Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν πρὸς Κορινθίους α' ἐπιστολήν

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλίες ΚΣΤ΄-ΚΗ΄: Η ευταξία των συνάξεων, το κάλυμμα των γυναικών και η Θεία Ευχαριστία

Οι παραδόσεις της Εκκλησίας για το κάλυμμα της κεφαλής, ο έλεγχος για τις διαιρέσεις στα κοινά δείπνα (αγάπες) και η αξία της επάξιας συμμετοχής στη Θεία Κοινωνία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 10 από 16

ΟΜΙΛΙΑ Κϛʹ. Ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις, οὕτω κατέχετε. αʹ. Ἀπαρτίσας τὸν περὶ τῶν εἰδωλοθύτων λόγον, ὡς αὐτῷ προσῆκον ἦν, καὶ τελειότατον αὐτὸν διὰ πάντων ἐργασάμενος, μέτεισιν ἐφ᾽ ἕτερον· ὃ καὶ αὐτὸ μὲν ἔγκλημα ἦν, οὐ τοσοῦτον δέ. Ὅπερ γὰρ ἔφθην εἰπὼν, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι οὐ πάντα ἐφεξῆς τίθησι τὰ σφοδρὰ κατηγορήματα, ἀλλὰ διαθεὶς αὐτὰ κατὰ τάξιν τὴν προσήκουσαν, εἰς μέσον αὐτῶν παρεμβάλλει τὰ κουφότερα, παραμυθούμενος τὸ ἐπαχθὲς τοῦ λόγου τὸ ἐκ τῆς συνεχοῦς ἐπιτιμήσεως ἐγγινόμενον τοῖς ἀκούουσι. Διὸ καὶ τὸ πάντων σφοδρότερον ὕστερον τίθησι, τὸ περὶ τῆς ἀναστάσεως. Τέως δὲ ἐφ᾽ ἕτερον χωρεῖ κουφότερον λέγων· Ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε. Ὅταν μὲν γὰρ ὡμολογημένον ᾖ τὸ ἁμάρτημα, καὶ κατηγορεῖ σφοδρῶς καὶ ἀπειλεῖ· ὅταν δὲ ἀμφιβαλλόμενον, κατασκευάζει πρῶτον αὐτὸ, καὶ τότε ἐπιτιμᾷ· καὶ τὸ μὲν ὡμολογημένον ἐπαίρει, τὸ δὲ ἀμφισβητήσιμον δείκνυσιν ὡμολογημένον. Οἷον ἡ πορνεία ὡμολογημένον ἦν· διόπερ οὐκ ἐδεήθη δεῖξαι, ὅτι ἁμάρτημα ἦν, ἀλλὰ τὸ μέγεθος ἐκεῖ κατεσκεύασε τοῦ πλημμελήματος, καὶ κατὰ σύγκρισιν προήγαγε τὸν λόγον. Πάλιν τὸ ἐφ᾽ ἑτέρων δικάζεσθαι, ἁμάρτημα μὲν ἦν, οὐ τοσοῦτον δέ· διόπερ αὐτὸ καὶ παρενέθηκε, καὶ κατεσκεύασε.

Τὸ τῶν εἰδωλοθύτων πάλιν ἀμφεβάλλετο μὲν, ἦν δὲ μέγιστον κακόν· διὸ καὶ ἀποδείκνυσιν ἁμάρτημα ὂν, καὶ ἐπαίρει τῷ λόγῳ. Ὅταν δὲ τοῦτο ποιήσῃ, οὐκ ἀπάγει τῶν ἐγκλημάτων μόνον, ἀλλὰ καὶ εἰς τὰ ἐναντία ἐνάγει. Οὐδὲ γὰρ εἶπεν ὅτι οὐ δεῖ πορνεύειν μόνον, ἀλλ᾽ ὅτι καὶ πολλὴν ἁγιωσύνην ἐνδείκνυσθαι χρή. Διόπερ ἐπήγαγε· Δοξάσατε δὴ ἄρα τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν, καὶ ἐν τῷ πνεύματι ὑμῶν. Καὶ εἰπὼν πάλιν ὅτι οὐ δεῖ σοφὸν εἶναι τὴν ἔξω σοφίαν, οὐκ ἀρκεῖται τούτῳ, ἀλλὰ κελεύει καὶ μωρὸν γενέσθαι. Καὶ συμβουλεύων ἐπὶ τῶν ἔξω μὴ δικάζεσθαι μηδὲ ἀδικεῖν, προϊὼν καὶ αὐτὸ τὸ δικάζεσθαι ἀναιρεῖ, καὶ συμβουλεύει μὴ μόνον μὴ ἀδικεῖν, ἀλλὰ καὶ ἀδικεῖσθαι. Καὶ περὶ τῶν εἰδωλοθύτων διαλεγόμενος, οὐκ εἶπεν ὅτι τῶν κεκωλυμένων ἀπέχεσθαι δεῖ μόνον, ἀλλ᾽ ὅτι καὶ τῶν συγκεχωρημένων, ὅταν σκάνδαλον γίνηται· καὶ οὐχὶ τοὺς ἀδελφοὺς μόνον μὴ πλήττειν, ἀλλ᾽ οὐδὲ Ἕλληνας οὐδὲ Ἰουδαίους· Ἀπρόσκοποι γὰρ γίνεσθε, φησὶ, καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Πληρώσας τοίνυν ἅπαντα τὸν περὶ τούτων ἁπάντων λόγον, μετὰ ταῦτα καὶ ἐφ᾽ ἕτερον ἔγκλημα πρόεισι λοιπόν.

Τί δὲ τοῦτο ἦν; Αἱ μὲν γυναῖκες ἀνακεκαλυμμέναι καὶ γυμνῇ τῇ κεφαλῇ καὶ ηὔχοντο καὶ προεφήτευον· καὶ γὰρ προεφήτευον τότε γυναῖκες· οἱ δὲ ἄνδρες καὶ ἐκόμων, ἅτε ἐν φιλοσοφίᾳ διατρίψαντες, καὶ περιεβάλλοντο τὰς κεφαλὰς εὐχόμενοι καὶ προφητεύοντες· ὅπερ ἑκάτερον Ἑλληνικοῦ νόμου ἦν. Ἐπεὶ οὖν ὑπὲρ τούτων ἤδη παρῄνεσε παρὼν, καὶ ἴσως οἱ μὲν ἤκουσαν, οἱ δὲ ἠπείθησαν, διὰ τοῦτο καὶ διὰ τῆς Ἐπιστολῆς πάλιν, ὥσπερ σοφὸς ἰατρὸς, ἐπαντλῶν τῷ λόγῳ διορθοῦται τὸ ἁμάρτημα. Ὅτι γὰρ παρῄνεσεν ἤδη παρὼν, δῆλον ἐξ ὧν προοιμιάζεται. Τίνος γὰρ ἕνεκεν οὐδὲν εἰπὼν περὶ τούτου οὐδαμοῦ τῆς Ἐπιστολῆς ἔμπροσθεν, ἀλλ᾽ ἀπὸ ἐγκλημάτων ἑτέρων ἐκβὰς, εὐθέως φησίν· Ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις, οὕτω κατέχετε;

Ὁρᾷς ὅτι οἱ μὲν ἤκουσαν, οὓς ἐπαινεῖ, οἱ δὲ παρήκουσαν, οὓς διορθοῦται διὰ τῶν ἑξῆς, λέγων· Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν; Εἰ γὰρ τῶν μὲν κατωρθωκότων, τῶν δὲ παρακουσάντων, πάντας ὑπέβαλε τῇ κατηγορίᾳ, ἐκείνους τε θρασυτέρους ἐποίησε, καὶ τούτους ῥᾳθυμοτέρους ἂν εἰργάσατο· νῦν δὲ τοὺς μὲν ἐπαινέσας καὶ ἀποδεξάμενος, τοὺς δὲ κακίσας, καὶ ἐκείνους μᾶλλον ἤλειψε, καὶ τούτους καταδύεσθαι παρεσκεύασεν. Ἱκανὸν μὲν γὰρ καὶ καθ᾽ ἑαυτὸ ἡ κατηγορία πλῆξαι· ὅταν δὲ πρὸς παράθεσιν ἑτέρων κατωρθωκότων καὶ ἐγκωμιαζομένων γίνηται, μεῖζον ἔχει τὸ κέντρον. Ἀλλὰ τέως οὐκ ἀπὸ κατηγορίας, ἀλλ᾽ ἀπὸ ἐγκωμίων ἄρχεται, καὶ ἐγκωμίων μεγάλων, λέγων· Ἐπαινῶ δὲ ὑμᾶς ὅτι πάντα μου μέμνησθε.

Τοιοῦτον γὰρ τοῦ Παύλου τὸ ἔθος, καὶ ἐπὶ μικροῖς μεγάλους ἐπαίνους ὑφαίνει, οὐ κολακείᾳ τοῦτο ποιῶν, μὴ γένοιτο· πῶς γὰρ ὁ μηδὲ χρημάτων ἐφιέμενος, μήτε δόξης, μήτε ἄλλου μηδενὸς τῶν τοιούτων; ἀλλ᾽ ὑπὲρ τῆς σωτηρίας αὐτῶν πάντα πραγματευόμενος.

Διὸ καὶ ἐπαίρει τὸ ἐγκώμιον, λέγων· Ἐπαινῶ δὲ ὑμᾶς ὅτι πάντα μου μέμνησθε. Ποῖα πάντα; Ὑπὲρ γὰρ τοῦ μὴ κομᾷν μηδὲ κατακαλύπτεσθαι τέως ὁ λόγος ἦν αὐτῷ μόνον· ἀλλ᾽, ὅπερ ἔφην, ἐπιδαψιλεύεται τοῖς ἐγκωμίοις, προθυμοτέρους ποιῶν. Διό φησιν, Ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις, οὕτω κατέχετε. Ἄρα καὶ ἀγράφως πολλὰ παρεδίδου τότε, ὃ καὶ ἀλλαχοῦ πολλαχοῦ δηλοῖ· ἀλλὰ τότε μὲν παρέδωκε μόνον, νῦν δὲ καὶ αἰτιολογίαν τίθησιν. Οὕτω γὰρ καὶ τούτους ἰσχυροτέρους ἐποίει τοὺς ἀκούοντας, καὶ ἐκείνων κατέσπα τὸ φύσημα τῶν ἐναντιουμένων. Εἶτα οὐ λέγει ὅτι, Ὑμεῖς μὲν ὑπηκούσατε, ἕτεροι δὲ παρήκουσαν, ἀλλὰ ἀνυπόπτως ἐκ τῆς διδασκαλίας αὐτὸ αἰνίττεται διὰ τῶν ἑξῆς, οὕτω λέγων· Θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστι· κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ· κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός. Ἡ μὲν αἰτιολογία αὕτη· τίθησι δὲ αὐτὴν, τοὺς ἀσθενεστέρους προσεκτικωτέρους ποιῶν. Ὁ μὲν οὖν πιστὸς, ὡς χρὴ, καὶ ἐῤῥωμένος οὐδὲ δεῖται λόγου οὐδὲ αἰτίας, ὑπὲρ ὧν ἂν ἐπιταχθῇ, ἀλλ᾽ ἀρκεῖται τῇ παραδόσει μόνῃ· ὁ δὲ ἀσθενέστερος, ὅταν καὶ τὴν αἰτίαν μάθῃ, τότε καὶ μετὰ πλείονος τῆς σπουδῆς κατέχει τὸ λεχθὲν, καὶ μετὰ πολλῆς ὑπακούει τῆς προθυμίας.

βʹ. Διόπερ οὐδὲ εἶπε τὴν αἰτίαν, ἕως ὅτου παραβαινομένην εἶδε τὴν ἐντολήν. Τίς οὖν ἡ αἰτία; Παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν. Ἆρ᾽ οὖν καὶ τοῦ Ἕλληνος; Οὐδαμῶς. Εἰ γὰρ σῶμά ἐσμεν τοῦ Χριστοῦ καὶ μέλη ἐκ μέρους, καὶ ταύτῃ ἐκεῖνος ἡμῶν κεφαλὴ, τῶν οὐκ ὄντων ἐν τῷ σώματι οὐδὲ εἰς μέλη τελούντων οὐκ ἂν εἴη κεφαλή· ὥστε ὅταν εἴπῃ, Παντὸς, τοῦ πιστοῦ δεῖ προσυπακούειν. Εἶδες πῶς πανταχοῦ ἄνωθεν ἐντρέπει τὸν ἀκροατήν; Καὶ γὰρ ὅτε περὶ ἀγάπης διελέγετο, καὶ ὅτε περὶ ταπεινοφροσύνης, καὶ ὅτε περὶ ἐλεημοσύνης, ἐκεῖθεν εἷλκε τὰ παραδείγματα.

Κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ· κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός. Ἐνταῦθα ἐπιπηδῶσιν ἡμῖν οἱ αἱρετικοὶ ἐλάττωσίν τινα ἐκ τῶν εἰρημένων ἐπινοοῦντες τῷ Υἱῷ· ἀλλ᾽ ἑαυτοῖς περιπίπτουσιν. Εἰ γὰρ κεφαλὴ γυναικὸς ὁ ἀνὴρ, ὁμοούσιος δὲ ἡ κεφαλὴ τῷ σώματι, κεφαλὴ δὲ τοῦ Χριστοῦ ὁ Θεὸς, ὁμοούσιος ὁ Υἱὸς τῷ Πατρί. Ἀλλ᾽ οὐ τὸ ἑτεροούσιον ἐντεῦθεν ἀποδεῖξαι βουλόμεθα, ἀλλ᾽ ὅτι ἄρχεται, φησί. Τί οὖν πρὸς τοῦτο εἴποιμεν ἄν;

Ὅτι μάλιστα μὲν, ὅταν τι ταπεινὸν λέγηται μετὰ τῆς σαρκὸς ὄντος αὐτοῦ, οὐκ εὐτέλεια τῆς θεότητός ἐστι τὸ λεγόμενον, τῆς οἰκονομίας δεχομένης τὸ λεχθέν. Πλὴν ἀλλ᾽ εἰπὲ, πῶς τοῦτο βούλει ἐκ τούτου κατασκευάσαι νῦν; Ὅτι ὥσπερ ὁ ἀνὴρ ἄρχει τῆς γυναικὸς, φησὶν, οὕτω καὶ ὁ Πατὴρ τοῦ Χριστοῦ. Οὐκοῦν καὶ ὥσπερ ὁ Χριστὸς τοῦ ἀνδρὸς, οὕτω καὶ ὁ Πατὴρ τοῦ Υἱοῦ· Παντὸς γὰρ ἀνδρὸς, φησὶν, ἡ κεφαλὴ ὁ Χριστός ἐστι. Καὶ τίς ἂν ταῦτα καταδέξαιτό ποτε;

Εἰ γὰρ ὅσον τὸ ὑπερέχον τοῦ Υἱοῦ πρὸς ἡμᾶς, τοσοῦτον τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν, ἐννόησον εἰς ὅσην αὐτὸν ἄξεις τὴν εὐτέλειαν. Ὥστε οὐ πάντα ὁμοίως ἐξεταστέον ἐφ᾽ ἡμῶν καὶ ἐπὶ τοῦ Θεοῦ, κἂν ὁμοίως λέγηται· ἀλλ᾽ ἀπονεμητέον τῷ Θεῷ τινα ἰδιάζουσαν ὑπεροχὴν, καὶ τοσαύτην ὅσην Θεῷ. Εἰ γὰρ μὴ τοῦτο συγχωρήσαιεν, πολλὰ ἕψεται τὰ ἄτοπα. Σκόπει δέ· Κεφαλὴ τοῦ Χριστοῦ ὁ Θεὸς, οὗτος δὲ τοῦ ἀνδρὸς, κἀκεῖνος τῆς γυναικός. Οὐκοῦν εἰ ἐπὶ πάντων ὁμοίως ἐκλάβοιμεν τὴν κεφαλὴν, τοσοῦτον ἔσται ὁ Υἱὸς ἀφεστηκὼς τοῦ Πατρὸς, ὅσον ἡμεῖς αὐτοῦ. Ἀλλὰ καὶ ἡ γυνὴ τοσοῦτον ἡμῶν ἀποστήσεται, ὅσον ἡμεῖς τοῦ Θεοῦ Λόγου· καὶ ὅπερ ἐστὶν ὁ Υἱὸς πρὸς τὸν Πατέρα, τοῦτο καὶ ἡμεῖς πρὸς τὸν Υἱὸν, καὶ ἡ γυνὴ πρὸς τὸν ἄνδρα πάλιν. Καὶ τίς ταῦτα ἀνέξεται; Ἀλλ᾽ ἑτέρως ἐκλαμβάνεις ἐπὶ γυναικὸς καὶ ἀνδρὸς τὴν κεφαλὴν, καὶ οὐχ ὡς ἐπὶ τοῦ Χριστοῦ; Οὐκοῦν καὶ ἐπὶ τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς ἑτέρως ἐκληπτέον ἡμῖν. Καὶ πῶς ἑτέρως ἐκληπτέον; φησί. Κατὰ τὸ αἴτιον. Καὶ γὰρ εἴπερ ἀρχὴν ἐζήτει εἰπεῖν καὶ ὑποταγὴν ὁ Παῦλος, ὡς σὺ φὴς, οὐκ ἂν γυναῖκα παρήγαγεν εἰς μέσον, ἀλλὰ δοῦλον μᾶλλον καὶ δεσπότην. Εἰ γὰρ καὶ ὑποτέτακται ἡμῖν ἡ γυνὴ, ἀλλ᾽ ὡς γυνὴ, ἀλλ᾽ ὡς ἐλευθέρα καὶ ὡς ὁμότιμος. Καὶ ὁ Υἱὸς δὲ, εἰ καὶ ὑπήκοος γέγονε τῷ Πατρὶ, ἀλλ᾽ ὡς Υἱὸς Θεοῦ, ἀλλ᾽ ὡς Θεός.

Ὥσπερ γὰρ πλείων ἡ πειθὼ τῷ Υἱῷ πρὸς τὸν Πατέρα, ἢ τοῖς ἀνθρώποις πρὸς τοὺς γεγεννηκότας· οὕτω καὶ ἡ ἐλευθερία μείζων. Οὐ γὰρ δήπου τὰ μὲν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα μείζονα τῶν ἀνθρώπων καὶ γνησιώτερα, τὰ δὲ τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν ἐλάττονα. Εἰ γὰρ θαυμάζομεν τὸν Υἱὸν, ὅτι ὑπήκουσεν, ὡς καὶ μέχρι θανάτου ἐλθεῖν, καὶ θανάτου σταυροῦ, καὶ θαῦμα αὐτοῦ μέγα τιθέμεθα τοῦτο· θαυμάζειν δεῖ καὶ τὸν Πατέρα, ὅτι τοιοῦτον ἐγέννησεν, οὐχ ὡς δοῦλον ἐπιταττόμενον, ἀλλ᾽ ὡς ἐλεύθερον ὑπακούοντα καὶ σύμβουλον ὄντα· ὁ γὰρ σύμβουλος οὐ δοῦλος.

Σύμβουλον δὲ ὅταν ἀκούσῃς πάλιν, μὴ ὡς τοῦ Πατρὸς ἐνδεῶς ἔχοντος ἄκουε, ἀλλ᾽ ὡς τοῦ Παιδὸς ὁμοτίμου πρὸς τὸν γεγεννηκότα. Μὴ τοίνυν εἰς πάντα ἕλκε τὸ παράδειγμα τοῦ ἀνδρὸς καὶ τῆς γυναικός. Παρ᾽ ἡμῖν μὲν γὰρ εἰκότως ὑποτέτακται τῷ ἀνδρὶ ἡ γυνή· ἡ γὰρ ἰσοτιμία μάχην ποιεῖ· καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλὰ καὶ διὰ τὴν ἀπάτην τὴν παρὰ τὴν ἀρχὴν συμβᾶσαν.

Διά τοι τοῦτο γενομένη μὲν εὐθέως οὐχ ὑπετάγη· οὔτε ὅταν αὐτὴν ἤγαγε πρὸς τὸν ἄνδρα, οὔτε αὐτὴ ἤκουσέ τι παρὰ τοῦ Θεοῦ τοιοῦτον, οὔτε ὁ ἀνὴρ εἶπέ τι πρὸς αὐτὴν τοιοῦτον· ἀλλ᾽ ὅτι μὲν ὀστοῦν ἐκ τῶν ὀστῶν αὐτοῦ, καὶ σὰρξ ἐκ τῶν σαρκῶν αὐτοῦ ἦν, εἶπεν· ἀρχῆς δὲ οὐδαμοῦ οὐδὲ ὑποταγῆς ἐμνημόνευσε πρὸς αὐτήν· ὅτε δὲ κακῶς ἐχρήσατο τῇ ἐξουσίᾳ, καὶ ἡ γενομένη βοηθὸς ἐπίβουλος εὑρέθη, καὶ πάντα ἀπώλεσε, τότε ἀκούει δικαίως λοιπόν· Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου. Ἐπειδὴ γὰρ εἰκὸς ἦν τὴν ἁμαρτίαν ταύτην ἐκπολεμῶσαι τὸ γένος τὸ ἡμέτερον (οὐδὲ γὰρ ἂν ὤνησέ τι εἰς εἰρήνην τὸ ἐξ αὐτοῦ γεγενῆσθαι, τούτου συμβάντος· ἀλλ᾽ αὐτὸ μὲν οὖν τοῦτο καὶ τραχύτερον ἂν ἐποίησε τὸν ἄνδρα, τὸ μηδὲ τοῦ οἰκείου φείσασθαι μέλους τὴν ἐξ αὐτοῦ γενομένην)· συνιδὼν τὴν τοῦ διαβόλου κακουργίαν ὁ Θεὸς, ἐπετείχισε τουτὶ τὸ ῥῆμα, καὶ τὴν ἐκ τῆς ἐπιβουλῆς μέλλουσαν ἀπέχθειαν ἔσεσθαι διὰ τῆς ἀποφάσεως ταύτης ἀνεῖλε, καὶ τῆς ἐπιθυμίας τῆς ἐμφύτου καθάπερ μεσότοιχον κατασπάσας τὴν ἐκ τῆς ἁμαρτίας μνησικακίαν. Ἀλλ᾽ ἐπὶ τοῦ Θεοῦ καὶ τῆς ἀκηράτου οὐσίας ἐκείνης οὐδὲν τοιοῦτον ἔστιν ὑποπτεῦσαι.

Μὴ τοίνυν κατὰ πάντων δέχου τὰ παραδείγματα ἐπεὶ καὶ ἀλλαχοῦ πολλὰ ἐντεῦθεν ἀπαντήσει χαλεπὰ ἁμαρτήματα. Καὶ γὰρ καὶ ἐν προοιμίοις τῆς Ἐπιστολῆς ἔλεγε· Πάντα ὑμῶν ἐστιν, ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ.

γʹ. Τί οὖν; ὁμοίως ἡμῶν τὰ πάντα, καὶ ἡμεῖς τοῦ Χριστοῦ, καὶ ὁ Χριστὸς τοῦ Θεοῦ; Οὐδαμῶς, ἀλλὰ καὶ τοῖς σφόδρα ἀνοήτοις δήλη ἡ διαφορὰ, εἰ καὶ ἡ αὐτὴ ῥῆσις ἐπὶ τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ καὶ ἡμῶν εἴρηται. Καὶ ἀλλαχοῦ δὲ κεφαλὴν εἰπὼν τὸν ἄνδρα τῆς γυναικὸς, ἐπήγαγεν· Ὥσπερ καὶ ὁ Χριστὸς κεφαλὴ καὶ Σωτήρ ἐστι τῆς Ἐκκλησίας καὶ προστάτης, οὕτω καὶ ὁ ἀνὴρ ὀφείλει τῆς αὐτοῦ γυναικὸς εἶναι. Ἆρ᾽ οὖν ὁμοίως ἐκληψόμεθα τὸ εἰρημένον, καὶ τοῦτο καὶ τὰ μετὰ τούτου ἅπαντα Ἐφεσίοις ἐπεσταλμένα περὶ τῆς ὑποθέσεως ταύτης; Ἄπαγε! οὐδὲ γὰρ δυνατόν. Τὰ γὰρ αὐτὰ ῥήματα λέγεται μὲν ἐπὶ Θεοῦ καὶ ἀνθρώπων· ἀλλ᾽ ἑτέρως μὲν ἐκεῖνα νοητέον, ἑτέρως δὲ ταῦτα· οὐ μὴν πάλιν πάντα ἐξηλλαγμένως· ἐπεὶ πάλιν εἰκῆ καὶ μάτην παρειλῆφθαι δόξει, οὐδὲν ἀπ᾽ αὐτῶν καρπουμένων ἡμῶν. Ὥσπερ γὰρ οὐ πάντα ὁμοίως ἐκληπτέον, οὕτως οὐδὲ πάντα ἁπλῶς ἐκβλητέον.

