰπὼν γὰρ, Οὐκ ἐστὲ ἑαυτῶν, οὐκ ἐπήγαγεν, Ἀλλ᾽ ὑπ᾽ ἀνάγκην ἐστὲ, ἀλλ᾽, Ἠγοράσθητε τιμῆς. Διὰ τί τοῦτο λέγεις; καὶ μὴν ἑτέρωθεν, εἴποι τις ἂν ἴσως, ἔδει προτρέψαι, δεικνύντα ὅτι Δεσπότην ἔχομεν. Ἀλλὰ τοῦτο μὲν καὶ πρὸς Ἕλληνας ἡμῖν κοινὸν, τὸ δὲ, Ἠγοράσθητε τιμῆς, ἡμῶν ἐξαίρετον. Ἀναμιμνήσκει γὰρ τοῦ μεγέθους τῆς εὐεργεσίας καὶ τοῦ τρόπου τῆς σωτηρίας, δεικνὺς ὅτι ἀλλοτριωθέντες ἠγοράσθημεν· καὶ οὐχ ἁπλῶς, ἀλλὰ τιμῆς. Δοξάσατε δὴ, ἄρατε τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι. Ταῦτα δὲ λέγει, ὥστε μὴ τῷ σώματι μόνον φεύγειν τὴν πορνείαν, ἀλλὰ καὶ ἐν τῷ πνεύματι τῆς ψυχῆς μηδὲν πονηρὸν λογίζεσθαι καὶ ἐλαύνειν τὴν χάριν.

Ἅτινά ἐστι τοῦ Θεοῦ. Ἐπειδὴ γὰρ εἶπεν, Ὑμῶν, διὰ τοῦτο ἐπήγαγεν, Ἅτινά ἐστι τοῦ Θεοῦ, συνεχῶς ἀναμιμνήσκων ἡμᾶς, ὅτι πάντα Δεσποτικὰ, καὶ σῶμα καὶ ψυχὴ καὶ πνεῦμα. Καὶ γάρ τινές φασι, Τῷ πνεύματι, τῷ χαρίσματι λέγειν. Ἂν γὰρ ἐκεῖνο ᾖ παρ᾽ ἡμῖν, δοξάζεται ὁ Θεός· ἔσται δὲ, ἂν καθαρὰν καρδίαν ἔχωμεν. Τοῦ Θεοῦ δὲ αὐτὰ ἔφησεν, οὐκ ἐπειδὴ παρήγαγεν αὐτὰ μόνον, ἀλλ᾽ ἐπειδὴ καὶ ἀλλοτριωθέντα, ἐκ δευτέρου πάλιν ἐκτήσατο, τιμὴν τὸ αἷμα τοῦ Παιδὸς καταθείς. Ὅρα πῶς εἰς τὸν Χριστὸν τὸ πᾶν ἀπήρτισε· πῶς ἡμᾶς εἰς τὸν οὐρανὸν ἀνήγαγε.

Μέλη τοῦ Χριστοῦ ἐστε, φησὶ, ναός ἐστε τοῦ Πνεύματος· μὴ τοίνυν γίνεσθε πόρνης μέλη· οὐ γὰρ τὸ σῶμα τὸ ὑμῶν ὑβρίζεται· οὐ γὰρ τὸ σῶμα ὑμῶν ἐστιν, ἀλλὰ τοῦ Χριστοῦ. Ταῦτα δὲ ἔλεγεν, ὁμοῦ καὶ τὴν φιλανθρωπίαν ἐνδεικνύμενος, ὅτι αὐτοῦ τὸ σῶμα τὸ ἡμέτερον, καὶ τῆς ἐξουσίας τῆς πονηρᾶς ἡμᾶς ἀφαιρούμενος. Εἰ γὰρ ἀλλότριόν ἐστι τὸ σῶμα, οὐκ ἔχετε ἐξουσίαν ἀλλότριον σῶμα ὑβρίζειν, φησὶ, καὶ μάλιστα ὅταν ᾖ Δεσποτικὸν, οὐδὲ ναὸν μολύνειν τοῦ Πνεύματος. Εἰ γὰρ ἰδιωτικῇ τις ἐπελθὼν οἰκίᾳ, καὶ κωμάσας εἰς ἐκείνην, τὴν ἐσχάτην δώσει δίκην· ὁ βασιλέως ναὸν λῃστοῦ ποιῶν καταγώγιον, ἐννόησον πόσα πείσεται κακά. Ταῦτα οὖν ἐννοήσας, αἰδέσθητι τὸν ἐνοικοῦντα· ὁ γὰρ Παράκλητός ἐστιν οὗτος· φρῖξον τὸν συμπεπλεγμένον σοι καὶ κεκολλημένον· ὁ γὰρ Χριστός ἐστι. Μὴ γὰρ σὺ μέλη Χριστοῦ ἑαυτὸν ἐποίησας; Ἐννόησον οὕτω, καὶ μένε σωφρονῶν, τίνος ἦν μέλη, καὶ τίνος γέγονε. Πόρνης ἦν μέλη πρὸ τούτου, καὶ ὁ Χριστὸς ἐποίησεν αὐτὰ μέλη τοῦ ἰδίου σώματος. Οὐκ ἄρα αὐτῶν ἐξουσίαν ἔχεις λοιπόν· ἐκείνῳ δούλευε τῷ ἐλευθερώσαντι. Οὐδὲ γὰρ, εἰ θυγατέρα ἔχων, ἐκ πολλῆς τῆς ἀνοίας ἐξεμίσθωσας αὐτὴν πορνοβοσκῷ, πορνεύεσθαι ἐποίησας, εἶτα βασιλέως υἱὸς παριὼν ἠλευθέρωσέ τε αὐτὴν τῆς δουλείας ἐκείνης καὶ συνῆψεν ἑαυτῷ, κύριος εἶ λοιπὸν ἄγειν αὐτὴν ἐπὶ τὸ πορνεῖον· ἅπαξ γὰρ ἔδωκας καὶ ἐπώλησας.

Τοιοῦτόν ἐστι καὶ τὸ ἡμέτερον· ἐξεμισθώσαμεν τὴν σάρκα τὴν ἑαυτῶν τῷ διαβόλῳ, τῷ χαλεπῷ πορνοβοσκῷ· ἰδὼν ὁ Χριστὸς, ἐῤῥύσατο αὐτὴν καὶ ἀπήλλαξε τῆς πονηρᾶς τυραννίδος ἐκείνης· οὐ τοίνυν ἐστὶν ἡμετέρα λοιπὸν, ἀλλὰ τοῦ ῥυσαμένου.

Ἐὰν ἐθέλῃς ὡς νύμφῃ βασιλέως κεχρῆσθαι, οὐδεὶς ὁ κωλύων· ἐὰν δὲ ἐπὶ τὰ πρότερα ἀγάγῃς, πείσῃ τὰ αὐτὰ, ἃ τοὺς τοιαῦτα ὑβρίζοντας εἰκός. Διὸ μᾶλλον αὐτὴν κατακοσμεῖν χρὴ, οὐχὶ καταισχύνειν. Οὐ γὰρ ἔχεις ἐξουσίαν τῆς σαρκὸς ἐν ταῖς πονηραῖς ἐπιθυμίαις, ἀλλ᾽ ἐν οἷς ἂν ὁ Θεὸς ἐπιτάξῃ μόνοις.

Ἐννόησον γοῦν ἡλίκης αὐτὴν ὕβρεως ἀπήλλαξεν ὁ Θεός· καὶ γὰρ πάσης πόρνης αἰσχρότερον προειστήκει ἡ φύσις ἡ ἡμετέρα πρὸ τούτου. Καὶ γὰρ λῃστεῖαι καὶ ἀνδροφονίαι, καὶ ἕκαστος παράνομος λογισμὸς πρὸς αὐτὴν εἰσιὼν, συγκατεκλίνετο τῇ ψυχῇ, καὶ μισθώματος ὀλίγου καὶ τοῦ τυχόντος, τῆς παρούσης ἡδονῆς. Ἡ γὰρ ψυχὴ φυρομένη μετὰ τῶν πονηρῶν ἐννοιῶν καὶ πράξεων, τοῦτον ἐκαρποῦτο μόνον τὸν μισθόν.

γʹ. Ἀλλὰ τὸ μὲν πρὸ τούτου ταῦτα γίνεσθαι καίτοι δεινὸν ὃν, οὐχ οὕτω δεινὸν ἦν· τὸ δὲ μετὰ τὸν οὐρανὸν, μετὰ τὰ βασίλεια, μετὰ τὸ τῶν μυστηρίων ἀπολαῦσαι τῶν φρικτῶν πάλιν μολύνεσθαι, ποίαν ἕξει συγγνώμην; Ἦ οὐκ οἴει καὶ τοῖς πλεονέκταις καὶ πᾶσιν, οἷς ἔμπροσθεν ἀπηρίθμησεν, αὐτὸν τὸν διάβολον συγκατακλίνεσθαι; τὰς δὲ καλλωπιζομένας πρὸς ἀσέλγειαν γυναῖκας οὐχ ἡγῇ μετ᾽ ἐκείνου μίγνυσθαι; καὶ τίς ἀντερεῖ τούτῳ τῷ λόγῳ; Εἰ δὲ ἔστι τις φιλονεικῶν, ἀποδυέτω τὴν ψυχὴν τῶν τὰ τοιαῦτα ἀσχημονουσῶν γυναικῶν, καὶ ὄψεται πάντως τὸν πονηρὸν δαίμονα ἐκεῖνον σφοδρῶς συμπεπλεγμένον αὐταῖς. Δύσκολον γὰρ, ἀγαπητοὶ, δύσκολον, τάχα δὲ καὶ ἀμήχανον, τοῦ σώματος καλλωπιζομένου οὕτω, καὶ τὴν ψυχὴν ὁμοῦ καλλωπίζεσθαι· ἀλλ᾽ ἀνάγκη θάτερον ἀμελεῖσθαι, ἐπιμελουμένου θατέρου· οὐ γὰρ ἔχει φύσιν ὁμοῦ ταῦτα γίνεσθαι. Διό φησιν· Ὁ κολλώμενος τῇ πόρνῃ, ἓν σῶμά ἐστιν· ὁ δὲ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστι. Πνεῦμα γὰρ γίνεται λοιπὸν ὁ τοιοῦτος, κἂν σῶμα περίκειται.

Ὅταν γὰρ μηδὲν σωματικὸν μηδὲ παχὺ μηδὲ γήϊνον περὶ αὐτὸν ᾖ, ἁπλῶς τὸ σῶμα περίκειται· ὅταν ἡ πᾶσα ἀρχὴ τῆς ψυχῆς ᾖ καὶ τοῦ πνεύματος, οὕτω δοξάζεται ὁ Θεός. Διὸ καὶ ἐν τῇ εὐχῇ κελευόμεθα λέγειν· Ἁγιασθήτω τὸ ὄνομά σου· καὶ ὁ Χριστός φησι· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.

