βʹ. Τί οὖν ἀπέχῃ, φησίν; Οὐχ ὡς μέλλων ἀκάθαρτος γίνεσθαι, μὴ γένοιτο, ἀλλὰ διὰ τὸν ἀδελφὸν, καὶ ἵνα μὴ κοινωνὸς γένωμαι δαιμονίων, καὶ ἵνα μὴ κρίνωμαι παρὰ τοῦ ἀπίστου. Ἐνταῦθα γὰρ οὐκέτι λοιπὸν ἡ φύσις, ἀλλ᾽ ἡ παρακοὴ καὶ ἡ πρὸς δαίμονας φιλία ποιεῖ με ἀκάθαρτον, καὶ ἡ προαίρεσις τὸν μολυσμὸν ἐργάζεται. Τί δέ ἐστι, Τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ; Ἐγὼ μὲν γὰρ, φησὶν, εὐχαριστῶ τῷ Θεῷ, ὅτι οὕτω με ὑψηλὸν ἐποίησε καὶ Ἰουδαϊκῆς ταπεινότητος ἀνώτερον, ὡς μηδαμόθεν βλάπτεσθαι· οἱ δὲ Ἕλληνες, οὐκ εἰδότες μου τὴν φιλοσοφίαν, τἀναντία ὑποπτεύσουσι καὶ ἐροῦσιν, ὅτι Χριστιανοὶ τῶν ἡμετέρων ἐφίενται, καὶ ὑποκριταί τινές εἰσι, διαβάλλοντες μὲν δαίμονας καὶ ἀποστρεφόμενοι, ἐπὶ δὲ τὰς τραπέζας αὐτῶν τρέχοντες· οὗ τί γένοιτ᾽ ἂν ἀναισθητότερον; οὐκ ἄρα ἀληθείας ἕνεκεν, ἀλλὰ φιλοτιμίας καὶ φιλαρχίας ἐπὶ τὸ δόγμα τοῦτο ἐληλύθασι. Πόσης οὖν ἀνοίας ἂν εἴη, ὑπὲρ ὧν οὕτως εὐηργετήθην, ὡς καὶ εὐχαριστεῖν, ὑπὲρ τούτων βλασφημίας αἴτιον γίνεσθαι; Ἀλλὰ ταῦτα καὶ νῦν ἐρεῖ, φησὶν, ὁ Ἕλλην, ὅταν ἴδῃ μὴ περιεργαζόμενον; Οὐδαμῶς· οὐδὲ γὰρ πάντα εἰδωλοθύτων γέμει, ἵνα τοῦτο ὑποπτεύσῃ· οὔτε αὐτὸς ὡς εἰδωλοθύτων ἀπογεύῃ. Μὴ τοίνυν περιεργάζου περιττὰ, μηδ᾽ αὖ πάλιν, λεγόντων τινῶν, ὅτι Εἰδωλόθυτόν ἐστι, κοινώνει.