Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν πρὸς Κορινθίους α' ἐπιστολήν

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλίες Κ΄-ΚΒ΄: Τα ειδωλόθυτα, η συνείδηση και η παραίτηση από αποστολικά δικαιώματα

Η υπεροχή της αγάπης έναντι της γνώσης περί των ειδωλοθύτων, η μέριμνα για τον ασθενή αδελφό και η εκούσια στέρηση του δικαιώματος της συντήρησης από τον απόστολο Παύλο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 8 από 16

ΟΜΙΛΙΑ Κʹ. Περὶ δὲ τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ. αʹ. Ἀναγκαῖον πρῶτον εἰπεῖν τί βούλεται αὐτῷ τουτὶ τὸ χωρίον· οὕτω γὰρ εὔληπτος ἔσται ὁ λόγος ἡμῖν.

Ὁ γὰρ ἐγκαλούμενόν τινα ὁρῶν, ἂν μὴ πρότερον ἴδῃ τοῦ ἁμαρτήματος τὴν φύσιν, οὐκ εἴσεται τίνα ἐστὶ τὰ λεγόμενα. Τί ποτ᾽ οὖν ἐστιν ὅπερ ἐνεκάλει τότε Κορινθίοις; Ἔγκλημα μέγα καὶ πολλῶν αἴτιον κακῶν. Ποῖον δὴ τοῦτο; Πολλοὶ παρ᾽ αὐτοῖς μαθόντες, ὅτι οὐ τὰ εἰσερχόμενα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐκπορευόμενα, καὶ ὅτι τὰ εἴδωλα, ξύλα καὶ λίθοι καὶ δαίμονες, οὔτε βλάψαι οὔτε ὠφελῆσαι δυνάμενα, ἀμέτρως τῇ τελειότητι τῆς γνώσεως ταύτης ἐκέχρηντο, καὶ εἰς τὴν ἑτέρων καὶ εἰς τὴν ἑαυτῶν βλάβην.

Καὶ γὰρ εἰς εἴδωλα εἰσῄεσαν, καὶ τῶν αὐτόθι μετεῖχον τραπεζῶν, καὶ μέγαν ἐντεῦθεν τὸν ὄλεθρον ἔτικτον. Οἵ τε γὰρ ἔτι τὸν τῶν εἰδώλων ἔχοντες φόβον, καὶ οὐκ εἰδότες αὐτῶν καταφρονεῖν, μετεῖχον τῶν δείπνων ἐκείνων, ἐπειδὴ τοὺς τελειοτέρους ἑώρων τοῦτο ποιοῦντας, καὶ τὰ μέγιστα ἐντεῦθεν ἐβλάπτοντο (οὐδὲ γὰρ μετὰ τῆς αὐτῆς ἐκείνοις γνώμης τῶν προκειμένων ἥπτοντο, ἀλλ᾽ ὡς ἐπ᾽ εἰδωλοθύτων, καὶ ὁδὸς ἐπὶ εἰδωλολατρείαν τὸ πρᾶγμα ἐγίνετο)· αὐτοί τε οὗτοι πάλιν οἱ δῆθεν τελειότεροι, οὐχ ὡς ἔτυχεν ἠδικοῦντο, δαιμονικῶν ἀπολαύοντες τραπεζῶν, Τὸ μὲν οὖν ἔγκλημα τοῦτο ἦν· ὁ δὲ μακάριος οὗτος μέλλων αὐτὸ διορθοῦν, οὐκ εὐθέως καταφορικῶς κέχρηται τῷ λόγῳ· καὶ γὰρ ἀνοίας μᾶλλον ἢ κακίας ἦν τὸ γινόμενον. Διὸ καὶ παραινέσεως ἐν ἀρχῇ μᾶλλον ἐδεῖτο, ἢ ἐπιπλήξεως σφοδρᾶς καὶ ὀργῆς.

Σκόπει τοίνυν αὐτοῦ τὴν σύνεσιν, πῶς εὐθέως ἄρχεται τῆς νουθεσίας. Περὶ δὲ τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Τοὺς ἀσθενεῖς ἀφεὶς, ὅπερ ἀεὶ ποιεῖ, τοῖς ἰσχύουσι διαλέγεται πρώτοις. Τοῦτο γὰρ καὶ ἐν τῇ πρὸς Ῥωμαίους ἐποίησεν εἰπών· Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; οὗτος γάρ ἐστιν ὁ καὶ ἐπιτίμησιν εὐκόλως δέξασθαι δυνάμενος.

Ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ· καὶ κενοῖ τὸν τῦφον αὐτῶν πρῶτον, ὅπερ ἐνόμιζον αὐτῶν εἶναι ἐξαίρετον τὸ γνῶσιν ἔχειν τελείαν, τοῦτο κοινὸν ἀποφήνας· Οἴδαμεν γὰρ, φησὶν, ὅτι πάντες γνῶσιν ἔχομεν. Καὶ γὰρ εἰ ἀφεὶς αὐτοὺς μέγα φρονεῖν, πρῶτον ἔδειξεν ἐπιβλαβὲς ὂν τὸ πρᾶγμα ἑτέροις, οὐδὲν ἂν τοσοῦτον ὠφέλησεν, ὅσον ἔβλαψεν. Ἡ γὰρ φιλότιμος ψυχὴ, ὅταν ἐπί τινι καλλωπίζηται, κἂν ἑτέρους βλάπτῃ τοῦτο, σφόδρα αὐτοῦ ἔχεται διὰ τὴν τῆς κενοδοξίας τυραννίδα. Διὰ τοῦτο Παῦλος πρῶτον αὐτὸ καθ᾽ ἑαυτὸ τὸ πρᾶγμα ἐξετάζει, ὅπερ καὶ ἐπὶ τῆς σοφίας τῆς ἔξωθεν ἐν τοῖς ἔμπροσθεν ἐποίησε, καθαιρῶν αὐτὴν μεθ᾽ ὑπερβολῆς. Ἀλλ᾽ ἐκεῖ μὲν τοῦτο εἰκότως ἐποίει· ὅλον γὰρ διόλου κατηγορίας ἄξιον ἦν καὶ πολλὴ ἡ εὐκολία· διόπερ οὐδὲ περιττὸν αὐτὸ δείκνυσι μόνον, ἀλλὰ καὶ ἐναντίον τῷ κηρύγματι.

Ἐνταῦθα δὲ οὐκ ἐνῆν τοῦτο ποιῆσαι· γνῶσις γὰρ ἦν τὸ τελούμενον, καὶ γνῶσις τελεία. Οὔτε οὖν αὐτὴν καταβαλεῖν ἀσφαλὲς ἦν, καὶ τὸν τῦφον ἄλλως οὐκ ἐνῆν ἐκβαλεῖν τὸν ἐπὶ ταύτῃ. Τί οὖν ποιεῖ; Πρῶτον τῷ δεῖξαι κοινὴν αὐτὴν οὖσαν, καταστέλλει τὸ φύσημα τὸ ἐκείνων. Οἱ γὰρ ἔχοντές τι μέγα καὶ καλὸν, ὅταν μόνοι ἔχωσι, μᾶλλον ἐπαίρονται· ἂν δὲ μετὰ ἄλλων φανῶσιν αὐτὸ κεκτημένοι, οὐκέτι ὁμοίως τοῦτο πάσχουσι. Πρῶτον μὲν οὖν αὐτὸ κοινοποιεῖ, ἐπειδὴ ἐκεῖνοι αὐτῶν αὐτὸ εἶναι ἐνόμιζον μόνων· ἔπειτα ποιήσας κοινὸν, οὐ τίθησιν ἑαυτὸν ἐν τῇ κοινωνίᾳ μόνον, ἐπεὶ καὶ οὕτως ἂν μᾶλλον αὐτοὺς ἐπῆρεν. Ὥσπερ γὰρ τὸ μόνον ἔχειν ἐπαίρει, οὕτω κοινωνὸν ἕνα που καὶ δεύτερον ἔχειν τῶν ὑπερεχόντων, οὐκ ἔλαττον τοῦτο ποιεῖ. Διὰ τοῦτο οὐχ ἑαυτὸν τίθησιν, ἀλλὰ πάντας.

Οὐ γὰρ εἶπεν, ὅτι Καὶ ἐγὼ ἔχω γνῶσιν, ἀλλ᾽, Οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Ἑνὶ μὲν οὖν τούτῳ πρώτῳ κατέβαλεν αὐτῶν τὸ φρόνημα, δευτέρῳ δὲ σφοδροτέρως. Ποίῳ δὴ τούτῳ; Τῷ δεῖξαι ὅτι οὐδὲ αὐτὸ τὸ πρᾶγμα ἀπηρτισμένον ἐστὶν, ἀλλὰ καὶ σφόδρα ἀτελές· καὶ οὐ μόνον ἀτελὲς, ἀλλὰ καὶ βλαβερὸν, ἐὰν μὴ ᾖ συνεζευγμένον ἕτερον αὐτῷ. Εἰπὼν γὰρ, Ὅτι πάντες γνῶσιν ἔχομεν, ἐπήγαγεν· Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ. Ὥστε ὅταν χωρὶς ἀγάπης ᾖ, καὶ εἰς ἀπόνοιαν αἴρει. Ἀλλ᾽ οὐδὲ ἡ ἀγάπη, φησὶ, χωρὶς γνώσεως κέρδος ἔχει τι. Ἀλλ᾽ οὐκ εἶπε τοῦτο· ἀλλ᾽ ὡς ὡμολογημένον ἀφεὶς, δείκνυσιν ὅτι σφόδρα δεῖται ἐκείνου τοῦτο. Ὁ μὲν γὰρ ἀγαπῶν, ἅτε ἐντολὴν πληρῶν τὴν πασῶν κυριωτέραν, κἂν ἐλλείποντά τινα ἔχῃ, ταχέως ἀπολαύσεται τῆς γνώσεως διὰ τὴν ἀγάπην, ὥσπερ ὁ Κορνήλιος καὶ ἕτεροι πολλοί· ὁ δὲ γνῶσιν μὲν ἔχων, ἀγάπην δὲ μὴ ἔχων, οὐ μόνον οὐδὲν προσλήψεται, ἀλλὰ καὶ αὐτῆς ἐκπεσεῖται ἧς ἔχει, πολλάκις εἰς ἀπόνοιαν ἐμπεσών.

Ὥστε ἡ μὲν γνῶσις ἀγάπης οὐκ ἔστι ποιητικὴ, ἀλλὰ καὶ τοὐναντίον ἀποσχίζει τὸν μὴ προσέχοντα, φυσῶσα καὶ ἐπαίρουσα. Καὶ γὰρ διαιρεῖν εἴωθεν ἡ ἀλαζονεία· ἡ δὲ ἀγάπη καὶ συνάγειν καὶ πρὸς γνῶσιν ἄγειν. Ὅπερ οὖν καὶ δηλῶν ἔλεγεν· Εἰ δέ τις ἀγαπᾷ τὸν Θεὸν, οὗτος ἔγνωσται ὑπ᾽ αὐτοῦ. Ὥστε οὐ τοῦτο κωλύω, φησὶ, τὸ τελείαν γνῶσιν ἔχειν, ἀλλὰ τὸ μετὰ ἀγάπης ταύτην ἔχειν, τοῦτο κελεύω· ἐπεὶ κέρδος οὐδὲν, ἀλλὰ καὶ βλάβος.

βʹ. Ὁρᾷς ὅπως ἤδη προανακρούεται τὸν περὶ ἀγάπης λόγον; Ἐπειδὴ γὰρ ταῦτα πάντα ἀπὸ τούτου συνέβαινε τὰ κακὰ, καὶ οὐκ ἀπὸ τελείας γνώσεως, ἀλλ᾽ ἀπὸ τοῦ μὴ σφόδρα φιλεῖν μηδὲ φείδεσθαι τῶν πλησίον, ὅθεν καὶ τὸ διασπασθῆναι αὐτοὺς γέγονε καὶ τὸ ἐπαίρεσθαι, καὶ τὰ ἄλλα πάντα ἅπερ αὐτοῖς ἐνεκάλεσε, καὶ πρὸ τούτου καὶ μετὰ ταῦτα, συνεχῶς αὐτῆς ἐπιμελεῖται, τὴν πηγὴν τῶν ἀγαθῶν διορθούμενος.

Τί τοίνυν πεφύσησθε, φησὶν, ἐπὶ τῇ γνώσει; Ἂν γὰρ τὴν ἀγάπην μὴ ἔχητε, καὶ βλαβήσεσθε ἐντεῦθεν· τί γὰρ ἀλαζονείας χεῖρον; ἂν δὲ ἐκεῖνο προσῇ, καὶ τοῦτο ἔσται ἐν ἀσφαλείᾳ. Κἂν γάρ τι πλέον εἰδῇς τοῦ πλησίον, φιλῶν αὐτὸν οὐκ ἐπαίρῃ, ἀλλὰ ἄγεις καὶ αὐτὸν ἐπὶ τοῦτο. Διὸ καὶ εἰπὼν, Ἡ γνῶσις φυσιοῖ, ἐπήγαγεν, Ἡ δὲ ἀγάπη οἰκοδομεῖ. Οὐκ εἶπε, Μετριάζει, ἀλλὰ τὸ πολλῷ πλέον καὶ κερδαλεώτερον· οὐδὲ γὰρ ἐφύσα μόνον ἡ γνῶσις, ἀλλὰ καὶ διέσπα.

Διὰ τοῦτο ἐκείνῳ τοῦτο ἀντέθηκεν. Εἶτα καὶ τρίτον τίθησι δυνάμενον αὐτοὺς καθελεῖν. Ποῖον δὴ τοῦτο; Ὅτι κἂν συνεζευγμένη ᾖ ἡ ἀγάπη, οὐδὲ οὕτως ἀπηρτισμένη ἐστὶν αὕτη ἡ γνῶσις· διὸ καὶ ἐπήγαγεν· Εἰ δέ τις δοκεῖ εἰδέναι τι, οὐδέπω οὐδὲν ἔγνωκε, καθὼς δεῖ γνῶναι. Αὕτη καιρία ἡ πληγή. Οὐ λέγω γὰρ, φησὶν, ὅτι κοινὴ ἡ γνῶσις πάντων· οὐ λέγω ὅτι μισῶν τὸν πλησίον καὶ ἀπονοούμενος, τὰ μέγιστα σεαυτὸν καταβλάπτεις. Κἂν γὰρ μόνος ἔχῃς, κἂν μετριάζῃς, κἂν φιλῇς τὸν ἀδελφὸν, καὶ οὕτως ἀτελὴς εἶ κατὰ τὴν γνῶσιν· οὐδέπω γὰρ οὐδὲν οἶδας, ὡς δεῖ εἰδέναι.

Εἰ δὲ οὐδενὸς οὐδέπω ἀκριβῆ τὴν γνῶσιν ἔχομεν, πῶς τινες εἰς τοσοῦτον μανίας ἤλασαν, ὡς λέγειν τὸν Θεὸν εἰδέναι μετὰ ἀκριβείας ἁπάσης; ὅπου γε εἰ καὶ πάντων εἴχομεν ἀκριβῆ γνῶσιν τὴν τῶν ἄλλων, οὐδὲ οὕτω δυνατὸν ἦν ἔχειν ταύτην οὕτως. Ὅσον γὰρ αὐτοῦ πρὸς ἅπαντα τὸ μέσον, οὐδὲ εἰπεῖν ἔνι. Καὶ ὅρα πῶς αὐτῶν κατέσπασε τὸ φύσημα. Οὐ γὰρ εἶπεν, ὅτι Περὶ τῶν προκειμένων οὐκ ἔχετε τὴν προσήκουσαν γνῶσιν, ἀλλὰ περὶ παντὸς πράγματος. Καὶ οὐκ εἶπεν, ὅτι Ὑμεῖς, ἀλλ᾽, ὅτι Οὐδ᾽ ὁστισοῦν, κἂν Πέτρος ᾖ, κἂν Παῦλος, κἂν ὁστισοῦν. Τούτῳ γὰρ καὶ παρεμυθήσατο, καὶ συνέστειλεν αὐτοὺς μετὰ ἀκριβείας.

Εἰ δέ τις ἀγαπᾷ τὸν Θεὸν, οὗτος ἔγνωσται ὑπ᾽ αὐτοῦ. Οὐκ εἶπεν, Ἔγνω αὐτὸν, ἀλλ᾽ Ἔγνωσται ὑπ᾽ αὐτοῦ. Οὐ γὰρ ἡμεῖς αὐτὸν ἔγνωμεν, ἀλλ᾽ αὐτὸς ἡμᾶς ἔγνω. Διὸ καὶ ὁ Χριστὸς ἔλεγεν, Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ᾽ ἐγὼ ὑμᾶς ἐξελεξάμην· καὶ Παῦλος ἀλλαχοῦ, Τότε δὲ ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην. Σκόπει τοίνυν δι᾽ ὅσων κατήνεγκεν αὐτῶν τὸ φρόνημα. Πρῶτον ἔδειξεν, ὅτι οὐ μόνοι ἐπίστανται, ἅπερ ἴσασι· Πάντες γὰρ, φησὶ, γνῶσιν ἔχομεν· ἔπειτα, ὅτι βλαβερὸν τὸ πρᾶγμα, χωρὶς ἀγάπης ὄν· Ἡ γὰρ γνῶσις, φησὶ, φυσιοῖ· εἶτα, ὅτι καὶ μετὰ ἀγάπης ὂν, οὐκ ἀπηρτισμένον ἐστὶν οὐδὲ τέλειον· Εἰ γάρ τις δοκεῖ εἰδέναι τι, οὐδέπω οὐδὲν ἔγνωκε, φησὶ, καθὼς δεῖ γνῶναι. Πρὸς τούτοις, ὅτι οὐδὲ αὐτὸ τοῦτο οἴκοθεν ἔχουσιν, ἀλλὰ τοῦ Θεοῦ δωρησαμένου· οὐ γὰρ εἶπεν, Ἔγνω τὸν Θεὸν, ἀλλ᾽ Ἔγνωσται ὑπ᾽ αὐτοῦ· εἶτα, ὅτι ἀπὸ ἀγάπης γίνεται τοῦτο αὐτὸ, ἣν οὐκ ἔχουσιν ὡς χρή· Εἰ γάρ τις, φησὶν, ἀγαπᾷ τὸν Θεὸν, οὗτος ἔγνωσται ὑπ᾽ αὐτοῦ.

Διὰ τοσούτων τοίνυν καταλεάνας αὐτῶν τὴν φλεγμονὴν, ἄρχεται δογματίζειν, οὕτω λέγων· Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς Θεὸς ἕτερος, εἰ μὴ εἷς. Θέα εἰς ὅσην στενοχωρίαν ἐνέπεσε.

Καὶ γὰρ ἀμφότερα βούλεται κατασκευάσαι, ὅτι τε ἀπέχεσθαι δεῖ τῆς τοιαύτης τραπέζης, καὶ ὅτι ἰσχὺν οὐκ ἔχει πρὸς τὸ βλάψαι τοὺς μετέχοντας· ἅπερ οὐ σφόδρα ἀλλήλοις συμβαίνοντα ἦν. Μαθόντες γὰρ ὅτι οὐκ ἔχει βλάβην, ὡς ἀδιαφόροις ἔμελλον ἐπιτρέχειν· κωλυθέντες δὲ αὐτῶν ἅπτεσθαι, πάλιν ὑπώπτευον ὅτι ὡς ἰσχὺν ἐχόντων εἰς τὸ βλάπτειν ἐκωλύθησαν. Διὰ δὴ τοῦτο καθελὼν τὴν τῶν εἰδώλων ὑπόνοιαν, αἰτίαν πρώτην τίθησι τοῦ ἀπέχεσθαι, τὰ σκάνδαλα τῶν ἀδελφῶν, οὕτω λέγων· Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ.

Πάλιν κοινὸν αὐτὸ ποιεῖ, καὶ οὐ συγχωρεῖ μόνων ἐκείνων γενέσθαι τοῦτο, ἀλλ᾽ ἐκτείνει τὴν γνῶσιν πανταχοῦ τῆς οἰκουμένης. Οὐδὲ γὰρ παρ᾽ ὑμῖν μόνον, φησὶν, ἀλλὰ πανταχοῦ τῆς γῆς τοῦτο κρατεῖ τὸ δόγμα· Ποῖον δὴ τοῦτο, Ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς Θεὸς ἕτερος, εἰ μὴ εἷς; Οὐκ ἔστιν οὖν εἴδωλα; οὐκ ἔστι ξόανα; Ἔστι μὲν, ἀλλ᾽ οὐκ ἔχει τινὰ ἰσχὺν, οὐδὲ θεοί εἰσιν, ἀλλὰ λίθοι καὶ δαίμονες.

Πρὸς γὰρ ἀμφοτέρους ἀποτείνεται νῦν, καὶ τοὺς παχυτέρους αὐτῶν καὶ τοὺς δοκοῦντας φιλοσοφεῖν. Ἐπειδὴ γὰρ οἱ μὲν οὐδὲν πλέον τῶν λίθων ἴσασιν, οἱ δὲ λέγουσι καὶ δυνάμεις τινὰς οἰκεῖν ἐν αὐτοῖς, ἃς καὶ θεοὺς καλοῦσι, πρὸς μὲν οὖν ἐκείνους φησὶν, ὅτι Οὐδὲν εἴδωλον ἐν κόσμῳ· πρὸς δὲ τούτους, ὅτι Οὐδεὶς Θεὸς ἕτερος, εἰ μὴ εἷς.

γʹ. Ὁρᾷς πῶς οὐχ ἁπλῶς δογματίζων γράφει ταῦτα, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῶν ἔξωθεν; καὶ γὰρ καὶ τοῦτο πανταχοῦ χρὴ παρατηρεῖν, εἴτε ἀπολελυμένως λέγει τι, εἴτε πρός τινας ἱστάμενος. Οὐδὲ γὰρ τὸ τυχὸν εἰς τὴν τῶν δογμάτων ἡμῖν ἀκρίβειαν τοῦτο συντελεῖ, καὶ εἰς αὐτὴν τῶν λεγομένων τὴν κατανόησιν.

Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς, ὥσπερ οὖν εἰσὶ θεοὶ πολλοὶ, καὶ κύριοι πολλοί· ἀλλ᾽ ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι᾽ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι᾽ αὐτοῦ. Ἐπειδὴ εἶπεν ὅτι οὐδὲν εἴδωλον καὶ οὐδεὶς Θεὸς ἕτερος, ἦν δὲ καὶ εἴδωλα, ἦσαν δὲ καὶ θεοὶ λεγόμενοι· ἵνα μὴ δόξῃ τοῖς φανεροῖς μάχεσθαι, ἐπάγει λέγων (καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, ὥσπερ οὖν καὶ εἰσὶν, οὐχ ἁπλῶς εἰσιν, ἀλλὰ λεγόμενοι, οὐκ ἐν πράγματι, ἀλλ᾽ ἐν ῥήματι τοῦτο ἔχοντες)· Εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς· ἐν οὐρανῷ τὸν ἥλιον λέγων καὶ τὴν σελήνην καὶ τὸν λοιπὸν τῶν ἄστρων χορόν· καὶ γὰρ καὶ ταῦτα προσεκύνησαν Ἕλληνες· ἐπὶ γῆς δὲ δαίμονας, καὶ τοὺς ἐξ ἀνθρώπων θεοποιηθέντας ἅπαντας. Ἀλλ᾽ ἡμῖν εἷς Θεὸς ὁ Πατήρ. Πρότερον θεὶς χωρὶς τοῦ Πατρὸς, καὶ εἰπὼν, Οὐδεὶς Θεὸς ἕτερος, εἰ μὴ εἷς, νῦν καὶ τοῦτο προστίθησιν, ὅτε παντελῶς ἐκείνους ἐξέβαλεν. Εἶτα καὶ ὅπερ ἐστὶ δεῖγμα μέγιστον θεότητος, καὶ τοῦτο ἐπάγει· Ἐξ οὗ τὰ πάντα. Τοῦτο γὰρ δείκνυσι κἀκείνους οὐκ ὄντας θεούς. Θεοὶ γὰρ, φησὶν, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν. Εἶτα καὶ τὸ τούτου οὐκ ἔλαττον προστίθησι· Καὶ ἡμεῖς εἰς αὐτόν.