Ἵνα δὲ ὃ λέγω, γένηται σαφέστερον, ἐπὶ ὑποδείγματος αὐτὸ πειράσομαι ποιῆσαι φανερόν. Εἴρηται κεφαλὴ τῆς Ἐκκλησίας ὁ Χριστός· ἂν μηδὲν ἀπὸ τοῦ ἀνθρωπίνου λάβω, τί μοι καὶ εἴρηται τοῦτο; Πάλιν ἂν ἅπαντα λάβω, πολλὴ ἕψεται ἡ ἀλογία· καὶ γὰρ ὁμοιοπαθὴς τῷ σώματι ἡ κεφαλὴ, καὶ τοῖς αὐτοῖς ὑπεύθυνος. Τί οὖν δεῖ ἀφεῖναι, ἢ τί λαβεῖν; Ἀφεῖναι μὲν ταῦτα ἃ εἶπον, λαβεῖν δὲ ἕνωσιν ἀκριβῆ, καὶ αἰτίαν καὶ ἀρχὴν τὴν πρώτην· καὶ οὐδὲ ταῦτα ἁπλῶς, ἀλλὰ καὶ ἐνταῦθα τὸ μεῖζον οἴκοθεν ἐπινοεῖν καὶ Θεῷ πρέπον· καὶ γὰρ ἡ ἕνωσις ἀσφαλεστέρα, καὶ ἡ ἀρχὴ τιμιωτέρα. Πάλιν ἤκουσας Υἱόν· μὴ πάντα μηδὲ ἐνταῦθα λάβῃς, ἀλλὰ μηδὲ πάντα ἐκβάλῃς, ἀλλ᾽ ὅσα Θεῷ πρέπει δεξάμενος, ὅτι ὁμοούσιος, ὅτι ἐξ αὐτοῦ, τὰ ἄτοπα καὶ ἀσθενείας ὄντα ἀνθρωπίνης, ἐπὶ τῆς γῆς ἔα. Εἴρηται φῶς ὁ Θεὸς πάλιν· ἆρ᾽ οὖν πάντα δεξόμεθα, ὅσα τοῦ φωτὸς τούτου; Οὐδαμῶς· καὶ γὰρ ἐκεῖ τῷ σκότῳ τοῦτο καὶ τόπῳ περικλείεται, καὶ ὑφ᾽ ἑτέρας κινεῖται δυνάμεως καὶ ἐπισκιάζεται· ὧν οὐδὲν οὐδὲ ἐννοῆσαι θέμις ἐπὶ τῆς οὐσίας ἐκείνης. Ἀλλ᾽ οὐδὲ πάντα διὰ τοῦτο ἐκβαλοῦμεν, ἀλλὰ δρεψόμεθά τι καὶ χρήσιμον ἀπὸ τοῦ παραδείγματος, τὸν φωτισμὸν τὸν ἐκ τοῦ Θεοῦ γινόμενον ἡμῖν, τὴν ἐκ τοῦ σκότους ἀπαλλαγὴν ἐκ τούτου συνάγοντες. Καὶ τὰ μὲν πρὸς αἱρετικοὺς ταῦτα· δεῖ δὲ καὶ ὁλοκλήρῳ λοιπὸν ἐπεξελθεῖν τῷ χωρίῳ.

Ἴσως γὰρ ἄν τις ἐνταῦθα καὶ διαπορήσειε, πρὸς ἑαυτὸν ζητῶν, ποῖον ἔγκλημα ἦν τὸ ἀνακαλύπτεσθαι τὰς γυναῖκας, ἢ καὶ καλύπτεσθαι τοὺς ἄνδρας; Ποῖον οὖν ἔγκλημα τοῦτο, ἐντεῦθεν ἤδη μάνθανε· Σύμβολα δέδοται ἀνδρὶ καὶ γυναικὶ πολλὰ μὲν καὶ ἕτερα, τῷ μὲν τῆς ἀρχῆς, τῇ δὲ τῆς ὑποταγῆς· μετὰ δὲ ἐκείνων καὶ τοῦτο, τὸ ταύτην μὲν καλύπτεσθαι, τοῦτον δὲ γυμνὴν ἔχειν τὴν κεφαλήν.

Εἰ τοίνυν σύμβολα ταῦτά ἐστιν, ἀμφότεροι ἁμαρτάνουσι τὴν εὐταξίαν συγχέοντες, καὶ τὴν τοῦ Θεοῦ διαταγὴν, καὶ τοὺς οἰκείους ὑπερβαίνοντες ὅρους, καὶ ὁ μὲν εἰς τὴν ἐκείνης καταπίπτων εὐτέλειαν, ἡ δὲ ἐπανισταμένη τῷ ἀνδρὶ διὰ τοῦ σχήματος. Εἰ γὰρ ἱμάτιον ἐναλλάττειν οὐ θέμις, οὐδὲ ταύτην μὲν χλανίδα περικεῖσθαι, ἐκεῖνον δὲ φάρος ἢ καλύπτραν· Οὐκ ἔσται γὰρ, φησὶ, σκεύη ἀνδρὸς ἐπὶ γυναικὶ, οὐδὲ ἐνδύσεται ἀνὴρ στολὴν γυναικείαν· πολλῷ μᾶλλον ταῦτα ἀνταλλάττεσθαι οὐ δεῖ. Ταῦτα μὲν γὰρ παρὰ τῶν ἀνθρώπων νενομοθέτηται, εἰ καὶ ὁ Θεὸς ὕστερον αὐτὰ ἐκύρωσεν· ἐκεῖνο δὲ παρὰ τῆς φύσεως, τὸ καλύπτεσθαι λέγω, καὶ τὸ μὴ καλύπτεσθαι. Ὅταν δὲ εἴπω τὴν φύσιν, τὸν Θεὸν λέγω· ὁ γὰρ τὴν φύσιν δημιουργήσας, αὐτός ἐστιν. Ὅταν οὖν τοὺς ὅρους ἀνατρέπῃς τούτους, ὅρα πόσα γίνεται τὰ ἐπιβλαβῆ. Καὶ μή μοι τοῦτο εἴπῃς, ὅτι μικρὸν τὸ ἁμαρτανόμενον· μέγα μὲν γάρ ἐστι, καὶ καθ᾽ ἑαυτό· παρακοὴ γάρ ἐστιν· Εἰ δὲ καὶ μικρὸν ἦν, μέγα ἐγίνετο, ἐπειδὴ μεγάλων ἐστὶ σύμβολον πραγμάτων. Ὅτι δὲ καὶ μέγα ἐστὶ, δῆλον ἐξ ὧν τοσαύτην εὐταξίαν τῷ γένει παρέχει, τὸν ἄρχοντα καὶ τὸν ἀρχόμενον ἐν κόσμῳ διατάττον.

Ὥστε ὁ παραβαίνων, πάντα συγχεῖ, καὶ τὰ τοῦ Θεοῦ προδίδωσι δῶρα, καὶ τὴν ἄνωθεν αὐτῷ δοθεῖσαν τιμὴν χαμαὶ ῥίπτει, οὐχ ὁ ἀνὴρ δὲ μόνον, ἀλλὰ καὶ ἡ γυνή. Καὶ γὰρ καὶ ἐκείνῃ τιμὴ μεγίστη τὸ τὴν οἰκείαν τάξιν διατηρεῖν, ὥσπερ οὖν καὶ αἰσχύνη τὸ στασιάζειν. Διόπερ ἐπ᾽ ἀμφοτέρων αὐτὸ τέθεικεν. οὕτω λέγων· Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων, καταισχύνει τὴν κεφαλὴν αὑτοῦ· πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, καταισχύνει τὴν κεφαλὴν αὑτῆς. Ἦσαν γὰρ, ὅπερ ἔφην, καὶ ἄνδρες καὶ γυναῖκες προφητεύοντες, καὶ γυναῖκες τὸ χάρισμα τοῦτο ἔχουσαι τότε, ὡς αἱ τοῦ Φιλίππου θυγατέρες, ὡς ἕτεραι πρὸ ἐκείνων καὶ μετ᾽ ἐκείνας· περὶ ὧν καὶ ὁ προφήτης ἔλεγεν ἄνωθεν· ὅτι, Προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν ὁράσεις ὄψονται. Τὸν μὲν οὖν ἄνδρα οὐκ ἀεὶ ἀναγκάζει ἀκατακάλυπτον εἶναι, ἀλλ᾽ ὅταν εὔχηται μόνον· Πᾶς γὰρ ἀνὴρ, φησὶ, προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων, καταισχύνει τὴν κεφαλὴν αὑτοῦ· τὴν δὲ γυναῖκα διαπαντὸς κατακαλύπτεσθαι κελεύει. Διὸ καὶ εἰπὼν, Πᾶσα γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, καταισχύνει τὴν κεφαλὴν αὑτῆς· οὐκ ἔστη μέχρι τούτου μόνον, ἀλλὰ καὶ ἐπεξῆλθεν εἰπών· Ἓν γάρ ἐστι καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ.

Εἰ δὲ ἀεὶ ἐξυρῆσθαι αἰσχρὸν, εὔδηλον ὅτι καὶ ἀκατακάλυπτον εἶναι ἀεὶ ὄνειδος. δʹ. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη μόνον, ἀλλὰ καὶ πάλιν προσέθηκεν εἰπὼν, ὅτι Ὀφείλει ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς ἡ γυνὴ διὰ τοὺς ἀγγέλους. Δείκνυσιν ὅτι οὐκ ἐν τῷ καιρῷ τῆς εὐχῆς μόνον, ἀλλὰ καὶ διηνεκῶς ἐγκεκαλύφθαι δεῖ. Ἐπὶ δὲ τοῦ ἀνδρὸς οὐκέτι τὸν τοῦ καλύμματος, ἀλλὰ τὸν τῆς κόμης οὕτω γυμνάζει λόγον· καλύπτεσθαι μὲν γὰρ τότε μόνον κωλύει, ὅταν εὔχηται, κομᾷν δὲ ἀεὶ ἀποτρέπει. Διὰ τοῦτο ὥσπερ ἐπὶ τῆς γυναικὸς εἶπεν, Εἰ δὲ οὐ κατακαλύπτεται, καὶ κειράσθω· οὕτω καὶ ἐπὶ τοῦ ἀνδρὸς, ὅτι Ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστιν. Οὐκ εἶπεν, Ἐὰν καλύπτηται, ἀλλ᾽ Ἐὰν κομᾷ. Διὸ καὶ ἀρχόμενος ἔλεγε· Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων, κατὰ κεφαλῆς ἔχων. Οὐκ εἶπε, Κεκαλυμμένος, ἀλλὰ, Κατὰ κεφαλῆς ἔχων, δεικνὺς ὅτι κἂν γυμνῇ εὔχηται τῇ κεφαλῇ, κόμην δὲ ἔχῃ, ἴσος ἐστὶ τῷ κεκαλυμμένῳ. Ἡ γὰρ κόμη, φησὶν, ἀντὶ περιβολαίου δέδοται. Εἰ δὲ οὐ καλύπτεται γυνὴ, καὶ κειράσθω· εἰ δὲ αἰσχρὸν γυναικὶ κείρεσθαι ἢ ξυρᾶσθαι, κατακαλυπτέσθω. Ἐν προοιμίοις μὲν γὰρ τὸ μὴ γυμνὴν ἔχειν τὴν κεφαλὴν ἀπαιτεῖ· προϊὼν δὲ καὶ τὸ διηνεκὲς αἰνίττεται λέγων, Ἓν γάρ ἐστι καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ, καὶ τὸ μετ᾽ ἐπιμελείας καὶ σπουδῆς ἁπάσης. Οὐδὲ γὰρ καλύπτεσθαι εἶπεν ἁπλῶς, ἀλλὰ κατακαλύπτεσθαι, ὥστε ἀκριβῶς πάντοθεν περιεστάλθαι.

Καὶ τῇ εἰς ἄτοπον ἀπαγωγῇ ἐντρέπει, σφοδρῶς καθαπτόμενος καὶ λέγων, Εἰ δὲ οὐ κατακαλύπτεται, καὶ κειράσθω. Εἰ γὰρ τὸ ἀπὸ τοῦ νόμου τοῦ Θεοῦ κάλυμμα τεθὲν ῥίπτεις, φησὶ, καὶ τὸ ἀπὸ τῆς φύσεως ῥῖψον. Εἰ δὲ λέγει τις, Καὶ πῶς ἂν εἴη τοῦτο αἰσχύνη τῇ γυναικὶ, εἰ εἰς τὴν δόξαν ἀναβαίνει τοῦ ἀνδρός; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι οὐκ ἀναβαίνει, ἀλλὰ καὶ τῆς οἰκείας ἐκπίπτει τιμῆς. Τὸ γὰρ μὴ εἴσω τῶν οἰκείων ὅρων μένειν καὶ τῶν τεθέντων παρὰ τοῦ Θεοῦ νόμων, ἀλλ᾽ ὑπερβαίνειν, οὐκ ἐπίδοσίς ἐστιν, ἀλλ᾽ ἐλάττωσις. Ὥσπερ γὰρ ὁ τῶν ἀλλοτρίων ἐφιέμενος, καὶ ἁρπάζων τὰ μὴ ἑαυτοῦ, οὐ πλέον τι προσέλαβεν, ἀλλ᾽ ἠλάττωται καὶ ὃ εἶχεν ἀπολέσας, ὅπερ οὖν καὶ ἐν τῷ παραδείσῳ γέγονεν· οὕτω καὶ ἡ γυνὴ οὐ προσλαμβάνει τοῦ ἀνδρὸς τὴν εὐγένειαν, ἀλλὰ καὶ τὴν τῆς γυναικὸς ἀπόλλυσιν εὐσχημοσύνην.

