Ὅταν δὲ ὑπὲρ φύσιν τι γένηται, καὶ ὑπὲρ φύσιν παρὰ πολὺ μετὰ τοῦ προσήκοντος καὶ τοῦ χρησίμου, εὔδηλον ὅτι θείᾳ τινὶ ταῦτα δυνάμει καὶ συνεργείᾳ γίνεται. Σκόπει δέ· Ὁ ἁλιεὺς, ὁ σκηνοποιὸς, ὁ τελώνης, ὁ ἰδιώτης, ὁ ἀγράμματος, ἐκ Παλαιστίνης τῆς χώρας μακρὰν κειμένης ἐλθόντες, τοὺς φιλοσόφους, τοὺς ῥήτορας, τοὺς δεινοὺς εἰπεῖν ἐκ τῆς οἰκείας ἀπωσάμενοι πάντας, αὐτοὶ τούτων ἐκράτησαν ἐν χρόνῳ βραχεῖ μετὰ κινδύνων πολλῶν, δήμων, βασιλέων ἀντιπιπτόντων, τῆς φύσεως αὐτῆς μαχομένης, τοῦ χρόνου τῆς παλαιότητος, τῆς πολλῆς συνηθείας ἀντιπαλαιούσης σφοδρῶς, δαιμόνων ὁπλιζομένων, διαβόλου παραταττομένου καὶ πάντα κινοῦντος, βασιλέας, ἄρχοντας, δήμους, ἔθνη, πόλεις, βαρβάρους, Ἕλληνας, φιλοσόφους, ῥήτορας, σοφιστὰς, λογογράφους, νόμους, δικαστήρια, κολάσεις ποικίλας, θανάτους μυρίους καὶ παντοδαπούς. Ἀλλ᾽ ὅμως ἅπαντα ταῦτα οὕτως ἠλέγχετο καὶ παρεχώρει, τῶν ἁλιέων φθεγγομένων, ὡς κόνις λεπτὴ σφοδρῶν ἀνέμων ἐμβολὴν ἐνεγκεῖν μὴ δυναμένη. Μάθωμεν τοίνυν οὕτω πρὸς Ἕλληνας διαλέγεσθαι, ἵνα μὴ ὦμεν ὡς θρέμματα καὶ βοσκήματα, ἀλλ᾽ ὦμεν παρεσκευασμένοι περὶ τῆς ἐν ἡμῖν ἐλπίδος. Καὶ τέως τοῦτο τὸ κεφάλαιον μελετήσωμεν οὐκ ὂν μικρὸν, καὶ λέγωμεν πρὸς αὐτούς· Πόθεν οἱ ἀσθενεῖς τῶν ἰσχυρῶν περιεγένοντο, οἱ δώδεκα τῆς οἰκουμένης, οὐχὶ τοῖς αὐτοῖς ὅπλοις κεχρημένοι, ἀλλὰ γυμνοὶ πρὸς ἐνόπλους μαχόμενοι;