Ὅταν μὲν γὰρ εἴπῃ, Ἐξ οὗ τὰ πάντα, τὴν δημιουργίαν λέγει, καὶ τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγήν· ὅταν δὲ εἴπῃ, Καὶ ἡμεῖς εἰς αὐτὸν, τὸν τῆς πίστεως καὶ τῆς οἰκειώσεως λόγον λέγει· ὃ καὶ ἔμπροσθεν ἔλεγεν· Ἐξ αὐτοῦ δὲ καὶ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ. Διπλῇ γάρ ἐσμεν ἐξ αὐτοῦ, καὶ τῷ μὴ ὄντες γενέσθαι, καὶ τῷ πιστοὶ γενέσθαι· καὶ γὰρ καὶ τοῦτο κτίσις· ὃ καὶ ἀλλαχοῦ φησιν· Ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον.

Καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι᾽ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι᾽ αὐτοῦ. Καὶ ἐπὶ τοῦ Χριστοῦ πάλιν ὁμοίως τοῦτο νοητέον. Δι᾽ αὐτοῦ γὰρ καὶ ἐκ τοῦ μὴ ὄντος παρήχθη τὸ τῶν ἀνθρώπων γένος εἰς τὸ εἶναι, καὶ ἀπὸ πλάνης εἰς ἀλήθειαν ἐπανῆλθεν. Ὥστε τὸ, Ἐξ οὗ, τοῦτο οὐκ ἔστι, Χωρὶς τοῦ Χριστοῦ· ἐξ αὐτοῦ γὰρ διὰ τοῦ Χριστοῦ ἐδημιουργήθημεν. Οὐ τοίνυν οὐδὲ τὰ ὀνόματα ὡς ἀποκεκληρωμένα διεῖλε, τῷ μὲν Υἱῷ τὸ, Κύριος, τῷ δὲ Πατρὶ τὸ, Θεὸς, προσνέμων.

Οἶδε γὰρ αὐτὰ καὶ ἐναλλάττειν ἡ Γραφὴ πολλάκις, ὡς ὅταν λέγῃ· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· καὶ πάλιν, Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου· καὶ, Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεός. Καὶ πολλαχοῦ ἂν ἴδοις ταῦτα μεταβαίνοντα τὰ ὀνόματα. Εἰ δὲ ἀποκεκληρωμένα ἦν ἑκάστῃ φύσει, καὶ οὐχὶ Θεὸς ἦν ὁ Υἱὸς, καὶ Θεὸς ὡς ὁ Πατὴρ, μένων Υἱός· εἰπὼν, Ἀλλ᾽ ἡμῖν εἷς Θεὸς, περιττῶς προσετίθει τὸ Πατὴρ, βουλόμενος γνωρίσαι τὸν ἀγέννητον· ἤρκει γὰρ τὸ Θεὸς, εἴ γε αὐτοῦ μόνον ἦν γνωριστικὸν, τοῦτο δηλῶσαι. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἕτερον ἔστιν εἰπεῖν. Εἰ γὰρ λέγοις, ὅτι ἐπειδὴ εἷς Θεὸς εἴρηται, οὐχ ἁρμόζει τῷ Υἱῷ τὸ, Θεὸς, ὅρα καὶ ἐπὶ τοῦ Υἱοῦ τὸ αὐτὸ κείμενον. Καὶ γὰρ ὁ Υἱὸς εἷς Κύριος εἴρηται, καὶ οὐ διὰ τοῦτο αὐτῷ μόνῳ τὸ, Κύριος, ἁρμόττειν φαμέν. Ὥστε ἣν ἔχει ἰσχὺν τὸ, Εἷς, ἐπὶ τοῦ Υἱοῦ, ταύτην καὶ ἐπὶ τοῦ Πατρός· καὶ καθάπερ οὐκ ἐξωθεῖ τὸν Πατέρα τοῦ Κύριον εἶναι, οἷος ὁ Υἱός ἐστι Κύριος, διὰ τὸ ἕνα αὐτὸν λέγεσθαι Κύριον τὸν Υἱόν· οὕτως οὐδὲ τὸν Υἱὸν ἐκβάλλει τοῦ εἶναι Θεὸν, οἷός ἐστι Θεὸς ὁ Πατὴρ, διὰ τὸ ἕνα Θεὸν λέγεσθαι τὸν Πατέρα. Εἰ δέ τινες λέγοιεν· Τίνος ἕνεκεν Πνεύματος οὐκ ἐμνημόνευσεν; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι πρὸς εἰδωλολάτρας ἦν ὁ λόγος αὐτῷ, καὶ περὶ θεῶν πολλῶν ὁ ἀγὼν, καὶ περὶ κυρίων πολλῶν.

Διὸ καὶ Θεὸν τὸν Πατέρα εἰπὼν, τὸν Υἱὸν ἐκάλεσε Κύριον. Εἰ τοίνυν τὸν Πατέρα οὐκ ἐτόλμησε καλέσαι Κύριον νῦν μετὰ τοῦ Υἱοῦ, ἵνα μὴ δύο παρ᾽ ἐκείνοις ὑποπτεύηται λέγειν Κυρίους, οὐδὲ τὸν Υἱὸν Θεὸν μετὰ τοῦ Πατρὸς, ἵνα μὴ δύο νομίζηται λέγειν θεούς· τί θαυμάζεις, εἰ τοῦ Πνεύματος οὐκ ἐμνημόνευσε; πρὸς γὰρ ἐκείνους αὐτῷ τέως ἦν ὁ ἀγὼν, καὶ τὸ δεῖξαι, ὅτι οὐκ ἔστι πολυθεΐα παρ᾽ ἡμῖν. Διὸ τὸ Εἷς τοῦτο συνεχῶς κατέχει λέγων· Οὐδεὶς Θεὸς ἕτερος, εἰ μὴ εἷς· καὶ, Ἡμῖν εἷς Θεὸς καὶ εἷς Κύριος. Ὅθεν δῆλον ὅτι φειδόμενος τῆς ἀσθενείας τῶν ἀκουόντων, ταύτῃ ἐχρήσατο τῇ διασκευῇ, καὶ διὰ τοῦτο οὐδὲ τοῦ Πνεύματος ἐμνημόνευσεν· ἐπεὶ εἰ μὴ τοῦτό ἐστιν, οὐδὲ ἀλλαχοῦ μνησθῆναι ἔδει τοῦ Πνεύματος, οὐδὲ συντάττεσθαι αὐτῷ Πατρὶ καὶ Υἱῷ. Εἰ γὰρ ἀπέῤῥιπται Πατρὸς καὶ Υἱοῦ, πολλῷ μᾶλλον ἐπὶ τοῦ βαπτίσματος αὐτὸ συντάττεσθαι οὐκ ἔδει, ἔνθα μάλιστα φαίνεται τὸ ἀξίωμα τῆς θεότητος, καὶ δωρεαὶ δίδονται Θεῷ προσήκουσαι μόνῳ παρέχειν.

δʹ. Ἐγὼ μὲν οὖν τὴν αἰτίαν εἶπον, δι᾽ ἢν ἐνταῦθα σεσίγηται· σὺ δὲ, εἰ μὴ τοῦτό ἐστιν, εἰπὲ διὰ τί ἐν τῷ βαπτίσματι συντάττεται. Ἀλλ᾽ οὐκ ἂν ἔχοις ἑτέραν αἰτίαν εἰπεῖν, ἢ τὸ, ὁμότιμον αὐτὸ εἶναι. Ὅταν γοῦν μηδεμίαν ἔχῃ τοιαύτην ἀνάγκην, ὅρα πῶς αὐτὸ συντάττει οὕτω λέγων· Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν· καὶ πάλιν, Διαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεός. Ἀλλ᾽ ἐπειδὴ νῦν πρὸς Ἕλληνας ὁ λόγος ἦν αὐτῷ καὶ τοὺς ἐξ Ἑλλήνων ἀσθενεστέρους, διὰ τοῦτο ταμιεύεται τέως· ὅπερ οὖν καὶ οἱ προφῆται ποιοῦσιν ἐπὶ τοῦ Υἱοῦ, οὐδαμοῦ σαφῶς αὐτοῦ μεμνημένοι διὰ τὴν ἀσθένειαν τῶν ἀκουόντων. Ἀλλ᾽ οὐκ ἐν πᾶσιν ἡ γνῶσις, φησί. Ποία αὕτη; ἡ περὶ τοῦ Θεοῦ, ἢ ἡ περὶ τῶν εἰδωλοθύτων; Ἢ γὰρ τοὺς Ἕλληνας αἰνίττεται ἐνταῦθα, τοὺς πολλοὺς λέγοντας θεοὺς καὶ κυρίους, καὶ οὐκ εἰδότας τὸν ὄντα Θεόν· ἢ τοὺς ἐξ Ἑλλήνων ἀσθενεστέρους ἔτι, τοὺς οὐδέπω σαφῶς εἰδότας, ὅτι οὐ χρὴ δεδοικέναι τὰ εἴδωλα, καὶ ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ. Τοῦτο δὲ εἰπὼν, ἠρέμα παρεμυθήσατο καὶ ἐπῆρε τούτους. Οὐδὲ γὰρ πάντα καθάπτεσθαι ἔδει, καὶ μάλιστα μέλλοντα πάλιν καθικνεῖσθαι αὐτῶν σφοδρότερον.

Τινὲς δὲ τῇ συνειδήσει τοῦ εἰδώλου ἕως ἄρτι ὡς εἰδωλοθύτων ἐσθίουσι, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται. Ἔτι τρέμουσι, φησὶ, τὰ εἴδωλα. Μὴ γάρ μοι τὴν παροῦσαν εἴπῃς κατάστασιν, καὶ ὅτι ἐκ προγόνων τὴν εὐσέβειαν ἐδέξω· ἀλλὰ παράπεμψον τὴν διάνοιαν εἰς ἐκείνους τοὺς χρόνους, καὶ ἐννόησον, ἄρτι τοῦ κηρύγματος καθισταμένου, καὶ τῆς ἀσεβείας ἔτι κρατούσης, καὶ βωμῶν καιομένων καὶ θυσιῶν καὶ σπονδῶν τελουμένων, καὶ τῶν πλειόνων Ἑλλήνων ὄντων, τοὺς ἐκ προγόνων διαδεξαμένους τὴν ἀσέβειαν, καὶ πατέρων καὶ πάππων καὶ ἐπιπάππων τοιούτων ὄντας ἐκγόνους, καὶ πολλὰ παρὰ τῶν δαιμόνων παθόντας κακὰ, ἀθρόον μεταστάντας, πῶς εἰκὸς ἦν διακεῖσθαι· πῶς δὲ δεδοικέναι καὶ τρέμειν τὰς τῶν δαιμόνων ἐπιβουλάς· δι᾽ οὓς καὶ αἰνιττόμενος ἔλεγε· Τινὲς δὲ τῇ συνειδήσει τοῦ εἰδωλοθύτου. Οὔτε γὰρ ἐκκαλύπτει αὐτοὺς σαφῶς, ἵνα μὴ πλήξῃ, οὔτε παρατρέχει καθόλου, ἀλλ᾽ ἀορίστως αὐτῶν μέμνηται, λέγων· Τινὲς δὲ τῇ συνειδήσει τοῦ εἰδωλοθύτου ἕως ἄρτι ὡς εἰδωλόθυτον ἐσθίουσι· τουτέστι, μετὰ τῆς αὐτῆς διανοίας, μεθ᾽ ἧς πρότερον· καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται· οὐδέπω δυναμένη καταφρονῆσαι οὐδὲ καθάπαξ αὐτῶν καταγελάσαι, ἀλλ᾽ ἔτι διακρινομένη.

Ὥσπερ ἂν εἴ τις τῷ νεκροῦ ἅπτεσθαι νομίζοι μολύνειν ἑαυτὸν κατὰ Ἰουδαϊκὴν συνήθειαν, εἶτα ἑτέρους ὁρῶν ἁπτομένους μετὰ καθαροῦ συνειδότος, μὴ ἁπτόμενος μετὰ τῆς αὐτῆς γνώμης, μολύνοιτο· οὕτω κἀκεῖνοι τότε ἔπασχον.

Τινὲς γὰρ, φησὶ, τῇ συνειδήσει τοῦ εἰδώλου ἕως ἄρτι. Οὐχ ἁπλῶς τὸ, Ἕως ἄρτι, τέθεικεν, ἀλλ᾽ ἵνα δείξῃ ὅτι οὐδὲν ἤνυσαν μὴ συγκαταβαίνοντες. Οὐδὲ γὰρ οὕτως αὐτοὺς ἐνάγειν ἐχρῆν, ἀλλ᾽ ἑτέρως πως λόγῳ πείθοντας καὶ διδασκαλίᾳ. Καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται. Οὐδαμοῦ τέως περὶ τὴν φύσιν τοῦ πράγματος τὸν λόγον ἵστησιν, ἀλλ᾽ ἄνω καὶ κάτω περὶ τὸ συνειδὸς τοῦ μεταλαμβάνοντος στρέφεται. Δέδοικε γὰρ μή πως θέλων διορθῶσαι τὸν ἀσθενῆ, πλήξῃ τὸν ἰσχυρὸν, καὶ ἀσθενῆ καὶ τοῦτον ἐργάσηται. Διόπερ οὐχ ἧττον τούτου φείδεται, ἢ ἐκείνου. Καὶ οὐκ ἀφίησιν αὐτὸ νομισθῆναί τι, ἀλλὰ πολὺν κατασκευάζει τὸν λόγον, ὥστε μὴ τοῦτο ὑποπτευθῆναι. Βρῶμα δὲ ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ. Οὔτε γὰρ ἐὰν φάγωμεν, περισσεύομεν· οὔτε ἐὰν μὴ φάγωμεν, ὑστεροῦμεν.

Ὁρᾷς πῶς πάλιν αὐτῶν καθεῖλε τὸ φρόνημα; Εἰπὼν γὰρ ὅτι οὐ μόνον ἐκεῖνοι, ἀλλὰ πάντες γνῶσιν ἔχομεν, καὶ, ὅτι οὐδεὶς οὐδὲν ἔγνωκε καθὼς δεῖ γνῶναι, καὶ, ὅτι ἡ γνῶσις φυσιοῖ· εἶτα παραμυθησάμενος αὐτοὺς, καὶ εἰπὼν, ὅτι οὐκ ἐν πᾶσιν ἡ γνῶσις, καὶ ὅτι δι᾽ ἀσθένειαν οὗτοι μολύνονται· ἵνα μὴ λέγωσιν ἐκεῖνοι, Καὶ τί πρὸς ἡμᾶς, εἰ μὴ ἐν πᾶσιν ἡ γνῶσις; διὰ τί γὰρ μὴ ἔχει γνῶσιν ὁ δεῖνα; διὰ τί ἀσθενής; ἵνα μὴ ταῦτα ἀνθυποφέρωσιν, οὐκ εὐθέως ἦλθεν ἐπὶ τὸ δεῖξαι σαφῶς, ὅτι διὰ τὴν ἐκείνου βλάβην ἀπέχεσθαι δεῖ· ἀλλὰ προακροβολισάμενος αὐτὸν μόνον πρῶτον, τὸ τούτου πλέον δείκνυσι. Ποῖον δὴ τοῦτο; Ὅτι εἰ καὶ μηδεὶς ἐβλάπτετο, μηδὲ ἡ τοῦ πλησίον προσῆν διαστροφὴ, οὐδὲ οὕτω δεῖ τοῦτο ποιεῖν· ματαιοπονεῖν γὰρ τοῦτό ἐστιν. Ὁ γὰρ ἀκούσας ὅτι βλάπτεται μὲν ἕτερος, αὐτὸς δὲ ἔχει τὸ κέρδος, οὐ σφόδρα ἀφίσταται, ἀλλὰ τότε μᾶλλον, ὅταν μάθῃ ὅτι οὐδὲν αὐτὸς ὠφελεῖται ἀπὸ τοῦ πράγματος. Διὰ τοῦτο πρῶτον τοῦτο τίθησι λέγων· Βρῶμα δὲ ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ. Εἶδες πῶς αὐτὸ ἐξευτελίζει, ὃ ἐδόκει ἀπὸ τελείας γνώσεως γίνεσθαι; Οὔτε γὰρ ἐὰν φάγωμεν, περισσεύομεν· τουτέστιν, εὐδοκιμοῦμεν παρὰ τῷ Θεῷ, ὡς ἀγαθόν τι ποιήσαντες καὶ μέγα· οὔτε ἐὰν μὴ φάγωμεν, ὑστεροῦμεν· τουτέστιν, οὐκ ἔλαττόν τι ἔχομεν.

Τέως μὲν οὖν αὐτὸ ἔδειξε περιττὸν καὶ οὐδέν· ὃ γὰρ μήτε γινόμενον ὠφελεῖ, μήτε μὴ γινόμενον βλάπτει, περιττὸν ἂν εἴη· προϊὼν δὲ καὶ τὴν βλάβην ἐκκαλύπτει πᾶσαν τοῦ πράγματος. Νῦν μέντοι τὴν εἰς τοὺς ἀδελφοὺς γινομένην λέγει· Βλέπετε γὰρ, φησὶ, μή πως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσι τῶν ἀδελφῶν. Οὐκ εἶπεν, ὅτι Ἡ ἐξουσία ὑμῶν πρόσκομμα γίνεται, οὐδὲ ἀπεφήνατο, ἵνα μὴ ἀναισχυντοτέρους ποιήσῃ· ἀλλὰ πῶς· Βλέπετε· φοβῶν αὐτοὺς καὶ ἐντρέπων, καὶ ἐπὶ ἄρνησιν ἄγων τοῦ μὴ ποιεῖν. Καὶ οὐκ εἶπεν, Ἡ γνῶσις ὑμῶν αὕτη, ὅπερ ἦν ἐγκωμίου μᾶλλον· οὐδὲ, Ἡ τελειότης ὑμῶν αὕτη· ἀλλ᾽, Ἡ ἐξουσία· ὅπερ προπετείας μᾶλλον καὶ αὐθαδείας καὶ ἀλαζονείας εἶναι ἐδόκει. Καὶ οὐκ εἶπε, Τοῖς ἀδελφοῖς, ἀλλὰ, Τοῖς ἀσθενοῦσι τῶν ἀδελφῶν· αὔξων τὴν κατηγορίαν, ὅτι οὐδὲ ἀσθενούντων φείδονται, καὶ ταῦτα ἀδελφῶν.

Ἔστω γὰρ, οὐ διορθοῖς οὐδὲ ἐγείρεις· τί καὶ ὑποσκελίζεις καὶ προσπταίειν ποιεῖς, δέον χεῖρα ὀρέγειν; Ἀλλ᾽ οὐ βούλει τοῦτο· οὐκοῦν μηδὲ καταβάλῃς. Εἰ μὲν γὰρ πονηρὸς ἦν, κολάσεως ἐδεῖτο· εἰ δὲ ἀσθενὴς, ἰατρείας. Νῦν δὲ οὐκ ἀσθενὴς μόνον, ἀλλὰ καὶ ἀδελφός.

Ὅταν γάρ τις ἴδῃ σε τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; Εἰπὼν, Βλέπετε μὴ πρόσκομμα γένηται ἡ ἐξουσία ὑμῶν αὕτη, λέγει πῶς καὶ τίνι τρόπῳ γίνεται. Καὶ πανταχοῦ τὴν ἀσθένειαν τίθησιν, ἵνα μὴ δόξῃ τῆς τοῦ πράγματος φύσεως εἶναι ἡ βλάβη, καὶ φοβεροὶ φανῶσιν οἱ δαίμονες. Νῦν μὲν γὰρ ἐγγύς ἐστιν ἀποστῆναι τέλεον τῶν εἰδώλων, φησί· σὲ δὲ ὁρῶν ἐμφιλοχωροῦντα ἐκείνοις, ἀντὶ παραινέσεως τὸ πρᾶγμα δέχεται, καὶ ἐναπομένει καὶ αὐτός.

Ὥστε οὐ τῆς ἀσθενείας μόνον ἐστὶ τῆς ἐκείνου, ἀλλὰ καὶ τῆς σῆς ἀκαιρίας ἡ ἐπιβουλή· σὺ γὰρ αὐτὸν ἀσθενέστερον ποιεῖς. Καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ βρώσει, δι᾽ ὃν Χριστὸς ἀπέθανε. Δύο γὰρ ἔχεις τὰ συγγνώμης σε ἀποστεροῦντα ἐπὶ τῇ βλάβῃ ταύτῃ, καὶ ὅτι ἀσθενὴς, καὶ ὅτι ἀδελφός· μᾶλλον δὲ καὶ τρίτον, καὶ πάντων φοβερώτερον.

Ποῖον δὴ τοῦτο; Ὅτι Χριστὸς μὲν οὐδὲ ἀποθανεῖν παρῃτήσατο ὑπὲρ αὐτοῦ, σὺ δὲ αὐτῷ οὐδὲ συγκαταβαίνειν ἀνέχῃ. Διὰ δὴ τούτων καὶ ἀναμιμνήσκει τὸν τέλειον, τίς ἦν καὶ αὐτὸς ἔμπροσθεν, καὶ ὅτι ὑπὲρ αὐτοῦ ἀπέθανε. Καὶ οὐκ εἶπεν, Ὑπὲρ οὗ καὶ ἀποθανεῖν σε ἔδει, ἀλλ᾽ ὃ πολλῷ μεῖζον ἦν, ὅτι καὶ Χριστὸς δι᾽ αὐτὸν ἀπέθανεν. Εἶτα ὁ μὲν Δεσπότης ὁ σὸς ἀποθανεῖν ὑπὲρ αὐτοῦ οὐ παρῃτήσατο, σὺ δὲ καὶ οὕτως οὐδένα αὐτοῦ ποιῇ λόγον, ὡς μηδὲ τραπέζης ἐναγοῦς ἀποσχέσθαι δι᾽ αὐτόν· ἀλλ᾽ ἐᾷς αὐτὸν ἀπόλλυσθαι μετὰ τὴν σωτηρίαν τὴν οὕτω γενομένην, καὶ τὸ δὴ χαλεπώτατον, διὰ βρῶμα; Οὐδὲ γὰρ εἶπεν, Ἐπὶ τῇ σῇ τελειότητι, οὐδὲ, Ἐπὶ τῇ σῇ γνώσει, ἀλλ᾽, Ἐπὶ τῇ σῇ βρώσει. Ὥστε τέσσαρα τὰ ἐγκλήματα καὶ σφόδρα μέγιστα, ὅτι καὶ ἀδελφὸς, καὶ ἀσθενῶν, καὶ οὗ τοσοῦτον ὁ Χριστὸς ἐποιήσατο λόγον ὡς καὶ ἀποθανεῖν ὑπὲρ αὐτοῦ, καὶ ὅτι μετὰ ταῦτα πάντα διὰ βρῶμα ἀπόλλυται. Οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε. Ὁρᾷς πῶς ἠρέμα καὶ κατὰ μικρὸν εἰς αὐτὴν τῆς παρανομίας τὴν κορυφὴν ἀνήγαγε τὸ ἁμάρτημα; Καὶ πάλιν τῆς ἀσθενείας μέμνηται τῆς ἐκείνων. Ὅπερ γὰρ ἐνόμιζον ὑπὲρ αὐτῶν εἶναι οὗτοι, τοῦτο πανταχοῦ εἰς τὴν αὐτῶν περιτρέπει κεφαλήν. Καὶ οὐκ εἶπε, Σκανδαλίζοντες, ἀλλὰ, Τύπτοντες, ὥστε τῇ ἐμφάσει τῆς λέξεως τὴν ὠμότητα ἐνδείξασθαι.