Καὶ οὐκ ἐντεῦθεν μόνον αὐτῇ τὰ τῆς αἰσχύνης, ἀλλὰ καὶ ἀπὸ τῆς πλεονεξίας. Λαβὼν τοίνυν τὸ ὡμολογημένον αἰσχρὸν, καὶ εἰπὼν, Εἰ δὲ αἰσχρὸν γυναικὶ κείρεσθαι ἢ ξυρᾶσθαι, τίθησι τὸ παρ᾽ ἑαυτοῦ λοιπὸν λέγων, Κατακαλυπτέσθω. Καὶ οὐκ εἶπε, Κομάτω, ἀλλὰ, Κατακαλυπτέσθω, ἀμφότερα ταῦτα ἓν εἶναι νομοθετῶν, καὶ ἑκατέρωθεν αὐτὰ κατασκευάζων, ἀπό τε τῶν νενομισμένων, ἀπό τε τῶν ἐναντίων. Τήν τε γὰρ περιβολὴν καὶ τὴν κόμην ἓν εἶναί φησι· τήν τε ἐξυρημένην καὶ τὴν γυμνὴν ἔχουσαν κεφαλὴν, τὸ αὐτὸ πάλιν· Ἓν γάρ ἐστι, φησὶ, καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ. Εἰ δὲ λέγοι τις, Καὶ πῶς ἐστιν ἓν, εἴ γε αὕτη μὲν τὸ κάλυμμα τῆς φύσεως ἔχει, ἐκείνη δὲ ἡ ἐξυρημένη οὐδὲ τοῦτο; ἐροῦμεν ὅτι τῇ προαιρέσει κἀκεῖνο ἔῤῥιψε τῷ γυμνὴν ἔχειν τὴν κεφαλήν· εἰ δὲ μὴ γυμνὴν τῶν τριχῶν, τοῦτο τῆς φύσεώς ἐστιν, οὐκ ἐκείνης. Ὥστε καὶ ἡ ἐξυρημένη γυμνὴν ἔχει τὴν κεφαλὴν, κἀκείνη ὁμοίως. Διὰ γὰρ τοῦτο τῇ φύσει ἐπέτρεψεν αὐτὴν σκεπάσαι, ἵνα καὶ ἀπ᾽ ἐκείνης τοῦτο μαθοῦσα καλύπτηται. Εἶτα καὶ αἰτίαν τίθησιν, ὅπερ ἔφην πολλαχοῦ, καθάπερ ἐλευθέροις διαλεγόμενος. Τίς οὖν ἡ αἰτία; Ἀνὴρ μὲν γὰρ ὀφείλει κατακαλύπτεσθαι, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων. Πάλιν ἑτέρα αὕτη αἰτία· οὐδὲ γὰρ ὅτι κεφαλὴν ἔχει τὸν Χριστὸν μόνον οὐκ ὀφείλει καλύπτεσθαι, φησὶ, τὴν κεφαλὴν, ἀλλ᾽ ὅτι καὶ ἄρχει τῆς γυναικός.

Τὸν γὰρ ἄρχοντα τῷ βασιλεῖ προσιόντα τὸ τῆς ἀρχῆς σύμβολον ἔχειν δεῖ. Ὥσπερ οὖν οὐδεὶς τῶν ἀρχόντων χωρὶς ζώνης καὶ χλανίδος τολμήσειεν ἂν φανῆναι τῷ τὸ διάδημα ἔχοντι· οὕτω μηδὲ σὺ χωρὶς τῶν συμβόλων τῆς ἀρχῆς, ὅπερ ἐστὶ τὸ μὴ καλύπτεσθαι, προσεύχου τῷ Θεῷ, ἵνα μὴ ὑβρίζῃς καὶ σαυτὸν καὶ τὸν τετιμηκότα. Τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῆς γυναικὸς εἴποι τις ἄν· καὶ γὰρ καὶ ἐκείνῃ ὕβρις τὸ μὴ ἔχειν τὰ σύμβολα τῆς ὑποταγῆς. Γυνὴ δὲ δόξα ἀνδρός ἐστιν. Ἄρα φυσικὴ ἡ ἀρχὴ τοῦ ἀνδρός. Εἶτα ἐπειδὴ ἀπεφήνατο, καὶ λογισμοὺς καὶ αἰτίας τίθησι πάλιν ἑτέρας, ἐπὶ τὴν προτέραν σε ἄγων δημιουργίαν, καὶ λέγων οὕτως· Οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικὸς, ἀλλὰ γυνὴ ἐξ ἀνδρός. Εἰ δὲ τὸ ἔκ τινος εἶναι, δόξα ἐκείνου ἐξ οὗ ἐστι, πολλῷ μᾶλλον τὸ ἐοικότα εἶναι.

Καὶ γὰρ οὐκ ἐκτίσθη ὁ ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλ᾽ ἡ γυνὴ διὰ τὸν ἄνδρα. Δευτέρα αὕτη ὑπεροχὴ πάλιν, μᾶλλον δὲ καὶ τρίτη καὶ τετάρτη. Πρώτη, ὅτι κεφαλὴ ἡμῶν ὁ Χριστὸς, ἡμεῖς δὲ τῆς γυναικός· δευτέρα, ὅτι ἡμεῖς δόξα Θεοῦ, ἡμῶν δὲ ἡ γυνή· τρίτη, ὅτι οὐχ ἡμεῖς ἐκ τῆς γυναικὸς, ἀλλ᾽ ἐκείνη ἐξ ἡμῶν· τετάρτη, ὅτι οὐχ ἡμεῖς δι᾽ αὐτὴν, ἀλλ᾽ ἐκείνη δι᾽ ἡμᾶς. Διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς. Διὰ τοῦτο, ποῖον; εἰπέ μοι. Διὰ ταῦτα τὰ εἰρημένα ἅπαντα, φησὶ, μᾶλλον δὲ οὐ διὰ ταῦτα μόνον, ἀλλὰ καὶ Διὰ τοὺς ἀγγέλους. Εἰ γὰρ τοῦ ἀνδρὸς καταφρονεῖς, φησὶ, τοὺς ἀγγέλους αἰδέσθητι.

εʹ. Ἄρα τὸ καλύπτεσθαι, ὑποταγῆς καὶ ἐξουσίας· κάτω γὰρ νεύειν παρασκευάζει καὶ ἐντρέπεσθαι καὶ τὴν οἰκείαν διατηρεῖν ἀρετήν. Ἀρετὴ γὰρ ἀρχομένου καὶ τιμὴ τὸ μένειν ἐπὶ τῆς ὑπακοῆς. Ὁ μὲν γὰρ ἀνὴρ οὐκ ἀναγκάζεται τοῦτο ποιεῖν· τοῦ γὰρ Δεσπότου αὐτοῦ ἐστιν εἰκών· ἡ γυνὴ δὲ εἰκότως. Ἐννόησον οὖν τῆς παρανομίας τὴν ὑπερβολὴν, ὅταν τοσαύτῃ τιμηθεὶς ἐξουσίᾳ σαυτὸν καταισχύνῃς, τὸ τῆς γυναικὸς ἁρπάζων σχῆμα. Καὶ ταυτὸν ποιεῖς, ὡς ἂν εἰ διάδημα λαβὼν, ῥίψῃς τὸ διάδημα ἀπὸ τῆς κεφαλῆς, ἀντὶ δὲ τοῦ διαδήματος δουλικὸν λάβῃς ἱμάτιον. Πλὴν οὔτε ἀνὴρ χωρὶς γυναικὸς, οὐδὲ γυνὴ χωρὶς ἀνδρὸς ἐν Κυρίῳ. Ἐπειδὴ γὰρ πολλὴν ὑπεροχὴν ἔδωκε τῷ ἀνδρὶ, εἰπὼν ὅτι ἐξ αὐτοῦ ἡ γυνὴ, καὶ ὅτι δι᾽ αὐτὸν καὶ ὑπ᾽ αὐτόν· ἵνα μήτε τοὺς ἄνδρας ἐπάρῃ πλέον τοῦ δέοντος, μήτε ἐκείνας ταπεινώσῃ, ὅρα πῶς ἐπάγει τὴν διόρθωσιν, λέγων· Πλὴν οὔτε ἀνὴρ χωρὶς γυναικὸς, οὔτε γυνὴ χωρὶς ἀνδρὸς ἐν Κυρίῳ.

Μὴ γάρ μοι, φησὶ, τὰ πρῶτα ἐξέταζε μόνα, μηδὲ τὴν δημιουργίαν ἐκείνην· ἂν γὰρ τὰ μετὰ ταῦτα ζητῇς, ἑκάτερος ἑκατέρου αἴτιος, μᾶλλον δὲ οὐδὲ οὕτως ἑκάτερος ἑκατέρου, ἀλλ᾽ ὁ Θεὸς ἁπάντων· διό φησιν, Οὔτε ἀνὴρ χωρὶς γυναικὸς, οὔτε γυνὴ χωρὶς ἀνδρὸς ἐν Κυρίῳ. Ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρὸς, οὕτω καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός. Οὐκ εἶπεν.

Ἐκ τῆς γυναικὸς, ἀλλὰ πάλιν, Ἐκ τοῦ ἀνδρός· ἔτι γὰρ αὐτὸ τοῦτο ἀκέραιον μένει παρὰ τῷ ἀνδρί. Ἀλλ᾽ οὐ τοῦ ἀνδρὸς ταῦτα τὰ κατορθώματα, ἀλλὰ τοῦ Θεοῦ· διὸ καὶ ἐπήγαγε, Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ. Εἰ τοίνυν τοῦ Θεοῦ τὰ πάντα, αὐτὸς δὲ κελεύει ταῦτα, πείθου καὶ μὴ ἀντίλεγε. Ἐν ὑμῖν αὐτοῖς κρίνατε, πρέπον ἐστὶ γυναῖκα ἀκατακάλυπτον τῷ Θεῷ προσεύχεσθαι; Πάλιν αὐτοὺς καθίζει δικαστὰς τῶν λεγομένων, ὅπερ καὶ ἐπὶ τῶν εἰδωλοθύτων ἐποίησε· καὶ γὰρ ἐκεῖ φησι, Κρίνατε ὑμεῖς ὅ φημι· καὶ ἐνταῦθα, Ἐν ὑμῖν αὐτοῖς κρίνατε· καί τι φοβερώτερον αἰνίττεται ἐνταῦθα· τὴν γὰρ ὕβριν ἐνταῦθα εἰς τὸν Θεόν φησι διαβαίνειν. Ἀλλ᾽ οὕτω μὲν οὔ φησιν, ἡμερώτερον δέ πως καὶ αἰνιγματωδέστερον λέγων· Πρέπον ἐστὶ γυναῖκα ἀκατακάλυπτον τῷ Θεῷ προσεύχεσθαι; Ἢ οὐδὲ αὕτη ἡ φύσις ὑμᾶς διδάσκει, ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστι· γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῇ ἐστι; ὅτι ἡ κόμη ἀντὶ περιβολαίου δέδοται αὐτῇ.

