Εἶδες τὴν σύνεσιν τοῦ Παύλου, πῶς καὶ βελτίονα δείκνυσι τὴν ἐγκράτειαν, καὶ οὐκ ἀναγκάζει τὸν μὴ φθάνοντα, δεδοικὼς μή τι παράπτωμα γένηται; Κρεῖττον γάρ ἐστι γαμῆσαι, ἢ πυροῦσθαι. Ἐνέφηνεν ὅση τῆς ἐπιθυμίας ἡ τυραννίς. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ πολλὴν ὑπομένεις βίαν, φησὶ, καὶ πύρωσιν, ἀπαλλάγηθι πόνων καὶ ἱδρώτων, μήποτε καὶ περιτραπῇς. Τοῖς δὲ γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγὼ, ἀλλ᾽ ὁ Κύριος. Ἐπειδὴ νόμον ῥητῶς ὑπὸ τοῦ Χριστοῦ τεθέντα μέλλει ἀναγινώσκειν περὶ τοῦ χωρὶς πορνείας μὴ ἀφιέναι γυναῖκα, διὰ τοῦτό φησιν· Οὐκ ἐγώ· τὰ μὲν γὰρ εἰρημένα ἔμπροσθεν, εἰ καὶ μὴ ῥητῶς εἴρητο, ἀλλὰ καὶ αὐτῷ δοκεῖ ταῦτα· τοῦτο μέντοι καὶ ῥητῶς παρέδωκεν. Ὥστε τὸ, Ἐγὼ, καὶ τὸ, Οὐκ ἐγὼ, ταύτην ἔχει τὴν διαφοράν. Ἵνα γὰρ μηδὲ τὰ αὐτοῦ ἀνθρώπινα εἶναι νομίσῃς, διὰ τοῦτο ἐπήγαγεν· Δοκῶ γὰρ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν. Τί οὖν ἐστιν, ὃ τοῖς γεγαμηκόσι παρήγγειλεν ὁ Κύριος, Γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι; ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω· καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι; Ἐπειδὴ γὰρ καὶ δι᾽ ἐγκράτειαν καὶ δι᾽ ἄλλας προφάσεις καὶ μικροψυχίας γίνεσθαι διαιρέσεις συνέβαινε, βέλτιον μὲν μηδὲ γενέσθαι τὴν ἀρχὴν, φησίν· εἰ δὲ ἄρα καὶ γένοιτο, μενέτω ἡ γυνὴ μετὰ τοῦ ἀνδρὸς, εἰ καὶ μὴ τῇ μίξει, ἀλλὰ τῷ μηδένα ἕτερον παρεισαγαγεῖν ἄνδρα.