Οὕτω δοξάζουσιν αὐτὸν καὶ οἱ οὐρανοὶ, οὐ φωνὴν ἀφιέντες, ἀλλὰ διὰ τῆς ὄψεως θαυμαζόμενοι, καὶ τὴν δόξαν εἰς τὸν Δημιουργὸν ἀναφέροντες. Οὕτω δοξάσωμεν αὐτὸν καὶ ἡμεῖς, μᾶλλον δὲ καὶ πλέον ἐκείνων· δυνάμεθα γὰρ, ἂν ἐθέλωμεν. Οὐ γὰρ οὕτως οὐρανὸς καὶ ἡμέρα καὶ νὺξ, ὡς ἁγία ψυχὴ δοξάζει Θεόν. Ὥσπερ γὰρ εἰς τὸ κάλλος τοῦ οὐρανοῦ τις ἀφορῶν, λέγει· Δόξα σοι, ὁ Θεὸς, οἷον ἔργον ἔκτισας· οὕτω δὴ καὶ εἰς ἀνδρὸς ἀρετὴν βλέπων, καὶ πολλῷ πλέον ἐνταῦθα.

Ἀπ᾽ ἐκείνων μὲν γὰρ τῶν κτισμάτων οὐ πάντες δοξάζουσιν, ἀλλὰ πολλοὶ καὶ αὐτόματα εἶναι λέγουσι τὰ ὄντα· ἄλλοι δὲ καὶ δαίμοσιν ἀνατιθέασι τοῦ κόσμου τὴν δημιουργίαν καὶ τὴν πρόνοιαν, οἳ καὶ σφόδρα ἀσύγγνωστα ἁμαρτάνουσιν· ἐπὶ δὲ ἀνθρώπου ἀρετῆς οὐδεὶς τοιαῦτα ἀναισχυντῆσαι δυνήσεται, ἀλλὰ πάντως δοξάσει τὸν Θεὸν, τὸν δουλεύοντα αὐτῷ μετὰ ἀρετῆς ζῶντα ὁρῶν. Τίς γὰρ οὐκ ἐκπλαγήσεται, ὅταν ἄνθρωπός τις ὢν, καὶ τῆς κοινῆς μετέχων φύσεως, καὶ ἐν μέσοις στρεφόμενος ἀνθρώποις, καθάπερ ἀδάμας, μὴ ἐπικάμπτηται πρὸς τὸν τῶν παθῶν ἐσμόν; ὅταν μεταξὺ πυρὸς καὶ σιδήρου καὶ θηρίων ὢν, ἀδάμαντος ἰσχυρότερος ᾖ, καὶ περιγένηται πάντων διὰ τὸν τῆς εὐσεβείας λόγον; ὅταν ὑβρίζηται, καὶ εὐλογῇ; ὅταν κακῶς ἀκούῃ, καὶ ἐγκωμιάζῃ; ὅταν ἐπηρεάζηται, καὶ εὔχηται ὑπὲρ τῶν ἀδικούντων; ὅταν ἐπιβουλεύηται, καὶ εὐεργετῇ τοὺς πολεμοῦντας αὐτῷ καὶ ἐπιβουλεύοντας; Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα τῶν οὐρανῶν πολλῷ μᾶλλον δοξάσει τὸν Θεόν. Τὸν μὲν γὰρ οὐρανὸν ὁρῶντες Ἕλληνες, οὐκ αἰσχύνονται· ἅγιον δὲ ἄνδρα ἰδόντες μετὰ ἀκριβείας φιλοσοφίαν ἐπιδεικνύμενον, καταδύονται καὶ ἑαυτῶν καταγινώσκουσιν. Ὅταν γὰρ ὁ τῆς αὐτῆς αὐτοῖς φύσεως μετέχων, τοσοῦτον ἀνώτερος ᾖ[, ἢ] πολλῷ μᾶλλον, ἢ ὅσον ὁ οὐρανὸς τῆς γῆς, καὶ ἄκοντες ἐννοοῦσιν, ὅτι θεία δύναμις ταῦτα ἐργάζεται· διό φησι· Καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.

Βούλει μαθεῖν καὶ ἑτέρωθεν, πῶς μὲν ἀπὸ τοῦ βίου τῶν δούλων αὐτοῦ δοξάζεται ὁ Θεὸς, πῶς δὲ ἀπὸ τῶν θαυμάτων; Ἐνέβαλέ ποτε ὁ Ναβουχοδονόσορ τοὺς τρεῖς παῖδας εἰς τὴν κάμινον. Εἶτα ἐπειδὴ εἶδε τὸ πῦρ οὐ περιγενόμενον αὐτῶν, φησίν· Εὐλογητὸς ὁ Θεὸς, ὃς ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλετο τοὺς παῖδας αὐτοῦ ἐκ τῆς καμίνου, ὅτι ἐπεποίθεισαν ἐπ᾽ αὐτὸν, καὶ ἠλλοίωσαν τὸ ῥῆμα τοῦ βασιλέως. Τί λέγεις; κατεφρονήθης, καὶ θαυμάζεις τοὺς διαπτύσαντας; Ναὶ, φησὶ, [καὶ] δι᾽ αὐτὸ τοῦτο, ὅτι κατεφρονήθην· καὶ τοῦ θαύματος ταύτην τὴν αἰτίαν τίθησι. Ὥστε οὐ διὰ τὸ σημεῖον ἡ δόξα τῷ Θεῷ τότε γέγονε μόνον, ἀλλὰ καὶ διὰ τὴν προαίρεσιν τῶν ἐμβληθέντων. Εἰ δὲ καὶ καθ᾽ ἑαυτὸ ἐξετάσειέ τις τοῦτο κἀκεῖνο, οὐκ ἔλαττον τοῦτο ἐκείνου.

Τοῦ γὰρ ῥύσασθαι καμίνου τὸ πεῖσαι ψυχὰς κατατολμῆσαι καμίνου, οὐκ ἔλαττον εἰς θαύματος λόγον. Πῶς γὰρ οὐκ ἐκπλήξεως ἄξιον, ὅταν ὁ τῆς οἰκουμένης βασιλεὺς, καὶ τοσαῦτα περὶ ἑαυτὸν ὅπλα ἔχων καὶ στρατόπεδα καὶ στρατηγοὺς καὶ τοπάρχας καὶ ὑπάτους, καὶ γῆν καὶ θάλατταν ὑποκειμένην, ὑπὸ παίδων αἰχμαλώτων καταφρονῆται, καὶ οἱ δεδεμένοι τοῦ δήσαντος περιγίνωνται καὶ πᾶσαν νικῶσι τὴν στρατιὰν ἐκείνην; οὐ γὰρ ἴσχυσαν, ὅπερ ἤθελον, οἱ περὶ τὸν βασιλέα, καὶ ταῦτα καὶ τὴν ἀπὸ τῆς καμίνου συμμαχίαν ἔχοντες· ἀλλ᾽ οἱ γυμνοὶ καὶ δοῦλοι καὶ ξένοι καὶ ὀλίγοι (τί γὰρ τριῶν ὀλιγώτερον;) ἄπειρον στρατιὰν δεδεμένοι κατηγωνίσαντο. Ἤδη γὰρ θάνατος κατεφρονεῖτο, ἐπειδὴ λοιπὸν ὁ Χριστὸς ἔμελλεν ἐπιδημεῖν· καὶ καθάπερ ἀνατέλλειν μέλλοντος τοῦ ἡλίου, καὶ πρὶν ἢ τὰς ἀκτῖνας φανῆναι, λαμπρὸν γίνεται τὸ φῶς τῆς ἡμέρας· οὕτω καὶ τοῦ τῆς δικαιοσύνης ἡλίου μέλλοντος ἔρχεσθαι, ὁ θάνατος λοιπὸν ὑπεξίστατο. Τί τοῦ θεάτρου γένοιτ᾽ ἂν λαμπρότερον ἐκείνου; τί τῆς νίκης περιφανέστερον· τί τῶν καινῶν τροπαίων ἐπισημότερον;

δʹ. Τοῦτο καὶ ἐφ᾽ ἡμῶν γίνεται. Καὶ νῦν ἐστιν ὁ τῆς Βαβυλωνίας καμίνου βασιλεὺς, καὶ νῦν φλόγα ἀνάπτει χαλεπωτέραν ἐκείνης· ἔστι καὶ νῦν ὁ τοιαύτην εἰκόνα κελεύων θαυμάζειν· πάρεισιν αὐτῷ καὶ σατράπαι καὶ στρατιῶται καὶ γοητεύουσα μουσική· καὶ πολλοὶ θαυμάζουσι ταύτην τὴν εἰκόνα, τὴν ποικίλην, τὴν μεγάλην. Τοιοῦτον γάρ τί ἐστιν ἡ πλεονεξία, οἷον ἡ εἰκὼν ἐκείνη, οὐδὲ σιδήρου καταφρονοῦσα, ἀλλ᾽ ἐξ ἀνομοίων μὲν συγκειμένη πραγμάτων, πάντα δὲ κελεύουσα θαυμάζειν, καὶ χαλκὸν καὶ σίδηρον καὶ ἃ πολλῷ τούτων ἐστὶν εὐτελέστερα. Ἀλλ᾽ ὥσπερ ταῦτά ἐστιν, οὕτω καὶ οἱ τῶν παίδων ἐκείνων ζηλωταί εἰσι καὶ νῦν, οἱ λέγοντες· Τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι σου οὐ προσκυνοῦμεν, ἀλλὰ καὶ τὴν κάμινον τῆς πενίας ὑπομένομεν, καὶ τὴν ἄλλην ταλαιπωρίαν ἅπασαν ὑπὲρ τῶν τοῦ Θεοῦ νόμων.

Καὶ οἱ μὲν πολλὰ ἔχοντες, καθάπερ κἀκεῖνοι τότε, καὶ ταύτην προσκυνοῦσι πολλάκις καὶ κατακαίονται· οἱ δὲ μηδὲν κεκτημένοι καὶ ταύτης καταφρονοῦσι, καὶ ἐν πενίᾳ ὄντες, ἐν δρόσῳ μᾶλλόν εἰσι τῶν ἐν εὐπορίᾳ ζώντων· καθάπερ καὶ τότε οἱ μὲν ἐμβαλόντες κατεκάησαν, οἱ δὲ ἐν μέσῳ ὄντες, ὥσπερ ἐν ὕδατι ἦσαν καὶ δρόσῳ. Καὶ ὁ τύραννος δὲ τότε ἐκεῖνος μᾶλλον ἐκαίετο τῇ φλογὶ, τοῦ θυμοῦ σφοδρότερον αὐτὸν ἀνάπτοντος, ἢ οἱ παῖδες ἐκεῖνοι.