Τί γὰρ ἀπηνέστερον ἀνθρώπου γένοιτ᾽ ἂν τοῦ τὸν νοσοῦντα τύπτοντος;

Καὶ γὰρ πληγῆς ἁπάσης χαλεπώτερον τὸ σκανδαλίζειν· πολλάκις γοῦν καὶ θάνατον τοῦτο εἰργάσατο. Καὶ πῶς εἰς Χριστὸν ἁμαρτάνουσιν; Ἑνὶ μὲν τρόπῳ, ὅτι τὰ τῶν οἰκετῶν αὐτὸς οἰκειοῦται· δευτέρῳ δὲ, ὅτι εἰς τὸ σῶμα αὐτοῦ καὶ εἰς τὸ μέλος τελοῦσιν οἱ τυπτόμενοι· τρίτῳ, ὅτι τὸ ἔργον αὐτοῦ, ὃ διὰ τῆς οἰκείας ᾠκοδόμησε σφαγῆς, τοῦτο οὗτοι καθαιροῦσι διὰ τὴν οἰκείαν φιλοτιμίαν. Διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα. Τοῦτο, ὡς διδάσκαλος ἄριστος, τὸ δι᾽ ἑαυτοῦ παιδεύειν ἃ λέγει. Καὶ οὐκ εἶπεν, Εἴτε δικαίως, εἴτε ἀδίκως· ἀλλ᾽ ὁπωσοῦν. Καὶ οὐ λέγω, φησὶν, εἰδωλόθυτον, ὃ καὶ δι᾽ ἑτέραν αἰτίαν κεκώλυται· ἀλλ᾽ εἴ τι καὶ τῶν ἐν ἐξουσίᾳ καὶ συγκεχωρημένων σκανδαλίζει, καὶ ἐκείνων ἀφέξομαι· καὶ οὐ μίαν οὐδὲ δευτέραν ἡμέραν, ἀλλὰ τὸν πάντα χρόνον τῆς ζωῆς μου· Οὐ μὴ γὰρ φάγω, φησὶ, κρέα εἰς τὸν αἰῶνα. Καὶ οὐκ εἶπεν, Ἵνα μὴ ἀπολέσω τὸν ἀδελφόν· ἀλλ᾽, Ἵνα μηδὲ ἁπλῶς σκανδαλίσω. Καὶ γὰρ ἐσχάτης ἀνοίας τὰ περισπούδαστα τῷ Χριστῷ, καὶ τοιαῦτα ὡς καὶ θάνατον ἑλέσθαι δι᾽ αὐτὰ, ταῦτα οὕτως ἡμᾶς εὐκαταφρόνητα νομίζειν, ὡς μηδὲ βρωμάτων ἀπέχεσθαι δι᾽ αὐτά. Ταῦτα δὲ οὐ πρὸς ἐκείνους μόνον, ἀλλὰ καὶ πρὸς ἡμᾶς ἂν ἔχοι καιρὸν λέγεσθαι, τοὺς καταφρονοῦντας τῆς τῶν πλησίον σωτηρίας, καὶ τὰ σατανικὰ ἐκεῖνα φθεγγομένους ῥήματα.

Τὸ γὰρ λέγειν, Τί δέ μοι μέλει, ἂν ὁ δεῖνα σκανδαλίζηται, καὶ ὁ δεῖνα ἀπόλλυται; τῆς ὠμότητος τῆς ἐκείνου καὶ τῆς ἀπανθρωπίας ἐστί. Καίτοι γε τότε μὲν καὶ τῆς τῶν σκανδαλιζομένων ἦν ἀσθενείας τὸ συμβαῖνον· ἐφ᾽ ἡμῶν δὲ οὐκέτι. Τοιαῦτα γὰρ ἁμαρτάνομεν, ἃ καὶ τοὺς ἰσχυροὺς σκανδαλίζει. Ὅταν γὰρ τύπτωμεν καὶ ἁρπάζωμεν καὶ πλεονεκτῶμεν, καὶ ὡς ἀνδραπόδοις τοῖς ἐλευθέροις ἀποχρώμεθα, τίνα οὐχ ἱκανὰ ταῦτα σκανδαλίσαι;

Μὴ γὰρ εἴπῃς ὅτι ὁ δεῖνα ὑποδηματοῤῥάφος, μηδ᾽ ὅτι δευσοποιὸς ἕτερος, μηδ᾽ ὅτι χαλκοτύπος ἄλλος· ἀλλ᾽ ἐννόησον ὅτι πιστὸς καὶ ἀδελφός. Ἐκείνων γάρ ἐσμεν μαθηταὶ τῶν ἁλιέων, τῶν τελωνῶν, τῶν σκηνοῤῥάφων, ἐκείνου τοῦ τραφέντος ἐν οἰκίᾳ τέκτονος, καὶ τὴν μνηστὴν τούτου μητέρα καταξιώσαντος σχεῖν, καὶ ἐκ σπαργάνων ἐπὶ φάτνης κειμένου, καὶ οὐκ ἔχοντος ὅπου κλίνῃ τὴν κεφαλὴν, τοῦ τοσαῦτα ὁδοιποροῦντος, ὡς καὶ κοπιᾷν ἀπὸ τῆς ὁδοιπορίας, τοῦ παρ᾽ ἑτέρων τρεφομένου.

ϛʹ. Ταῦτα λογίζου, καὶ μηδὲν εἶναι νόμιζε τὸν τῦφον τὸν ἀνθρώπινον· ἀλλὰ καὶ τὸν σκηνοποιὸν, καὶ τὸν ἐπ᾽ ὀχήματος φερόμενον καὶ μυρίους παῖδας ἔχοντα καὶ σοβοῦντα ἐπὶ τῆς ἀγορᾶς, ἀδελφὸν εἶναι νόμιζε· μᾶλλον δὲ τοῦτον πλέον, ἢ ἐκεῖνον. Καὶ γὰρ ἀδελφὸς ἐκεῖνος εἰκότως ἂν λέγοιτο μᾶλλον ὁ μᾶλλον ἐοικώς.

Τίς οὖν ἔοικε τοῖς ἁλιεῦσιν; ὁ ἐκ τῆς καθ᾽ ἡμέραν ἐργασίας τρεφόμενος, καὶ μηδὲ οἰκέτην ἔχων μηδὲ καταγώγιον, ἀλλὰ πάντοθεν ἐσταυρωμένος, ἢ ἐκεῖνος ὁ τοσοῦτον περιβεβλημένος τῦφον, καὶ τὰ ἐναντία ποιῶν τοῖς τοῦ Θεοῦ νόμοις; Μὴ δὴ καταφρόνει τοῦ μᾶλλον ἀδελφοῦ· τῆς γὰρ εἰκόνος οὗτος μᾶλλον ἕστηκεν ἐγγὺς τῆς ἀποστολικῆς. Ἀλλ᾽ οὐχ ἑκὼν, ἀλλ᾽ ἀναγκαζόμενος, φησίν· οὐ γὰρ κατὰ γνώμην τοῦτο ποιεῖ. Πόθεν τοῦτο; οὐκ ἤκουσας, Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε; Ἵνα δὲ μάθῃς ὅτι οὐκ ἄκων, πρόσελθε, καὶ δὸς μύρια χρυσίου τάλαντα, καὶ ὄψει διακρουόμενον.

Ὥστε εἰ καὶ μὴ ἐκ προγόνων διεδέξατο πλοῦτον, ἀλλ᾽ ὅταν, ἐξὸν λαβεῖν, μὴ προσίηται μηδὲ προστιθῇ τοῖς οὖσι, μέγιστον δεῖγμα ἐκφέρει τοῦ χρημάτων ὑπερορᾷν. Ἐπεὶ καὶ ὁ Ἰωάννης ὁ Ζεβεδαίου τοῦ σφόδρα πένητος υἱὸς ἦν· ἀλλ᾽ οὐ δήπου διὰ τοῦτο κατηναγκασμένην αὐτοῦ τὴν πενίαν εἶναι φήσομεν.

Ὅταν οὖν ἴδῃς ὑλοκοποῦντα, σφυροκοποῦντα. ἠσβολωμένον, μὴ διὰ τοῦτο καταφρόνει, ἀλλὰ διὰ τοῦτο θαύμαζε· ἐπεὶ καὶ Πέτρος καὶ διεζώσατο καὶ σαγήνην μετεχείριζε καὶ ἡλίευε μετὰ τὴν ἀνάστασιν τοῦ Δεσπότου. Καὶ τί λέγω Πέτρον; Παῦλος γὰρ αὐτὸς οὗτος μετὰ τοὺς μυρίους διαύλους, καὶ τὰ τοσαῦτα θαύματα, ἐπὶ σκηνοῤῥαφείου ἑστὼς, δέρματα ἔῤῥαπτε, καὶ ᾐδοῦντο αὐτὸν ἄγγελοι, καὶ δαίμονες ἔτρεμον· καὶ οὐκ ᾐσχύνετο λέγων· Ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ᾽ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Καὶ τί λέγω, οὐκ ᾐσχύνετο; Καὶ ἐνεκαλλωπίζετο μὲν οὖν τούτῳ. Καὶ τίς ἐστι κατὰ τὴν ἀρετὴν τοῦ Παύλου, φησὶ, νῦν; Οἶδα κἀγὼ ὅτι οὐδεὶς, ἀλλ᾽ οὐ διὰ τοῦτο τοῦ καταφρονεῖσθαι ἄξιοι οἱ νῦν ὄντες.

Εἰ γὰρ διὰ τὸν Χριστὸν τιμᾷς, κἂν ἔσχατος ᾖ, πιστὸς δὲ, δίκαιος ἂν εἴη τιμᾶσθαι. Καὶ γὰρ εἰ στρατηγοῦ καὶ στρατιώτου ψιλοῦ παραγενομένων ἀμφοτέρων, βασιλεῖ φίλων ὄντων, σὺ τὴν οἰκίαν ἑκατέροις ἀνέῳξας, διὰ τίνος μᾶλλον ἔδοξας ἂν τὸν βασιλέα τιμᾷν; Εὔδηλον ὅτι διὰ τοῦ στρατιώτου. Ὁ μὲν γὰρ στρατηγὸς εἶχε, καὶ τῆς τοῦ βασιλέως φιλίας χωρὶς, πολλὰ ἱκανὰ πεῖσαι ταύτην παρασχεῖν αὐτῷ τὴν τιμήν· ὁ δὲ στρατιώτης οὐδὲν ἕτερον, ἢ τὴν τοῦ βασιλέως φιλίαν. Διὰ τοῦτο καὶ χωλοὺς καὶ ἀναπήρους καὶ τοὺς οὐκ ἔχοντας ἀντιδοῦναι, καλεῖσθαι ἐπὶ τὰ δεῖπνα καὶ τὰ συμπόσια ἡμῶν ἐκέλευσεν ὁ Θεὸς, ὅτι αὗται μάλιστα κυρίως εἰσὶν αἱ διὰ τὸν Θεὸν γινόμεναι εὐποιίαι. Ἂν δὲ μέγαν τινὰ καὶ περίβλεπτον ξενίσῃς, οὐχ οὕτω καθαρὰ ἐλεημοσύνη τὸ γινόμενον· ἀλλὰ μερίζεταί τι πρὸς σὲ καὶ κενοδοξία πολλάκις, καὶ τὸ παθεῖν εὖ καὶ ἐπισημότερον πολλοῖς δι᾽ ἐκεῖνον γίνεσθαι. Πολλοὺς γοῦν ἔχοιμι ἂν ἐπιδεῖξαι καὶ διὰ τοῦτο τοὺς ἐπισημοτέρους τῶν ἁγίων θεραπεύοντας, ἵνα καὶ παρὰ ἄρχουσι πλείονος δι᾽ ἐκείνων ἀπολαύσωσι παῤῥησίας, καὶ τοῖς αὐτῶν πράγμασι καὶ ταῖς οἰκίαις ἐντεῦθεν χρησιμώτεροι γίνωνται· καὶ πολλὰς τοιαύτας τοὺς ἁγίους ἐκείνους ἀπαιτοῦσι χάριτας· ὅπερ αὐτοῖς λυμαίνεται τῆς φιλοξενίας τὴν ἀντίδοσιν, ὅταν αὐτὴν γνώμῃ τοιαύτῃ μετίωσι. Καὶ τί χρὴ λέγειν περὶ τῶν ἁγίων τοῦτο;

Ὁ γὰρ παρὰ τοῦ Θεοῦ τὰς ἀμοιβὰς τῶν πόνων ἐνταῦθα ζητῶν, καὶ διὰ τὰ παρόντα μετιὼν ἀρετὴν, ἠλάττωσεν αὐτοῦ τὸν μισθόν· ὁ δὲ ὁλοκλήρους ἀπαιτῶν ἐκεῖ τοὺς στεφάνους, πολὺ θαυμαστότερος φαίνεται, κατὰ τὸν Λάζαρον ἐκεῖνον τὸν πάντα ἐκεῖ ἀπολαμβάνοντα τὰ ἀγαθὰ, κατὰ τοὺς παῖδας τοὺς τρεῖς, οἳ μέλλοντες εἰς τὴν κάμινον ἐμπίπτειν, ἔλεγον, ὅτι Ἔστι Θεὸς ἐν οὐρανοῖς ἱκανὸς ἐξελέσθαι ἡμᾶς· καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾖ ἔστησας, οὐ προσκυνοῦμεν· κατὰ τὸν Ἀβραὰμ, ὃς καὶ ἀνήγαγε τὸν υἱὸν καὶ ἔσφαξε, καὶ ταῦτα οὐκ ἐπὶ μισθῷ τινι ἔπραττεν, ἀλλὰ μίαν ἡγούμενος μεγίστην ἀμοιβὴν, τὸ ὑπακούειν τῷ Δεσπότῃ. Τούτους καὶ ἡμεῖς μιμώμεθα. Οὕτω γὰρ καὶ δαψιλὴς ἡ ἀντίδοσις ἡμῖν ἥξει τῶν ἀγαθῶν, ὅτι μετὰ τοιαύτης ἅπαντα πράττομεν γνώμης, καὶ λαμπροτέρων ἐπιτευξόμεθα στεφάνων· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΚΑʹ. Οὐκ εἰμὶ ἀπόστολος; οὐκ εἰμὶ ἐλεύθερος; οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἑώρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ; αʹ. Ἐπειδὴ εἶπεν, ὅτι Ἐὰν βρῶμα σκανδαλίζῃ τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ὅπερ οὐκ ἦν μὲν πεποιηκὼς, ὑπέσχετο δὲ ποιήσειν, εἰ χρεία ἀπαιτοίη· ἵνα μή τις λέγῃ, ὅτι Κομπάζεις εἰκῆ, καὶ φιλοσοφεῖς ἐν λόγοις, καὶ ὑπισχνῇ διὰ ῥημάτων, ὃ καὶ ἐμοὶ καὶ τῷ δεῖνι εὔκολον· εἰ γὰρ ἀπὸ ψυχῆς ταῦτα λέγεις, δεῖξον διὰ τῶν ἔργων τίνος κατεφρόνησας ὑπὲρ τοῦ μὴ σκανδαλίσαι τὸν ἀδελφόν· διὰ τοῦτο ἀναγκάζεται λοιπὸν εἰς τὴν ἀπόδειξιν τούτων καθεῖναι, καὶ δεῖξαι πῶς καὶ τῶν συγκεχωρημένων ἀπείχετο ὑπὲρ τοῦ μὴ σκανδαλίσαι. καίτοι γε οὐδενὸς αὐτὸν τοῦτο καταναγκάζοντος νόμου. Καὶ οὐ τοῦτό πω θαυμαστὸν, καίπερ ὃν θαυμαστὸν, ὅτι τῶν συγκεχωρημένων ἀπείχετο, οὐ μόνον ὑπὲρ τοῦ μὴ σκανδαλίσαι, ἀλλ᾽ ὅτι καὶ μετὰ πολλοῦ τοῦ πόνου καὶ τοῦ κινδύνου τοῦτο ἐποίει. Τί γὰρ χρὴ λέγειν περὶ τῶν εἰδωλοθύτων; φησί· Τοῦ γὰρ Χριστοῦ ἐπιτάξαντος τοὺς τὸ Εὐαγγέλιον κηρύττοντας ἐκ τῶν μαθητευομένων ζῇν, ἐγὼ τοῦτο οὐκ ἐποίησα· ἀλλ᾽ εἱλόμην, εἰ δέοι, καὶ λιμῷ καταλῦσαι τὸν βίον, καὶ τὸν χαλεπώτατον θάνατον ἀποθανεῖν, ὥστε μὴ λαβεῖν παρὰ τῶν κατηχουμένων· οὐκ ἐπειδὴ σκανδαλίζεσθαι ἔμελλον, εἰ μὴ λάβοι, ἀλλ᾽ ἐπειδὴ οἰκοδομεῖσθαι, ὃ πολλῷ πλέον ἦν.

Καὶ τούτου μάρτυρας αὐτοὺς εἰς μέσον παράγει, παρ᾽ οἷς καὶ ἐργαζόμενος καὶ λιμώττων ἔζη, καὶ παρ᾽ ἑτέρων τρεφόμενος, καὶ στενοχωρούμενος, ὥστε μὴ σκανδαλίσαι αὐτούς· καίτοι γε εἰκῆ ἐσκανδαλίζοντο· νόμον γὰρ οὗτος ἐπλήρου· ἀλλ᾽ ὅμως ἐκ περιουσίας αὐτῶν ἐφείδετο. Εἰ δὲ ὑπὲρ τὸν νόμον ἐποίησεν αὐτὸς, ἵνα μὴ σκανδαλισθῶσι, καὶ τῶν ἐπιτετραμμένων ἀπείχετο εἰς οἰκοδομὴν ἑτέρων, τίνος ἂν εἶεν ἄξιοι οὗτοι οἱ τῶν εἰδωλοθύτων μὴ ἀπεχόμενοι, καὶ ταῦτα πολλῶν ἐντεῦθεν ἀπολλυμένων, ὃ καὶ χωρὶς τοῦ σκανδάλου φυγεῖν ἔδει διὰ τὸ τῶν δαιμόνων εἶναι τὴν τράπεζαν; Τὸ μὲν οὖν κεφάλαιον ἅπαν τοῦτό ἐστιν, ὃ διὰ πολλῶν ἐργάζεται στίχων. Δεῖ δὲ ἄνωθεν ἐπεξελθεῖν τοῖς προκειμένοις. Οὐδὲ γὰρ σαφῶς αὐτὸ οὕτως, ὥσπερ εἶπον, τέθεικεν, οὐδὲ εὐθέως αὐτῷ ἐπιπηδᾷ, ἀλλ᾽ ἑτέρωθεν ἄρχεται, οὕτω λέγων· Οὐκ εἰμὶ ἀπόστολος; Μετὰ γὰρ τῶν εἰρημένων καὶ αὕτη οὐ μικρὰ διαφορὰ, τὸ καὶ Παῦλον εἶναι τὸν ταῦτα ποιοῦντα. Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι Ἔξεστιν ἀπογεύεσθαι σφραγίζοντι, τέως μὲν οὐχ ἵσταται πρὸς τοῦτο, ἀλλὰ λέγει, ὅτι Εἰ καὶ ἐξῆν, οὐκ ἔδει διὰ τὴν βλάβην τῶν ἀδελφῶν τοῦτο ποιεῖν· ὕστερον δὲ δείκνυσιν ὅτι οὐδὲ ἔξεστι. Νῦν μέντοι τὸ πρότερον κατασκευάζει ἀπὸ τῶν καθ᾽ ἑαυτόν· καὶ μέλλων λέγειν, ὅτι οὐδὲν παρ᾽ αὐτῶν ἔλαβεν, οὐκ εὐθέως αὐτὸ τίθησιν, ἀλλὰ τὸ ἀξίωμα αὐτοῦ πρῶτον λέγει· Οὐκ εἰμὶ ἀπόστολος; οὐκ εἰμὶ ἐλεύθερος;

Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι Εἰ καὶ μὴ ἔλαβες, ἐπειδὴ ἐξὸν μὴ ἦν, οὐκ ἔλαβες, διὰ τοῦτο πρῶτον τίθησι τὰς αἰτίας, δι᾽ ἃς εὐλόγως ἂν ἔλαβεν, εἴπερ ἐβούλετο λαβεῖν.

Εἶτα ἵνα μὴ δόξῃ τοὺς περὶ Πέτρον διαβάλλων ταῦτα λέγειν (καὶ γὰρ ἐλάμβανον ἐκεῖνοι), πρότερον δείκνυσιν, τί ἐξῆν ἐκείνοις λαμβάνειν· εἶτα ἵνα μή τις εἴπῃ, ὅτι Πέτρῳ μὲν ἐξῆν λαμβάνειν, σοὶ δὲ οὐκ ἐξῆν, προκαταλαμβάνει τὸν ἀκροατὴν τοῖς ἐγκωμίοις τοῖς περὶ ἑαυτοῦ. Καὶ ὁρῶν ἀνάγκην οὖσαν ἑαυτὸν ἐγκωμιάσαι (οὕτω γὰρ Κορίνθιοι διωρθοῦντο), καὶ μηδὲν βουλόμενος μέγα περὶ ἑαυτοῦ εἰπεῖν, ὅρα πῶς ἀμφοτέροις εἰς δέον κέχρηται, τοσοῦτον ἑαυτὸν ἐπαινῶν, οὐχ ὅσον ἑαυτῷ συνῄδει, ἀλλ᾽ ὅσον ἀπῄτει τῆς προκειμένης ὑποθέσεως ἡ χρεία. Δυνάμενος γὰρ εἰπεῖν, ὅτι Ἐμὲ μάλιστα πάντων ἐχρῆν λαμβάνειν· καὶ μᾶλλον ἢ ἐκείνους, ὅτι περισσότερον αὐτῶν ἐκοπίασα, τοῦτο μὲν οὐ λέγει, ὅπερ εἶχεν ὑπεροχήν· ἀφ᾽ ὧν δὲ ἦσαν ἐκεῖνοι μεγάλοι, καὶ ἀφ᾽ ὧν δικαίως ἐλάμβανον, ταῦτα τίθησι μόνα, λέγων οὕτως· Οὐκ εἰμὶ ἀπόστολος; οὐκ εἰμὶ ἐλεύθερος; Τουτέστιν, οὐκ ἐξουσίαν ἔχω ἐμαυτοῦ; μὴ ὑπό τινά εἰμι τὸν ἀναγκάζοντά με καὶ κωλύοντα λαβεῖν; Ἀλλ᾽ ἔχουσί τι πλέον ἐκεῖνοι, τὸ μετὰ Χριστοῦ γενέσθαι. Ἀλλ᾽ οὐδὲ τούτου ἐστέρημαι· διὰ τοῦτο λέγει, Οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἑώρακα; Ἔσχατον γὰρ πάντων, φησὶν, ὡσπερεὶ τῷ ἐκτρώματι, ὤφθη κἀμοί. Οὐ μικρὸν δὲ καὶ τοῦτο ἀξίωμα ἦν. Πολλοὶ γὰρ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν, ἃ βλέπετε, φησὶ, καὶ οὐκ εἶδον· καὶ, Ἐλεύσονται ἡμέραι, ὅτε θελήσετε μίαν τούτων ἰδεῖν τῶν ἡμερῶν.

