Οἶδε γὰρ αὐτὰ καὶ ἐναλλάττειν ἡ Γραφὴ πολλάκις, ὡς ὅταν λέγῃ· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· καὶ πάλιν, Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου· καὶ, Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεός. Καὶ πολλαχοῦ ἂν ἴδοις ταῦτα μεταβαίνοντα τὰ ὀνόματα. Εἰ δὲ ἀποκεκληρωμένα ἦν ἑκάστῃ φύσει, καὶ οὐχὶ Θεὸς ἦν ὁ Υἱὸς, καὶ Θεὸς ὡς ὁ Πατὴρ, μένων Υἱός· εἰπὼν, Ἀλλ᾽ ἡμῖν εἷς Θεὸς, περιττῶς προσετίθει τὸ Πατὴρ, βουλόμενος γνωρίσαι τὸν ἀγέννητον· ἤρκει γὰρ τὸ Θεὸς, εἴ γε αὐτοῦ μόνον ἦν γνωριστικὸν, τοῦτο δηλῶσαι. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἕτερον ἔστιν εἰπεῖν. Εἰ γὰρ λέγοις, ὅτι ἐπειδὴ εἷς Θεὸς εἴρηται, οὐχ ἁρμόζει τῷ Υἱῷ τὸ, Θεὸς, ὅρα καὶ ἐπὶ τοῦ Υἱοῦ τὸ αὐτὸ κείμενον. Καὶ γὰρ ὁ Υἱὸς εἷς Κύριος εἴρηται, καὶ οὐ διὰ τοῦτο αὐτῷ μόνῳ τὸ, Κύριος, ἁρμόττειν φαμέν. Ὥστε ἣν ἔχει ἰσχὺν τὸ, Εἷς, ἐπὶ τοῦ Υἱοῦ, ταύτην καὶ ἐπὶ τοῦ Πατρός· καὶ καθάπερ οὐκ ἐξωθεῖ τὸν Πατέρα τοῦ Κύριον εἶναι, οἷος ὁ Υἱός ἐστι Κύριος, διὰ τὸ ἕνα αὐτὸν λέγεσθαι Κύριον τὸν Υἱόν· οὕτως οὐδὲ τὸν Υἱὸν ἐκβάλλει τοῦ εἶναι Θεὸν, οἷός ἐστι Θεὸς ὁ Πατὴρ, διὰ τὸ ἕνα Θεὸν λέγεσθαι τὸν Πατέρα. Εἰ δέ τινες λέγοιεν· Τίνος ἕνεκεν Πνεύματος οὐκ ἐμνημόνευσεν; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι πρὸς εἰδωλολάτρας ἦν ὁ λόγος αὐτῷ, καὶ περὶ θεῶν πολλῶν ὁ ἀγὼν, καὶ περὶ κυρίων πολλῶν.