Ἐκείνων μὲν γὰρ οὐκ ἴσχυσε τὸ πῦρ οὐδὲ ἄκρων ἅψασθαι τῶν τριχῶν· τούτου δὲ πυρὸς σφοδρότερον κατέκαυσε τὴν διάνοιαν ἡ ὀργή. Ἐννόησον γὰρ ὅσον ἦν ἐπ᾽ ὄψεσι τοσαύταις ὑπὸ παίδων αἰχμαλώτων αὐτὸν διαπτύεσθαι. Ἔδειξε γὰρ λοιπὸν, ὅτι καὶ τὴν πόλιν αὐτῶν ἔλαβεν, οὐ παρὰ τὴν οἰκείαν ἰσχὺν, ἀλλὰ παρὰ τὴν τῶν πολλῶν ἁμαρτίαν. Εἰ γὰρ τῶν δεδεμένων οὐκ ἴσχυσε περιγενέσθαι, καὶ ταῦτα ἐν καμίνῳ βεβλημένων, πῶς ἂν τούτων περιεγένετο πολέμου νόμῳ, πάντων τοιούτων ὄντων; Ὅθεν δῆλον ὅτι αἱ τῶν πολλῶν ἁμαρτίαι τὴν πόλιν παρέδωκαν. Ὅρα δὲ καὶ τὸ ἀκενόδοξον τῶν παίδων. Οὐ γὰρ ἐπεπήδησαν τῇ καμίνῳ, ἀλλὰ τοῦ Χριστοῦ τὴν παραγγελίαν ἄνωθεν ἐφύλαττον λέγοντος· Εὔχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν· οὔτε ἔφυγον ἐπειδὴ ἤχθησαν, ἀλλ᾽ ἔστησαν ἐν τῷ μέσῳ γενναίως, οὔτε μὴ καλοῦντος ἀγωνιζόμενοι, οὔτε καλοῦντος μαλακιζόμενοι, ἀλλὰ πρὸς πάντα ἕτοιμοι καὶ γενναῖοι, καὶ πάσης γέμοντες παῤῥησίας. Ἀκούσωμεν δὲ καὶ τί λέγουσιν, ἵνα κἀντεῦθεν μάθωμεν αὐτῶν τὸ φιλόσοφον φρόνημα· Ἔστι Θεὸς ἐν οὐρανοῖς δυνατὸς ἐξελέσθαι ἡμᾶς. Οὐ γὰρ ὑπὲρ ἑαυτῶν φροντίζουσιν, ἀλλὰ καὶ καίεσθαι μέλλοντες, ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης μεριμνῶσιν.

Ἵνα γὰρ μή ποτε, φησὶ, κατακαυθέντων ἡμῶν ἀσθένειαν τοῦ Θεοῦ καταγνῷς, ἤδη σοι τὸ δόγμα ἅπαν ἀπαγγέλλομεν ἀκριβῶς τὸ ἡμέτερον· Ἔστι Θεὸς ἐν οὐρανοῖς, οὐ τοιοῦτος, οἵα αὕτη εἰκὼν ἡ ἐπὶ γῆς, ἡ ἄψυχος καὶ ἄφωνος, ἀλλ᾽ ἱκανὸς καὶ ἐκ μέσης καμίνου τῆς καιομένης ἐξαρπάσαι. Μὴ τοίνυν αὐτοῦ καταγνῷς ἀσθένειαν, ὅτι ἀφίησιν ἐμπεσεῖν.

Οὕτως ἐστὶ δυνατὸς, ὥστε μετὰ τὸ ἐμπεσεῖν πάλιν ἡμᾶς ἐξαρπάσαι τῆς φλογός· Καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, ὦ βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾖ ἔστησας οὐ προσκυνοῦμεν. Ὅρα αὐτοὺς οἰκονομικῶς ἀγνοοῦντας τὸ μέλλον. Εἰ γὰρ προῄδεσαν, οὐδὲ ἦσαν θαυμαστοὶ, πεποιηκότες ὅπερ ἐποίησαν· τί γὰρ θαυμαστὸν, εἰ ἐνέχυρα ἔχοντες σωτηρίας, κατετόλμησαν τῶν δεινῶν; ἀλλ᾽ ὁ μὲν Θεὸς ἐδοξάζετο, δυνηθεὶς ἐκβαλεῖν τῆς καμίνου· ἐκεῖνοι δὲ οὐκ ἂν ἐθαυμάσθησαν, ἅτε μὴ εἰς κινδύνους ἑαυτοὺς ῥίψαντες. Διὰ τοῦτο αὐτοὺς ἀφῆκεν ἀγνοῆσαι τὸ μέλλον, ἵνα αὐτοὺς δοξάσῃ πλέον. Καὶ καθάπερ αὐτοὶ ἠσφαλίζοντο τὸν βασιλέα μὴ ἀσθένειαν καταγνῶναι Θεοῦ, εἰ κατακαυθείησαν· οὕτως ὁ Θεὸς ἀμφότερα ἐποίησε, καὶ τὴν ἑαυτοῦ δύναμιν ἔδειξε, καὶ τὴν τῶν παίδων προθυμίαν λαμπροτέραν διαφανῆναι παρεσκεύασε. Πόθεν οὖν αὐτοῖς, φησὶ, ἡ ἀμφιβολία καὶ τὸ μὴ θαῤῥεῖν ὅτι πάντως σωθήσονται; Διὰ τὸ πάντως ἑαυτοὺς εὐτελεστέρους εἶναι νομίζειν, καὶ ἀναξίους τοιαύτης εὐεργεσίας. Καὶ ὅτι οὐ στοχαζόμενος τοῦτο λέγω, εἰς τὴν κάμινον ἐμπεσόντες, τοιαῦτα ἀπωδύροντο λέγοντες· Ἡμάρτομεν, ἠνομήσαμεν, οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα. Διὰ ταῦτα ἔλεγον· Καὶ ἐὰν μή.

Εἰ δὲ μὴ φανερῶς εἶπον τοῦτο, οἷον, ὅτι Δυνατὸς μὲν ἔστιν ὁ Θεὸς ἐξελέσθαι ἡμᾶς, ἐὰν δὲ μὴ ἐξέληται, διὰ τὰς ἁμαρτίας οὐκ ἐξελεῖται, μὴ θαυμάσῃς· καὶ γὰρ ἔδοξαν ἂν παρὰ τοῖς βαρβάροις τοῦ Θεοῦ τὴν ἀσθένειαν τῇ τῶν οἰκείων ἁμαρτημάτων συσκιάζειν προφάσει. Διὰ τοῦτο περὶ τοῦ δυνατοῦ μόνον διαλεχθέντες, τὴν αἰτίαν οὐ τιθέασι. Καὶ ἄλλως δὲ πεπαιδευμένοι καλῶς ἦσαν μὴ πολυπραγμονεῖν τοῦ Θεοῦ τὰς κρίσεις. Ταῦτα τοίνυν εἰπόντες ἐνέβησαν εἰς τὸ πῦρ, καὶ οὔτε ἐνύβρισαν εἰς τὸν βασιλέα, οὔτε κατέστρεψαν τὴν εἰκόνα. Τὸν γὰρ ἀνδρεῖον τοιοῦτον εἶναι χρὴ, σώφρονα καὶ ἐπιεικῆ, καὶ μάλιστα ἐν τοῖς κινδύνοις, ἵνα μὴ δόξῃ θυμῷ καὶ κενοδοξίᾳ πρὸς τοιούτους ἀγῶνας ἰέναι, ἀλλὰ ἀνδρείᾳ καὶ σωφροσύνῃ.

Ὁ μὲν γὰρ ὑβρίζων, ἐκείνων τῶν ἐγκλημάτων ὑπομένει τὴν ὑπόνοιαν· ὁ δὲ ὑπομένων καὶ ἑλκόμενος καὶ μετ᾽ ἐπιεικείας ἀγωνιζόμενος, οὐχ ὡς ἀνδρεῖος θαυμάζεται μόνον, ἀλλὰ καὶ ἐπὶ τῇ σωφροσύνῃ καὶ τῇ ἐπιεικείᾳ οὐχ ἧττον ἀνακηρύττεται· ὅπερ καὶ αὐτοὶ τότε ἐποίησαν, τήν τε ἀνδρείαν ἐπιδεικνύμενοι καὶ τὴν ἐπιείκειαν ἅπασαν, καὶ οὐδὲν ἐπὶ μισθῷ πράττοντες οὐδὲ ἀντιδόσει καὶ ἀνταμοιβῇ. Καὶ ἐὰν μὴ θελήσῃ, φησὶν, ἡμᾶς ἐξελέσθαι, τοῖς θεοῖς σου οὐ λατρεύομεν· ἔχομεν γὰρ ἤδη τὰς ἀμοιβὰς, καταξιωθέντες ἀπαλλαγῆναι τῆς ἀσεβείας, καὶ διὰ τοῦτο κατακαῦσαι τὰ σώματα. Καὶ ἡμεῖς τοίνυν ἔχοντες ἤδη τὴν ἀντίδοσιν (καὶ γὰρ ἔχομεν, καταξιωθέντες αὐτὸν ἐπιγνῶναι, καταξιωθέντες γενέσθαι μέλη Χριστοῦ), μὴ ποιήσωμεν αὐτὰ μέλη πόρνης. Ἐν γὰρ τῷ φρικωδεστάτῳ τούτῳ χρὴ καταλῦσαι τὸν λόγον, ἵνα ἀκμάζοντα ἔχοντες τῆς ἀπειλῆς τὸν φόβον, μένωμεν τοῦ χρυσίου καθαρώτεροι τῷ φόβῳ τούτῳ γινόμενοι.