Τί οὖν, εἰ καὶ ἀπόστολος εἶ καὶ ἐλεύθερος καὶ τὸν Χριστὸν ἑώρακας, οὐδὲν δὲ ἐπεδείξω ἀποστόλου ἔργον, πῶς ὀφείλεις λαμβάνειν; Διὰ τοῦτο μετὰ ταῦτα ἐπήγαγεν· Οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ; Τὸ γὰρ μέγα τοῦτό ἐστιν· ἐκεῖνα γὰρ οὐδὲν ὠφελεῖ τούτου χωρίς.

Ἐπεὶ καὶ Ἰούδας καὶ ἀπόστολος ἦν καὶ ἐλεύθερος ἦν καὶ τὸν Χριστὸν εἶδεν· ἀλλ᾽ ἐπειδὴ ἀποστόλου ἔργον οὐκ εἶχεν, οὐδὲν αὐτὸν ἐκεῖνα ὤνησε. Διὰ δὴ τοῦτο καὶ τοῦτο προστίθησι, καὶ αὐτοὺς μάρτυρας καλεῖ. Καὶ ἐπειδὴ μέγα ἐφθέγξατο, ὅρα πῶς αὐτὸ κολάζει λέγων, Ἐν Κυρίῳ· τουτέστι, Τοῦ Θεοῦ τὸ ἔργον ἐστὶν, οὐκ ἐμόν. Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι.

βʹ. Ὁρᾷς πῶς οὐκ ἐστὶ περιττός; Καίτοι γε εἶχε τὴν οἰκουμένην εἰπεῖν καὶ ἔθνη βάρβαρα καὶ γῆν καὶ θάλατταν· ἀλλ᾽ ὅμως οὐδὲν ἐκείνων λέγει, ἀλλὰ κατὰ συνδρομὴν καὶ ἐκ περιουσίας νικᾷ. Τί γάρ μοι τῶν περιττῶν χρεία, φησὶν, ὅταν καὶ ταῦτα ἀρκῇ πρὸς τὴν παροῦσάν μοι ὑπόθεσιν; Οὐ λέγω τοίνυν τὰ παρ᾽ ἄλλοις κατορθώματά μοι γεγενημένα, ἀλλ᾽ ὧν ὑμεῖς ἐστε μάρτυρες. Ὥστε εἰ καὶ μηδαμόθεν ἄλλοθεν, παρ᾽ ὑμῶν μάλιστά με ἐχρῆν λαβεῖν. Ἀλλ᾽ ὅμως παρ᾽ ὧν μάλιστά με ἔδει λαβεῖν (διδάσκαλος γὰρ ὑμῶν ἐγενόμην), παρὰ τούτων οὐκ ἔλαβον. Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι.

Πάλιν κατὰ συνδρομὴν τὸν λόγον τίθησι· καὶ γὰρ τῆς οἰκουμένης ἀπόστολος ἦν. Ἀλλ᾽ ὅμως οὐ λέγω τοῦτο, φησὶν, οὐδὲ μάχομαι καὶ φιλονεικῶ, ἀλλὰ τὸ ὑμέτερον τίθημι. Ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε· τουτέστιν, ἡ ἀπόδειξις.

Κἂν βούληταί τις, φησὶ, μαθεῖν πόθεν ὅτι ἀπόστολός εἰμι, ὑμᾶς προβάλλομαι· πάντα γὰρ τὰ τοῦ ἀποστόλου ἐν ὑμῖν ἐπεδειξάμην, καὶ οὐδὲν ἐνέλιπον· ὅπερ καὶ ἐν τῇ δευτέρᾳ φησὶν ἐπιστολῇ. Εἰ καὶ οὐδέν εἰμι, λέγων, τὰ μέντοι σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ, ἐν σημείοις καὶ τέρασι καὶ δυνάμεσι. Τί γάρ ἐστιν ᾧ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς Ἐκκλησίας;

Διὰ τοῦτό φησιν· Ἡ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε. Καὶ γὰρ καὶ σημεῖα ἐπεδειξάμην, καὶ λόγῳ ἐδίδαξα, καὶ κινδύνους ὑπέμεινα, καὶ βίον παρεσχόμην ἄληπτον. Καὶ ταῦτα ὅλα διὰ τῶν ἐπιστολῶν τῶν δύο τούτων ἔστιν ἰδεῖν, πῶς ἑκάστου τούτων παρέχεται αὐτοῖς ἀπόδειξιν μετὰ ἀκριβείας ἁπάσης. Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσίν ἐστιν αὕτη. Τί ἐστιν, ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσίν ἐστιν αὕτη; Τοῖς ζητοῦσι μαθεῖν πόθεν ὅτι ἀπόστολός εἰμι, ἢ τοῖς ἐγκαλοῦσί μοι ὡς χρήματα λαμβάνοντι, ἢ ἐρωτῶσι τὴν αἰτίαν δι᾽ ἣν οὐ λαμβάνω, ἢ τοῖς βουλομένοις με δεῖξαι οὐκ ὄντα ἀπόστολον, ἡ ὑμετέρα κατήχησις καὶ ταῦτα ἃ μέλλω λέγειν, ἀπόδειξις καὶ ἀπολογία γίνεται. Ποῖα δὴ ταῦτα; Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν;

Καὶ πῶς ταῦτα ἀπολογία; Ὅτι ὅταν φαίνωμαι καὶ τῶν συγκεχωρημένων ἀπεχόμενος, οὐκ ἂν εἴην δίκαιος ὑποπτεύεσθαι, ὡς ἀπατεὼν ἢ ἐπὶ χρήμασί τι ποιῶν. Τά τε οὖν ἔμπροσθεν εἰρημένα, καὶ ἡ ὑμετέρα διδασκαλία, καὶ ταῦτα, ἅπερ εἶπον, ἀρκεῖ εἰς ἀπολογίαν ὑμῖν, καὶ πρὸς ἅπαντας τοὺς ἀνακρίνοντάς με ἐντεῦθεν ἵσταμαι, ἐκεῖνά τε λέγων καὶ ταῦτα· Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν; Ἀλλ᾽ ὅμως καὶ ἔχων, ἀπέχομαι. Τί οὖν, οὐκ ἔτρωγεν οὐδὲ ἔπινε; Μάλιστα μὲν πολλαχοῦ οὔτε ἔτρωγεν οὔτε ἔπινε· καὶ γὰρ, Ἐν λιμῷ, φησὶ, καὶ δίψει, ἐν ψύχει καὶ γυμνότητι διετρίβομεν. Ἐνταῦθα μέντοι οὐ τοῦτο λέγει, ἀλλὰ τί; Οὐ τρώγομεν οὐδὲ πίνομεν παρὰ τῶν μαθητευομένων λαμβάνοντες, καίτοι γε ἐξουσίαν ἔχοντες τοῦ λαβεῖν. Μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου καὶ Κηφᾶς;

Ὅρα σοφίαν· τὸν κορυφαῖον ὕστερον τέθεικε· τὸ γὰρ ἰσχυρότερον τῶν κεφαλαίων τότε τίθεται. Οὐδὲ γὰρ οὕτω θαυμαστὸν ἦν δεῖξαι τοὺς ἄλλους τοῦτο ποιοῦντας, ὡς τὸν πρωτοστάτην καὶ τὰς κλεῖς ἐμπιστευθέντα τῶν οὐρανῶν. Πλὴν οὐ μόνον τίθησιν, ἀλλὰ πάντας, μονονουχὶ λέγων· ἄν τε καταδεεστέρους ζητῇς, ἄν τε ὑπερέχοντας, ἁπάντων κεῖται τὰ ὑποδείγματα. Καὶ γὰρ οἱ ἀδελφοὶ τοῦ Κυρίου τῆς προτέρας ἀπιστίας ἀπαλλαγέντες, τῶν δοκίμων ἦσαν γεγενημένοι, εἰ καὶ μὴ πρὸς τοὺς ἀποστόλους ἔφθανον. Διὸ δὴ καὶ μέσους αὐτοὺς τέθεικεν, ἑκατέρωθεν τοὺς ἄκρους θείς. Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι;

Ὅρα τὴν ταπεινοφροσύνην καὶ τὴν παντὸς φθόνου καθαρεύουσαν ψυχὴν, πῶς ὃν ᾔδει κοινωνοῦντα αὐτῷ τῆς ἀκριβείας, οὐκ ἀπέκρυψεν. Εἰ γὰρ τὰ ἄλλα κοινὰ, πῶς τοῦτο οὐ κοινόν; ἀπόστολοι κἀκεῖνοι καὶ ἡμεῖς, καὶ ἐλεύθεροι, καὶ τὸν Χριστὸν ἑωράκαμεν καὶ τὰ τῶν ἀποστόλων ἐπεδειξάμεθα.

Οὐκοῦν καὶ ἡμεῖς ἐξουσίαν ἔχομεν καὶ τοῦ ἀργοῦντες ζῇν, καὶ τοῦ τρέφεσθαι παρὰ τῶν μαθητευομένων. Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; Ἐπειδὴ, ὅπερ ἰσχυρότατον ἦν, ἐκ τῶν ἀποστόλων ἀπέδειξεν, ὅτι ἔξεστι τοῦτο ποιεῖν, ἐπὶ παραδείγματα λοιπὸν ἔρχεται καὶ τὴν κοινὴν συνήθειαν, ὅπερ ἔθος αὐτῷ ποιεῖν, Τίς στρατεύεται ἰδίοις ὀψωνίοις, λέγων. Σὺ δέ μοι σκόπει πῶς τὰ ὑποδείγματα σφόδρα ἁρμόδια τῇ προκειμένῃ ἤγαγεν ὑποθέσει, καὶ πῶς πρῶτον μέμνηται τοῦ ἐπικινδύνου, στρατιᾶς καὶ ὅπλων καὶ πολέμων. Τοιοῦτον γὰρ ἡ ἀποστολὴ, μᾶλλον δὲ καὶ τούτων πολλῷ μεῖζον. Οὐδὲ γὰρ πρὸς ἀνθρώπους μόνον ὁ πόλεμος ἦν αὐτοῖς, ἀλλὰ καὶ πρὸς δαίμονας, καὶ πρὸς τὸν ἐκείνων ἀρχηγὸν ἡ παράταξις. Ὃ τοίνυν φησὶ, τοῦτό ἐστιν, ὅτι Ὃ οὐδὲ οἱ ἔξωθεν ἄρχοντες ἀπαιτοῦσιν, οἱ ὠμοὶ καὶ ἄδικοι, στρατεύεσθαι καὶ κινδυνεύειν, καὶ οἴκοθεν τρέφεσθαι τοὺς στρατευομένους· πῶς οὖν ὁ Χριστός ποτε τοῦτο ἀπῄτησεν ἄν; Καὶ οὐδὲ ἑνὶ ἀρκεῖται παραδείγματι.

Τὸν γὰρ ἀφελέστερον καὶ παχύτερον καὶ τοῦτο μάλιστα ἀναπαύειν εἴωθε, τὸ καὶ τὴν κοινὴν συνήθειαν ὁρᾷν τοῖς τοῦ Θεοῦ νόμοις συμβαίνουσαν. γʹ. Διὸ καὶ ἐφ᾽ ἕτερον πρόεισι, καί φησι· Τίς φυτεύει ἀμπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει, Δι᾽ ἐκείνου μὲν γὰρ τοὺς κινδύνους, διὰ δὲ τούτου τὸν πόνον καὶ τὴν πολλὴν ταλαιπωρίαν καὶ ἐπιμέλειαν ἐνέφηνε. Καὶ τρίτον πάλιν ὑπόδειγμα προστίθησι, λέγων· Τίς ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος αὐτῆς οὐκ ἐσθίει; Τὴν κηδεμονίαν τὴν πολλὴν τὴν διδασκάλῳ πρέπουσαν περὶ τοὺς ἀρχομένους ἐπιδείκνυται. Καὶ γὰρ καὶ στρατιῶται καὶ γεωργοὶ καὶ ποιμένες ἦσαν οἱ ἀπόστολοι, οὐ γῆς οὐδὲ ἀλόγων οὐδὲ πολέμων αἰσθητῶν, ἀλλὰ ψυχῶν λογικῶν καὶ τῆς πρὸς τοὺς δαίμονας παρατάξεως.

Παρατηρητέον δὲ κἀκεῖνο, ὅπως πανταχοῦ τὴν συμμετρίαν ἐφύλαξε, τὸ χρειῶδες ζητῶν μόνον, οὐχὶ τὸ περιττόν. Οὐ γὰρ εἶπε, Τίς στρατεύεται, καὶ οὐ πλουτεῖ· ἀλλὰ, Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; οὐδὲ εἶπε, Τίς φυτεύει ἀμπελῶνα, καὶ οὐ συνάγει χρυσίον, ἢ τὸν καρπὸν ὁλόκληρον οὐ τρυγᾷ; ἀλλ᾽, Ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; οὐδὲ εἶπε, Τίς ποιμαίνει ποίμνην, καὶ οὐκ ἐμπορεύεται τοὺς ἄρνας; ἀλλὰ πῶς; Καὶ ἐκ τοῦ γάλακτος αὐτῆς οὐκ ἐσθίει; οὐκ ἐκ τῶν ἀρνῶν, ἀλλ᾽ Ἐκ τοῦ γάλακτος· δεικνὺς ὅτι μικρᾷ παραμυθίᾳ τὸν διδάσκαλον ἀρκεῖσθαι δεῖ, καὶ τῇ ἀναγκαίᾳ μόνῃ τροφῇ. Ταῦτα πρὸς τοὺς βουλομένους πάντα κατεσθίειν καὶ τὸν καρπὸν ὁλόκληρον τρυγᾷν. Οὕτω καὶ ὁ Κύριος ἐνομοθέτησε, λέγων· Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν. Οὐ τοῦτο δὲ μόνον διὰ τῶν ὑποδειγμάτων κατασκευάζει, ἀλλὰ καὶ δείκνυσιν ὁποῖον εἶναι χρὴ τὸν ἱερέα. Καὶ γὰρ στρατιώτου ἀνδρείαν κεκτῆσθαι δεῖ καὶ γεωργοῦ ἐπιμέλειαν καὶ ποιμένος κηδεμονίαν, καὶ μετὰ ταῦτα πάντα μηδὲν πλέον τῶν ἀναγκαίων ζητεῖν. Δείξας τοίνυν καὶ ἀπὸ τῶν ἀποστόλων, ὅτι οὐ κεκώλυται λαμβάνειν τὸν διδάσκαλον, καὶ ἀπὸ τῶν κατὰ τὸν βίον παραδειγμάτων, καὶ ἐπὶ τρίτον κεφάλαιον ἔρχεται, οὕτω λέγων· Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; ἢ οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει;

Ἐπειδὴ γὰρ τέως ἀπὸ Γραφῶν οὐδὲν εἶπεν, ἀλλὰ τὴν κοινὴν συνήθειαν προεβάλετο, Μὴ νομίσητέ με, φησὶ, τούτοις ἰσχυρίζεσθαι μόνοις, μηδὲ ἀφ᾽ ὧν τοῖς ἀνθρώποις δοκεῖ, ταῦτα νομοθετεῖν. Ἔχω γὰρ δεῖξαι, ὅτι καὶ τῷ Θεῷ ταῦτα δοκεῖ, καὶ παλαιὸν ἀναγινώσκω νόμον ταῦτα κελεύοντα. Διὸ καὶ κατ᾽ ἐρώτησιν προάγει τὸν λόγον, ὅπερ ἐπὶ τῶν σφόδρα ὡμολογημένων γίνεται, οὕτω λέγων· Μὴ κατὰ ἄνθρωπον ταῦτα λέγω; Τουτέστι, Μὴ ἐξ ἀνθρωπίνων μόνων παραδειγμάτων ἰσχυρίζομαι; Ἦ οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει;

Ἐν γὰρ τῷ νόμῳ Μωϋσέως γέγραπται· Οὐ φιμώσεις βοῦν ἀλοῶντα. Καὶ τίνος ἕνεκεν ἐμνήσθη τούτου, τὸ τῶν ἱερέων ὑπόδειγμα ἔχων; Ἐκ πολλῆς τῆς περιουσίας αὐτὸ κατασκευάσαι βουλόμενος. Εἶτα, ἵνα μή τις λέγῃ, Καὶ τί πρὸς ἡμᾶς τὸ περὶ τῶν βοῶν εἰρημένον; ἐπεξεργάζεται αὐτὸ μετὰ ἀκριβείας λέγων· Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; Οὐ μέλει οὖν περὶ τῶν βοῶν, εἰπέ μοι, τῷ Θεῷ; Μέλει μὲν οὖν, οὐχ οὕτω δὲ, ὡς καὶ νόμον θεῖναι ὑπὲρ τούτου.

Ὥστε εἰ μὴ μέγα τι ᾐνίττετο, ἐγγυμνάζων τοῖς ἀλόγοις τοὺς Ἰουδαίους εἰς τὸ εἶναι φιλανθρώπους, καὶ ἀπὸ τούτων καὶ περὶ τῶν διδασκάλων αὐτοῖς διαλεγόμενος, οὐκ ἂν τοσαύτην ἐποιήσατο σπουδὴν, ὡς καὶ νόμον γράψαι ὑπὲρ τοῦ μὴ κημοῦσθαι τοὺς βοῦς. Ἐντεῦθεν καὶ ἕτερόν τι δείκνυσι, πολὺν τὸν πόνον τῶν διδασκάλων καὶ ὄντα, καὶ εἶναι ὀφείλοντα· καὶ ἕτερον πάλιν. Ποῖον δὴ τοῦτο; Ὅτι ὅσαπερ ἂν ὑπὲρ τῆς τῶν ἀλόγων ἐπιμελείας παρὰ τῆς Παλαιᾶς λέγηται, προηγουμένως εἰς τὴν τῶν ἀνθρώπων συντελεῖ διδασκαλίαν· ὥσπερ οὖν καὶ τὰ ἄλλα ἅπαντα, οἷον τὰ περὶ ἱματίων ποικίλων, καὶ τὰ περὶ ἀμπελώνων καὶ σπερμάτων καὶ τοῦ μὴ διάφορον ποιεῖν τὴν γῆν, τὰ περὶ λέπρας, καὶ τὰ ἄλλα, ὡς εἰπεῖν, ἅπαντα. Παχυτέροις γὰρ οὖσιν ἐντεῦθεν διελέγετο, κατὰ μικρὸν ἀναβιβάζων αὐτούς. Καὶ ὅρα πῶς αὐτὸ οὐδὲ κατασκευάζει λοιπὸν, ἅτε φανερὸν ὂν καὶ αὐτόθεν δῆλον. Εἰπὼν γὰρ, Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; ἐπήγαγεν, Ἦ δι᾽ ἡμᾶς πάντως λέγει; οὐδὲ τὸ, Πάντως, ἁπλῶς προσθεὶς, ἀλλ᾽ ἵνα μὴ συγχωρήσῃ μηδ᾽ ὁτιοῦν ἀντειπεῖν τῷ ἀκροατῇ. Καὶ ἐπιμένει τῇ μεταφορᾷ λέγων καὶ ἀποφαινόμενος· Δι᾽ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ἐπ᾽ ἐλπίδι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾷν· τουτέστιν, ὁ διδάσκαλος ὀφείλει τῶν πόνων τὰς ἀμοιβὰς ἔχειν· καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ᾽ ἐλπίδι. Καὶ θέα σύνεσιν.

Ἀπὸ γὰρ τοῦ σπόρου ἐπὶ τὴν ἅλω τὸ πρᾶγμα μετήνεγκε, πάλιν κἀνταῦθα τοὺς πολλοὺς ἱδρῶτας τῶν διδασκάλων ἐμφαίνων, ὅτι αὐτοὶ καὶ ἀροτριῶσι καὶ τὴν ἅλω τρίβουσι. Καὶ ἐπὶ μὲν τοῦ ἀροτριᾷν, ἐπειδὴ οὐδὲν ἦν καρπώσασθαι, ἀλλὰ πόνον, τὴν ἐλπίδα τέθεικεν· ἐπὶ δὲ τοῦ τρίβειν τὴν ἅλω, ἤδη τὴν ἀπόλαυσιν ἐχαρίσατο λέγων· Καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχει.

δʹ. Εἶτα, ἵνα μὴ λέγῃ τις, Αὕτη οὖν ἡ τῶν τοσούτων ἱδρώτων ἀμοιβή; προσέθηκεν, Ἐπ᾽ ἐλπίδι, τουτέστι, τῇ μελλούσῃ. Οὐδὲν οὖν ἕτερον τὸ στόμα ἀκήμωτον ὃν τοῦ ζώου τούτου βοᾷ, ἢ ὅτι τοὺς διδασκάλους τοὺς πονοῦντας δεῖ καὶ ἀμοιβῆς ἀπολαύειν. Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα, εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; Ἰδοὺ καὶ τέταρτον προστίθησι λογισμὸν ὑπὲρ τοῦ δεῖν παρέχειν.

Ἐπειδὴ γὰρ εἶπε, Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; καὶ, Τίς φυτεύει ἀμπελῶνα; καὶ, Τίς ποιμαίνει ποίμνην; καὶ παρήγαγε τὸν βοῦν τὸν ἀλοῶντα, δείκνυσι καὶ ἄλλην αἰτίαν εὐλογωτάτην, δι᾽ ἣν ἦσαν δίκαιοι λαβεῖν, ὡς πολλῷ μείζονα παρεσχηκότες, οὐκέτι ὡς καμόντες μόνον. Τίς οὖν ἐστιν; Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα, εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν;

Εἶδες δικαιοτάτην αἰτίαν καὶ τῶν προτέρων εὐλογωτέραν; Ἐκεῖ μὲν γὰρ, φησὶ, σαρκικὸς ὁ σπόρος, σαρκικὸς καὶ ὁ καρπός· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ᾽ ὁ μὲν σπόρος πνευματικὸς, ἡ δὲ ἀντίδοσις σαρκική. Ἵνα γὰρ μὴ μέγα φρονῶσιν οἱ παρέχοντες τοῖς διδασκάλοις, ἔδειξεν ὅτι μείζονα λαμβάνουσιν, ἢ διδόασιν.