Ὅπερ ἀεὶ ποιεῖ, κοινοὺς λογισμοὺς τιθεὶς, τοῦτο καὶ ἐνταῦθα ἐργάζεται, ἐπὶ τὴν κοινὴν συνήθειαν καταφεύγων, καὶ σφόδρα ἐντρέπων τοὺς ἀναμένοντας ταῦτα μανθάνειν παρ᾽ αὐτοῦ, ἃ καὶ ἀπὸ τῆς κοινῆς συνηθείας δυνατὸν [ἦν] μανθάνειν· τὰ γὰρ τοιαῦτα, οὔτε βαρβάροις ἄγνωστα. Καὶ ὅρα πῶς πανταχοῦ πληκτικῶς κέχρηται ταῖς λέξεσι· Πᾶς ἀνὴρ προσευχόμενος κατακαλύπτων αὑτοῦ τὴν κεφαλὴν, καταισχύνει τὴν κεφαλὴν αὐτοῦ· καὶ πάλιν, Εἰ δὲ αἰσχρὸν γυναικὶ κείρεσθαι ἢ ξυρᾶσθαι, κατακαλυπτέσθω· καὶ ἐνταῦθα πάλιν, Ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστι· γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῇ ἐστιν, ὅτι ἡ κόμη ἀντὶ περιβολαίου δέδοται. Καὶ εἰ ἀντὶ περιβολαίου δέδοται, φησὶ, τίνος ἕνεκεν δεῖ περιβόλαιον ἕτερον προστιθέναι;

Ὥστε μὴ ἀπὸ τῆς φύσεως μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς προαιρέσεως τὴν ὑποταγὴν ὁμολογεῖν. Ὅτι γὰρ δεῖ σε καλύπτεσθαι, προλαβοῦσα καὶ ἡ φύσις ἐνομοθέτησε. Προστίθει τοίνυν καὶ τὰ παρὰ σαυτῆς, ἵνα μὴ δόξῃς καὶ τοὺς τῆς φύσεως ἀνατρέπειν νόμους· ὅπερ πολλῆς ἐστιν ἰταμότητος, μὴ μόνον ἡμῖν, ἀλλὰ καὶ τῇ φύσει πυκτεύειν. Διὸ καὶ Ἰουδαίοις ὁ Θεὸς ἐγκαλῶν ἔλεγεν, Ἔσφαξας τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου· τοῦτο παρὰ πάντα τὰ βδελύγματά σου. Καὶ τοῖς παρὰ Ῥωμαίοις ἀσελγαίνουσι πάλιν ὁ Παῦλος ἐπιτιμῶν, οὕτως αὔξει τὴν κατηγορίαν λέγων, ὅτι οὐ παρὰ νόμον τὸν τοῦ Θεοῦ μόνον, ἀλλὰ καὶ παρὰ φύσιν ἡ χρῆσις ἦν· Ἐνήλλαξαν γὰρ τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν. Διὰ δὴ τοῦτο καὶ ἐνταῦθα τοῦτον γυμνάζει τὸν λόγον, τοῦτό τε αὐτὸ δεικνὺς, καὶ ὅτι οὐδὲν ξένον νομοθετεῖ, καὶ ὅτι παρ᾽ Ἕλλησι τὰ τῆς καινοτομίας ἅπαντα τῆς παρὰ φύσιν. Οὕτω καὶ ὁ Χριστὸς τοῦτο δεικνὺς ἔλεγεν· Ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· δηλῶν ὅτι οὐδὲν καινὸν ἐπεισάγει. Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ Ἐκκλησίαι τοῦ Θεοῦ. Ἄρα φιλονεικίας τὸ ἀντιτείνειν τούτοις, καὶ οὐ λογισμοῦ· πλὴν ἀλλὰ καὶ οὕτω μεμετρημένην τὴν ἐπιτίμησιν ἐποίησε, πλείονα τὴν ἐντροπὴν ἐνθεὶς, ὃ δὴ καὶ βαρύτερον ἐποίει τὸν λόγον.

Ἡμεῖς γὰρ, φησὶ, τοιαύτην συνήθειαν οὐκ ἔχομεν, ὥστε φιλονεικεῖν καὶ ἐρίζειν καὶ ἀντιτάττεσθαι. Καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλὰ καὶ ἐπήγαγεν, Οὐδὲ αἱ Ἐκκλησίαι τοῦ Θεοῦ· δεικνὺς ὅτι πάσῃ τῇ οἰκουμένῃ ἀντιπίπτουσι καὶ ἐναντιοῦνται, μὴ εἴκοντες.

Ἀλλ᾽ εἰ καὶ τότε ἐφιλονείκουν οἱ Κορίνθιοι, νῦν πᾶσα ἡ οἰκουμένη τὸν νόμον τοῦτον καὶ κατεδέξατο καὶ ἐφύλαξε· τοσαύτη τοῦ σταυρωθέντος ἡ δύναμις. ϛʹ. Ἀλλὰ δέδοικα, μήποτε τὸ σχῆμα καταδεξάμεναι, ἐπὶ τῶν ἔργων εὑρεθῶσιν ἀναισχυντοῦσαι ἔνιαι τῶν γυναικῶν, καὶ ἀνακεκαλυμμέναι ἑτέρως. Διὰ γὰρ τοῦτο καὶ Τιμοθέῳ γράφων οὐκ ἠρκέσθη τούτοις ὁ Παῦλος, ἀλλ᾽ ἕτερα προσέθηκεν εἰπών· Ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτὰς, μὴ ἐν πλέγμασιν ἢ χρυσῷ. Εἰ γὰρ γυμνὴν οὐ δεῖ τὴν κεφαλὴν ἔχειν, ἀλλὰ τῆς ὑποταγῆς τὸ σύμβολον πανταχοῦ περιφέρειν, πολλῷ μᾶλλον διὰ τῶν πράξεων τοῦτο ἐπιδείκνυσθαι χρή. Οὕτω γοῦν καὶ αἱ πρότεραι γυναῖκες καὶ κυρίους τοὺς ἄνδρας ἐκάλουν, καὶ τῶν πρωτείων αὐτοῖς παρεχώρουν.

Καὶ γὰρ ἐκεῖνοι, φησὶ, τὰς γυναῖκας ἠγάπων τὰς ἑαυτῶν. Οἶδα κἀγὼ, καὶ οὐκ ἀγνοῶ· ἀλλ᾽ ὅταν ὑπὲρ τῶν σοι προσηκόντων παραινῶμεν, μὴ τὰ ἐκείνων σκόπει. Καὶ γὰρ ὅταν παισὶ παραινῶμεν ὑπακούειν γονεῦσι λέγοντες, ὅτι γέγραπται, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, λέγουσι πρὸς ἡμᾶς, Εἰπὲ καὶ τὰ ἑξῆς, ὅτι Καὶ ὑμεῖς, οἱ γονεῖς, μὴ παροργίζετε τὰ τέκνα· καὶ τοῖς δούλοις ὅταν εἴπωμεν, ὅτι γέγραπται ὑπακούειν τοῖς κυρίοις, καὶ μὴ κατ᾽ ὀφθαλμοδουλείαν δουλεύειν, καὶ αὐτοὶ πάλιν τὰ ἑξῆς ἡμᾶς ἀπαιτοῦσι, κελεύοντες καὶ τοῖς δεσπόταις τὰ αὐτὰ παραινεῖν. Καὶ γὰρ καὶ ἐκείνοις ὁ Παῦλος ἐκέλευσε, φησὶν, ἀνιέναι τὴν ἀπειλήν.

Ἀλλὰ μὴ οὕτω ποιῶμεν, μηδὲ τὰ ἑτέροις ἐπιτεταγμένα ζητῶμεν, ὅταν ὑπὲρ τῶν ἡμετέρων ἐγκαλώμεθα· οὐδὲ γὰρ, ἂν κοινωνὸν λάβῃς τῶν ἐγκλημάτων. ἀπαλλαγήσῃ τῆς αἰτίας· ἀλλ᾽ ἓν σκόπει μόνον, ὅπως τὰ σὰ ἐγκλήματα ἀποδύσῃ. Ἐπεὶ καὶ ὁ Ἀδὰμ ἐπὶ τὴν γυναῖκα τὴν αἰτίαν ἔφερε, καὶ αὕτη πάλιν ἐπὶ τὸν ὄφιν, ἀλλ᾽ οὐδὲν αὐτοὺς τοῦτο ἐξείλετο. Μὴ τοίνυν μηδὲ σὺ τοῦτο λέγε μοι νῦν, ἀλλὰ σπούδαζε μετὰ εὐγνωμοσύνης ἁπάσης παρέχειν, ἅπερ ὀφείλεις, τῷ ἀνδρί. Ἐπεὶ καὶ ὅταν τῷ ἀνδρὶ τῷ σῷ διαλέγωμαι, συμβουλεύων σε ἀγαπᾷν καὶ θεραπεύειν, οὐκ ἀφίημι αὐτὸν προενεγκεῖν εἰς μέσον τὸν τῇ γυναικὶ κείμενον νόμον, ἀλλὰ τὸν αὐτῷ γεγραμμένον ἀπαιτῶ.

Καὶ σὺ τοίνυν τά σοι προσήκοντα περιεργάζου μόνα, καὶ πάρεχε σαυτὴν εὐήνιον τῷ συνοικοῦντι. Καὶ γὰρ εἰ διὰ τὸν Θεὸν πείθῃ τῷ ἀνδρὶ, μή μοι πρόφερε τὰ ὀφείλοντα παρ᾽ αὐτοῦ γίνεσθαι, ἀλλ᾽ ὧν ὑπεύθυνόν σε ἐποίησεν ὁ νομοθέτης, ταῦτα ἄνυε μετὰ ἀκριβείας.

Τοῦτο γάρ ἐστι μάλιστα Θεῷ πείθεσθαι, τὸ καὶ ἐναντία πάσχουσαν μὴ παρακινεῖν τὸν νόμον. Διὰ γὰρ τοῦτο ὁ μὲν τὸν φιλοῦντα φιλῶν, οὐδὲν δοκεῖ τι μέγα ποιεῖν· ὁ δὲ τὸν μισοῦντα θεραπεύων, οὗτος μάλιστά ἐστιν ὁ στεφανούμενος. Τὸν αὐτὸν δὴ τρόπον καὶ σὺ λογίζου, ὅτι ἂν μὲν φορτικὸν ὄντα τὸν ἄνδρα ἐνέγκῃς, λαμπρὸν λήψῃ τὸν στέφανον· ἂν δὲ ἥμερον καὶ πρᾶον, τίνος σοι δώσει μισθὸν ὁ Θεός;

Καὶ ταῦτα λέγω, οὐ θρασύνεσθαι τοὺς ἄνδρας κελεύων, ἀλλὰ πείθων τὰς γυναῖκας καὶ θρασυνομένους φέρειν τοὺς ἄνδρας. Ὅταν γὰρ ἕκαστος τὰ ἑαυτοῦ σπεύδῃ πληροῦν, ταχέως καὶ τὰ τοῦ πλησίον ἕψεται· οἷον, ὅταν ἡ γυνὴ καὶ τραχυνόμενον παρεσκευασμένη ᾖ φέρειν τὸν ἄνδρα, καὶ ὁ ἀνὴρ καὶ χαλεπαίνουσαν αὐτὴν μὴ ὑβρίζῃ, τότε πάντα γαλήνη καὶ λιμὴν κυμάτων ἀπηλλαγμένος. Οὕτω καὶ ἐπὶ τῶν παλαιῶν ἐγίνετο· τὰ ἑαυτοῦ ἕκαστος ἐπλήρου, οὐ τὰ τοῦ πλησίον ἀπῄτει. Σκόπει δέ· Ἔλαβε τὸν ἀδελφιδοῦν ὁ Ἀβραάμ· οὐκ ἐνεκάλεσεν ἡ γυνή· ἐκέλευσεν αὐτὴν ὁδὸν ὁδεῦσαι μακράν· οὐκ ἀντεῖπεν οὐδὲ πρὸς τοῦτο, ἀλλ᾽ ἠκολούθησε. Πάλιν μετὰ τὰς πολλὰς ταλαιπωρίας ἐκείνας καὶ τοὺς μόχθους καὶ τοὺς ἱδρῶτας τῶν πάντων κύριος γενόμενος, παρεχώρησε τῶν πρωτείων τῷ Λώτ· καὶ οὐ μόνον οὐκ ἐδυσχέρανεν ἡ Σάῤῥα πρὸς τοῦτο, ἀλλ᾽ οὐδὲ τὸ στόμα διῆρεν, οὐδὲ ἐφθέγξατό τι τοιοῦτον, οἷον πολλαὶ τῶν γυναικῶν νῦν φθέγγονται, ὅταν ἴδωσιν ἐλαττουμένους ἐν ταῖς τοιαύταις μοίραις τοὺς ἄνδρας τοὺς ἑαυτῶν, καὶ μάλιστα ὑπὸ ἐλαττόνων, ὀνειδίζουσαι καὶ μωροὺς καὶ ἀνοήτους καλοῦσαι καὶ ἀνάνδρους καὶ προδότας καὶ νωθεῖς. Ἀλλ᾽ οὐδὲν ἐκείνη τοιοῦτον οὔτε εἶπεν οὔτε ἐνενόησεν, ἀλλ᾽ ἔστερξεν ἅπαντα τὰ παρ᾽ ἐκείνου γινόμενα. Καὶ τὸ δὴ μεῖζον· μετὰ γὰρ τὸ κύριον ἐκεῖνον γενέσθαι τῆς αἱρέσεως καὶ τὰ ἐλάττονα προσρῖψαι τῷ θείῳ, κίνδυνος αὐτὸν κατέλαβε χαλεπός.