Οὕτω γὰρ δυνησόμεθα πορνείας ἀπαλλαγέντες τὸν Χριστὸν ἰδεῖν· ὃν γένοιτο πάντας ἡμᾶς μετὰ παῤῥησίας θεάσασθαι κατὰ τὴν ἡμέραν ἐκείνην, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΘʹ. Περὶ δὲ ὧν ἐγράψατέ μοι· καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα. αʹ. Διορθώσας τὰ χαλεπώτατα τρία ἐγκλήματα, ἓν μὲν τὸ διεσπᾶσθαι τὴν Ἐκκλησίαν, δεύτερον δὲ τοῦ πεπορνευκότος, τρίτον τὸ τοῦ πλεονέκτου, κέχρηται λοιπὸν ἡμερωτέρῳ λόγῳ· καὶ μεταξὺ τίθησι παραίνεσιν καὶ συμβουλὴν τὴν περὶ τοῦ γάμου καὶ τῆς παρθενίας, ἀπὸ τῶν φορτικωτέρων ἀναπαύων τὸν ἀκροατήν. Ἐπὶ δὲ τῆς δευτέρας Ἐπιστολῆς τὸ ἐναντίον ποιεῖ· ἄρχεται μὲν ἀπὸ τῶν ἡμερωτέρων, τελευτᾷ δὲ εἰς τὰ σκυθρωπότερα. Καὶ ἐνταῦθα δὲ τὸν περὶ τῆς παρθενίας ἀπαρτίσας λόγον, πάλιν ἔξεισιν ἐπὶ τὰ πληκτικώτερα, οὐ πάντα ἐφεξῆς τιθεὶς, ἀλλὰ ποικίλλων τὸν λόγον ἐν ἑκατέρῳ, ὡς ὁ καιρὸς ἀπῄτει, καὶ τῶν ὑποκειμένων πραγμάτων ἡ χρεία. Διό φησι· Περὶ δὲ ὧν ἐγράψατέ μοι. Ἔγραψαν γὰρ αὐτῷ, εἰ δεῖ ἀπέχεσθαι γυναικὸς, ἢ μή. Καὶ πρὸς ταῦτα ἀντιγράφων καὶ περὶ τοῦ γάμου νομοθετῶν, εἰσάγει καὶ τὸν περὶ τῆς παρθενίας λόγον· Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι. Εἰ μὲν γὰρ τὸ καλὸν καὶ σφόδρα ὑπερέχον ζητεῖς, φησὶ, βέλτιον μηδ᾽ ὅλως ὁμιλεῖν γυναικί· εἰ δὲ τὸ ἀσφαλὲς καὶ βοηθοῦν σου τῇ ἀσθενείᾳ, ὁμίλει γάμῳ. Ἐπειδὴ δὲ εἰκὸς ἦν, ὃ καὶ νῦν γίνεται, τὸν μὲν ἄνδρα βούλεσθαι, τὴν δὲ γυναῖκα μηκέτι, ἢ καὶ τὸ ἐναντίον, ὅρα πῶς περὶ ἑκατέρων διαλέγεται.

Καί τινες μέν φασιν, ὅτι πρὸς ἱερέας ὁ λόγος οὗτος αὐτῷ εἴρηται· ἐγὼ δὲ ἀπὸ τῶν ἑξῆς σκοπῶν, οὐκ ἂν φαίην τοῦτο οὕτως ἔχειν· οὐδὲ γὰρ ἂν καθολικῶς ἔθηκε τὴν παραίνεσιν. Εἰ δὲ ἱερεῦσι μόνον ταῦτα ἔγραφεν, εἶπεν ἄν· Καλὸν τῷ διδασκάλῳ γυναικὸς μὴ ἅπτεσθαι· νυνὶ δὲ καθόλου αὐτὸ τέθεικε, Καλὸν ἀνθρώπῳ, λέγων, οὐχ ἱερεῖ μόνον· καὶ πάλιν, Λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα. Οὐκ εἶπε, Σὺ ὁ ἱερεὺς καὶ ὁ διδάσκαλος, ἀλλ᾽ ἀδιορίστως· καὶ ὅλος διόλου τοιοῦτος πρόεισιν ὁ λόγος. Εἰπὼν δὲ, Διὰ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, αὐτῇ τῇ αἰτίᾳ τῆς συγχωρήσεως εἰς ἐγκράτειαν ἤγαγε. Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην τιμὴν ἀποδιδότω· ὁμοίως καὶ ἡ γυνὴ τῷ ἀνδρί. Τί δέ ἐστιν ἡ ὀφειλομένη τιμή; Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλὰ καὶ δούλη καὶ δέσποινά ἐστι τοῦ ἀνδρός. Κἂν ἀποστῇς τῆς δουλείας τῆς προσηκούσης, προσέκρουσας τῷ Θεῷ· εἰ δὲ ἀποστῆναι βούλει, ὅταν ὁ ἀνὴρ ἐπιτρέπῃ, κἂν πρὸς βραχὺ τοῦτο γίνηται.

Διὰ γὰρ τοῦτο καὶ ὀφειλὴν τὸ πρᾶγμα ἐκάλεσεν, ἵνα δείξῃ μηδένα κύριον ὄντα ἑαυτοῦ, ἀλλ᾽ ἀλλήλων δούλους. Ὅταν οὖν ἴδῃς πόρνην πειρῶσάν σου, εἰπέ· Οὐκ ἔστι τὸ σῶμα ἐμὸν, ἀλλὰ τῆς γυναικός. Ταῦτα καὶ ἡ γυνὴ λεγέτω πρὸς τοὺς βουλομένους αὐτῆς διορύξαι τὴν σωφροσύνην· Οὐκ ἔστιν ἐμὸν τὸ σῶμα τὸ ἐμὸν, ἀλλὰ τοῦ ἀνδρός. Εἰ δὲ σώματος οὐκ ἐξουσιάζει ὁ ἀνὴρ ἢ ἡ γυνὴ, πολλῷ μᾶλλον χρημάτων. Ἀκούσατε ὅσαι ἄνδρας ἔχετε, καὶ ὅσοι γυναῖκας. Εἰ γὰρ σῶμα ἔχειν ἴδιον οὐ χρὴ, πολλῷ μᾶλλον χρήματα. Ἀλλαχοῦ μὲν οὖν πολλὴν δίδωσι τῷ ἀνδρὶ τὴν προεδρίαν καὶ ἐν τῇ Καινῇ καὶ ἐν τῇ Παλαιᾷ λέγων· Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει· ὁ δὲ Παῦλος διαιρῶν οὕτω καὶ γράφων· Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα· ἐνταῦθα δὲ οὐκέτι τὸ μεῖζον καὶ τὸ ἔλαττον, ἀλλὰ μία ἡ ἐξουσία. Τί δήποτε; Ἐπειδὴ περὶ σωφροσύνης ὁ λόγος ἦν αὐτῷ. Ἐν μὲν γὰρ τοῖς ἄλλοις πλεονεκτείτω, φησὶν, ὁ ἀνήρ· ἔνθα δὲ σωφροσύνης λόγος, οὐκέτι. Ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, οὐδὲ ἡ γυνή. Πολλὴ ἡ ἰσοτιμία, καὶ οὐδεμία πλεονεξία.

Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου. Τί δὴ τοῦτό ἐστι; Μὴ ἐγκρατευέσθω, φησὶν, ἡ γυνὴ, τοῦ ἀνδρὸς ἄκοντος, μήτε ὁ ἀνὴρ, τῆς γυναικὸς μὴ βουλομένης. Τί δήποτε; Ὅτι μεγάλα ἐκ τῆς ἐγκρατείας ταύτης τίκτεται κακά· καὶ γὰρ καὶ μοιχεῖαι καὶ πορνεῖαι καὶ οἰκιῶν ἀνατροπαὶ πολλάκις ἐντεῦθεν ἐγένοντο. Εἰ γὰρ ἔχοντες τὰς ἑαυτῶν γυναῖκας, πορνεύουσι, πολλῷ μᾶλλον, ἂν αὐτοὺς τῆς παραμυθίας ταύτης ἀποστερήσῃς. Καὶ καλῶς εἶπε, Μὴ ἀποστερεῖτε, ἀποστέρησιν ἐνταῦθα καὶ ὀφειλὴν ἀνωτέρω εἰπὼν, ἵνα δείξῃ τῆς δεσποτείας τὴν ἐπίτασιν.

Τὸ γὰρ ἄκοντος θατέρου ἐγκρατεύεσθαι θάτερον, ἀποστερεῖν ἐστι· τὸ δὲ ἑκόντος, οὐκέτι. Οὐδὲ γὰρ, εἰ πείσας με λάβοις τι τῶν ἐμῶν, ἀποστερεῖσθαί φημι. Ὁ γὰρ ἄκοντος καὶ βιαζομένου λαβὼν, ἀποστερεῖ· ὅπερ ποιοῦσι πολλαὶ γυναῖκες, μείζονα τῆς δικαιοσύνης ἁμαρτίαν ἐργαζόμεναι, καὶ τῆς ἀσελγείας τοῦ ἀνδρὸς ὑπεύθυνοι γινόμεναι ταύτῃ, καὶ διασπῶσαι πάντα. Δεῖ δὲ πάντων προτιμᾷν τὴν ὁμόνοιαν, ἐπειδὴ καὶ πάντων τοῦτο κυριώτερον, καὶ εἰ βούλει, καὶ ἐπὶ τῶν πραγμάτων αὐτὸ ἐξετάσωμεν. Ἔστω γὰρ γυνὴ καὶ ἀνὴρ, καὶ ἐγκρατευέσθω ἡ γυνὴ μὴ βουλομένου τοῦ ἀνδρός· τί οὖν, ἂν ἐκεῖνος ἐντεῦθεν πορνεύῃ, ἢ μὴ πορνεύῃ μὲν, ἀλγῇ δὲ καὶ θορυβῆται καὶ πυρῶται καὶ μάχηται, καὶ μυρία τῇ γυναικὶ πράγματα παρέχῃ; τί τὸ κέρδος τῆς νηστείας καὶ τῆς ἐγκρατείας, ἀγάπης διεῤῥηγμένης; Οὐδέν. Πόσας γὰρ ἔνθεν λοιδορίας, πόσα πράγματα, πόσον ἀνάγκη γίνεσθαι πόλεμον;

βʹ. Ὅταν γὰρ ἐν οἰκίᾳ ἀνὴρ καὶ γυνὴ διεστηκότες ὦσιν, οὐδὲν νηὸς χειμαζομένης ἄμεινον ἡ οἰκία διακείσεται, τοῦ κυβερνήτου πρὸς τὸν πρωρέα διαστασιάζοντος. Διὰ τοῦτό φησι· Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρὸν, ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ· τὴν μετὰ πλείονος σπουδῆς προσευχὴν ἐνταῦθα λέγων. Εἰ γὰρ κωλύει τοὺς συνιόντας ἀλλήλοις εὔχεσθαι, τὸ ἀδιαλείπτως εὔχεσθαι πῶς ἂν ἔχοι καιρόν; Ἔστι τοίνυν καὶ ὁμιλεῖν γυναικὶ, καὶ εὐχῇ προσέχειν· ἀλλ᾽ ἐγκρατείᾳ ἀκριβεστέρα γίνεται αὕτη. Οὐ γὰρ εἶπεν ἁπλῶς, Ἵνα προσεύχησθε, ἀλλ᾽, Ἵνα σχολάζητε, ὡς ἀσχολίαν ἐμποιοῦντος τοῦ πράγματος, ἀλλ᾽ οὐκ ἀκαθαρσίαν.

Καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχεσθε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς. Ἵνα γὰρ μὴ δόξῃ νομοθεσίας εἶναι τὸ πρᾶγμα, προστίθησι καὶ τὴν αἰτίαν. Ποία δέ ἐστιν αὕτη; Ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς. Καὶ ἵνα μάθῃς ὅτι οὐχ ὁ διάβολος αὐτὸ μόνον ἐργάζεται τὸ τῆς μοιχείας, ἐπήγαγε· Διὰ τὴν ἀκρασίαν ὑμῶν. Τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ᾽ ἐπιταγήν. Θέλω γὰρ πάντας ἀνθρώπους εἶναι, ὡς καὶ ἐμαυτὸν, ἐν ἐγκρατείᾳ. Τοῦτο πολλαχοῦ ποιεῖ, ὅταν περὶ δυσκόλων παραινεῖ πραγμάτων· ἑαυτὸν ἐν μέσῳ τίθησι, καί φησι· Μιμηταί μου γίνεσθε. Ἀλλ᾽ ἕκαστος τὸ ἴδιον χάρισμα ἔχει ἐκ Θεοῦ, ὃς μὲν οὕτως, ὃς δὲ οὕτως. Ἐπειδὴ γὰρ σφόδρα αὐτῶν κατηγόρησεν εἰπὼν, Διὰ τὴν ἀκρασίαν ὑμῶν, πάλιν αὐτοὺς παρεμυθήσατο ἐπαγαγών· Ἕκαστος ἴδιον χάρισμα ἔχει ἐκ Θεοῦ· οὐ τοῦτο δηλῶν, ὅτι τῆς ἡμετέρας σπουδῆς οὐ δεῖται τὸ κατόρθωμα, ἀλλ᾽ ὅπερ ἔφθην εἰπὼν, παραμυθούμενος αὐτούς. Εἰ γὰρ χάρισμά ἐστι, καὶ οὐδὲν ἄνθρωπος εἰς τοῦτο εἰσφέρει, πῶς ἐπάγεις· Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις· καλὸν αὐταῖς, ἐὰν μείνωσιν ὡς κἀγώ. Εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν;

Εἶδες τὴν σύνεσιν τοῦ Παύλου, πῶς καὶ βελτίονα δείκνυσι τὴν ἐγκράτειαν, καὶ οὐκ ἀναγκάζει τὸν μὴ φθάνοντα, δεδοικὼς μή τι παράπτωμα γένηται; Κρεῖττον γάρ ἐστι γαμῆσαι, ἢ πυροῦσθαι. Ἐνέφηνεν ὅση τῆς ἐπιθυμίας ἡ τυραννίς. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ πολλὴν ὑπομένεις βίαν, φησὶ, καὶ πύρωσιν, ἀπαλλάγηθι πόνων καὶ ἱδρώτων, μήποτε καὶ περιτραπῇς. Τοῖς δὲ γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγὼ, ἀλλ᾽ ὁ Κύριος. Ἐπειδὴ νόμον ῥητῶς ὑπὸ τοῦ Χριστοῦ τεθέντα μέλλει ἀναγινώσκειν περὶ τοῦ χωρὶς πορνείας μὴ ἀφιέναι γυναῖκα, διὰ τοῦτό φησιν· Οὐκ ἐγώ· τὰ μὲν γὰρ εἰρημένα ἔμπροσθεν, εἰ καὶ μὴ ῥητῶς εἴρητο, ἀλλὰ καὶ αὐτῷ δοκεῖ ταῦτα· τοῦτο μέντοι καὶ ῥητῶς παρέδωκεν. Ὥστε τὸ, Ἐγὼ, καὶ τὸ, Οὐκ ἐγὼ, ταύτην ἔχει τὴν διαφοράν. Ἵνα γὰρ μηδὲ τὰ αὐτοῦ ἀνθρώπινα εἶναι νομίσῃς, διὰ τοῦτο ἐπήγαγεν· Δοκῶ γὰρ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν. Τί οὖν ἐστιν, ὃ τοῖς γεγαμηκόσι παρήγγειλεν ὁ Κύριος, Γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι; ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω· καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι; Ἐπειδὴ γὰρ καὶ δι᾽ ἐγκράτειαν καὶ δι᾽ ἄλλας προφάσεις καὶ μικροψυχίας γίνεσθαι διαιρέσεις συνέβαινε, βέλτιον μὲν μηδὲ γενέσθαι τὴν ἀρχὴν, φησίν· εἰ δὲ ἄρα καὶ γένοιτο, μενέτω ἡ γυνὴ μετὰ τοῦ ἀνδρὸς, εἰ καὶ μὴ τῇ μίξει, ἀλλὰ τῷ μηδένα ἕτερον παρεισαγαγεῖν ἄνδρα.

Τοῖς δὲ λοιποῖς ἐγὼ λέγω, οὐχ ὁ Κύριος· Εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν. Καὶ γυνὴ εἴ τις ἔχει ἄνδρα ἄπιστον, καὶ αὐτὸς συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτῆς, μὴ ἀφιέτω αὐτόν.

Ὥσπερ γὰρ περὶ τοῦ χωρίζεσθαι πόρνων διαλεγόμενος, τῇ ἐπιδιορθώσει τὸ πρᾶγμα πεποίηκεν εὔκολον εἰπὼν, Καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου· οὕτω δὴ καὶ ἐνταῦθα πολλῆς προενόησεν εὐκολίας, εἰπών· Ἐάν τις ἢ γυνὴ ἄνδρα, ἢ ἀνὴρ γυναῖκα ἔχῃ ἄπιστον, μὴ ἀφιέτω αὐτήν. Τί λέγεις; ἂν μὲν ἄπιστος, μενέτω μετὰ τῆς γυναικός· ἂν δὲ πόρνος, μηκέτι; καίτοι γε ἔλαττον ἡ πορνεία τῆς ἀπιστίας. Ἔλαττον μὲν ἡ πορνεία, ἀλλ᾽ ὁ Θεὸς τῶν σῶν φείδεται σφόδρα. Τοῦτο καὶ ἐν τῇ θυσίᾳ ποιεῖ λέγων· Ἄφες τὴν θυσίαν, καὶ καταλλάγηθι τῷ ἀδελφῷ σου· τοῦτο καὶ ἐπὶ τοῦ τὰ μύρια τάλαντα ὀφείλοντος. Καὶ γὰρ ἐκεῖνον μύρια μὲν τάλαντα χρεωστοῦντα αὐτῷ οὐκ ἐκόλασεν, ἑκατὸν δὲ δηνάρια τὸν σύνδουλον ἀπαιτήσαντα ἐτιμωρήσατο.

Εἶτα, ἵνα μὴ φοβῆται ἡ γυνὴ, ὡς ἀκάθαρτος γινομένη διὰ τὴν μίξιν, φησίν· Ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικὶ, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀνδρί. Καίτοι εἰ ὁ τῇ πόρνῃ κολλώμενος, ἓν σῶμά ἐστιν, εὔδηλον ὅτι καὶ ἡ τῷ εἰδωλολάτρῃ κολλωμένη, ἓν σῶμά ἐστιν· ἓν μὲν σῶμά ἐστιν, ἀλλ᾽ οὐ γίνεται ἀκάθαρτος, ἀλλὰ νικᾷ ἡ καθαρότης τῆς γυναικὸς τὴν ἀκαθαρσίαν τοῦ ἀνδρὸς, καὶ νικᾷ ἡ καθαρότης τοῦ πιστοῦ ἀνδρὸς πάλιν τὸ ἀκάθαρτον τῆς ἀπίστου γυναικός.

γʹ. Πῶς οὖν ἐνταῦθα μὲν νενίκηται τὸ ἀκάθαρτον, διὸ καὶ ἐπιτέτραπται ἡ συνουσία· ἐπὶ δὲ τῆς πορνευομένης γυναικὸς οὐ κατηγορεῖται ἐκβάλλων αὐτὴν ὁ ἀνήρ; Ὅτι ἐνταῦθα μὲν ἐλπὶς σώζεσθαι τὸ ἀπολωλὸς μέρος διὰ τοῦ γάμου, ἐκεῖ δὲ ὁ γάμος ἤδη διαλέλυται· κἀκεῖ μὲν ἀμφότεροι διαφθείρονται, ἐνταῦθα δὲ θατέρου τὸ ἔγκλημα. Οἷόν τι λέγω· Ἔστιν ἡ πορνευθεῖσα καθάπαξ, μιαρά. Εἰ τοίνυν ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστι, καὶ αὐτὸς γίνεται μιαρὸς πορνευούσῃ μιγνύμενος, διὰ τοῦτο ἀφίπταται ἡ καθαρότης ἅπασα. Ἐνταῦθα δὲ οὐχ οὕτως· ἀλλὰ πῶς;

Ἔστιν ἀκάθαρτος ὁ εἰδωλολάτρης, ἀλλ᾽ ἡ γυνὴ οὐκ ἔστιν ἀκάθαρτος. Εἰ μὲν γὰρ ἐκοινώνει αὐτῷ κατὰ τοῦτο, καθὸ ἀκάθαρτος ἦν, λέγω δὲ κατὰ τὴν ἀσέβειαν, ἔμελλε καὶ αὕτη ἀκάθαρτος γίνεσθαι· νυνὶ δὲ ἑτέρως μὲν ἔστιν ἀκάθαρτος ὁ εἰδωλολάτρης, ἐν ἑτέρῳ δὲ αὐτῷ πράγματι κοινωνεῖ ἡ γυνὴ, ἐν ᾧ οὐκ ἔστιν ἀκάθαρτος. Γάμος γάρ ἐστι καὶ μίξις σωμάτων, καθὸ ἡ κοινωνία. Πάλιν τοῦτον μὲν ἐλπὶς ἀνακληθῆναι ὑπὸ τῆς γυναικὸς, ᾠκείωται γὰρ αὕτη· ἐκεῖνον δὲ οὐ σφόδρα εὔκολον. Πῶς γὰρ ἡ τὸν ἔμπροσθεν ἀτιμάσασα χρόνον, καὶ γενομένη ἑτέρου, καὶ τοῦ γάμου τὰ δίκαια ἀφανίσασα, ἀνακαλέσασθαι δυνήσεται τὸν ἠδικημένον, πρὸς τούτοις καὶ τὸν μένοντα ὡς ξένον;

Πάλιν ἐκεῖ μὲν μετὰ τὴν πορνείαν ὁ ἀνὴρ οὐκ ἔστιν ἀνήρ· ἐνταῦθα δὲ, κἂν εἰδωλολάτρις ἡ γυνὴ, τοῦ ἀνδρὸς τὸ δίκαιον οὐκ ἀπόλλυται. Οὐχ ἁπλῶς δὲ συνοικίζει τῷ ἀπίστῳ, ἀλλὰ τῷ βουλομένῳ· διὸ εἶπε· Καὶ αὐτὸς συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτῆς. Ποῖον γὰρ, εἰπέ μοι, βλάβος, ὅταν καὶ τὰ τῆς εὐσεβείας ἀκέραια διαμένῃ, καὶ ἐλπίδες ὦσι χρησταὶ περὶ τοῦ ἀπίστου, μένειν τοὺς ἤδη ζευχθέντας, καὶ μὴ περιττῶν πολέμων ὑποθέσεις εἰσάγειν; οὐδὲ γὰρ περὶ τῶν μηδέπω συνελθόντων διαλέγεται νῦν, ἀλλὰ περὶ τῶν ἤδη συνελθόντων. Οὐ γὰρ εἶπεν, Εἴ τις βούλεται λαβεῖν ἄπιστον, ἀλλ᾽, Εἴ τις ἔχει ἄπιστον· οἶον εἴ τις μετὰ τὸ γαμῆσαι ἢ γαμηθῆναι ἐδέξατο τὸν λόγον τῆς εὐσεβείας, εἶτα θάτερον μέρος ἐναπέμεινε τῇ ἀπιστίᾳ, καὶ στέργει τὸ συνοικεῖν, μὴ διαῤῥηγνύσθω· Ἡγίασται γὰρ, φησὶν, ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί.