Οἱ μὲν γὰρ γεωργοὶ, ἅπερ ἂν κατασπείρωσι, ταῦτα καὶ λαμβάνουσιν· ἡμεῖς δὲ σπείροντες εἰς τὰς ὑμετέρας ψυχὰς πνευματικὰ, θερίζομεν σαρκικά· τοιοῦτον γὰρ ἡ παρ᾽ αὐτῶν διδομένη τροφή. Εἶτα καὶ ἐντρεπτικώτερον· Εἰ ἄλλοι τῆς ἐξουσίας ὑμῶν μετέχουσιν, οὐ πολλῷ μᾶλλον ἡμεῖς; Ἰδοὺ καὶ ἕτερος πάλιν λογισμὸς, καὶ αὐτὸς ἐκ παραδειγμάτων, ἀλλ᾽ οὐχ ὁμοίων. Οὐδὲ γὰρ Πέτρου μέμνηται ἐνταῦθα, οὔτε τῶν ἀποστόλων, ἀλλ᾽ ἑτέρων τινῶν νόθων, πρὸς οὓς ὕστερον ἀποδύεται, καὶ περὶ ὧν φησιν· Εἴ τις ὑμᾶς κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις εἰς πρόσωπον ὑμᾶς διαίρει· καὶ τὸν πρὸς ἐκείνους ἤδη προανακρούεται πόλεμον.

Διὸ οὐδὲ εἶπεν, Εἰ ἄλλοι λαμβάνουσι παρ᾽ ὑμῶν, ἀλλὰ δεικνὺς αὐτῶν τὴν αὐθάδειαν καὶ τὴν τυραννίδα καὶ τὴν ἐμπορίαν, φησίν· Εἰ ἄλλοι τῆς ὑμῶν ἐξουσίας μετέχουσι· τουτέστι, κρατοῦσιν ὑμῶν, ἐξουσιάζουσιν, ὡς οἰκέταις ἀποκέχρηνται, οὐ λαμβάνοντες μόνον, ἀλλὰ καὶ μετὰ πολλῆς σπουδῆς καὶ τῆς αὐθεντίας. Διὸ προσέθηκεν, Οὐ πολλῷ μᾶλλον ἡμεῖς; ὅπερ οὐκ ἂν, εἰ περὶ τῶν ἀποστόλων ὁ λόγος ἦν, εἶπεν ἄν. Ἀλλ᾽ εὔδηλον ὅτι τινὰς αἰνίττεται λυμεῶνας καὶ ἀπατῶντας αὐτούς. Ὥστε μετὰ τοῦ νόμου τοῦ Μωϋσέως καὶ ὑμεῖς αὐτοὶ νόμον τεθείκατε ὑπὲρ τοῦ δεῖν παρέχειν. Εἰπὼν δὲ, Οὐ πολλῷ μᾶλλον ἡμεῖς; οὐ κατασκευάζει διὰ τί οὐ πολλῷ μᾶλλον, ἀλλ᾽ ἀφίησιν αὐτῶν τῷ συνειδότι τὸν ἔλεγχον, ὁμοῦ καὶ φοβῆσαι βουλόμενος καὶ ἐντρέψαι μειζόνως. Ἀλλ᾽ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ. Τουτέστιν, Οὐκ ἐλάβομεν. Ὁρᾷς διὰ πόσων κατασκευάσας πρότερον, ὅτι οὐ παράνομον τὸ λαμβάνειν, τότε εἶπεν, ὅτι Οὐ λαμβάνομεν, ἵνα μὴ δόξῃ ὡς κεκωλυμένου ἀπέχεσθαι;

Οὐ γὰρ, ἐπειδὴ μὴ ἔξεστι, φησὶν, οὐ λαμβάνω· ἔξεστι γὰρ, καὶ τοῦτο ἀπὸ πολλῶν ἀπεδείξαμεν, ἀπὸ τῶν ἀποστόλων, ἀπὸ τῶν ἐν βίῳ πραγμάτων, τοῦ στρατιώτου καὶ τοῦ γεωργοῦ καὶ τοῦ ποιμένος, ἀπὸ τοῦ νόμου Μωϋσέως, ἀπ᾽ αὐτῆς τοῦ πράγματος τῆς φύσεως, ὅτι ἐσπείραμεν ὑμῖν πνευματικὰ, ἀφ᾽ ὧν ὑμεῖς περὶ τοὺς ἄλλους πεποιήκατε· ἀλλ᾽ ὥσπερ, ἵνα μὴ δόξῃ καταισχύνειν τοὺς ἀποστόλους τοὺς λαμβάνοντας, ταῦτα τέθεικεν, ἐντρέπων αὐτοὺς καὶ δεικνὺς, ὅτι οὐ κεκωλυμένου πράγματος ἀπέχεται· οὕτω πάλιν, ἵνα μὴ διὰ τῆς πολλῆς κατασκευῆς καὶ τῶν παραδειγμάτων τῶν πολλῶν, δι᾽ ὧν ἔδειξεν ὅτι δεῖ λαμβάνειν, δόξῃ ἐπιζητεῖν τὸ λαμβάνειν καὶ διὰ τοῦτο ταῦτα λέγειν, ἤδη διορθοῦται αὐτό· καὶ σαφέστερον μὲν ὕστερον αὐτὸ τέθεικεν, ὅταν λέγῃ· Οὐκ ἔγραψα δὲ ταῦτα, ἵνα οὕτω γένηται ἐν ἐμοί· ἐνταῦθα δέ φησιν, ὅτι Οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ. Καὶ τὸ δὴ μεῖζον, ὅτι οὐδὲ ἐκεῖνο ἔχοι τις ἂν εἰπεῖν, ὅτι Ἐν εὐρυχωρίᾳ ὄντες οὐκ ἐχρησάμεθα, ἀλλὰ καὶ ἀνάγκης κατεπειγούσης, οὐκ εἴξαμεν τῇ ἀνάγκῃ· ὃ καὶ ἐν τῇ δευτέρᾳ φησίν· Ἄλλας Ἐκκλησίας ἐσύλησα, λαβὼν ὀψώνια πρὸς τὴν ὑμῶν διακονίαν· καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς, οὐ κατενάρκησα οὐδενός· καὶ ἐν ταύτῃ πάλιν· Καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα. Καὶ ἐνταῦθα πάλιν τὸ αὐτὸ αἰνίττεται λέγων, Ἀλλὰ πάντα στέγομεν.

Εἰπὼν γὰρ, ὅτι Πάντα στέγομεν, καὶ λιμὸν αἰνίττεται καὶ στενοχωρίαν πολλὴν καὶ τὰ ἄλλα πάντα. Ἀλλ᾽ οὐδὲ οὕτως ἠναγκάσθημεν, φησὶ, λῦσαι τὸν νόμον, ὃν ἑαυτοῖς τεθείκαμεν. Διὰ τί; Ἵνα μὴ ἐγκοπήν τινα δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ.

Ἐπειδὴ γὰρ ἀσθενέστερον Κορίνθιοι διέκειντο, Ἵνα μὴ πλήξωμεν ὑμᾶς, φησὶ, λαμβάνοντες, εἱλόμεθα καὶ ὑπὲρ τὰ ἐπιτεταγμένα ποιῆσαι, ἢ ἐγκοπήν τινα δοῦναι τῷ εὐαγγελίῳ, τουτέστι, τῇ κατηχήσει ὑμῶν. Εἰ δὲ ἡμεῖς, καὶ ἐπιτετραμμένον ἡμῖν, καὶ πολλὴν πάσχοντες βίαν, καὶ ἀποστόλους ἔχοντες ὑπόδειγμα, οὐκ ἐποιήσαμεν, Ἵνα μὴ ἐγκοπὴν δῶμεν (καὶ οὐκ εἶπεν, ἀνατροπὴν, ἀλλ᾽ Ἐγκοπὴν, καὶ οὐχ ἁπλῶς ἐγκοπὴν, ἀλλ᾽, Ἐγκοπήν τινα· ἵνα μηδὲ τὴν τυχοῦσαν, ὡς ἂν εἴποι τις, μέλλησιν καὶ ἀναβολὴν ἐμποιήσωμεν τῷ δρόμῳ τοῦ λόγου)· εἰ τοίνυν ἡμεῖς τοσαύτῃ ἐχρησάμεθα τῇ σπουδῇ, φησὶ, πόσῳ μᾶλλον ὑμᾶς τοὺς καὶ πολὺ τῶν ἀποστόλων ἀποδέοντας, καὶ οὐδὲ νόμον ἔχοντας εἰπεῖν τὸν ἐπιτρέποντα, ἀλλὰ καὶ τοὐναντίον τῶν κεκωλυμένων ἁπτομένους καὶ τῶν ἐπὶ βλάβῃ μεγάλῃ τοῦ εὐαγγελίου, οὐκ ἐπὶ τὸ μὴ ἐγκοπὴν μόνον δοῦναι, ἀλλ᾽ οὐδὲ ἀνάγκην ὁρῶντας ἐπικειμένην, ἀπέχεσθαι δεῖ; Τοῦτον γὰρ ἅπαντα τὸν λόγον δι᾽ ἐκείνους ἐκίνησε τοὺς διὰ τῆς βρώσεως τῶν εἰδωλοθύτων σκανδαλίζοντας τοὺς ἀσθενεστέρους ἀδελφούς.

Ταῦτα δὲ καὶ ἡμεῖς ἀκούωμεν, ἀγαπητοί· ἵνα μὴ καταφρονῶμεν τῶν σκανδαλιζομένων, μηδὲ ἐγκοπήν τινα ποιῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ· ἵνα μὴ προδιδῶμεν τὴν ἡμετέραν σωτηρίαν. Μὴ γάρ μοι λέγε, ὅταν σκανδαλίζηται ὁ ἀδελφὸς, ὅτι Οὐ κεκώλυται τὸ καὶ τὸ, ἐφ᾽ ᾧ σκανδαλίζεται, καὶ ὅτι ἐφεῖται.

Ἐγὼ γάρ σοι μείζονα λέγω, ὅτι κἂν αὐτὸς ὁ Χριστὸς ἐπιτετραφὼς ᾖ, ἴδῃς δέ τινα βλαπτόμενον, ἐπίσχες καὶ μὴ χρήσῃ τῇ ἐπιτροπῇ. Τοῦτο γὰρ καὶ Παῦλος ἐποίησεν, ἐξὸν λαβεῖν Χριστοῦ συγχωρήσαντος, μὴ λαβών. Καὶ γὰρ φιλάνθρωπος ὢν ὁ Δεσπότης, πολλὴν τοῖς ἐπιτάγμασιν ἐκέρασεν ἡμερότητα τοῖς αὐτοῦ, ἵνα μὴ μόνον ἐξ ἐπιταγῆς, ἀλλὰ καὶ ἐξ οἰκείας πολλὰ ποιῶμεν γνώμης. Καὶ γὰρ ἠδύνατο, εἰ μὴ τοῦτο ἐβούλετο, μᾶλλον ἐπιτεῖναι τὰ ἐπιτάγματα, καὶ εἰπεῖν· Ὁ μὴ διόλου νηστεύων, κολαζέσθω· ὁ μὴ παρθενεύων, τιμωρείσθω· ὁ μὴ πάντα ἀποδυόμενος τὰ ὄντα, δίκην διδότω τὴν ἐσχάτην. Ἀλλ᾽ οὐκ ἐποίησε τοῦτο, σοὶ παρέχων, εἰ βουληθείης, φιλοτιμεῖσθαι.

Διὰ τοῦτο καὶ ὅτε περὶ παρθενίας διελέγετο, ἔλεγεν· Ὁ δυνάμενος χωρεῖν, χωρείτω· καὶ ἐπὶ τοῦ πλουσίου τὰ μὲν ἐπέταξε, τὰ δὲ ἐπέτρεψε τῇ ἐξουσίᾳ τῆς διανοίας. Οὐ γὰρ εἶπε, Πώλησον τὰ ὑπάρχοντα, ἀλλ᾽, Εἰ θέλεις τέλειος εἶναι, πώλησον.

Ἀλλ᾽ ἡμεῖς οὐ μόνον οὐ φιλοτιμούμεθα οὐδὲ ὑπερβαίνομεν τὰ προστάγματα, ἀλλὰ καὶ τοῦ μέτρου τῶν κελευσθέντων σφόδρα ἀπολιμπανόμεθα. Καὶ Παῦλος μὲν ἐλίμωττεν, ἵνα μὴ ἐγκοπὴν τῷ εὐαγγελίῳ δῷ· ἡμεῖς δὲ οὐδὲ τῶν ἀποκειμένων ἡμῖν ἅψασθαι τολμῶμεν, μυρίας ὁρῶντες ἀνατρεπομένας ψυχάς. Τρωγέτω γὰρ, φησὶν, ὁ σὴς, καὶ μὴ τρωγέτω ὁ πένης· κατεσθιέτω ὁ σκώληξ, καὶ μὴ περιβαλλέσθω ὁ γυμνός· ἀναλισκέσθω πάντα τῷ χρόνῳ, καὶ μὴ τρεφέσθω ὁ Χριστὸς, καὶ ταῦτα πεινῶν.

Καὶ τίς τοῦτο εἶπε; φησί. Τοῦτο γάρ ἐστι σφόδρα τὸ δεινὸν, ὅτι οὐκ ἐν τοῖς ῥήμασιν, ἀλλ᾽ ἐν τοῖς πράγμασι ταῦτα λέγεται. Καὶ γὰρ ἧττον ἂν ἦν δεινὸν ἐπὶ τῶν ῥημάτων λεγόμενον, ἢ ἐπὶ τῶν ἔργων γινόμενον. Ἦ γὰρ οὐ ταῦτα βοᾷ καθ᾽ ἑκάστην ἡμέραν ἡ ἀπάνθρωπος καὶ ὠμὴ τυραννὶς, ἡ φιλαργυρία τοῖς αὑτῆς αἰχμαλώτοις; Προκείσθω καὶ συκοφάνταις καὶ λῃσταῖς καὶ ἐπιβούλοις πρὸς τρυφὴν τὰ ὑμέτερα, καὶ μὴ τοῖς πεινῶσι μηδὲ τοῖς δεομένοις διατροφή.

Οὐ γὰρ ὑμεῖς ποιεῖτε τοὺς λῃστάς; οὐ γὰρ ὑμεῖς τῷ πυρὶ τῶν βασκάνων παρέχετε τροφήν; οὐ γὰρ ὑμεῖς ποιεῖτε τοὺς δραπέτας καὶ τοὺς ἐπιβούλους, καθάπερ δέλεαρ αὐτοῖς τὸν ὑμέτερον προτιθέντες πλοῦτον; τίς ἡ μανία αὕτη; Μανία γὰρ καὶ παραπληξία σαφὴς, τὰ μὲν κιβώτια μεστὰ ἱματίων ποιεῖν, τὸν δὲ κατ᾽ εἰκόνα Θεοῦ γενόμενον καὶ καθ᾽ ὁμοίωσιν, γυμνὸν καὶ τρέμοντα ὑπὸ τοῦ κρυμοῦ περιορᾷν, καὶ μόλις ὀρθούμενον. Ἀλλὰ προφασίζεται, φησὶ, τὸν τρόμον καὶ τὴν ἀσθένειαν. Εἶτα οὐ δέδοικας μὴ σκηπτὸς ἄνωθεν ἀπὸ τοῦ ῥήματος ἀναφθεὶς τούτου κατενεχθῇ; διαῤῥήγνυμαι γὰρ ὑπὸ τοῦ θυμοῦ· σύγγνωτε.

Σὺ μὲν γὰρ γαστριζόμενος καὶ πιαινόμενος, καὶ εἰς ἑσπέραν βαθεῖαν τὸν πότον παρατείνων, καὶ μαλακοῖς ἐνθαλπόμενος στρώμασιν, οὐκ ἀξιοῖς δοῦναι δίκην, οὕτω παρανόμως τοῖς τοῦ Θεοῦ χρώμενος δώροις (οὐδὲ γὰρ ἵνα μεθύωμεν, ὁ οἶνος· οὐδ᾽ ἵνα γαστριζώμεθα, ἡ τροφὴ γέγονεν· οὐδ᾽ ἵνα διασπῶμεν τὴν γαστέρα, τὰ σιτία)· τὸν δὲ πένητα, τὸν ἄθλιον, τὸν οὐδὲν ἄμεινον νεκροῦ διακείμενον, τοῦτον εὐθύνας ἀπαιτεῖς ἀκριβεῖς, καὶ οὐ δέδοικας τοῦ Χριστοῦ τὸ δικαστήριον τὸ φρικτὸν ἐκεῖνο καὶ φοβερόν;

Καὶ γὰρ εἰ ὑποκρίνεται, ἐξ ἀνάγκης ὑποκρίνεται καὶ ἐνδείας διὰ τὴν ὠμότητα τὴν σὴν καὶ τὴν ἀπανθρωπίαν τὴν τοιούτων δεομένην προσωπείων, τὴν μὴ ἐπικλωμένην πρὸς ἔλεον. Τίς γὰρ οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς μηδεμιᾶς ἀνάγκης ἐπικειμένης ὑπὲρ ἑνὸς ἄρτου τοιαῦτα ἀσχημονεῖν καὶ κόπτεσθαι καὶ τοσαύτην ὑπομένειν δίκην; Ὥστε ἡ ὑπόκρισις ἡ ἐκείνου τῆς σῆς ἀπανθρωπίας περιέρχεται γιγνομένη κήρυξ.

Ἐπειδὴ γὰρ ἱκετεύων καὶ λιπαρῶν καὶ ἐλεεινὰ προϊέμενος ῥήματα, καὶ ὀδυρόμενος καὶ δακρύων καὶ δι᾽ ὅλης περιιὼν τῆς ἡμέρας, οὐδὲ τῆς ἀναγκαίας εὐπορεῖ τροφῆς, ἐπενόησεν ἴσως καὶ ταύτην τὴν μηχανὴν, οὐκ ἐκείνῳ τοσαύτην, ὅσην σοὶ, φέρουσαν τὴν ἀσχημοσύνην καὶ τὴν κατηγορίαν. Ἐκεῖνος μὲν γὰρ ἐλεεῖσθαι δίκαιος, ὅτι εἰς τοσαύτην κατῆλθεν ἀνάγκην· ἡμεῖς δὲ μυρίων ἄξιοι τιμωριῶν, ὅτι τοὺς πένητας τοιαῦτα βιαζόμεθα πάσχειν. Εἰ γὰρ ἐξ εὐκολίας ἐπεκλώμεθα, οὐκ ἄν ποτε εἵλετο ἐκεῖνος τοιαῦτα ὑπομένειν.

Καὶ τί λέγω γύμνωσιν καὶ τρόμον; Τὸ γὰρ τούτου φρικωδέστερον ἐρῶ, ὅτι καὶ παῖδας ἠναγκάσθησαν πηρῶσαί τινες ἄωρον ἄγοντας ἡλικίαν, ἵνα τῆς ἡμετέρας ἀναισθησίας καθίκωνται. Ἐπειδὴ γὰρ βλέποντες καὶ γυμνοὶ περιιόντες, οὔτε ἀπὸ τῆς ἡλικίας οὔτε ἀπὸ τῆς συμφορᾶς ἐπεσπάσαντο τοὺς ἀνηλεεῖς, προσέθηκαν τοῖς τοσούτοις κακοῖς ἑτέραν χαλεπωτέραν τραγῳδίαν, ἵνα λύσωσι τὸν λιμὸν, κουφότερον εἶναι νομίζοντες ἀπεστερῆσθαι τοῦ κοινοῦ τούτου φωτὸς καὶ τῆς πᾶσι δεδομένης ἀκτῖνος, ἢ λιμῷ παλαίειν διηνεκεῖ καὶ τὸν οἴκτιστον ὑπομένειν θάνατον. Ἐπειδὴ γὰρ οὐ πενίαν ἐμάθετε ἐλεεῖν, ἀλλὰ τέρπεσθαι συμφοραῖς, πληροῦσιν ὑμῶν τὴν ἀκόρεστον ἐπιθυμίαν, καὶ ἑαυτοῖς καὶ ὑμῖν χαλεπωτέραν τῆς γεέννης ἀνάπτοντες τὴν φλόγα. Καὶ ἵνα μάθητε ὅτι διὰ τοῦτο ταῦτα γίνεται καὶ τὰ τοιαῦτα, τεκμήριον ὑμῖν ὡμολογημένον ἐρῶ, πρὸς ὃ μηδεὶς ἀντερεῖ. Εἰσὶν ἕτεροι πένητες κοῦφοι καὶ μετέωροι τὰς ψυχὰς, καὶ οὐκ εἰδότες φέρειν λιμὸν, ἀλλὰ πάντα μᾶλλον, ἢ τοῦτο ὑπομένοντες.

Οὗτοι πολλάκις ὑμῖν ἐλεεινοῖς καὶ σχήμασι καὶ ῥήμασιν ἐντυχόντες, ἐπειδὴ οὐδὲν ὤνησαν τὰς ἱκετηρίας ἀφέντες ἐκείνας, τοὺς θαυματοποιοὺς ὑμῖν λοιπὸν παρήλασαν, οἱ μὲν δέρματα ὑποδημάτων μασώμενοι πεπονηκότων, οἱ δὲ κατὰ τῆς κεφαλῆς ἥλους ὀξεῖς διαπείροντες, ἕτεροι πεπηγόσιν ὕδασιν ὑπὸ τοῦ κρυμοῦ γυμνῇ τῇ γαστρὶ προσομιλοῦντες, ἄλλοι δὲ ἕτερα ἀτοπώτερα τούτων ὑπομένοντες, ἵνα τὸ πονηρὸν περιστήσωσι θέατρον.

ϛʹ. Σὺ δὲ, τούτων γινομένων, ἕστηκας γελῶν καὶ θαυμάζων, καὶ ἐμπομπεύων τοῖς ἑτέρων κακοῖς, τῆς κοινῆς φύσεως ἀσχημονούσης. Καὶ τί πλέον ἂν ἐργάσαιτο τούτων δαίμων ἄγριος; Εἶτα ἵνα προθυμότερον ποιήσῃ ταῦτα, δαψιλέστερον δίδως ἀργύριον.

Καὶ τῷ μὲν εὐχομένῳ καὶ τὸν Θεὸν καλοῦντι, καὶ μετ᾽ ἐπιεικείας προσιόντι οὐδὲ, ἀποκρίνεσθαι ἀξιοῖς οὐδὲ ἐμβλέψαι, ἀλλὰ καὶ τὰ φορτικὰ ἐκεῖνα πρὸς αὐτὸν φθέγγῃ ῥήματα, ὅταν συνεχῶς ἐνοχλήσῃ· Τοῦτον δὲ δεῖ ζῇν; ἀναπνεῖν δὲ ὅλως, ἢ τὸν ἥλιον τοῦτον ὁρᾷν; πρὸς δὲ ἐκείνους καὶ φαιδρὸς καὶ φιλότιμος, ἅτε ἀγωνοθέτης τις ὢν τῆς καταγελάστου καὶ σατανικῆς ἀσχημοσύνης ἐκείνης. Διὸ καὶ εὐλογώτερον πρὸς τοὺς τιθέντας τοὺς ἀγῶνας τούτους, καὶ μὴ προϊεμένους μηδὲν ἕως ἂν ἴδωσι κολαζομένους ἑτέρους, ταῦτα ἂν λεχθείη τὰ ῥήματα· Ζῇν δὲ τούτους, ἀναπνεῖν δὲ ὅλως; τὸν δὲ ἥλιον τοῦτον ὁρᾷν τοὺς εἰς τὴν κοινὴν παρανομοῦντας φύσιν, τοὺς εἰς τὸν Θεὸν ὑβρίζοντας;

Καὶ τοῦ μὲν Θεοῦ λέγοντος, Δὸς ἐλεημοσύνην, καὶ δίδωμί σοι βασιλείαν οὐρανῶν, οὐκ ἤκουσας· τοῦ διαβόλου δὲ κεφαλὴν καθηλωμένην δεικνύντος, ἐξαίφνης φιλότιμος γέγονας· καὶ μᾶλλον ἐπέκαμψεν ἡ τοῦ πονηροῦ δαίμονος μηχανὴ τοσαύτην ἔχουσα βλάβην, ἢ ἡ τοῦ Θεοῦ ὑπόσχεσις μυρία κομίζουσα τὰ ἀγαθά· δέον, εἰ καὶ χρυσίον καταβαλεῖν ἐχρῆν ὑπὲρ τοῦ ταῦτα μὴ γίνεσθαι, μηδὲ γινόμενα ὁρᾷν, πάντα ποιεῖν καὶ ὑπομένειν, ὥστε ἀνελεῖν τὴν πολλὴν ταύτην μανίαν· ὑμεῖς δὲ ὑπὲρ τοῦ καὶ γίνεσθαι καὶ γινόμενα ὁρᾷν, πάντα ποιεῖτε καὶ πραγματεύεσθε.