Καὶ ἀκούσας ὁ πατριάρχης, πάντας καθώπλισε τοὺς αὑτοῦ, καὶ πρὸς ὅλον τὸ τῶν Περσῶν παρεσκευάζετο στρατόπεδον μετὰ τῶν οἰκετῶν τῶν ἑαυτοῦ μόνον· καὶ οὐδὲ τότε αὐτὸν κατέσχεν ἐκείνη, οὐδὲ εἶπεν οἷα εἰκός· Ἄνθρωπε, ποῖ φέρῃ, κατὰ κρημνῶν σεαυτὸν ὠθῶν καὶ τοσούτοις ἐκδιδοὺς κινδύνοις, ὑπὲρ ἀνδρὸς ὑβρικότος σε καὶ τὰ σὰ ἡρπακότος ἅπαντα, τὸ αἷμα ἐκχέων; Εἰ γὰρ καὶ σαυτοῦ καταφρονεῖς, ἀλλ᾽ ἐμὲ τὴν καταλιποῦσαν οἰκίαν καὶ πατρίδα καὶ φίλους καὶ συγγενεῖς καὶ τοσαύτην ἀκολουθήσασάν σοι ἀποδημίαν ἐλέησον, καὶ μὴ περιβάλῃς χηρείᾳ καὶ τοῖς ἀπὸ τῆς χηρείας κακοῖς. Οὐδὲν τούτων οὐκ εἶπεν, οὐκ ἐνενόησεν, ἀλλ᾽ ἔφερε πάντα σιγῇ. Μετὰ ταῦτα τῆς γαστρὸς ἀγόνου μενούσης, αὕτη μὲν οὐ πάσχει τὰ τῶν γυναικῶν, οὐδὲ ἀποδύρεται· ἐκεῖνος δὲ θρηνεῖ, ἀλλ᾽ οὐχὶ πρὸς τὴν γυναῖκα, ἀλλὰ πρὸς τὸν Θεόν. Καὶ ὅρα πῶς ἕκαστος τὸ προσῆκον διαφυλάττει.

Οὔτε γὰρ αὐτὸς κατεφρόνησε τῆς Σάῤῥας ὡς ἄπαιδος, οὔτε ὠνείδισέ τι τοιοῦτον αὐτῇ· κἀκείνη πάλιν ἐσπούδασε τῆς ἀπαιδίας ἐπινοῆσαι παραμυθίαν αὐτῷ τινα ἀπὸ τῆς παιδίσκης· οὐδέπω γὰρ ταῦτα τότε κεκώλυτο, καθὰ νῦν. Νῦν γὰρ οὔτε γυναιξὶ τοιαῦτα ἀνδράσι χαρίζεσθαι θέμις, οὔτε ἐκείνοις, οὔτε εἰδυιῶν οὔτε ἀγνοουσῶν τῶν γυναικῶν, τοιαύταις μίξεσιν ἐπιχειρεῖν, κἂν μυριάκις ἡ τῆς ἀπαιδίας ἐνοχλῇ λύπη· ἐπεὶ ἀκούσονται καὶ αὐτοὶ, ὅτι Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται. Οὐ γὰρ ἐφεῖται νῦν, τότε δὲ οὐκ ἀπηγόρευτο· διὸ καὶ ἡ γυνὴ τοῦτο ἐπέταττε, κἀκεῖνος ὑπήκουε, καὶ οὐδὲ οὕτω δι᾽ ἡδονήν. Ἀλλ᾽ ὅρα, φησὶ, πῶς αὐτὴν πάλιν ἐξέβαλε κελευούσης αὐτῆς.

Καὶ γὰρ ἐγὼ τοῦτο βούλομαι δεῖξαι, ὅτι καὶ οὗτος ἐκείνῃ ἅπαντα ἐπείθετο, καὶ ἐκείνη τούτῳ. ζʹ. Πλὴν μὴ τούτοις πρόσεχε μόνον, ἀλλ᾽ ἡ ταῦτα λέγουσα σὺ καὶ τὰ πρότερα ἐξέταζε, ὅτι ὕβριζεν εἰς αὐτὴν, ὅτι κατηλαζονεύετο τῆς κυρίας, οὗ τί γένοιτ᾽ ἂν ὀδυνηρότερον ἐλευθέρᾳ γυναικὶ καὶ εὐσχήμονι;

Μὴ τοίνυν τοῦ ἀνδρὸς τὴν ἀρετὴν ἀναμενέτω ἡ γυνὴ, καὶ τότε τὴν ἑαυτῆς παρεχέτω· τοῦτο γὰρ οὐδὲν μέγα· μηδ᾽ αὖ πάλιν ὁ ἀνὴρ τὴν τῆς γυναικὸς εὐταξίαν, καὶ τότε φιλοσοφείτω· οὐδὲ γὰρ τοῦτο λοιπὸν αὐτοῦ κατόρθωμα· ἀλλ᾽ ἕκαστος, ὅπερ ἔφην, τὰ παρ᾽ ἑαυτοῦ παρεχέτω πρότερος. Εἰ γὰρ τοῖς ἔξωθεν ῥαπίζουσι τὴν δεξιὰν, δεῖ τὴν ἑτέραν ἐκδιδόναι σιαγόνα, πολλῷ μᾶλλον ἄνδρα θρασυνόμενον δεῖ φέρειν. Καὶ οὐ τοῦτο λέγω, ὥστε τύπτεσθαι γυναῖκα, ἄπαγε· ἐσχάτη γὰρ τοῦτο ὕβρις, οὐ τῇ τυπτομένῃ, ἀλλὰ τῷ τύπτοντι· ἀλλὰ κἂν ἀπὸ περιστάσεώς τινος κληρωθῇς, ὦ γύναι, συνοίκῳ τοιούτῳ, μὴ δυσχεραίνῃς, τὸν ἀποκείμενον ὑπὲρ τούτων ἐννοοῦσα μισθὸν καὶ τὸν ἐν τῷ παρόντι βίῳ ἔπαινον. Καὶ πρὸς ὑμᾶς δὲ τοὺς ἄνδρας ἐκεῖνό φημι· μηδὲν ἔστω τοιοῦτον ἁμάρτημα, ὡς εἰς ἀνάγκην ὑμᾶς ἄγειν τοῦ γυναῖκα τύπτειν.

Καὶ τί λέγω γυναῖκα; οὐδὲ θεραπαινίδα μὲν οὖν ἀνδρὶ τύπτειν ἐλευθέρῳ καὶ χεῖρας ἐπάγειν ἀνεκτὸν ἂν εἴη. Εἰ δὲ δούλην τυπτῆσαι ἀνδρὶ πολὺ τὸ ὄνειδος, πολλῷ μᾶλλον κατὰ τῆς ἐλευθέρας ἀνατεῖναι τὴν δεξιάν. Καὶ τοῦτο καὶ ἐκ τῶν ἔξωθεν ἄν τις ἴδοι νομοθετῶν, οἳ τὴν τὰ τοιαῦτα παθοῦσαν οὐκέτι ἀναγκάζουσι συνοικεῖν τῷ τυπτήσαντι, ἅτε ἀναξίῳ ὄντι τῆς πρὸς αὐτὴν ὁμιλίας. Καὶ γὰρ ἐσχάτης παρανομίας τὴν τοῦ βίου κοινωνὸν, τὴν ἐν τοῖς ἀναγκαίοις καὶ ἀνωτάτω σοι συνεφαπτομένην, ταύτην ὡς ἀνδράποδον ἀτιμάζειν. Διὸ καὶ τὸν τοιοῦτον ἄνδρα, εἴ γε ἄνδρα αὐτὸν δεῖ καλεῖν, ἀλλ᾽ οὐχὶ θηρίον, καὶ πατραλοίου καὶ μητραλοίου ἴσον εἶναι φαίην ἄν. Εἰ γὰρ καὶ πατέρα καὶ μητέρα διὰ ταύτην ἀφεῖναι προσετάγημεν, οὐκ ἀδικοῦντες ἐκείνους, ἀλλὰ νόμον θεῖον πληροῦντες, καὶ τοῖς γεγεννηκόσιν αὐτοῖς οὕτω ποθεινὸν τοῦτο, ὡς καὶ αὐτοὺς τοὺς καταλιμπανομένους καὶ χάριν ἔχειν καὶ μετὰ πολλῆς ἀνύειν αὐτὸ τῆς σπουδῆς· πῶς οὐκ ἐσχάτης μανίας ταύτην ὑβρίζειν, δι᾽ ἣν καὶ τοὺς γεγεννηκότας ὁ Θεὸς ἀφεῖναι ἐκέλευσεν; ἆρ᾽ οὖν μανία μόνον τοῦτο; Τὴν δὲ αἰσχύνην, εἰπέ μοι, τίς οἴσει; ποῖος δὲ αὐτὴν παραστῆσαι δυνήσεται λόγος, ὅταν ὀλολυγαὶ καὶ κωκυτοὶ κατὰ τοὺς στενωποὺς φέρωνται, καὶ δρόμος ἐπὶ τὴν οἰκίαν τοῦ ταῦτα ἀσχημονοῦντος καὶ τῶν γειτόνων καὶ τῶν παριόντων, καθάπερ τινὸς θηρίου τὰ ἔνδον λυμαινομένου;

Βέλτιον διαστῆναι τὴν γῆν τῷ τὰ τοιαῦτα παροινοῦντι, ἢ ἐπ᾽ ἀγορᾶς αὐτὸν ὀφθῆναι λοιπόν. Ἀλλὰ θρασύνεται ἡ γυνὴ, φησίν. Ἀλλ᾽ ἐννόησον ὅτι γυνὴ, τὸ ἀσθενὲς σκεῦος, σὺ δὲ ἀνήρ. Διὰ γὰρ τοῦτο καὶ ἄρχων ἐχειροτονήθης, καὶ ἐν τάξει κεφαλῆς ἐδόθης, ἵνα φέρῃς τῆς ἀρχομένης τὴν ἀσθένειαν. Ποίησον τοίνυν λαμπράν σοι τὴν ἀρχήν· ἔσται δὲ λαμπρὰ, ὅταν τὸ ἀρχόμενον μὴ ἀτιμάζῃς. Καὶ καθάπερ ὁ βασιλεύων τοσούτῳ σεμνότερος φανεῖται, ὅσῳ ἂν τὸν ὕπαρχον σεμνότερον ἀποφήνῃ· ἂν δὲ ἀτιμάσῃ καὶ καταισχύνῃ τῆς ἀξίας ἐκείνης τὸ μέγεθος, καὶ τῆς ἑαυτοῦ δόξης οὐκ ὀλίγον ὑποτέμνεται μέρος· οὕτω καὶ σὺ ἂν τὴν μετὰ σὲ ἄρχουσαν ἀτιμάσῃς, οὐχ ὡς ἔτυχε λυμανεῖς σου τῆς ἀρχῆς τὴν τιμήν. Ταῦτα τοίνυν λογιζόμενος ἅπαντα σωφρόνει, καὶ μετὰ τούτων καὶ τὴν ἑσπέραν ἐκείνην ἐννόει, καθ᾽ ἣν καλέσας σε ὁ πατὴρ, ὥσπερ τινά σοι παρακαταθήκην τὴν θυγατέρα παρέδωκε, καὶ πάντων ἀποστήσας, καὶ μητρὸς καὶ αὑτοῦ καὶ οἰκίας, ὁλόκληρον αὐτῆς τὴν ἐπιτροπὴν ἐνεχείρισέ σου τῇ δεξιᾷ· ἐννόησον ὅτι μετὰ τὸν Θεὸν δι᾽ αὐτῆς παῖδας ἔχεις καὶ πατὴρ γέγονας, καὶ γίνου καὶ ἐντεῦθεν ἥμερος πρὸς αὐτήν.

ηʹ. Οὐχ ὁρᾷς τοὺς γεωργοὺς, πῶς τὴν ἅπαξ ὑποδεξαμένην τὰ σπέρματα γῆν θεραπεύουσι παντοδαπῷ θεραπείας τρόπῳ, κἂν μυρία ἐλαττώματα ἔχῃ, οἷον κἂν λυπρόγεως ᾖ, κἂν βοτάνας φέρῃ πονηρὰς, κἂν ὑπὸ ἐπομβρίας ἐπηρεάζηται τῇ φύσει τῆς θέσεως;

Τοῦτο καὶ σὺ ποίει· οὕτω γὰρ πρότερος ἀπολαύσῃ καὶ τῶν καρπῶν καὶ τῆς γαλήνης· καὶ γὰρ λιμήν ἐστιν ἡ γυνὴ, καὶ φάρμακον εὐθυμίας μέγιστον. Ἂν μὲν οὖν τὸν λιμένα πνευμάτων ἀπαλλάξῃς καὶ κυμάτων, πολλῆς ἀπολαύσῃ τῆς ἀδείας ἐξ ἀγορᾶς ἀνιών· ἂν δὲ θορύβων καὶ ταραχῆς ἐμπλήσῃς, σαυτῷ χαλεπώτερον κατασκευάζεις τὸ ναυάγιον. Ἵν᾽ οὖν τοῦτο μὴ γίνηται, τοῦτο ὃ λέγω γενέσθω· ὅταν τι συμβῇ λυπηρὸν κατὰ τὴν οἰκίαν, ἐκείνης ἁμαρτούσης, παραμυθοῦ, καὶ μὴ ἐπίτεινε τὴν λύπην. Κἂν γὰρ ἅπαντα ἀποβάλῃς, οὐδὲν λυπηρότερον τοῦ μὴ μετ᾽ εὐνοίας ἔχειν γυναῖκα ἔνδον συνοικοῦσαν· κἂν ὁτιοῦν εἴπῃς ἁμάρτημα, οὐδὲν οὕτως ὀδυνηρότερον ἐρεῖς, οἷόν ἐστι τὸ πρὸς ἐκείνην στασιάζειν. Ὥστε καὶ διὰ ταῦτα πάντων ἔστω τιμιωτέρα ἡ ταύτης ἀγάπη. Εἰ γὰρ ἀλλήλων τὰ βάρη δεῖ βαστάζειν, πολλῷ μᾶλλον τῆς γυναικός.