Τοσαύτη ἡ περιουσία τῆς σῆς καθαρότητος. Τί οὖν; ἅγιός ἐστιν ὁ Ἕλλην; Οὐδαμῶς· οὐ γὰρ εἶπεν, Ἅγιός ἐστιν, ἀλλ᾽, Ἡγίασται ἐν τῇ γυναικί. Τοῦτο δὲ εἶπεν, οὐχ ἵνα δείξῃ ἐκεῖνον ἅγιον, ἀλλ᾽ ἵνα ἐκ περιουσίας τὸν φόβον ἐξέλῃ τῆς γυναικὸς, κἀκεῖνον εἰς ἐπιθυμίαν ἀγάγῃ τῆς ἀληθείας. Οὐ γὰρ τῶν σωμάτων τὸ ἀκάθαρτον, ὧν ἐστιν ἡ κοινωνία, ἀλλὰ τῆς προαιρέσεως καὶ τῶν λογισμῶν. Εἶτα καὶ ἀπόδειξις· εἰ γὰρ ἀκάθαρτος μένουσα γεννᾷς, τὸ δὲ παιδίον οὐκ ἀπὸ σοῦ μόνης, ἀκάθαρτον ἄρα τὸ παιδίον, ἢ ἐξ ἡμισείας καθαρόν· νυνὶ δὲ οὐκ ἔστιν ἀκάθαρτον.

Διὸ καὶ ἐπήγαγεν, Ἐπεὶ τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστι· νυνὶ δὲ ἅγιά ἐστι· τουτέστιν, οὐκ ἀκάθαρτα. Αὐτὸς δὲ ἅγια ἐκάλεσε, τῇ περιουσίᾳ τῆς λέξεως πάλιν ἐκβάλλων τῆς τοιαύτης ὑποψίας τὸ δέος. Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω. Ἐνταῦθα γὰρ οὐκέτι πορνεία τὸ πρᾶγμά ἐστι. Τί δέ ἐστιν, Εἰ δὲ ὁ ἄπιστος χωρίζεται; Οἷον εἰ κελεύει σοι θύειν καὶ κοινωνεῖν αὐτῷ τῆς ἀσεβείας διὰ τὸν γάμον, ἢ ἀναχωρεῖν, βέλτιον διασπασθῆναι τὸν γάμον, καὶ μὴ τὴν εὐσέβειαν. Διὸ ἐπήγαγεν· Οὐ δεδούλωται ὁ ἀδελφὸς, ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις. Εἰ καθ᾽ ἑκάστην ἡμέραν πυκτεύοι καὶ πολέμους παρέχοι διὰ τοῦτο, φησὶ, βέλτιον ἀπαλλαγῆναι. Τοῦτο γὰρ αἰνίττεται, λέγων· Ἐν δὲ εἰρήνῃ κέκληκεν ἡμᾶς ὁ Θεός.

Ἐκεῖνος γὰρ λοιπὸν τὴν αἰτίαν παρέσχεν, ὥσπερ καὶ ὁ πορνεύσας. Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Πρὸς τὸ, Μὴ ἀφιέτω αὐτὸν, τοῦτο πάλιν. Εἰ γὰρ μὴ στασιάζει, μένε, φησίν· ἔχει γὰρ καὶ κέρδος· μένε, καὶ παραίνει καὶ συμβούλευε καὶ πεῖθε· οὐδεὶς γὰρ οὕτω διδάσκαλος ἰσχῦσαι δυνήσεται, ὡς γυνή. Καὶ οὔτε ἀνάγκην ἐπιτίθησιν αὐτῇ καὶ πάντως ἀπαιτεῖ παρ᾽ αὐτῆς τὸ πρᾶγμα, ἵνα μὴ πάλιν φορτικώτερον ἐργάσηται, οὔτε ἀπογινώσκειν κελεύει, ἀλλ᾽ ἀφίησιν αὐτὸ τῇ τοῦ μέλλοντος ἀδηλίᾳ μετέωρον, λέγων· Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; καὶ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις; καὶ πάλιν· Εἰ μὴ ἑκάστῳ ὡς ἐμέρισεν ὁ Θεὸς, ἕκαστον ὡς κέκληκεν ὁ Κύριος, οὕτω περιπατείτω. Περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω. Ἐν ἀκροβυστίᾳ τις ἐκλήθη; μὴ περιτεμνέσθω. Ἡ περιτομὴ οὐδέν ἐστι, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ. Ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη, ἐν ταύτῃ μενέτω. Δοῦλος ἐκλήθης; μή σοι μελέτω. Ταῦτα εἰς τὴν πίστιν οὐδὲν συντελεῖ, φησί· μὴ τοίνυν φιλονείκει μηδὲ θορυβοῦ· ἡ γὰρ πίστις πάντα ἐξέβαλε ταῦτα. Ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη, ἐν ταύτῃ μενέτω. Γυναῖκα ἔχων ἄπιστον ἐκλήθης; μένε ἔχων· μὴ διὰ τὴν πίστιν ἐκβάλῃς τὴν γυναῖκα. Δοῦλος ὢν ἐκλήθης; μή σοι μελέτω· μένε δουλεύων. Ἀκρόβυστος ὢν ἐκλήθης; μένε ἀκρόβυστος.

Ἐμπερίτομος ὢν ἐπίστευσας; μένε ἐμπερίτομος. Τοῦτο γάρ ἐστιν, Ἑκάστῳ ὡς ἐμέρισεν ὁ Θεός. Ταῦτα γὰρ οὐκ ἔστι κωλύματα εἰς εὐσέβειαν. Σὺ δοῦλος ὢν ἐκλήθης, ἄλλος γυναῖκα ἔχων ἄπιστον, ἄλλος περιτετμημένος.

δʹ. Βαβαί! ποῦ τὴν δουλείαν ἔθηκεν! Ὥσπερ οὐδὲν ὠφελεῖ ἡ περιτομὴ, οὐδὲ βλάπτει ἡ ἀκροβυστία, οὕτως οὐδὲ ἡ δουλεία οὐδὲ ἡ ἐλευθερία. Καὶ ἵνα δείξῃ τοῦτο σαφέστερον ἐκ περιουσίας, φησίν· Ἀλλ᾽ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι· τουτέστι, μᾶλλον δούλευε. Καὶ τί δήποτε τὸν δυνάμενον ἐλευθερωθῆναι κελεύει μένειν δοῦλον;

Θέλων δεῖξαι, ὅτι οὐδὲν βλάπτει ἡ δουλεία, ἀλλὰ καὶ ὠφελεῖ. Καὶ οὐκ ἀγνοῶ μὲν ὅτι τινὲς τὸ, Μᾶλλον χρῆσαι, περὶ ἐλευθερίας φασὶν εἰρῆσθαι, λέγοντες, ὅτι Εἰ δύνασαι ἐλευθερωθῆναι, ἐλευθερώθητι· πολὺ δὲ ἀπεναντίας τῷ τρόπῳ τοῦ Παύλου τὸ ῥῆμα, εἰ τοῦτο αἰνίττοιτο. Οὐ γὰρ ἂν παραμυθούμενος τὸν δοῦλον, καὶ δεικνὺς οὐδὲν ἠδικημένον, ἐκέλευσε γενέσθαι ἐλεύθερον. Εἶπε γὰρ ἄν τις ἴσως· Τί οὖν; ἂν μὴ δύνωμαι, ἠδίκημαι καὶ ἠλάττωμαι;

Οὐ τοίνυν τοῦτό φησιν, ἀλλ᾽ ὅπερ ἔφην, θέλων δεῖξαι ὅτι οὐδὲν πλέον γίνεται τῷ ἐλευθέρῳ γενομένῳ, φησί· Κἂν κύριος ᾖς τοῦ ἐλευθερωθῆναι, μένε δουλεύων μᾶλλον. Εἶτα καὶ τὴν αἰτίαν ἐπάγει· Ὁ γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος, ἀπελεύθερος Κυρίου ἐστίν· ὁμοίως καὶ ὁ ἐλεύθερος κληθεὶς, δοῦλός ἐστι τοῦ Χριστοῦ. Ἐν γὰρ τοῖς κατὰ Χριστὸν, φησὶν, ἀμφότεροι ἴσοι· ὁμοίως γὰρ καὶ σὺ τοῦ Χριστοῦ δοῦλος, ὁμοίως καὶ ὁ δεσπότης ὁ σός. Πῶς οὖν ὁ δοῦλος ἀπελεύθερος; Ὅτι ἠλευθέρωσέ σε οὐ τῆς ἁμαρτίας μόνον, ἀλλὰ καὶ τῆς ἔξωθεν δουλείας μένοντα δοῦλον. Οὐ γὰρ ἀφίησιν εἶναι δοῦλον τὸν δοῦλον, οὐδὲ ἄνθρωπον μένοντα ἐν δουλείᾳ· τοῦτο γάρ ἐστι τὸ θαυμαστόν. Καὶ πῶς ἐλεύθερός ἐστιν ὁ δοῦλος, μένων δοῦλος; Ὅταν παθῶν ἀπηλλαγμένος ᾖ καὶ τῶν τῆς ψυχῆς νοσημάτων, ὅταν χρημάτων καταφρονῇ καὶ ὀργῆς καὶ τῶν ἄλλων τῶν τοιούτων παθῶν. Τιμῆς ἠγοράσθητε, μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. Οὗτος ὁ λόγος οὐ πρὸς οἰκέτας μόνον, ἀλλὰ καὶ πρὸς ἐλευθέρους εἴρηται. Ἔστι γὰρ καὶ δοῦλον ὄντα μὴ εἶναι δοῦλον, καὶ ἐλεύθερον ὄντα δοῦλον εἶναι. Καὶ πῶς ὁ δοῦλος ὢν, οὐκ ἔστι δοῦλος; Ὅταν διὰ τὸν Θεὸν πάντα ποιῇ, ὅταν μὴ ὑποκρίνηται μηδὲ κατ᾽ ὀφθαλμοδουλείαν ἀνθρώπων τι πράττῃ· τουτέστι, δουλεύοντα ἀνθρώποις ἐλεύθερον εἶναι. Ἢ πῶς πάλιν ἐλεύθερός τις ὢν, γίνεται δοῦλος;