Ἔτι οὖν ἐρωτᾷς, εἰπέ μοι, διὰ τί γέεννα; Ἀλλὰ μηκέτι τοῦτο ἐρώτα, ἀλλὰ πῶς μία γέεννα μόνη. Πόσων γὰρ οὐκ ἄξιοι κολάσεων οὗτοι οἱ τὸ ὠμὸν τοῦτο καὶ ἀπηνὲς συγκροτοῦντες θέατρον, καὶ γελῶντες ἐφ᾽ οἷς δακρύειν ἔδει κἀκείνους καὶ ὑμᾶς αὐτούς; μᾶλλον δὲ ὑμᾶς τοὺς τὰ τοιαῦτα ἀναγκάζοντας ἀσχημονεῖν;

Ἀλλ᾽ οὐκ ἀναγκάζω, φησί. Πῶς οὐκ ἀναγκάζεις, εἰπέ μοι, τοῖς μὲν ἐπιεικεστέροις καὶ δακρύουσι καὶ τὸν Θεὸν παρακαλοῦσιν οὐδὲ προσέχειν ἀνεχόμενος· τούτοις δὲ καὶ ἀργύριον παρέχων δαψιλὲς, καὶ πολλοὺς περιιστῶν τοὺς θαυμάζοντας; Καὶ ἀποστῶμεν, φησὶν, ἐλεοῦντες αὐτούς. Καὶ σὺ τοῦτο κελεύεις;

Οὐκ ἔστι τοῦτο ἐλεεῖν, ἄνθρωπε, τὸ τοσαύτην ἀπαιτεῖν δίκην ὑπὲρ ὀλίγων ὀβολῶν, τὸ κελεύειν ὑπὲρ ἀναγκαίας κατακόπτεσθαι τροφῆς, καὶ εἰς πολλὰ διατέμνειν τῆς κεφαλῆς τὴν δορὰν οὕτω πικρῶς καὶ ἐλεεινῶς. Εὐφήμει, φησίν· οὐ γὰρ ἡμεῖς ἐσμεν οἱ τὰς κεφαλὰς καθηλοῦντες ἐκείνας. Εἴθε σύ· καὶ οὐκ ἦν οὕτω δεινὸν τὸ δεινόν. Ὁ γὰρ σφάττων τινὰ τοῦ κελεύοντος ἑαυτὸν σφάττειν πολλῷ χαλεπώτερον ποιεῖ· ὃ δὴ καὶ ἐπὶ τούτων συμβαίνει. Καὶ γὰρ δριμυτέρας ὑπομένουσι τὰς ὀδύνας, ὅταν καὶ αὐτουργοὶ κελεύωνται γίνεσθαι τῶν πονηρῶν τούτων ἐπιταγμάτων, καὶ ταῦτα ἐν Ἀντιοχείᾳ, ἐν ᾗ πρῶτον ἐχρημάτισαν Χριστιανοὶ, ἐν ᾗ ἁπάντων ἀνθρώπων ἡμερώτεροι γεγόνασιν, ἐν ᾗ πολὺς τῆς ἐλεημοσύνης τὸ παλαιὸν ἐκόμα καρπός. Οὐδὲ γὰρ τοῖς παροῦσι μόνον, ἀλλὰ καὶ τοῖς πόῤῥωθεν ἔπεμπον ἐκ πολλοῦ τοῦ διαστήματος, καὶ ταῦτα λιμοῦ προσδοκωμένου. Τί οὖν δεῖ ποιεῖν; φησί· Τῆς μὲν θηριωδίας ταύτης καθυφεῖναι, πεῖσαι δὲ τοὺς δεομένους ἅπαντας, ὅτι ταῦτα μὲν ποιοῦντες οὐδὲν λήψονται, ἐπιεικῶς δὲ προσιόντες, πολλῆς ἀπολαύσονται τῆς φιλοτιμίας. Ἂν δὲ ταῦτα μάθωσι, κἂν πάντων ὦσιν ἀθλιώτεροι, οὐχ αἱρήσονται οὐδέποτε τοιαῦτα κολάζεσθαι, ἐγὼ ἐγγυῶμαι· ἀλλὰ καὶ χάριν ὑμῖν εἴσονται, ὅτι καὶ τοῦ γέλωτος καὶ τῆς ὀδύνης αὐτοὺς ἀπηλλάξατε ἐκείνης.

Νῦν δὲ ὑπὲρ μὲν ἡνιόχων καὶ παῖδας ἂν ἐκδοίητε τοὺς ὑμετέρους, καὶ ὑπὲρ ὀρχηστῶν καὶ αὐτὰς ἂν πρόοισθε τὰς ψυχάς· ὑπὲρ δὲ τοῦ Χριστοῦ πεινῶντος, οὐδὲ τὸ πολλοστὸν τῆς οὐσίας προΐεσθε μέρος· ἀλλὰ ἂν ὀλίγον δῶτε ἀργύριον, ὡς τὸ πᾶν ἐκτετικότες, οὕτω διάκεισθε, οὐκ εἰδότες ὅτι οὐ τὸ δοῦναι, ἀλλὰ τὸ μετὰ δαψιλείας δοῦναι, τοῦτο μάλιστά ἐστιν ἐλεημοσύνη. Διὰ τοῦτο καὶ ὁ προφήτης οὐ τοὺς διδόντας ἁπλῶς ἀνακηρύττει καὶ μακαρίζει, ἀλλὰ τοὺς ἀφθόνως παρέχοντας. Οὐ γὰρ ἁπλῶς εἶπεν, Ἔδωκεν, ἀλλὰ πῶς; Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησι. Τί γὰρ ὄφελος, ὅταν πλουτῶν τοσοῦτον δῷς, ὅσον ἄν τις ἀπὸ πελάγους κύαθον δοίη, καὶ μηδὲ χήρας γυναικὸς μεγαλοψυχίαν ζηλώσῃς; πῶς δὲ ἐρεῖς, Κύριε, ἐλέησόν με κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· οὐ κατὰ τὸ μέγα ἔλεος αὐτὸς ἐλεῶν, τάχα δὲ οὐδὲ κατὰ τὸ μικρόν; Καὶ γὰρ σφόδρα αἰσχύνομαι, ὅταν ἴδω πολλοὺς τῶν πλουτούντων ἐφ᾽ ἵππων χρυσοχαλίνων φερομένους, καὶ οἰκέτας χρυσοφοροῦντας ἐπισυρομένους, καὶ κλίνας ἀργυρᾶς ἔχοντας, καὶ ἑτέραν πλείονα φαντασίαν, καὶ ἡνίκα ἂν πένητι δέῃ παρασχεῖν, τῶν σφόδρα πενήτων πτωχοτέρους γινομένους.

Ἀλλὰ τίς ὁ πολὺς αὐτῶν λόγος; Ἔχει τὸ κοινὸν τῆς Ἐκκλησίας, φησί. Καὶ τί τοῦτο πρὸς σέ; οὐδὲ γὰρ, ἐὰν ἐγὼ δῶ, σὺ διεσώθης· οὐδ᾽ ἂν ἡ Ἐκκλησία παράσχῃ, σὺ τὰ ἁμαρτήματα ἐξήλειψας τὰ σά. Εἰ γὰρ διὰ τοῦτο οὐ δίδως, ἐπειδὴ ἡ Ἐκκλησία ὀφείλει δοῦναι τοῖς δεομένοις· ἐπειδὴ εὔχονται οἱ ἱερεῖς, σὺ οὐκ εὔξῃ ποτέ; καὶ ἐπειδὴ νηστεύουσιν ἕτεροι, σὺ μεθυσθήσῃ διηνεκῶς; οὐκ οἶσθα, ὅτι οὐχ οὕτω διὰ τοὺς πένητας τὰ περὶ ἐλεημοσύνης ἐνομοθέτησεν ὁ Θεὸς, ὡς δι᾽ αὐτοὺς τοὺς παρέχοντας;

Ἀλλ᾽ ὑποπτεύεις τὸν ἱερέα; Μάλιστα μὲν χαλεπὴ καὶ τοῦτο ἁμαρτία· πλὴν οὐδὲν ἀκριβολογοῦμαι· διὰ σαυτοῦ πάντα ποίει, καὶ διπλοῦν οὕτω καρπώσῃ τὸν μισθόν. Καὶ γὰρ ἅπερ ἡμεῖς ὑπὲρ ἐλεημοσύνης λέγομεν, οὐχ ἵνα ἡμῖν προσαγάγῃς λέγομεν, ἀλλ᾽ ἵνα αὐτὸς διὰ σαυτοῦ διακονῇς. Ἐμοὶ μὲν γὰρ προσφέρων, ἴσως καὶ κενοδοξίᾳ ἀλώσῃ, πολλάκις δὲ καὶ σκανδαλισθεὶς ἀπελεύσῃ τῷ πονηρὰ ὑποπτεῦσαι· ἂν δὲ δι᾽ ἑαυτῶν πάντα ποιῆτε, καὶ σκανδάλων ἀπαλλαγήσεσθε καὶ ὑποψίας ἀτόπου. καὶ πλείων ὑμῖν ὁ μισθός.

ζʹ. Οὐ τοίνυν ἐκβιαζόμενος ὑμᾶς ἐνταῦθα κομίζειν τὰ χρήματα, ταῦτα λέγω, οὐδὲ ἀγανακτῶν ὑπὲρ τῶν κακῶς ἀκουόντων ἱερέων. Εἰ γὰρ ἀγανακτεῖν χρὴ καὶ ἀλγεῖν, ὑπὲρ ὑμῶν ἀλγεῖν δεῖ τῶν λεγόντων κακῶς. Τοῖς μὲν γὰρ ἀκούουσιν εἰκῆ καὶ μάτην κακῶς ὁ μισθὸς μείζων, τοῖς δὲ λέγουσι τὸ κρῖμα καὶ ἡ τιμωρία βαρυτέρα. Οὐ τοίνυν ὑπὲρ αὐτῶν ταῦτα λέγω, ἀλλ᾽ ὑμῶν κηδόμενος καὶ φροντίζων. Τί γὰρ θαυμαστὸν, εἰ ἐπὶ τῆς γενεᾶς τινες ὑποπτεύονται τῆς ἡμετέρας, ὅπου γε ἐπὶ τῶν ἁγίων ἐκείνων τῶν τοὺς ἀγγέλους μιμησαμένων, τῶν οὐδὲν ἴδιον κεκτημένων, τῶν ἀποστόλων λέγω, γογγυσμὸς ἦν ἐν τῇ διακονίᾳ τῶν χηρῶν, ὅτι παρεθεωροῦντο οἱ πένητες, ὅτε οὐδείς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ᾽ ἦν αὐτοῖς ἅπαντα κοινά; Μὴ δὴ ταύτας προβαλλώμεθα τὰς προφάσεις, μηδὲ ἀπολογίαν εἶναι νομίζωμεν τὸ τὴν Ἐκκλησίαν πολλὰ κεκτῆσθαι. Ὅταν γὰρ τῆς οὐσίας αὐτῆς τὸ μέγεθος ἴδῃς, ἐννόησον καὶ τῶν ἐγγεγραμμένων πενήτων τὰς ἀγέλας, τῶν ἀῤῥωστούντων τὰ πλήθη, τῶν μυρίων χορηγιῶν τὰς ὑποθέσεις· περιέργασαι, πολυπραγμόνησον, οὐδεὶς ὁ κωλύσων, ἀλλὰ καὶ ἕτοιμοι λόγον ὑμῖν παρασχεῖν. Πλὴν ὑπερβολὴν ποιήσασθαι βούλομαι.

Ὅταν γὰρ παράσχωμεν τὰς εὐθύνας, καὶ δείξωμεν οὐκ ἐλάττονα τῆς προσόδου τὴν δαπάνην οὖσαν, ἀλλ᾽ ἔστιν ὅπου καὶ πλείω, ἡδέως ἂν ὑμᾶς ἐκεῖνο ἐροίμην· ἡνίκα ἂν ἀπέλθωμεν ἐκεῖ, καὶ ἀκούσωμεν τοῦ Χριστοῦ λέγοντος, Πεινῶντά με εἴδετε, καὶ οὐκ ἐθρέψατε, γυμνὸν, καὶ οὐ περιεβάλετε, τί ἐροῦμεν; τί δὲ ἀπολογησόμεθα; Τὸν δεῖνα καὶ τὸν δεῖνα εἰς μέσον οἴσομεν τὸν παρακούσαντα τούτων, καί τινας τῶν ἱερέων τῶν ὑπόπτων;

Καὶ τί τοῦτο πρὸς σέ· ἐγὼ γάρ σοι ἐγκαλῶ, φησὶν, ἅπερ αὐτὸς ἥμαρτες. Ἀπολογία δὲ τούτων τὸ τὰ οἰκεῖα ἀπολούσασθαι ἁμαρτήματα, οὐ τὸ δεῖξαι ἑτέρους τὰ αὐτά σοι πεπλημμεληκότας. Καὶ γὰρ ἡ Ἐκκλησία διὰ τὴν ὑμετέραν μικρολογίαν ἔχειν ἀναγκάζεται ἅπερ ἔχει νῦν· ὡς εἴ γε κατὰ τοὺς ἀποστολικοὺς πάντα ἔπραττον νόμους, πρόσοδον αὐτῆς εἶναι ἐχρῆν τὴν ὑμετέραν γνώμην, ὃ καὶ ταμιεῖον ἀσφαλὲς ἂν ἦν καὶ ἀνάλωτος θησαυρός. Νῦν δὲ ὅταν ὑμεῖς μὲν θησαυρίζητε ἐπὶ τῆς γῆς, καὶ πάντα ἐν τοῖς ταμιείοις ἀποκλείητε τοῖς ὑμετέροις, αὕτη δὲ ἀναγκάζηται δαπανᾷν χηρῶν συλλόγοις, παρθένων χοροῖς, ξένων ἐπιδημίαις, ἀποδημούντων ταλαιπωρίαις, δεσμωτῶν συμφοραῖς, ἀῤῥωστούντων καὶ λελωβημένων ἀνάγκαις, ἑτέραις τοιαύταις προφάσεσι, τί δεῖ ποιεῖν; ἀποστρέφεσθαι τούτους ἅπαντας, καὶ τοσούτους προσχῶσαι λιμένας; καὶ τίς ἂν τοῖς γινομένοις ναυαγίοις ἀρκέσειε; τοῖς ὀδυρμοῖς, τοῖς θρήνοις, ταῖς οἰμωγαῖς ταῖς πανταχόθεν φερομέναις; Μὴ τοίνυν ἁπλῶς τὸ ἐπιὸν φθεγγώμεθα. Νῦν μὲν γὰρ, ὅπερ ἔφθην εἰπὼν, καὶ τὰς εὐθύνας παρασχεῖν ὑμῖν ἕτοιμοι· εἰ δὲ καὶ τοὐναντίον ἦν, καὶ διεφθαρμένους εἴχετε διδασκάλους καὶ πάντα ἁρπάζοντας καὶ πλεονεκτοῦντας, οὐδὲ οὕτως ὑμῖν ἀπολογία ἡ ἐκείνων πονηρία ἦν.

Ὁ γὰρ φιλάνθρωπος καὶ πάνσοφος, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, ὁ πάντα ὁρῶν, καὶ εἰδὼς ὅτι συμβαίνει πολλοὺς ἐν τῷ μακρῷ χρόνῳ καὶ τῇ τοσαύτῃ οἰκουμένῃ ἱερέας γενέσθαι διεφθαρμένους· ἵνα μὴ ἡ τῶν ἀρχομένων ῥᾳθυμία ἐπιτείνηται διὰ τῆς ἐκείνων ὀλιγωρίας, πᾶσαν ἀναιρῶν ἀπολογίαν ῥᾳθυμίας, Ἐπὶ τῆς καθέδρας Μωϋσέως, φησὶν, ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα οὖν, ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε· δεικνὺς ὅτι κἂν διδάσκαλον ἔχῃς φαῦλον, οὐδέν σε τοῦτο ὀνῆσαι δυνήσεται, ἂν μὴ προσέχῃς τοῖς λεγομένοις. Οὐ γὰρ ἀφ᾽ ὧν ὁ διδάσκαλος ἔπραξεν, ἀλλὰ ἀφ᾽ ὧν ἀκούσας παρήκουσας, ἀπὸ τούτων σοι φέρει τὰς ψήφους ὁ Θεός. Ὥστε ἐὰν μὲν ποιῇς τὰ ἐπιτεταγμένα, μετὰ πολλῆς τότε στήσῃ τῆς παῤῥησίας· ἂν δὲ παρακούσῃς τῶν λεγομένων, κἂν μυρίους ἱερέας διεφθαρμένους δείξῃς, οὐδέν σου τοῦτο προστήσεται.

Ἐπεὶ καὶ Ἰούδας ἀπόστολος ἦν, ἀλλ᾽ ὅμως οὐδὲν τοῦτο ὑπὲρ τῶν ἱεροσύλων καὶ φιλαργύρων ἀπολογήσεταί ποτε. Οὐδὲ δυνήσεταί τις ἐγκαλούμενος λέγειν ὅτι, Καὶ γὰρ ὁ ἀπόστολος κλέπτης ἦν καὶ ἱερόσυλος καὶ προδότης· ἀλλ᾽ αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἡμᾶς τιμωρήσεται καὶ κατακρινεῖ, ὅτι μηδὲ τοῖς ἑτέρων κακοῖς ἐσωφρονίσθημεν. Διὰ γὰρ τοῦτο καὶ ἀναγέγραπται ἐκεῖνα, ἵνα φύγωμεν ἐκείνων τὸν ζῆλον. Διὸ τὸν δεῖνα καὶ τὸν δεῖνα ἀφέντες, ἡμεῖς ἑαυτοῖς προσέχωμεν· ἕκαστος γὰρ ἡμῶν ὑπὲρ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ. Ἵν᾽ οὖν τὸν λόγον τοῦτον μετὰ καλῆς παράσχωμεν ἀπολογίας, τὸν ἑαυτῶν ῥυθμίσωμεν βίον, καὶ δαψιλῆ τὴν χεῖρα ἐκτείνωμεν τοῖς δεομένοις, εἰδότες ὅτι αὕτη μόνη ἡμῖν ἐστιν ἀπολογία, τὸ δεῖξαι ἡμᾶς αὐτοὺς κατωρθωκότας τὰ ἐπιτεταγμένα, ἑτέρα δὲ οὐδεμία. Κἂν ταύτην δυνηθῶμεν παρασχεῖν, τὰς ἀφορήτους ἐκείνας ὀδύνας τῆς γεέννης διαφευξόμεθα, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΟΜΙΛΙΑ ΚΒʹ. Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι, ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν; οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες, τῷ θυσιαστηρίῳ συμμερίζονται; Οὕτω καὶ ὁ Κύριος διέταξε τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν, ἐκ τοῦ εὐαγγελίου ζῇν.

αʹ. Πολλὴν ποιεῖται τὴν σπουδὴν, ὥστε δεῖξαι μὴ κεκωλυμένον τὸ λαμβάνειν. Διόπερ τοσαῦτα εἰπὼν ἔμπροσθεν, οὐκ ἠρκέσθη, ἀλλὰ καὶ ἐπὶ τὸν νόμον χωρεῖ, οἰκειότερον τοῦ προτέρου παρέχων ὑπόδειγμα. Οὐδὲ γὰρ ἦν ἴσον τὰς βοῦς παραγαγεῖν εἰς μέσον, καὶ ῥητῶς περὶ ἱερέων νόμον κείμενον εἰς μέσον ἀγαγεῖν.

Σκόπει δέ μοι κἀν τούτῳ τὴν Παύλου σύνεσιν, πῶς μέμνηται τοῦ πράγματος μεγαλοπρεπῶς. Οὐδὲ γὰρ εἶπεν, Οἱ τὰ ἱερὰ ἐργαζόμενοι ἐκ τῶν προσφερόντων λαμβάνουσιν· ἀλλὰ τί; Ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν· ἵνα μήτε οἱ λαμβάνοντες ὀνειδίζωνται, μήτε οἱ παρέχοντες ἐπαίρωνται. Διὸ καὶ τὸ ἑξῆς οὕτω τέθεικεν.

Οὐδὲ γὰρ οὐδὲ ἐνταῦθα εἶπεν, Οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες ἀπὸ τῶν θυόντων λαμβάνουσιν, ἀλλὰ, Τῷ θυσιαστηρίῳ συμμερίζονται. Τὰ γὰρ προσενεχθέντα οὐκέτι λοιπὸν τῶν προσενεγκάντων ἦν, ἀλλὰ τοῦ ἱεροῦ καὶ τοῦ θυσιαστηρίου. Καὶ οὐκ εἶπεν, ὅτι Τὰ ἱερὰ λαμβάνουσιν, ἀλλ᾽, Ἐκ τοῦ ἱεροῦ ἐσθίουσι, δεικνὺς πάλιν τὴν συμμετρίαν, καὶ ὅτι οὐ χρηματίζεσθαι δεῖ οὐδὲ πλουτεῖν. Εἰ δὲ λέγει, ὅτι Τῷ θυσιαστηρίῳ συμμερίζονται, οὐ τὴν ἐξίσης διανομὴν λέγει, ἀλλὰ τὴν ἐξ ὀφειλῆς διδομένην αὐτοῖς παραμυθίαν.