Κἂν πένησσα ᾖ, μὴ ὀνειδίσῃς· κἂν ἀνόητος ᾖ, μὴ ἐπέμβαινε, ἀλλὰ ῥύθμισον μᾶλλον· καὶ γὰρ μέλος ἐστὶ σὸν, καὶ σὰρξ ἐγένεσθε μία. Ἀλλὰ φλύαρός ἐστι καὶ μέθυσος καὶ ὀργίλος. Οὐκοῦν ἀλγεῖν ἐπὶ τούτοις, οὐκ ὀργίζεσθαι χρὴ, καὶ τὸν Θεὸν παρακαλεῖν, καὶ παραινεῖν αὐτῇ καὶ συμβουλεύειν, καὶ πάντα ποιεῖν, ὥστε ἐκκόψαι τὸ πάθος. Ἂν δὲ τύπτῃς, καὶ ἐπιτρίβῃς τὸ νόσημα, οὐ θεραπεύεται· θρασύτης γὰρ ἐπιεικείᾳ λύεται, οὐχ ἑτέρᾳ θρασύτητι. Μετὰ τούτων καὶ τὸν παρὰ τοῦ Θεοῦ μισθὸν ἐννόει. Ὅταν γὰρ, ἐξόν σοι ἐκτεμεῖν αὐτὴν, μὴ ποιῇς τοῦτο διὰ τὸν τοῦ Θεοῦ φόβον, ἀλλὰ φέρῃς ἐλαττώματα τοσαῦτα, δεδοικὼς τὸν ἐπὶ τούτοις κείμενον νόμον τὸν κωλύοντα ἐκβαλεῖν γυναῖκα, κἂν ὁτιοῦν ἔχῃ νόσημα, ἄφατον λήψῃ μισθόν· καὶ πρὸ τῶν μισθῶν δὲ τὰ μέγιστα κερδανεῖς, ἐκείνην τε εὐπειθεστέραν κατασκευάζων, καὶ αὐτὸς ἐπιεικέστερος ταύτῃ γινόμενος.

Λέγεται γοῦν τις καὶ τῶν ἔξωθεν φιλοσόφων μοχθηρὰν ἔχων γυναῖκα καὶ φλύαρον καὶ πάροινον, πρὸς τοὺς ἐρωτῶντας, τίνος ἕνεκεν τοιαύτην ἔχων ἀνέχεται, εἰπεῖν, ὥστε γυμνάσιον καὶ παλαίστραν ἔχειν φιλοσοφίας ἐπὶ τῆς οἰκίας· Ἔσομαι γὰρ τοῖς λοιποῖς πραότερος, φησὶν, ἐν ταύτῃ καθ᾽ ἑκάστην παιδευόμενος τὴν ἡμέραν. Ἐβοήσατε μεγάλα; Ἀλλ᾽ ἐγὼ νῦν ὀδύρομαι μέγα, ὅταν Ἕλληνες ἡμῶν ὦσι φιλοσοφώτεροι, ἡμῶν τῶν κελευσθέντων ἀγγέλους μιμεῖσθαι, μᾶλλον δὲ τῶν κελευσθέντων αὐτὸν τὸν Θεὸν ζηλοῦν κατὰ τὸν τῆς ἐπιεικείας λόγον. Ὁ μὲν οὖν φιλόσοφος λέγεται διὰ τοῦτο πονηρὰν ἔχων γυναῖκα μὴ ἐκβαλεῖν· τινὲς δὲ καὶ διὰ τοῦτο ἀγαγέσθαι αὐτὸν αὐτὴν λέγουσιν. Ἐγὼ δὲ, ἐπειδὴ πολλοὶ τῶν ἀνθρώπων ἀλογώτερόν εἰσι διακείμενοι, παραινῶ μὲν ἐξαρχῆς πάντα ποιεῖν καὶ σπουδάζειν ὅπως εὐάρμοστον λάβοιεν σύνοικον καὶ πάσης γέμουσαν ἀρετῆς· εἰ δὲ συμβαίη διαμαρτεῖν, καὶ μὴ χρηστὴν μηδὲ ἀνεκτὴν νύμφην εἰσαγαγεῖν εἰς τὴν οἰκίαν, τότε γοῦν τὸν φιλόσοφον τοῦτον ζηλοῦν, καὶ ῥυθμίζειν αὐτὴν πάντοτε, καὶ μηδὲν τούτων προτιθέναι. Ἐπεὶ καὶ ἔμπορος, πρὶν ἢ πρὸς τὸν κοινωνὸν συνθήκας θέσθαι τὰς δυναμένας εἰρήνην πρυτανεύειν, οὐ πρότερον καθέλξει τὸ πλοῖον εἰς τὸ πέλαγος, οὐδὲ τῆς ἄλλης ἅψεται ἐμπορίας.

Καὶ ἡμεῖς τοίνυν πάντα πράττωμεν, ὥστε τὴν κοινωνὸν τῆς τοῦ βίου πραγματείας ἡμῖν καὶ τοῦ πλοίου τούτου μετὰ πάσης ἔνδον κατέχειν τῆς εἰρήνης. Οὕτω γὰρ καὶ τὰ ἄλλα πάντα ἡμῖν ἔσται γαληνὰ, καὶ μετὰ ἀδείας τὸ πέλαγος τοῦ παρόντος διαδραμοῦμεν βίου. Τοῦτο καὶ πρὸ οἰκίας καὶ ἀνδραπόδων καὶ χρημάτων καὶ ἀγρῶν καὶ αὐτῶν τῶν πολιτικῶν πραγμάτων ἄγωμεν· καὶ πάντων ἡμῖν προτιμότερον ἔστω τὸ τὴν μεθ᾽ ἡμῶν ἐπὶ τῶν οἴκων καθημένην μὴ στασιάζειν μηδὲ διχοστατεῖν πρὸς ἡμᾶς. Οὕτω γὰρ καὶ τὰ ἄλλα ἡμῖν κατὰ ῥοῦν ἥξει, καὶ ἐν τοῖς πνευματικοῖς δὲ πολλὴν ἕξομεν τὴν εὐκολίαν, μετὰ ὁμονοίας τὸν ζυγὸν τοῦτον ἕλκοντες· καὶ πάντα κατορθώσαντες, τῶν ἀποκειμένων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΟΜΙΛΙΑ ΚΖʹ. Τοῦτο δὲ παραγγέλλων, οὐκ ἐπαινῶ ὅτι οὐκ εἰς τὸ κρεῖττον, ἀλλ᾽ εἰς τὸ ἧττον συνέρχεσθε. αʹ. Ἀναγκαῖον καὶ τοῦ παρόντος ἐγκλήματος πρότερον τὴν αἰτίαν εἰπεῖν· οὕτω γὰρ ἡμῖν εὐμαθέστερος πάλιν ἔσται ὁ λόγος. Τίς οὖν ἐστιν αὕτη; Καθάπερ ἐπὶ τῶν τρισχιλίων τῶν ἐξ ἀρχῆς πιστευσάντων κοινῇ πάντες εἱστιῶντο, καὶ κοινὰ πάντα ἐκέκτηντο· οὕτω καὶ τότε ὅτε ταῦτα ἔγραψεν ὁ Ἀπόστολος ἐγίνετο, οὐχ οὕτω μὲν μετὰ ἀκριβείας, ὥσπερ δέ τις ἀπόῤῥοια τῆς κοινωνίας ἐκείνης ἐναπομείνασα, καὶ εἰς τοὺς μετὰ ταῦτα κατέβη. Καὶ ἐπειδὴ συνέβαινε τοὺς μὲν πένητας εἶναι, τοὺς δὲ πλουσίους, τὰ μὲν ἑαυτῶν οὐ κατετίθεντο πάντα εἰς μέσον, κοινὰς δὲ ἐποιοῦντο τὰς τραπέζας ἐν ἡμέραις νενομισμέναις, ὡς εἰκὸς, καὶ τῆς συνάξεως ἀπαρτισθείσης μετὰ τὴν τῶν μυστηρίων κοινωνίαν ἐπὶ κοινὴν πάντες ᾔεσαν εὐωχίαν, τῶν μὲν πλουτούντων φερόντων τὰ ἐδέσματα, τῶν δὲ πενομένων καὶ οὐδὲν ἐχόντων ὑπ᾽ αὐτῶν καλουμένων, καὶ κοινῇ πάντων ἑστιωμένων. Ἀλλ᾽ ὕστερον καὶ τοῦτο διεφθάρη τὸ ἔθος. Τὸ δὲ αἴτιον ἐκ τοῦ διεσπάσθαι καὶ προσνέμειν ἑαυτοὺς, τοὺς μὲν τούτοις, τοὺς δὲ ἐκείνοις, καὶ λέγειν· Ἐγὼ μέν εἰμι τοῦ δεῖνος, ἐγὼ δὲ τοῦ δεῖνος· ὅπερ καὶ ἐν ἀρχῇ τῆς Ἐπιστολῆς διορθούμενος ἔλεγεν· Ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης, ὅτι ἔριδες ἐν ὑμῖν εἰσι.

Λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει, Ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλῶ, ἐγὼ δὲ Κηφᾶ. Οὐκ ἐπειδὴ Παύλῳ προσένεμον ἑαυτούς· οὐδὲ γὰρ ἂν ἠνέσχετο· ἀλλ᾽ ἐκ περιουσίας πρόῤῥιζον τὸ ἔθος ἀνασπάσαι βουλόμενος, ἑαυτὸν παρενέθηκε, δεικνὺς ὅτι εἰ καὶ αὐτόν τις ἐπεγράφετο τοῦ κοινοῦ σώματος ἀποῤῥηγνύμενος, καὶ οὕτως ἄτοπον τὸ γινόμενον ἦν καὶ παρανομίας ἐσχάτης.

Εἰ δὲ ἐπὶ τούτου παρανομία, πολλῷ μᾶλλον ἐπ᾽ ἐκείνων τῶν καταδεεστέρων. Ἐπεὶ οὖν διεσπάσθη τὸ ἔθος τοῦτο, ἔθος κάλλιστον καὶ χρησιμώτατον (καὶ γὰρ ἀγάπης ὑπόθεσις ἦν, καὶ πενίας παραμυθία, καὶ πλούτου σωφρονισμὸς, καὶ φιλοσοφίας ἀφορμὴ τῆς μεγίστης, καὶ ταπεινοφροσύνης διδασκαλία)· ἐπεὶ οὖν εἶδε τοσαῦτα ἀγαθὰ διαφθειρόμενα, πληκτικῶς εἰκότως τῷ λόγῳ κέχρηται, οὕτω λέγων· Τοῦτο δὲ παραγγέλλων, οὐκ ἐπαινῶ. Ἐν μὲν γὰρ τῷ προτέρῳ ἐγκλήματι, ἅτε πολλῶν ὄντων τῶν φυλαττόντων, ἑτέρως ἤρξατο, λέγων οὕτως· Ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε· ἐνταῦθα δὲ ἐναντίως, Τοῦτο δὲ παραγγέλλων, οὐκ ἐπαινῶ. Διόπερ οὐδὲ μετὰ τὴν ἐπιτίμησιν τὴν κατὰ τῶν τὰ εἰδωλόθυτα ἐσθιόντων αὐτὸ τέθεικεν· ἀλλ᾽ ἐπειδὴ τραχύτερον ἦν ἐκεῖνο, μέσον παρεμβαλὼν τὸν περὶ τῆς κόμης λόγον, ἵνα μὴ ἐξ ἐγκλημάτων σφοδρῶν εἰς ἕτερα πάλιν ἐπαχθῆ διαβαίνων τραχύτερος φαίνηται, τότε ἔρχεται ἐπὶ τὸ σφοδρότερον πάλιν, καί φησι· Τοῦτο δὲ παραγγέλλων, οὐκ ἐπαινῶ. Ποῖον τοῦτο; Ὃ μέλλω λέγειν νῦν. Τί ἐστι, Παραγγέλλων οὐκ ἐπαινῶ;

Οὐκ ἀποδέχομαι ὑμᾶς, φησὶν, ὅτι με εἰς ἀνάγκην κατεστήσατε συμβουλῆς· οὐκ ἐπαινῶ, ὅτι ἐδεήθητε διδασκαλίας εἰς τοῦτο, ὅτι χρείαν ἔχετε τοῦ παραγγελθῆναι ὑπ᾽ ἐμοῦ. Εἶδες πῶς ἐκ προοιμίων ἔδειξε σφόδρα ἄτοπον ὂν τὸ γινόμενον; Ὅταν γὰρ μηδὲ παραγγελίας ὀφείλῃ δεῖσθαι ὁ ἁμαρτάνων εἰς τὸ μὴ ἁμαρτεῖν, ἀσύγγνωστον εἰκὸς εἶναι τὸ ἁμαρτανόμενον.