Ὅταν διακονῆται ἀνθρώποις πονηράν τινα διακονίαν ἢ διὰ γαστριμαργίαν, ἢ διὰ χρημάτων ἐπιθυμίαν, ἢ διὰ δυναστείαν. Ὁ γὰρ τοιοῦτος πάντων ἐστὶ δουλικώτερος, κἂν ἐλεύθερος ᾖ. Σκόπει δὲ ταῦτα ἀμφότερα· Δοῦλος ἦν ὁ Ἰωσὴφ, ἀλλ᾽ οὐκ ἀνθρώπων δοῦλος· διὸ καὶ ἐν τῇ δουλείᾳ πάντων ἐλευθέρων ἐλευθερώτερος ἦν. Τῇ δεσποίνῃ γοῦν οὐκ εἶξεν, εἰς ἅπερ ἠθέλησεν ἡ κεκτημένη. Πάλιν ἐλευθέρα ἦν ἐκείνη, καὶ πάντων ἦν δουλικωτέρα, τὸν θεράποντα κολακεύουσα καὶ παρακαλοῦσα· ἀλλ᾽ οὐκ ἔπεισε τὸν ἐλεύθερον, ὃ μὴ ἠθέλησε, ποιῆσαι. Οὐκ ἄρα δουλεία τὸ πρᾶγμα ἦν, ἀλλ᾽ ἐλευθερία ἡ ἀνωτάτω.

Τί γὰρ ἐνεποδίσθη πρὸς ἀρετὴν ἐκεῖνος ἀπὸ τῆς δουλείας; Ἀκουέτωσαν δοῦλοι καὶ ἐλεύθεροι· Τίς ἐδούλευσεν; ὁ ἀξιούμενος, ἢ ἡ ἀξιοῦσα; ἡ παρακαλοῦσα, ἢ ὁ καταφρονῶν ἱκετευούσης; Καὶ γὰρ εἰσὶν ὄροι δούλων παρὰ τοῦ Θεοῦ κείμενοι· καὶ μέχρι ποῦ δεῖ φυλάττειν αὐτοὺς, καὶ τοῦτο νενομοθέτηται, καὶ ὑπερβαίνειν αὐτοὺς οὐ χρή. Ὅταν γὰρ μηδὲν ὁ δεσπότης ἐπιτάττῃ τῶν μὴ δοκούντων τῷ Θεῷ, ἕπεσθαι δεῖ καὶ πείθεσθαι· περαιτέρω δὲ μηκέτι· οὕτω γὰρ ὁ δοῦλος ἐλεύθερος γίνεται. Ἂν δὲ περαιτέρω προΐῃς, κἂν ἐλεύθερος ᾖς, ἐγένου δοῦλος. Τοῦτο γοῦν αἰνίττεται λέγων· Μὴ γίνεσθε δοῦλοι ἀνθρώπων.

Εἰ δὲ μὴ τοῦτο, ἀλλ᾽ ἐκέλευσε καταλιμπάνειν δεσπότας, καὶ ἐλευθέρους φιλονεικεῖν γίνεσθαι, πῶς παρῄνει λέγων· Ἕκαστος ἐν τούτῳ μενέτω, ἐν ᾧ ἐκλήθη; καὶ ἀλλαχοῦ, Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, καὶ μὴ καταφρονείτωσαν οἱ πιστοὺς ἔχοντες δεσπότας, ὅτι ἀδελφοί εἰσιν οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι; Καὶ Ἐφεσίοις δὲ καὶ Κολασσαεῦσιν ἐπιστέλλων, τὰ αὐτὰ διατάττεται καὶ νομοθετεῖ. Ὅθεν δῆλον, ὅτι οὐ ταύτην ἀναιρεῖ τὴν δουλείαν, ἀλλὰ τὴν ἀπὸ τῆς κακίας καὶ ἐλευθέροις γινομένην, ἥπερ ἐστὶ χαλεπωτάτη, κἂν ἐλεύθερός τις ὢν αὐτῇ δουλεύῃ. Τί γὰρ ἀπώναντο οἱ τοῦ Ἰωσὴφ ἀδελφοὶ ἐλεύθεροι ὄντες; οὐχὶ πάντων ἦσαν τῶν δούλων δουλικώτεροι, καὶ πρὸς τὸν πατέρα ψευδόμενοι, καὶ πρὸς τοὺς ἐμπόρους τὰ μὴ ὄντα λέγοντες, καὶ πρὸς τὸν ἀδελφόν; Ἀλλ᾽ οὐκ ὁ ἐλεύθερος τοιοῦτος, ἀλλὰ πανταχοῦ καὶ ἐν πᾶσιν ἀληθής· καὶ οὐδὲν αὐτὸν δουλώσασθαι ἠδυνήθη, οὐ δεσμὸς, οὐ δουλεία, οὐ δεσποίνης ἔρως, οὐ τὸ ἐν ἀλλοτρίᾳ εἶναι· ἀλλ᾽ ἔμενεν ἐλεύθερος πανταχοῦ. Τοῦτο γὰρ μάλιστά ἐστιν ἐλευθερία, ὅταν καὶ ἐν δουλείᾳ διαλάμπῃ.

εʹ. Τοιοῦτον ὁ Χριστιανισμός· ἐν δουλείᾳ ἐλευθερίαν χαρίζεται. Καὶ καθάπερ τὸ φύσει ἄτρωτον σῶμα, τότε δείκνυται ἄτρωτον, ὅταν δεξάμενον βέλος μηδὲν πάθῃ δεινόν· οὕτω καὶ ὁ ἀκριβῶς ἐλεύθερος τότε φαίνεται, ὅταν καὶ δεσπότας ἔχων μὴ δουλωθῇ. Διὰ τοῦτο κελεύει δοῦλον μένειν. Εἰ δ᾽ οὐ δυνατὸν δοῦλον ὄντα εἶναι Χριστιανὸν, οἷον χρὴ, πολλὴν τῆς εὐσεβείας ἀσθένειαν κατηγοροῦσιν Ἕλληνες· ὥσπερ, ἂν μάθωσιν, ὅτι τὴν εὐσέβειαν οὐδὲν βλάπτει δουλεία, θαυμάσονται τὸ κήρυγμα. Εἰ γὰρ θάνατος ἡμᾶς οὐ βλάπτει οὐδὲ μάστιγες οὐδὲ δεσμὰ, πολλῷ μᾶλλον δουλεία, πῦρ καὶ σίδηρος καὶ τυραννίδες μυρίαι καὶ νόσοι καὶ πενίαι καὶ θηρία, καὶ μυρία τούτων χαλεπώτερα, οὐκ ἔβλαψαν τοὺς πιστοὺς, ἀλλὰ καὶ δυνατωτέρους ἐποίησαν. Καὶ πῶς δουλεία βλάψαι δυνήσεται, φησίν; Οὐχ αὕτη βλάπτει ἡ δουλεία, ἀγαπητὲ, ἀλλ᾽ ἡ φύσει δουλεία ἡ τῆς ἁμαρτίας. Κἂν ταύτην μὴ ᾖς τὴν δουλείαν δοῦλος, θάῤῥει καὶ εὐφραίνου· οὐδείς σε οὐδὲν ἀδικῆσαι δυνήσεται, ἀδούλωτον ἔχοντα τὸ ἦθος· ἂν δὲ ταύτης ᾖς δοῦλος, κἂν μυριάκις ἐλεύθερος ᾖς, οὐδὲν ὄφελός σοι τῆς ἐλευθερίας. Τί γὰρ ὄφελος, εἰπέ μοι, ὅταν ἀνθρώπῳ μὲν μὴ δουλεύῃς, τοῖς δὲ πάθεσι σεαυτὸν ὑποκατακλίνῃς; Οἱ μὲν γὰρ ἄνθρωποι καὶ φείσασθαι ἐπίστανται πολλάκις, ἐκεῖνοι δὲ οἱ δεσπόται οὐδέποτε κορέννυνταί σου τῆς ἀπωλείας.

Δουλεύεις ἀνθρώπῳ; Ἀλλὰ καὶ ὁ Δεσπότης σοι δουλεύει, διοικούμενός σοι τὰ τῆς τροφῆς, ἐπιμελούμενός σου τῆς ὑγιείας καὶ ἐνδυμάτων καὶ ὑποδημάτων, καὶ τῶν ἄλλων ἁπάντων φροντίζων. Καὶ οὐχ οὕτω σὺ δέδοικας, μὴ προσκρούσῃς τῷ Δεσπότῃ, ὡς ἐκεῖνος δέδοικε μή τί σοι τῶν ἀναγκαίων ἐπιλίπῃ.

Ἀλλ᾽ ἐκεῖνος κατάκειται, σὺ δὲ ἕστηκας. Καὶ τί τοῦτο; οὐδὲ γὰρ τοῦτο παρ᾽ αὐτῷ μόνον, ἀλλὰ καὶ παρὰ σοί. Πολλάκις γοῦν σοῦ κατακειμένου καὶ ὑπνοῦντος ἡδέως, ἐκεῖνος οὐχ ἕστηκε μόνον, ἀλλὰ καὶ μυρίας ὑπομένει βίας ἐπὶ τῆς ἀγορᾶς, καὶ ἀγρυπνεῖ σοῦ χαλεπώτερον. Τί γοῦν; τοιοῦτον ἔπαθε παρὰ τῆς δεσποίνης ὁ Ἰωσὴφ, οἷον παρὰ τῆς ἐπιθυμίας ἐκείνη; Οὗτος μὲν γὰρ, ἃ ἐπιτάξαι ἠθέλησεν ἐκείνη, οὐκ ἐποίησεν· ἐκείνη δὲ, ἃ ἐπέταξεν ἡ δέσποινα αὐτῆς, ἡ ἀσέλγεια λέγω, πάντα ἔπραξε· καὶ οὐ πρότερον ἀπέστη, ἕως ἂν αὐτὴν κατῄσχυνεν. Ποῖος ταῦτα ἐπιτάττει δεσπότης; ποῖος τύραννος ὠμός; Δεήθητί σου τοῦ δούλου, φησὶν, ἱκέτευσον τὸν αἰχμάλωτον, κολάκευσον τὸν ἀργυρώνητον· κἂν διαπτύσῃ, πάλιν ἐπίμεινον, κἂν πολλάκις εἴπῃς καὶ μὴ ἀνάσχηται, ἐπιτήρησον ἐρημίαν, καὶ βίασαι καὶ γενοῦ καταγέλαστος.