Καίτοι τὰ τῶν ἀποστόλων μείζονα πολλῷ ἦν. Ἐκεῖ μὲν γὰρ τιμὴ ἦν ἡ ἱερωσύνη· ἐνταῦθα δὲ κίνδυνοι καὶ σφαγαὶ καὶ φόνοι. Διόπερ τῶν ἄλλων παραδειγμάτων ἁπάντων πολὺ μεῖζον ἦν τὸ λέγειν· Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν. Ὅταν γὰρ εἴπῃ, Ἐσπείραμεν, τοὺς χειμῶνας καὶ τοὺς κινδύνους, καὶ τὰς ἐπιβουλὰς καὶ τὰ ἄφατα κακὰ ἐνδείκνυται, ἅπερ ὑπέμενον κηρύττοντες. Ἀλλ᾽ ὅμως καὶ τοσαύτης οὔσης τῆς ὑπεροχῆς, οὐκ ἠθέλησεν οὔτε τὰ τῆς Παλαιᾶς ταπεινῶσαι, οὔτε τὰ ἑαυτοῦ ἐπᾶραι· ἀλλὰ καὶ τὰ ἑαυτοῦ συστέλλει, οὐκ ἀπὸ τῶν κινδύνων, ἀλλ᾽ ἀπὸ τοῦ μεγέθους τῆς δωρεᾶς διδοὺς τὴν ὑπεροχήν. Οὐ γὰρ εἶπεν, Εἰ ἐκινδυνεύσαμεν ἢ παρεβουλευσάμεθα, ἀλλ᾽, Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν· καὶ τὰ τῶν ἱερέων, ὡς οἷόν τέ ἐστιν, ἐπαίρει λέγων· Οἱ τὰ ἱερὰ ἐργαζόμενοι, καὶ οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες, τὴν διηνεκῆ δουλείαν αὐτῶν καὶ τὴν καρτερίαν διὰ τούτων ἐνδείξασθαι βουλόμενος. Καὶ εἰπὼν τοὺς ἱερέας τοὺς παρὰ Ἰουδαίοις, τούς τε Λευίτας τούς τε ἀρχιερέας, ἑκάτερα τὰ τάγματα ἐδήλωσε, καὶ τὰ καταδεέστερα καὶ τὰ ὑπερέχοντα· τὰ μὲν διὰ τοῦ λέγειν, Οἱ τὰ ἱερὰ ἐργαζόμενοι, τὰ δὲ διὰ τοῦ εἰπεῖν, Οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες. Οὐδὲ γὰρ πᾶσιν ἓν ἐπιτεταγμένον ἔργον ἦν· ἀλλ᾽ οἱ μὲν τὰ παχύτερα, οἱ δὲ τὰ ὑψηλότερα ἦσαν ἐγκεχειρισμένοι.

Πάντας τοίνυν τούτους περιλαβὼν, ἵνα μή τις λέγῃ, Τί τῆς Παλαιᾶς ἡμῖν μέμνησαι; οὐκ οἶσθα ὅτι προσταγμάτων τελειοτέρων ἡμῖν ὁ καιρός; μετ᾽ ἐκεῖνα πάντα τὸ πάντων ἰσχυρότερον τέθεικεν εἰπών· Οὕτω καὶ ὁ Κύριος διέταξε τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν, ἐκ τοῦ εὐαγγελίου ζῇν. Καὶ οὐδὲ ἐνταῦθα ἐκ τῶν ἀνθρώπων λέγει τρέφεσθαι, ἀλλ᾽ ὥσπερ ἐπὶ τῶν ἱερέων, Ἐκ τοῦ ἱεροῦ, καὶ Ἐκ τοῦ θυσιαστηρίου, οὕτω καὶ ἐνταῦθα, Ἐκ τοῦ εὐαγγελίου, φησί· καὶ ὥσπερ ἐκεῖ Ἐσθίειν, οὕτως ἐνταῦθα Ζῇν, οὐκ ἐμπορεύεσθαι οὐδὲ θησαυρίζειν. Ἄξιος γὰρ, φησὶν, ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. Ἐγὼ δὲ οὐδενὶ τούτων ἐχρησάμην.

Τί οὖν, εἰ μὴ ἐχρήσω, φησὶ, νῦν, πρὸς δὲ τὸ μέλλον χρήσασθαι βούλει, καὶ διὰ τοῦτο ταῦτα λέγεις; Ἄπαγε· καὶ γὰρ διὰ τοῦτο ταχέως τῇ ἐπιδιορθώσει ἐχρήσατο, οὕτως εἰπών· Οὐκ ἔγραψα δὲ ταῦτα, ἵνα οὕτω γένηται ἐν ἐμοί. Καὶ ὅρα μεθ᾽ ὅσης σφοδρότητος ἀρνεῖται καὶ διακρούεται τὸ πρᾶγμα· Καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ. Καὶ οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ καὶ πολλάκις κέχρηται τῇ ῥήσει ταύτῃ· καὶ γὰρ ἀνωτέρω εἶπεν, Οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ· καὶ μετὰ ταῦτα πάλιν, Εἰς τὸ μὴ καταχρήσασθαί με τῇ ἐξουσίᾳ μου· καὶ ἐνταῦθα, Ἐγὼ δὲ οὐδενὶ τούτων ἐχρησάμην.

Τούτων, ποίων; Τῶν πολλῶν παραδειγμάτων. Πολλῶν γάρ μοι παρεχόντων ἐξουσίαν, τοῦ στρατιώτου, τοῦ γεωργοῦ, τοῦ ποιμένος, τῶν ἀποστόλων, τοῦ νόμου, τῶν παρ᾽ ἡμῶν εἰς ὑμᾶς γινομένων, τῶν παρ᾽ ὑμῶν εἰς τοὺς ἄλλους, τῶν ἱερέων, τοῦ προστάγματος τοῦ Χριστοῦ, οὐδενὶ τούτων ἐπείσθην εἰς τὸ καταλῦσαι τὸν ἐμαυτοῦ νόμον, καὶ λαβεῖν. Καὶ μή μοι τὰ παρελθόντα λέγε· καίτοι γε ἔχω εἰπεῖν, ὅτι πολλὰ καὶ ἐν τοῖς παρελθοῦσιν ὑπέμεινα διὰ τοῦτο· ἀλλ᾽ ὅμως οὐκ ἐκείνοις ἰσχυρίζομαι μόνοις, ἀλλὰ καὶ περὶ τῶν μελλόντων ὑπισχνοῦμαι, ὅτι αἱροῦμαι μᾶλλον ἀποθανεῖν λιμῷ, ἢ τούτων ἀποστερηθῆναι τῶν στεφάνων. Καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν, φησὶν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ. Οὐκ εἶπεν, Ἢ τὸν νόμον μου ἵνα τις καταλύσῃ, ἀλλὰ, Τὸ καύχημα. Ἵνα γὰρ μὴ λέγῃ τις, ὅτι Ποιεῖ μὲν αὐτὸ, οὐ χαίρων δὲ, ἀλλὰ στένων καὶ ὀδυνώμενος, τὴν ὑπερβολὴν τῆς χαρᾶς δεῖξαι θέλων καὶ τὴν περιουσίαν τῆς προθυμίας, καὶ καύχημα τὸ πρᾶγμα καλεῖ. Τοσοῦτον ἀπεῖχεν ὀδυνᾶσθαι, ὅτι καὶ καυχᾶται καὶ ἀποθανεῖν αἱρεῖται μᾶλλον, ἢ ἐκπεσεῖν τοῦ καυχήματος τούτου. Οὕτω καὶ ζωῆς αὐτῷ γλυκύτερον ἦν τὸ γινόμενον.

βʹ. Εἶτα καὶ ἑτέρωθεν ἐπαίρει αὐτὸ, καὶ δείκνυσι μέγα ὂν, οὐχ ἵνα ἑαυτὸν λαμπρὸν ἀποφήνῃ· πόῤῥω γὰρ οὗτος ἐκείνου τοῦ πάθους· ἀλλ᾽ ἵνα δείξῃ ὅτι χαίρει, καὶ τὴν ὑποψίαν ἐκ περιουσίας ἀνέλῃ. Διὰ γὰρ τοῦτο, ὡς ἔφθην εἰπὼν, καὶ καύχημα αὐτὸ ἐκάλεσε. Καὶ τί φησιν; Ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστι μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ δὲ μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι! Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι. Τίς οὖν μοί ἐστιν ὁ μισθός;

Ἵνα εὐαγγελιζόμενος, ἀδάπανον θήσω τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ. Τί λέγεις, εἰπέ μοι; ἐὰν εὐαγγελίζῃ, οὐκ ἔστι σοι καύχημα, ἀλλ᾽ ἐὰν ἀδάπανον θῇς τὸ εὐαγγέλιον; οὐκοῦν τοῦτο μεῖζον ἐκείνου; Οὐδαμῶς· ἀλλ᾽ ἑτέρωθεν ἔχει τι πλέον· ὅτι τὸ μέν ἐστιν ἐπίταγμα, τὸ δὲ τῆς ἐμῆς προαιρέσεως κατόρθωμα. Ἃ μὲν γὰρ ὑπὲρ τὴν ἐντολὴν γίνεται, πολὺν ἔχει τὸν μισθὸν κατὰ τοῦτο· ἃ δὲ ἐν ἐντολῆς τάξει, οὐ τοσοῦτον. Ὥστε κατὰ τοῦτό φησι, τοῦτο ἐκείνου πλέον εἶναι, οὐ κατ᾽ αὐτὴν τοῦ πράγματος τὴν φύσιν. Τί γὰρ τοῦ κηρῦξαι ἴσον; Τοῦτο γὰρ καὶ πρὸς τοὺς ἀγγέλους αὐτοὺς ἁμιλλᾶσθαι ποιεῖ· ἀλλ᾽ ὅμως ἐπειδὴ τὸ μὲν ἐπίταγμά ἐστι καὶ ὀφειλὴ, τὸ δὲ προαιρέσεως φιλοτιμία, κατὰ τοῦτο ἐκείνου πλέον. Διό φησι, τὸ αὐτὸ ἑρμηνεύων, ὅπερ εἶπον νῦν· Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι· τὸ Ἑκών καὶ Ἄκων ἐπὶ τοῦ ἐγκεχειρίσθαι καὶ μὴ ἐγκεχειρίσθαι λαμβάνων. Οὕτω καὶ τὸ, Ἀνάγκη γάρ μοι ἐπίκειται, νοητέον, οὐχ ὡς ἄκοντός τι τούτων ποιοῦντος, μὴ γένοιτο· ἀλλ᾽ ὡς ὑπευθύνου ὄντος τοῖς ἐπιταχθεῖσι, καὶ πρὸς τὴν ἀντιδιαστολὴν τῆς ἐλευθερίας τῆς ἐν τῷ λαμβάνειν εἰρημένης. Διὸ καὶ τοῖς μαθηταῖς ἔλεγεν ὁ Χριστός· Ὅταν πάντα ποιήσητε, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν· ἃ γὰρ ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν. Τίς οὖν μοί ἐστιν ὁ μισθός;

Ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον. Τί οὖν, εἰπέ μοι, Πέτρος οὐκ ἔχει μισθόν; καὶ τίς ἂν σχοίη ποτὲ τοσοῦτον ὅσον ἐκεῖνος; τί δὲ οἱ λοιποὶ ἀπόστολοι; πῶς οὖν εἶπεν, Εἰ μὲν ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι; Ὁρᾷς κἀνταῦθα τὴν σύνεσιν; Οὐδὲ γὰρ εἶπεν, Εἰ δὲ ἄκων, οὐκ ἔχω μισθὸν, ἀλλ᾽, Οἰκονομίαν πεπίστευμαι· δεικνὺς ὅτι καὶ οὕτως ἔχει μισθὸν, ἀλλὰ τοιοῦτον, οἷον ὁ τὸ ἐπιταχθὲν ἐξανύσας, οὐχ οἷον ἐκεῖνος ὁ ἐκ τῶν ἑαυτοῦ φιλοτιμησάμενος καὶ ὑπερβὰς τὸ ἐπίταγμα. Τίς οὖν ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος, ἀδάπανον, φησὶ, θήσω τὸ εὐαγγέλιον, εἰς τὸ μὴ καταχρήσασθαί με τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ.

Ὁρᾷς πῶς διόλου τῷ ὀνόματι τῆς ἐξουσίας κέχρηται, δεικνὺς τοῦτο, ὃ συνεχῶς εἶπον, ὅτι οὐδὲ οἱ λαμβάνοντες ἐγκλημάτων ἄξιοι; Προσέθηκε δὲ, Τῷ εὐαγγελίῳ, ὁμοῦ μὲν τὸ εὐαγγέλιον δηλῶν, ὁμοῦ δὲ κωλύων πανταχοῦ τὸ πρᾶγμα ἐξάγειν. Τὸν γὰρ διδάσκοντα χρὴ λαμβάνειν, οὐχὶ δὲ καὶ τὸν ἀργοῦντα ἁπλῶς. Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω.

Πάλιν ἐνταῦθα ἄλλην τίθησιν ὑπερβολήν. Μέγα μὲν γὰρ καὶ τὸ μὴ λαβεῖν· τοῦτο δὲ, ὃ μέλλει λέγειν, πολλῷ πλέον ἐκείνου. Τί δέ ἐστιν ὅ φησιν; Οὐ μόνον οὐκ ἔλαβον, φησὶν, οὐδὲ μόνον οὐκ ἐχρησάμην τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ καὶ ἐδούλωσα ἐμαυτὸν, καὶ δουλείαν ποικίλην καὶ παντοδαπήν. Οὐδὲ γὰρ ἐν χρήμασι μόνον, ἀλλ᾽ ὃ πολλῷ χρημάτων μεῖζον ἦν, ἐν πράγμασι πολλοῖς καὶ ποικίλοις τὸ αὐτὸ τοῦτο ἐπεδειξάμην· καὶ ἐδούλωσα ἐμαυτὸν, οὐδενὶ ὑποκείμενος κατ᾽ οὐδὲν, οὐδὲ ἀνάγκην ἔχων· τοῦτο γάρ ἐστιν, Ἐλεύθερος ὢν ἐκ πάντων· καὶ οὐδὲ ἑνὶ ἐδούλευσα, ἀλλὰ τῇ οἰκουμένῃ πάσῃ· διὸ καὶ ἐπήγαγε, Πᾶσιν ἐμαυτὸν ἐδούλωσα. Καὶ γὰρ κηρῦξαι ἐπεταττόμην καὶ ἀπαγγέλλειν τὰ ἐμπιστευθέντα· τὸ δὲ μυρία μηχανᾶσθαι καὶ ἐπινοεῖν, λοιπὸν τῆς ἐμῆς σπουδῆς ἦν. Τοῦ γὰρ καταβαλεῖν τὸ ἀργύριον ὑπεύθυνος ἤμην μόνον· ἐγὼ δὲ καὶ ὑπὲρ τοῦ ἀπαιτῆσαι πάντα ἐποίουν πάλιν, πλέον τῶν ἐπιτεταγμένων ἐπιχειρῶν. Ἐπειδὴ γὰρ προαιρέσει καὶ προθυμίᾳ καὶ ἀγάπῃ τῇ εἰς Χριστὸν πάντα ἔπραττεν, ἀκόρεστον εἶχεν ἐπιθυμίαν εἰς τὴν τῶν ἀνθρώπων σωτηρίαν.

Διὸ καὶ ἐκ πολλῆς τῆς περιουσίας ὑπερέβαινε τὰ σκάμματα, διὰ πάντων ὑπὲρ αὐτὸν πηδῶν τὸν οὐρανόν. Καὶ εἰπὼν τὴν δουλείαν, λέγει λοιπὸν τοὺς τρόπους αὐτῆς τοὺς ποικίλους. Τίνες δέ εἰσιν οὗτοι; Καὶ ἐγενόμην, φησὶ, τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω. Καὶ πῶς ἐγένετο τοῦτο; Ὅτε περιέτεμεν, ἵνα καθέλῃ περιτομήν. Διὰ τοῦτο οὐκ εἶπεν, Ἰουδαῖος, ἀλλ᾽, Ὡς Ἰουδαῖος, ὅπερ οἰκονομία ἦν. Τί λέγεις; ὁ τῆς οἰκουμένης κῆρυξ, καὶ τῶν οὐρανῶν αὐτῶν ἁψάμενος, καὶ τοσοῦτον ἐν τῇ χάριτι λάμψας, οὗτος ἀθρόον καταβαίνει τοσοῦτον; Ναί· τοῦτο γάρ ἐστιν ἀναβῆναι. Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, ὅτι καταβαίνει μόνον, ἀλλ᾽ ὅτι καὶ τὸν κάτω κείμενον ἀνίστησι καὶ ἀνάγει πρὸς ἑαυτόν. Τοῖς ὑπὸ νόμον, ὡς ὑπὸ νόμον, μὴ ὢν αὐτὸς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω.

γʹ. Ἢ ἐπεξήγησις τοῦ προτέρου ἐστὶν, ἢ ἕτερόν τι αἰνίττεται παρὰ τὸ πρότερον· Ἰουδαίους μὲν λέγων τοὺς ἄνωθεν καὶ ἐξ ἀρχῆς τοιούτους ὄντας· ὑπὸ νόμον δὲ, τοὺς προσηλύτους, ἢ τοὺς πιστοὺς γενομένους καὶ ἔτι ἀντεχομένους τοῦ νόμου. Οὐκέτι γὰρ ἦσαν ὡς Ἰουδαῖοι, ἀλλ᾽ ὑπὸ νόμον. Καὶ πότε ἐγένετο ὑπὸ νόμον; Ὅτε ἐξυρᾶτο, ὅτε ἔθυεν. Ἐγίνετο δὲ ταῦτα, οὐ τῆς γνώμης αὐτῷ μεταβαλλομένης, ἐπεὶ κακία τὸ πρᾶγμα ἦν· ἀλλὰ τῆς ἀγάπης συγκαταβαινούσης.

Ἵνα γὰρ τοὺς ὄντας ἀληθῶς εἰς ταῦτα μεταστήσῃ, ἐγίνετο αὐτὸς οὐκ ἀληθῶς, ἐπιδεικνύμενος μόνον, οὐκ ὢν δὲ, οὐδὲ ἐκ διανοίας ταῦτα πράττων οὕτως ἐχούσης. Πῶς γὰρ, ὁ καὶ ἑτέρους μεταθεῖναι σπεύδων, καὶ διὰ τοῦτο ταῦτα ποιῶν. ἵνα ἄλλους ποιοῦντας ἐλευθερώσῃ τῆς ταπεινότητος ἐκείνης;

Τοῖς ἀνόμοις ὡς ἄνομος. Οὗτοι οὔτε Ἰουδαῖοι ἦσαν, οὔτε Χριστιανοὶ, οὔτε Ἕλληνες, ἀλλ᾽ ἐκτὸς νόμου ὄντες, οἷος ἦν ὁ Κορνήλιος, καὶ εἴ τινες κατ᾽ ἐκεῖνον. Καὶ γὰρ πρὸς ἐκείνους εἰσιὼν, πολλὰ ὑπεκρίνετο τῶν ἐκείνων. Τινὲς δέ φασι καὶ τὴν ἀπὸ τοῦ ἐπιγράμματος τοῦ ἐν τῷ βωμῷ διάλεξιν αὐτῷ γενομένην πρὸς Ἀθηναίους αἰνίττεσθαι, καὶ λέγειν, Τοῖς ἀνόμοις ὡς ἄνομος. Εἶτα ἵνα μὴ νομίσῃ τις μεταβολὴν γνώμης εἶναι τὸ πρᾶγμα, ἐπήγαγε· Μὴ ὢν ἄνομος Θεοῦ, ἀλλ᾽ ἔννομος Χριστοῦ. Τουτέστιν, Οὐ μόνον ἄνομος οὐκ ὢν, ἀλλ᾽ οὐδὲ ἁπλῶς ἔννομος, ἀλλὰ τὸν πολλῷ τοῦ παλαιοτέρου νόμον ὑψηλότερον ἔχων, τουτέστι, τοῦ Πνεύματος καὶ τῆς χάριτος· διὸ καὶ ἐπήγαγε, Χριστοῦ. Εἶτα ποιήσας περὶ τῆς γνώμης θαῤῥῆσαι, καὶ τὸ κέρδος τίθησι πάλιν τῆς τοιαύτης συγκαταβάσεως, λέγων· Ἵνα κερδήσω ἀνόμους.

Καὶ πανταχοῦ τὴν αἰτίαν προβάλλεται τῆς συγκαταβάσεως· καὶ οὐδὲ μέχρι τούτων ἔστη, ἀλλὰ, Καὶ τοῖς ἀσθενέσι, φησὶν, ὡς ἀσθενὴς, ἵνα τοὺς ἀσθενεῖς κερδήσω. Τοῦτο λοιπὸν τὸ τούτων λέγων, δι᾽ ὃ καὶ πάντα ταῦτα εἴρηται. Καίτοι ἐκεῖνα πολλῷ μείζονα ἦν, ἀλλὰ τοῦτο οἰκειότερον· ὅθεν καὶ ὕστερον αὐτὸ τέθεικεν. Ἐποίησε δὲ αὐτὸ καὶ παρὰ Ῥωμαίοις, ὅτε περὶ βρωμάτων ἐνεκάλει, καὶ ἀλλαχοῦ πολλαχοῦ.

Εἶτα, ἵνα μὴ καθ᾽ ἕκαστον ἅπαντα λέγων, διατρίβῃ, φησί· Τοῖς πᾶσι γέγονα τὰ πάντα, ἵνα πάντως τινὰς σώσω. Ὁρᾷς τὴν ὑπερβολήν; Πᾶσι μὲν γέγονα πάντα, οὐ πάντας δὲ προσδοκῶν σώζειν, φησὶ, ἀλλ᾽ ἵνα κἂν ὀλίγους σώσω. Καὶ τὴν μὲν σπουδὴν καὶ τὴν διακονίαν τοσαύτην ὑπέμεινα, ὅσην εἰκὸς τὸν ἅπαντας σώζοντα, οὐ μὴν ἐλπίζων ἁπάντων περιέσεσθαι· ὃ πολὺ μέγα ἦν, καὶ προθυμίας ζεούσης.

Ἐπεὶ καὶ ὁ σπείρων πανταχοῦ ἔσπειρε, καὶ οὐ τὸν πάντα σπόρον διέσωσεν, ἀλλ᾽ ὅμως τὸ ἑαυτοῦ πεποίηκε. Καὶ εἰπὼν τὴν ὀλιγότητα τῶν σωζομένων, πάλιν τῷ, Πάντως, προσθεῖναι, παρεμυθήσατο τοὺς ὑπὲρ τούτων ἀλγοῦντας. Εἰ γὰρ καὶ μὴ πάντα δυνατὸν διασωθῆναι τὸν σπόρον, ἀλλ᾽ ὅμως καὶ πάντα ἀμήχανον ἀπολέσθαι. Διὰ τοῦτο εἶπε, Πάντως, ὅτι ἀνάγκη πᾶσα τὸν οὕτω θερμῶς σπουδάζοντα καὶ ἐπιτυχεῖν.

Πάντα δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι, τουτέστιν, ἵνα δόξω τι καὶ αὐτὸς συνεισενηνοχέναι οἴκοθεν, καὶ κοινωνήσω τῶν ἀποκειμένων στεφάνων τοῖς πιστοῖς. Ὥσπερ γὰρ ἔλεγεν, Ἐκ τοῦ εὐαγγελίου ζῇν, τουτέστιν, ἐκ τῶν πιστευόντων, οὕτω καὶ ἐνταῦθα, Συγκοινωνὸς γένωμαι τοῦ εὐαγγελίου, ἵνα δυνηθῶ κοινωνῆσαι τοῖς ἐν τῷ εὐαγγελίῳ πεπιστευκόσιν. Εἶδες ταπεινοφροσύνην, πῶς ἐν τῇ τῶν μισθῶν ἀντιδόσει ἕνα τῶν πολλῶν ἑαυτὸν τίθησι, πάντων ἐπλεονεκτήσας τοῖς πόνοις;

Ὅθεν δῆλον, ὅτι καὶ τοῖς ἐπάθλοις. Ἀλλ᾽ ὅμως αὐτὸς οὐκ ἀξιοῖ τῶν πρωτείων ἀπολαύειν, ἀλλ᾽ ἀγαπᾷ, ἂν μετὰ τῶν ἄλλων κοινωνήσῃ τῶν ἀποκειμένων στεφάνων. Ταῦτα δὲ ἔλεγεν, οὐκ ἐπειδὴ μισθῷ τινι ταῦτα ἔπραττεν, ἀλλ᾽ ἵνα ἐκείνους κἀντεῦθεν ἐπισπάσηται, καὶ ταῖς ἐλπίσι ταύταις πείσῃ πάντα ποιεῖν ὑπὲρ τῶν ἀδελφῶν. Εἶδες σύνεσιν; εἶδες ἀκριβείας ὑπεροχὴν, πῶς ὑπὲρ τὰ ἐπιτεταγμένα ἐποίησε, μὴ λαμβάνων, λαμβάνειν ἐξόν; εἶδες συγκαταβάσεως ὑπερβολὴν, πῶς ὁ ἔννομος Χριστοῦ καὶ τὸν ἀνωτάτω τηρῶν νόμον, τοῖς ἀνόμοις ὡς ἄνομος ἦν, τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἐν ἑκατέροις ἄκρος φανεὶς καὶ πάντας νικήσας;

Τοῦτο καὶ σὺ ποίει, καὶ μὴ νόμιζε καταπίπτειν ἄκρος ὢν, ἐάν τι διὰ τὸν ἀδελφὸν ὑπομείνῃς τῶν ταπεινῶν· οὐδὲ γὰρ καταπεσεῖν ἐστι τοῦτο, ἀλλὰ καταβῆναι. Ὁ μὲν γὰρ πεσὼν, κεῖται μόλις ἀνιστάμενος· ὁ δὲ καταβὰς, καὶ ἀναβήσεται μετὰ πολλοῦ τοῦ κέρδους· καθάπερ καὶ Παῦλος κατῄει μὲν μόνος, ἀνῄει δὲ μετὰ τῆς οἰκουμένης, οὐχ ὑποκρινόμενος· οὐδὲ γὰρ ἂν τὸ κέρδος ἐζήτησε τῶν σωζομένων, εἴ γε ὑπεκρίνετο. Τὴν γὰρ ἀπώλειαν ὁ ὑποκριτὴς ζητεῖ, καὶ ὥστε λαβεῖν, ὑποκρίνεται, οὐχ ὥστε δοῦναι.

Ἀλλ᾽ οὗτος οὐχ οὕτως· ἀλλ᾽ ὥσπερ ἰατρὸς, ὥσπερ διδάσκαλος, ὥσπερ πατὴρ, ὁ μὲν τῷ κάμνοντι, ὁ δὲ τῷ μαθητῇ, ὁ δὲ τῷ παιδὶ συγκαταβαίνει εἰς διόρθωσιν, οὐκ εἰς βλάβην· οὕτω καὶ οὗτος. δʹ. Ὅτι γὰρ οὐχ ὑπόκρισις ἦν τὰ εἰρημένα, ὅταν μηδὲν τοιοῦτον ἀναγκάζηται ποιεῖν ἢ λέγειν, ἀλλὰ τὴν διάθεσιν αὐτοῦ καὶ τὴν παῤῥησίαν δεῖξαι βούληται, ἄκουσον αὐτοῦ λέγοντος· Οὔτε ζωὴ οὔτε θάνατος, οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα οὔτε μέλλοντα, οὔτε ὕψωμα οὔτε βάθος, οὔτε τις ἑτέρα κτίσις δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Εἶδες ἀγάπην πυρὸς θερμοτέραν;

Οὕτω καὶ ἡμεῖς ἀγαπήσωμεν τὸν Χριστόν· καὶ γὰρ εὔκολον, ἂν βουλώμεθα. Οὐδὲ γὰρ ἐκεῖνος φύσει τοιοῦτος ἦν. Διά τοι τοῦτο καὶ τὰ πρότερα αὐτοῦ ἀνεγράφη τὰ ἐναντία τούτοις, ἵνα μάθωμεν ὅτι προαιρέσεως τὸ ἔργον, καὶ βουλομένοις ἅπαντα εὔκολα.

Μὴ τοίνυν ἀπογνῶμεν, ἀλλὰ, κἂν λοίδορος ᾖς, κἂν πλεονέκτης, κἂν ὁτιοῦν, ἐννόησον ὅτι Παῦλος βλάσφημος ἦν καὶ διώκτης καὶ ὑβριστὴς, καὶ τῶν ἁμαρτωλῶν πρῶτος, καὶ ἐξαίφνης πρὸς αὐτὴν ἀνέβη τὴν κορυφὴν τῆς ἀρετῆς, καὶ οὐδὲν αὐτῷ κώλυμα τὰ πρότερα γέγονε· καίτοι γε οὐδεὶς οὕτω μετὰ τοσαύτης μανίας ἔχεται κακίας, μεθ᾽ ὅσης ἐκεῖνος τοῦ πολέμου τοῦ κατὰ τῆς Ἐκκλησίας. Καὶ γὰρ τὴν ψυχὴν ἐπέδωκε τὴν ἑαυτοῦ τότε, καὶ ὅτι μὴ μυρίας εἶχε χεῖρας, ἵνα πάσαις βάλλῃ τὸν Στέφανον, ἤλγει. Ὅμως δὲ καὶ οὕτως εὗρεν ὅπως πλείοσιν αὐτὸν βάλῃ χερσὶ, ταῖς τῶν ψευδομαρτύρων, ὧν τὰ ἱμάτια ἐτήρει· καὶ ἡνίκα δὲ εἰς τὰς οἰκίας εἰσῄει, καθάπερ θηρίον οὕτως εἰσεπήδα, σύρων, σπαράττων ἄνδρας, γυναῖκας, θορύβου καὶ ταραχῆς καὶ μυρίων πολέμων πάντα πληρῶν.

Οὕτω γοῦν καὶ φοβερὸς ἦν, ὡς τοὺς ἀποστόλους καὶ μετὰ τὴν ἀρίστην μεταβολὴν μηδέπω τολμᾷν κολλᾶσθαι αὐτῷ. Ἀλλ᾽ ὅμως μετὰ πάντα ἐκεῖνα γέγονε τοιοῦτος, οἷος γέγονεν· οὐδὲν γὰρ δεῖ πλέον εἰπεῖν. Ποῦ τοίνυν εἰσὶν οἱ τὴν τῆς εἱμαρμένης ἀνάγκην ἐπιτειχίζοντες τῇ τῆς προαιρέσεως ἐλευθερίᾳ; Ἀκουέτωσαν ταῦτα, καὶ ἐπιστομιζέσθωσαν. Τὸν γὰρ βουλόμενον γενέσθαι ἀγαθὸν οὐδέν ἐστι τὸ κωλύον, κἂν τῶν πονηροτάτων ἔμπροσθεν ᾖ. Καὶ γὰρ πρὸς τοῦτο ἐπιτηδείως μᾶλλον ἔχομεν, ὅσον καὶ κατὰ φύσιν ἡμῖν ἐστιν ἡ ἀρετὴ, καὶ παρὰ φύσιν ἡ πονηρία, ὥσπερ οὖν τὸ νοσεῖν καὶ ὑγιαίνειν. Καὶ γὰρ ὀφθαλμοὺς ἡμῖν ἔδωκεν ὁ Θεὸς, οὐχ ἵνα ἀκολάστως βλέπωμεν, ἀλλ᾽ ἵνα τὰ δημιουργήματα αὐτοῦ θαυμάζοντες, προσκυνῶμεν τὸν ποιήσαντα. Καὶ ὅτι αὕτη ἡ χρεία τῶν ὀφθαλμῶν, δῆλον ἐκ τῶν ὁρωμένων. Κάλλος μὲν γὰρ ἡλίου καὶ οὐρανοῦ ἐξ ἀπείρου βλέπομεν τοῦ διαστήματος· γυναικὸς δὲ εὐμορφίαν οὐκ ἄν τις ἐκ τοσούτου καταμάθοι. Ὁρᾷς, ὅτι πρὸς τοῦτο ἡμῖν μᾶλλον γεγένηται ὁ ὀφθαλμός; Πάλιν ἀκοὴν ἐποίησεν, οὐχ ἵνα βλάσφημα δεχώμεθα ῥήματα, ἀλλ᾽ ἵνα σωτήρια δόγματα.

Διά τοι τοῦτο, ὅταν μὲν ἀπηχές τι δέξηται, καὶ ναρκᾷ ἡ ψυχὴ καὶ τὸ σῶμα δὲ αὐτό. Λαλιὰ γὰρ πολυόρκου ἀνορθώσει τρίχας, φησί. Κἂν ὠμὸν, κἂν ἀπηνές τι ἀκούσωμεν, πάλιν φρίττομεν· ἂν δὲ ἐμμελές τι καὶ φιλάνθρωπον, καὶ γαννύμεθα καὶ χαίρομεν.

Καὶ τὸ στόμα δὲ ἡμῶν αἰσχρὰ φθεγγόμενον, αἰσχύνεσθαι καὶ ἐγκαλύπτεσθαι ποιεῖ· ἂν δὲ σεμνὰ, μετὰ ἀδείας προΐεται ταῦτα καὶ ἐλευθερίας ἁπάσης. Τοῖς δὲ κατὰ φύσιν οὐδεὶς ἂν αἰσχυνθείη, ἀλλὰ τοῖς παρὰ φύσιν. Καὶ χεῖρες μὲν, ὅταν ἁρπάζωσι, κρύπτονται καὶ ἀπολογίας ἐπιζητοῦσιν· εἰ δὲ ἐλεημοσύνην δοῖεν, καὶ ἐγκαλλωπίζονται. Ὥστε ἂν ἐθέλωμεν, πολλὴν ἔχομεν πάντοθεν πρὸς ἀρετὴν τὴν ῥοπήν. Εἰ δὲ τὴν ἡδονήν μοι λέγεις τὴν ἀπὸ τῆς κακίας, ἐννόησον ὅτι καὶ τοῦτο πλέον παρὰ τῆς ἀρετῆς καρπούμεθα.

Καὶ γὰρ τὸ συνειδὸς ἔχειν ἀγαθὸν, καὶ τὸ παρὰ πάντων θαυμάζεσθαι, καὶ τὸ χρηστὰς ἀναμένειν ἐλπίδας, πάντων ἥδιον τῷ φύσιν ἡδονῆς ἐπεσκεμμένῳ· ὥσπερ οὖν τἀναντία πάντων ὀδυνηρότερα τῷ λύπης εἰδότι φύσιν, οἷον τὸ παρὰ πάντων ὀνειδίζεσθαι, τὸ κατηγορεῖσθαι οἴκοθεν, τὸ τρέμειν καὶ δεδοικέναι καὶ τὰ μέλλοντα καὶ τὰ παρόντα.

εʹ. Καὶ ἵνα σαφέστερον ὃ λέγω γένηται, ὑποθώμεθα τῷ λόγῳ ἔχοντά τινα γυναῖκα, τὸν τοῦ πλησίον διορύττειν γάμον, καὶ ἥδεσθαι τῇ πονηρᾷ ταύτῃ κλοπῇ τῆς ἐρωμένης ἀπολαύοντα· εἶτα ἀντιθῶμεν τούτῳ πάλιν ἕτερον τὸν τὴν αὑτοῦ στέργοντα· καὶ ἵνα πλείων καὶ σαφεστέρα ἡ νίκη γίνηται, οὗτος ὁ τῆς αὐτοῦ μόνης ἀπολαύων, ἐράτω μὲν καὶ ἐκείνης τῆς μοιχευομένης, κατεχέτω δὲ τοῦ ἔρωτος καὶ μηδὲν πραττέτω πονηρόν· καίτοι γε οὐδὲ καθαρὰ τοῦτο σωφροσύνη ἐστί· πλὴν ἀλλ᾽ ἐκ περιουσίας, ἵνα μάθῃς πόση τῆς ἀρετῆς ἡ ἡδονὴ, διὰ τοῦτο οὕτω τὸ δρᾶμα ἐπλάσαμεν.

Συνθέντες τοίνυν αὐτοὺς, οὕτως ἐρώμεθα ἀμφοτέρους, τίνος ἡδίων ὁ βίος· καὶ ἀκούσῃ τοῦ μὲν καὶ ἐγκαλλωπιζομένου καὶ σκιρτῶντος ἐπὶ τῇ νίκῃ τῇ κατὰ τῆς ἐπιθυμίας· τούτου δέ· μᾶλλον δὲ οὐδὲ ἀναμεῖναι δεῖ τὸ παρ᾽ αὐτοῦ τι μαθεῖν· ὄψει γὰρ αὐτὸν, κἂν μυριάκις ἀρνῆται, δεσμωτῶν ἀθλιώτερον διακείμενον.

Καὶ γὰρ ἅπαντας δέδοικε καὶ ὑποπτεύει, καὶ τὴν αὑτοῦ γυναῖκα καὶ τὸν τῆς μοιχευομένης ἄνδρα καὶ τὴν μοιχευομένην αὐτὴν, καὶ οἰκείους καὶ φίλους καὶ συγγενεῖς, καὶ τοίχους καὶ σκιὰς καὶ ἑαυτὸν, καὶ, τὸ πάντων χαλεπώτερον, τὸ συνειδὸς ἔχει καταβοῶν, ὑλακτοῦν καθ᾽ ἑκάστην ἡμέραν. Ἂν δὲ καὶ τὸ τοῦ Θεοῦ δικαστήριον ἐννοήσῃ, οὐδὲ στῆναι δυνήσεται.

Καὶ ἡ μὲν ἡδονὴ βραχεῖα, ἡ δὲ ἀπὸ ταύτης ὀδύνη διηνεκής. Καὶ γὰρ καὶ ἐν ἑσπέρᾳ καὶ ἐν νυκτὶ, καὶ ἐν ἐρημίᾳ καὶ ἐν πόλει, καὶ πανταχοῦ ἕπεται ὁ κατήγορος, ξίφος δεικνὺς ἠκονημένον, καὶ τὰς ἀφορήτους κολάσεις, καὶ τῷ φόβῳ καταναλίσκων αὐτὸν καὶ δαπανῶν.

Ὁ δὲ σώφρων ἐκεῖνος πάντων τούτων ἀπήλλακται, καὶ ἔστιν ἐν ἐλευθερίᾳ, καὶ μετὰ ἀδείας ὁρᾷ τὴν γυναῖκα τὴν ἑαυτοῦ, τὰ παιδία, τοὺς φίλους, καὶ ἐλευθέροις ἅπασιν ὀφθαλμοῖς ἀπαντᾷ. Εἰ δὲ ὁ ἐρῶν μὲν, κρατῶν δὲ, τοσαύτης ἀπολαύσεται ἡδονῆς, ὁ μηδὲ ἐρῶν, ἀλλὰ καθαρῶς σωφρονῶν, τίνος λιμένος, ποίας γαλήνης οὐχ ἡδίω καὶ ἡμερωτέραν κτήσεται ψυχήν; Διά τοι τοῦτο τοὺς μοιχεύοντας μὲν ὀλίγους ἂν ἴδοις, σωφρονοῦντας δὲ πλείους. Εἰ δὲ τοῦτο ἥδιον, τοῦτο ἂν εἵλοντο οἱ πολλοί. Καὶ μή μοι λέγε τὸν ἀπὸ τῶν νόμων φόβον· οὐδὲ γὰρ οὗτός ἐστιν αὐτοὺς ὁ κατέχων, ἀλλ᾽ ἡ τῆς ἀτοπίας ὑπερβολὴ, καὶ τὸ πλείονα εἶναι τὰ λυπηρὰ τῶν ἡδέων, καὶ ἡ τοῦ συνειδότος ψῆφος. Καὶ ὁ μὲν μοιχὸς τοιοῦτος. Εἰ δὲ βούλεσθε, καὶ τὸν πλεονέκτην εἰς μέσον ἀγάγωμεν, ἕτερον ἔρωτα πάλιν παράνομον ἀπογυμνοῦντες. Καὶ γὰρ καὶ τοῦτον ὀψόμεθα τὰ αὐτὰ δεδοικότα, καὶ οὐ δυνάμενον καθαρᾶς ἀπολαύειν ἡδονῆς. Καὶ γὰρ καὶ τοὺς ἀδικουμένους ἐννοῶν, καὶ τοὺς συναλγοῦντας αὐτοῖς, καὶ τὴν κοινὴν ἁπάντων περὶ αὐτοῦ ψῆφον, μυρία κύματα ἔχει. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ χαλεπὸν, ἀλλ᾽ οὐδὲ τῆς ἐρωμένης ἀπολαῦσαι δύναται. Τοιοῦτος γὰρ ὁ τῶν φιλαργύρων τρόπος· οὐχ ἵνα ἀπολαύωσιν ἔχουσιν, ἀλλ᾽ ἵνα μὴ ἀπολαύωσιν.

Εἰ δὲ αἴνιγμά σοι τοῦτο εἶναι δοκεῖ, καὶ τὸ ἔτι τούτου χεῖρον καὶ ἀπορώτερον ἄκουε· ὅτι οὐ ταύτῃ μόνον ἐστέρηνται τῆς τῶν ὄντων ἡδονῆς, τῷ μὴ τολμᾷν αὐτοῖς χρῆσθαι, ὡς βούλονται, ἀλλὰ καὶ τῷ μηδέποτε αὐτῶν ἐμπίπλασθαι, ἀλλ᾽ ἐν τῷ διψῇν εἶναι διηνεκῶς· οὗ τί γένοιτ᾽ ἂν χαλεπώτερον; Ἀλλ᾽ οὐχ ὁ δίκαιος τοιοῦτος· ἀλλὰ καὶ τρόμου καὶ μίσους, καὶ φόβου καὶ τοῦ ἀνιάτου τούτου δίψους ἀπήλλακται· καὶ ὥσπερ ἐκείνῳ πάντες ἐπαρῶνται, οὕτω πάντες τούτῳ συνεύχονται· καὶ καθάπερ ἐκεῖνος οὐδένα κέκτηται φίλον, οὕτως οὗτος οὐδένα ἐχθρόν. Τί τοίνυν, τούτων οὕτως ὡμολογημένων, ἢ κακίας ἀηδέστερον, ἣ ἀρετῆς ἥδιον γένοιτ᾽ ἄν; μᾶλλον δὲ, κἂν μυρία εἴπωμεν, οὐδεὶς οὔτε ἐκείνης τὴν λύπην, οὔτε ταύτης τὴν ἡδονὴν παραστῆσαι δυνήσεται λόγῳ, ἕως ἂν αὐτῆς ἀπολαύσωμεν. Τότε γὰρ καὶ πικρότερον χολῆς εὑρήσομεν τὴν κακίαν, ὅταν τοῦ τῆς ἀρετῆς ἀπογευσώμεθα μέλιτος. Ἔστι μὲν γὰρ καὶ νῦν ἀηδὴς καὶ φορτικὴ καὶ ἐπαχθὴς, καὶ πρὸς τοῦτο οὐδὲ αὐτοὶ οἱ θεραπεύοντες αὐτὴν ἀντεροῦσιν· ὅταν δὲ αὐτῆς ἀποστῶμεν, τότε αὐτῆς ἀκριβέστερον αἰσθανόμεθα τῶν πικρῶν ἐπιταγμάτων. Εἰ δὲ οἱ πολλοὶ πρὸς αὐτὴν τρέχουσι, θαυμαστὸν οὐδέν· ἐπεὶ καὶ παῖδες πολλάκις τὰ ἧττον ἡδέα ἑλόμενοι, τῶν μειζόνως εὐφραινόντων καταφρονοῦσι· καὶ οἱ νοσοῦντες ὑπὲρ προσκαίρου χάριτος τὴν διηνεκῆ καὶ ἀσφαλεστέραν εὐφροσύνην ἀπώλεσαν.

Τοῦτο δὲ τῆς τῶν ἐρώντων ἀσθενείας τε καὶ ἀνοίας ἐστὶν, οὐ τῆς τῶν πραγμάτων φύσεως. Ὁ γὰρ μεθ᾽ ἡδονῆς ζῶν, ὁ ἐνάρετός ἐστιν, ὁ πλουτῶν ὄντως καὶ ὄντως ἐλεύθερος ὤν. Εἰ δέ τις τὰ μὲν ἄλλα συγχωροίη τῇ ἀρετῇ, ἐλευθερίαν, ἄδειαν, τὸ φροντίδων ἀπηλλάχθαι, τὸ μηδένα δεδοικέναι, τὸ μηδένα ὑποπτεύειν, τὴν δὲ ἡδονὴν μὴ συγχωροίη, καὶ γελάσαι μοι λοιπὸν δαψιλὲς ἐνταῦθα ἐπέρχεται. Τί γὰρ ἕτερόν ἐστιν ἡδονὴ, ἢ τὸ φροντίδος ἀπηλλάχθαι καὶ φόβου καὶ ἀθυμίας, καὶ πᾶσιν ἀχείρωτον εἶναι; Τίς γὰρ ἐν ἡδονῇ, εἰπέ μοι, ὁ μαινόμενος καὶ σφαδάζων καὶ κεντούμενος ὑπὸ ἐπιθυμιῶν πολλῶν, καὶ οὐδὲ ἐν ἑαυτῷ ὢν, ἢ ὁ τούτων πάντων ἀπηλλαγμένος τῶν κυμάτων, καὶ ὥσπερ ἐν λιμένι τῇ φιλοσοφίᾳ καθήμενος; οὐκ εὔδηλον ὅτι οὗτος; Ἀλλὰ τῆς ἀρετῆς ἴδιον τοῦτο ἀνεφάνη.

Ὥστε ἡ κακία ὄνομα μόνον ἡδονῆς ἔχει, τοῦ δὲ πράγματός ἐστιν ἔρημος· καὶ πρὸ μὲν τῆς ἀπολαύσεως μανία ἐστὶν, οὐχ ἡδονὴ, μετὰ δὲ τὴν ἀπόλαυσιν εὐθέως καὶ αὐτὴ σβέννυται. Εἰ τοίνυν οὔτε ἐν ἀρχῇ οὔτε μετὰ ταῦτα ἔστιν ἰδεῖν αὐτῆς τὴν ἡδονὴν, ποῦ φανεῖται καὶ πότε; Ἵνα δὲ σαφέστερον, ὃ λέγω, μάθῃς, ἐπὶ ὑποδείγματος τὸν λόγον γυμνάσωμεν· σκόπει δέ· ἠράσθη τις γυναικὸς ὡραίας καὶ εὐμόρφου· οὗτος ἕως μὲν ἂν μὴ ἐπιτύχῃ τοῦ ἔρωτος, τοῖς ἐξεστηκόσιν ἔοικε καὶ παραπαίουσιν· ἐπειδὰν δὲ ἐπιτύχῃ, ἔσβεσε τὴν ἐπιθυμίαν. Εἰ τοίνυν μήτε ἐν ἀρχῇ ἥδεται· μανία γὰρ τὸ πρᾶγμά ἐστι· μήτε ἐν τῷ τέλει· καταλύει γὰρ τῇ μίξει τὸν οἶστρον· ποῦ λοιπὸν αὐτὴν εὑρήσομεν; Ἀλλ᾽ οὐ τὰ ἡμέτερα τοιαῦτα, ἀλλὰ καὶ ἐν ἀρχῇ ταραχῆς ἀπήλλακται πάσης, καὶ μέχρι τέλους ἀκμάζουσα μένει ἡ ἡδονή· μᾶλλον δὲ οὐδέ ἐστι τέλος παρ᾽ ἡμῖν ἡδονῆς, οὐδὲ ἔχει πέρας ἡμῶν τὰ ἀγαθὰ, οὐδὲ καταλύεταί ποτε αὕτη ἡ ἡδονή.

Ταῦτ᾽ οὖν ἅπαντα ἐννοήσαντες, εἴ γε ἡδονῆς ἐρῶμεν, ἐπιλαβώμεθα ἀρετῆς, ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.