Τί ἀτιμότερον, τί δὲ τούτων αἰσχρότερον τῶν ῥημάτων; Ἂν δὲ μηδὲν μηδὲ οὕτως ἀνύσῃς, καὶ συκοφάντησον καὶ ἀπάτησον τὸν συνοικοῦντα. Ὅρα πῶς ἀνελεύθερα, πῶς αἰσχρὰ τὰ ἐπιτάγματα, πῶς ἀπηνῆ καὶ ὠμὰ καὶ μανικά. Τί τοιοῦτον ἐπιτάττει ὁ δεσπότης, οἷα ἐπέταξεν ἡ ἀσέλγεια τῇ βασιλίσσῃ γυναικὶ τότε ἐκείνῃ; ἀλλ᾽ ὅμως οὐκ ἐτόλμησε παρακοῦσαι.

Ὁ δὲ Ἰωσὴφ οὐδὲν τοιοῦτον ὑπέμεινεν, ἀλλὰ τὰ ἐναντία πάντα, ἃ δόξαν ἔφερε καὶ τιμήν. Βούλει καὶ ἕτερον ἄνδρα ἰδεῖν ὑπὸ δεσποίνης χαλεπῆς πολλὰ ἐπιταγέντα, καὶ οὐδὲν τολμήσαντα παρακοῦσαι; Ἐννόησον τὸν Κάϊν, ὅσα ὑπὸ τῆς βασκανίας ἐπετάγη.

Ἐπέταξεν ἐκείνη σφάξαι τὸν ἀδελφὸν, ψεύσασθαι τὸν Θεὸν, λυπῆσαι τὸν πατέρα, ἀναισχυντῆσαι, καὶ πάντα ἐποίησε, καὶ οὐδὲν παρήκουσε. Καὶ τί θαυμάζεις, εἰ ἐφ᾽ ἑνὸς τοσαύτην ἔχει ἰσχὺν αὕτη ἡ δέσποινα; Ὁλοκλήρους πολλάκις δήμους ἀπώλεσε.

Τοὺς γοῦν Ἰουδαίους αἱ γυναῖκες τῶν Μαδιηναίων δεδεμένους σχεδὸν αἰχμαλώτους ἔλαβον, τῇ τῆς οἰκείας εὐμορφίας ἐπιθυμίᾳ τούτους χειρωσάμεναι πάντας. Ταύτην τοίνυν τὴν δουλείαν ἐκβάλλων ὁ Παῦλος, ἔλεγε· Μὴ γίνεσθε δοῦλοι ἀνθρώπων· τουτέστι, Μὴ πείθεσθε ἀνθρώποις ἄτοπα ἐπιτάττουσιν, ἀλλὰ μηδὲ ἑαυτοῖς. Εἶτα ἀνενεγκὼν τὴν διάνοιαν, καὶ ποιήσας ὑψηλὴν, φησί· Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω· γνώμην δὲ δίδωμι, ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι. Ὁδῷ καὶ τάξει προβαίνων καὶ τῆς παρθενίας μνημονεύει λοιπόν. Ἐπειδὴ γὰρ τοῖς περὶ ἐγκρατείας αὐτοὺς ἐνεγύμνασέ τε καὶ ἐῤῥύθμισε λόγοις, ἐκβαίνει καὶ πρὸς τὸ μεῖζον, Ἐπιταγὴν οὐκ ἔχω, λέγων, ἀλλὰ νομίζω καλὸν εἶναι. Διὰ τί; Διὰ τὴν αὐτὴν αἰτίαν, ἣν περὶ τῆς ἐγκρατείας τέθεικε. Δέδεσαι γυναικί; μὴ ζήτει λύσιν. Λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα. Ταῦτα οὐκ ἐναντιουμένου ἐστὶ τοῖς προτέροις, ἀλλὰ καὶ σφόδρα συνᾴδοντος. Καὶ γὰρ καὶ ἐκεῖ φησιν· Εἰ μή τι ἂν ἐκ συμφώνου· καὶ ἐνταῦθα πάλιν, Δέδεσαι γυναικί; μὴ ζήτει λύσιν.

Τοῦτο δὲ οὐκ ἔστιν ἐναντίον· τὸ γὰρ παρὰ γνώμην, λύσις ἐστίν· εἰ δὲ κατὰ γνώμην ἀμφότεροι ἐγκρατεύοιντο, οὐκ ἔστι λύσις. ϛʹ. Εἶτα ἵνα μὴ δόξῃ νομοθεσία εἶναι τοῦτο, ἐπήγαγεν· Ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες. Εἶτα τὰ παρόντα αἰτιᾶται, τὴν ἐνεστῶσαν ἀνάγκην καὶ τὸν συνεσταλμένον καιρὸν καὶ τὴν θλῖψιν. Πολλὰ γὰρ ὁ γάμος ἐπισύρεται, ἅπερ ᾐνίξατο καὶ ἐνταῦθα, καὶ ἐν τῷ περὶ ἐγκρατείας λόγῳ, ἐκεῖ μὲν εἰπὼν, ὅτι Οὐκ ἔχει ἐξουσίαν ἑαυτῆς ἡ γυνὴ, ἐνταῦθα δὲ εἰπών· Δέδεσαι.

Ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες· οὐ περὶ τῆς παρθενίαν ἑλομένης· ἤδη γὰρ αὕτη ἥμαρτεν. Εἰ γὰρ αἱ χῆραι κρῖμα ἔχουσι δευτέροις ὁμιλοῦσαι γάμοις, ἐὰν ἅπαξ ἕλωνται χηρείαν, πολλῷ μᾶλλον αἱ παρθένοι. Θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι.

Ἀλλὰ καὶ ἡδονὴν, φησίν. Ἀλλὰ καὶ ταύτην ὅρα πῶς ἀνέστειλε τῇ βραχύτητι τοῦ καιροῦ, εἰπών· Ὁ καιρὸς συνεσταλμένος ἐστί· τουτέστιν, Ἀποδημεῖν κελευόμεθα καὶ ἐξιέναι λοιπὸν, σὺ δὲ ἐνδοτέρω τρέχεις. Καίτοι εἰ καὶ μηδὲν εἶχεν ἐπαχθὲς ὁ γάμος, καὶ οὕτως ἐπείγεσθαι πρὸς τὰ μέλλοντα ἔδει· ὅταν δὲ καὶ θλῖψιν ἔχῃ, τί δεῖ φορτίον ἐπισύρεσθαι; τί χρὴ λαβεῖν τοσοῦτον ὄγκον, ὅταν καὶ μετὰ τὸ λαβεῖν οὕτω δέοι χρῆσθαι, ὡς μὴ ἔχοντα; καὶ γὰρ, Οἱ ἔχοντες γυναῖκας, φησὶν, ἵνα ὡς μὴ ἔχοντες ὦσιν.

Εἶτα ἐνθείς τι καὶ τῶν μελλόντων, πάλιν πρὸς τὸ παρὸν ἤγαγε τὸν λόγον. Τὰ μὲν γὰρ πνευματικά ἐστιν· ὅτι ἡ μὲν τὰ τοῦ ἀνδρὸς, ἡ δὲ τὰ τοῦ Θεοῦ μεριμνᾷ· τὰ δὲ τοῦ παρόντος βίου, τὸ, Θέλω ὑμᾶς ἀμερίμνους εἶναι. Ἀλλ᾽ ὅμως καὶ οὕτως ἀφίησι κυρίους. Ὁ γὰρ μετὰ τὸ ἀποδεῖξαι τὸ αἱρετὸν πάλιν ἀναγκάζων, δοκεῖ μὴ θαῤῥεῖν τοῖς ἑαυτοῦ λόγοις.

Ὥστε τῇ συγχωρήσει μᾶλλον ἐπηγάγετο καὶ κατέσχεν εἰπών· Τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν συμφέρον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπρόσεδρον. Ἀκουέτωσαν αἱ παρθένοι, ὅτι οὐκ ἐν τούτῳ ὥρισται ἡ παρθενία· ἡ γὰρ μεριμνῶσα τὰ τοῦ κόσμου, οὐδ᾽ ἂν εἴη παρθένος οὐδὲ εὐσχήμων. Εἰπὼν γὰρ, Μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος, τοῦτο τέθεικε τὸ διάφορον, καὶ ᾧ διεστήκασιν ἀλλήλων. Καὶ ὅρον διδοὺς τῆς παρθένου καὶ τῆς οὐ παρθένου, οὐ γάμον εἶπεν οὐδὲ ἐγκράτειαν, ἀλλὰ ἀπραγμοσύνην καὶ πολυπραγμοσύνην.

Οὐ γὰρ ἡ μίξις πονηρὸν, ἀλλὰ τὸ ἐμποδίζεσθαι πρὸς φιλοσοφίαν. Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει. Ἐνταῦθα δοκεῖ μὲν ὑπὲρ γάμου διαλέγεσθαι· τὸ δὲ πᾶν περὶ παρθενίας φησίν· ἐπεὶ καὶ δεύτερον συγχωρεῖ γάμον, μόνον Ἐν Κυρίῳ λέγων. Τί δέ ἐστιν, Ἐν Κυρίῳ;

Μετὰ σωφροσύνης, μετὰ κοσμιότητος. Ταύτης γὰρ πανταχοῦ χρεία, καὶ δεῖ ταύτην διώκειν· ἄλλως γὰρ οὐκ ἔστιν ἰδεῖν τὸν Θεόν. Εἰ δὲ παρεδράμομεν τὰ περὶ τῆς παρθενίας, μηδεὶς ἡμῶν ὄκνον καταγινωσκέτω. Καὶ γὰρ ὁλόκληρον ἡμῖν βιβλίον εἰς τοῦτο σύγκειται τὸ χωρίον, καὶ μετὰ ἀκριβείας τῆς ἡμῖν ἐγχωρούσης ἐκεῖ πᾶσιν ἐπεξελθόντες, περιττολογίαν εἶναι ἐνομίσαμεν καὶ ἐνταῦθα πάλιν αὐτὰ ἐνθεῖναι.

Διόπερ ἐκεῖ παραπέμψαντες ὑπὲρ τούτων τὸν ἀκροατὴν, ἐνταῦθα ἐκεῖνο ἐροῦμεν, ὅτι τὴν ἐγκράτειαν δεῖ διώκειν. Εἰρήνην γὰρ, φησὶ, διώκετε, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ἵν᾽ οὖν ἰδεῖν αὐτὸν καταξιωθῶμεν, κἂν ἐν παρθενίᾳ ὦμεν, κἂν ἐν πρώτῳ γάμῳ, κἂν ἐν δευτέρῳ, ταύτην μεταδιώκωμεν, ἵνα τύχωμεν τῆς βασιλείας τῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.