Καὶ διὰ τί οὐκ ἐπαινεῖς; Ὅτι οὐκ εἰς τὸ κρεῖττον, ἀλλ᾽ εἰς τὸ ἧττον συνέρχεσθε, φησὶ, τουτέστιν, ὅτι οὐ προβαίνετε εἰς ἀρετήν. Δέον γὰρ ἐπιδοῦναι καὶ πλείονα γενέσθαι τὴν φιλοτιμίαν, ὑμεῖς δὲ καὶ τὸ ἤδη κρατῆσαν ἔθος ἠλαττώσατε, καὶ οὕτως ἠλαττώσατε, ὡς καὶ παραγγελίας δεηθῆναι παρ᾽ ἐμοῦ, ἵνα ἐπὶ τὴν προτέραν ἐπανέλθητε τάξιν.

Εἶτα ἵνα μὴ δόξῃ διὰ τοὺς πένητας ταῦτα λέγειν μόνον, οὐκ εὐθέως εἰς τὸν περὶ τῶν τραπεζῶν ἐμβάλλει λόγον, ὥστε μὴ εὐκαταφρόνητον ταύτῃ ποιῆσαι τὴν ἐπιτίμησιν ἐκείνοις, ἀλλὰ ζητεῖ λέξιν πληκτικωτάτην καὶ πολὺν ἔχουσαν τὸν φόβον· τί γάρ φησι;

Πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ, ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν. Καὶ οὐ λέγει, Ἀκούω γὰρ μὴ κοινῇ ὑμᾶς συνδειπνεῖν· ἀκούω γὰρ κατ᾽ ἰδίαν ὑμᾶς ἑστιᾶσθαι, καὶ μὴ μετὰ τῶν πενήτων· ἀλλ᾽ ὃ μάλιστα ἱκανὸν ἦν αὐτῶν διασεῖσαι τὴν διάνοιαν, τοῦτο τέθεικε, τὸ τοῦ σχίσματος ὄνομα, ὃ καὶ τούτου ἦν αἴτιον, κἀκείνου πάλιν ἀνεμίμνησκε τοῦ ἐν ἀρχῇ τῆς Ἐπιστολῆς εἰρημένου καὶ δηλωθέντος ὑπὸ τῶν Χλόης. Καὶ μέρος τι πιστεύω.

βʹ. Ἵνα γὰρ μὴ λέγωσι, Τί οὖν, εἰ ψεύδονται οἱ διαβάλλοντες; οὔτε ὅτι πιστεύω εἶπεν, ἵνα μὴ ἀναισχυντοτέρους ποιήσῃ, οὐδ᾽ αὖ πάλιν ὅτι ἀπιστῶ, ἵνα μὴ δόξῃ μάτην ἐπιτιμᾷν, ἀλλὰ, Μέρος τι καὶ πιστεύω, φησὶ, τουτέστιν, ἐκ μέρους μικροῦ πιστεύω, ἐναγωνίους ποιῶν, καὶ εἰς τὴν τῆς διορθώσεως καλῶν ἐπάνοδον.

Δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν· αἱρέσεις ἐνταῦθα, οὐ ταύτας λέγων τὰς τῶν δογμάτων, ἀλλὰ τὰς τῶν σχισμάτων τούτων. Εἰ δὲ καὶ τὰς τῶν δογμάτων ἔλεγεν, οὐδὲ οὕτω λαβὴν ἐδίδου. Καὶ γὰρ ὁ Χριστός φησιν, Ἀνάγκη ἐλθεῖν τὰ σκάνδαλα, οὐ τὴν ἐλευθερίαν τῆς προαιρέσεως λυμαινόμενος, οὐδὲ ἀνάγκην τινὰ καὶ βίαν ἐφιστὰς τῷ βίῳ, ἀλλὰ τὸ πάντως ἐσόμενον ἐκ τῆς πονηρᾶς τῶν ἀνθρώπων γνώμης προλέγων, ὅπερ ἔμελλε γίνεσθαι, οὐ διὰ τὴν αὐτοῦ πρόῤῥησιν, ἀλλὰ διὰ τὴν τῶν ἀνιάτως ἐχόντων γνώμην. Οὐ γὰρ ἐπειδὴ προεῖπε, ταῦτα ἐγίνετο, ἀλλ᾽ ἐπειδὴ πάντως ἔμελλε γίνεσθαι, διὰ τοῦτο προεῖπεν· Ἐπεὶ, εἰ ἀνάγκης ἦν τὰ σκάνδαλα, καὶ μὴ γνώμης τῶν εἰσαγόντων αὐτὰ, περιττῶς ἔλεγεν, Οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι᾽ οὗ τὰ σκάνδαλα ἔρχεται.

Ἀλλὰ ταῦτα μὲν εὐρύτερον ἐν αὐτῷ γενόμενοι τῷ χωρίῳ διελέχθημεν· νῦν δὲ ἐπὶ τὸ προκείμενον ἰέναι ἀνάγκη. Ὅτι γὰρ περὶ τῶν αἱρέσεων τούτων εἶπε τῶν κατὰ τὰς τραπέζας καὶ τῆς φιλονεικίας ταύτης καὶ διαστάσεως, καὶ ἐκ τῶν ἑξῆς δῆλον ἐποίησεν.

Εἰπὼν γὰρ, ὅτι Ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ δεικνὺς ποῖα λέγει σχίσματα, προϊών φησιν, ὅτι Ἕκαστος τὸ ἴδιον δεῖπνον προλαμβάνει· καὶ πάλιν, Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς Ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε; Ἀλλ᾽ ὅτι μὲν περὶ τούτων εἶπε, δῆλον. Εἰ δὲ σχίσματα αὐτὰ καλεῖ, μὴ θαυμάσῃς· ὅπερ γὰρ ἔφην, τῇ λέξει καθικέσθαι αὐτῶν βούλεται. Εἰ δὲ δογμάτων ἦν τὰ σχίσματα, οὐκ ἂν οὕτως αὐτοῖς διελέχθη ἡμέρως. Ἄκουσον γοῦν ὅταν τι τοιοῦτον λέγῃ, πῶς ἐστι σφοδρὸς καὶ ἀσφαλιζόμενος καὶ ἐπιτιμῶν· ἀσφαλιζόμενος μὲν, ὡς ὅταν λέγῃ, Κἂν ἄγγελος ὑμᾶς εὐαγγελίζηται παρ᾽ ὃ παρελάβετε, ἀνάθεμα ἔστω· ἐπιτιμῶν δὲ, ὡς ὅταν λέγῃ, Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε. Καὶ νῦν μὲν κύνας καλεῖ τοὺς διαφθείροντας λέγων, Βλέπετε τοὺς κύνας· νῦν δὲ κεκαυτηριασμένους τὴν συνείδησιν, καὶ ἀγγέλους διαβόλου πάλιν. Ἀλλ᾽ οὐκ ἐνταῦθα τοιοῦτον οὐδὲν εἶπεν, ἀλλ᾽ ἡμέρως καὶ ὑφειμένως. Τί δέ ἐστιν, Ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν; Ἵνα λάμψωσι μειζόνως. Ὃ δὲ βούλεται εἰπεῖν, τοῦτό ἐστιν, ὅτι Τοὺς ἀπεριτρέπτους καὶ στεῤῥοὺς οὐ μόνον οὐδὲν τοῦτο παραβλάπτει, ἀλλὰ καὶ δείκνυσι μᾶλλον, καὶ λαμπροτέρους ἀποφαίνει. Τὸ γὰρ, Ἵνα, τοῦτο, οὐ πανταχοῦ αἰτιολογίας ἐστὶν, ἀλλὰ πολλαχοῦ καὶ τῆς τῶν πραγμάτων ἐκβάσεως.

Οὕτω καὶ ὁ Χριστὸς αὐτὸ τίθησιν, ὅταν λέγῃ, Εἰς κρῖμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται· οὕτω καὶ αὐτὸς ὁ Παῦλος, ὅταν περὶ τοῦ νόμου διαλεγόμενος γράφῃ· Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα. Ἀλλ᾽ οὔτε ὁ νόμος διὰ τοῦτο ἐδόθη, ἵνα αὐξηθῇ τὰ ἁμαρτήματα τῶν Ἰουδαίων· τοῦτο δὲ ἐξέβη· οὔτε ὁ Χριστὸς διὰ τοῦτο ἦλθεν, ἵνα οἱ βλέποντες τυφλοὶ γένωνται, ἀλλὰ διὰ τὸ ἐναντίον· συνέβη δὲ τοῦτο. Οὕτως οὖν καὶ ἐνταῦθα νοητέον τὸ, Ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται. Οὐδὲ γὰρ διὰ τοῦτο ἐγένοντο αἱρέσεις, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται, ἀλλὰ τῶν αἱρέσεων τούτων γενομένων τοῦτο συνέβη. Ταῦτα δὲ εἶπε, τοὺς πένητας παραμυθούμενος τοὺς γενναίως φέροντας τὴν τοιαύτην ὑπεροψίαν. Διὸ οὐδὲ εἶπεν, Ἵνα δόκιμοι γένωνται· ἀλλ᾽, Ἵνα οἱ δόκιμοι ὄντες φανεροὶ γένωνται, δηλῶν ὅτι καὶ πρὸ τούτου τοιοῦτοι ἦσαν, ἀλλ᾽ ἀνεμίγνυντο τοῖς πολλοῖς, καὶ παραμυθίας ἀπολαύοντες τῆς παρὰ τῶν πλουσίων, οὐ σφόδρα ἐφαίνοντο· νυνὶ δὲ ἡ στάσις αὕτη καὶ ἡ φιλονεικία δήλους αὐτοὺς ἐποίησεν, ὥσπερ τὸν κυβερνήτην ὁ χειμὼν δείκνυσι. Καὶ οὐκ εἶπεν, Ἵνα ὑμεῖς δόκιμοι φανῆτε, ἀλλ᾽, Ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται, οἱ ἐν ὑμῖν τοιοῦτοι.

Οὔτε γὰρ κατηγορῶν δήλους ποιεῖ, ὥστε μὴ ἀναισχυντοτέρους ποιῆσαι, οὔτε ἐγκωμιάζων, ὥστε μὴ χαυνοτέρους, ἀλλ᾽ εἰς μετέωρον ἀφίησι τὸν λόγον, καὶ τοῦτον κἀκεῖνον ἑκάστου τῷ συνειδότι τὰ λεγόμενα ἁρμόζειν παρέχων. Οὐ τοὺς πένητας δὲ ἐνταῦθά μοι δοκεῖ παραμυθεῖσθαι μόνον, ἀλλὰ καὶ τοὺς τὸ ἔθος μὴ διαφθείροντας. Καὶ γὰρ εἰκὸς εἶναι ἐν αὐτοῖς καὶ τοὺς διατηροῦντας αὐτό· διὸ καὶ ἔλεγε, Μέρος τι πιστεύω. Εἰκότως τοίνυν τούτους δοκίμους φησὶ, τοὺς μὴ μόνον μετὰ τῶν ἄλλων διατηρήσαντας τὸ ἔθος, ἀλλὰ καὶ χωρὶς ἐκείνων ἀκίνητον τὸν καλὸν τοῦτον φυλάξαντας νόμον.

Ποιεῖ δὲ τοῦτο καὶ ἑτέρους καὶ τούτους διὰ τῶν τοιούτων ἐγκωμίων προθυμοτέρους ἐργάσασθαι σπεύδων. Εἶτα λοιπὸν λέγει καὶ αὐτὸ τοῦ ἁμαρτήματος τὸ εἶδος. Τί δὲ τοῦτό ἐστι; Συνερχομένων ὑμῶν ἐπὶ τὸ αὐτὸ, φησὶν, οὐκ ἔστι Κυριακὸν δεῖπνον φαγεῖν. Ὁρᾷς πῶς ἐντρεπτικῶς, καὶ ἐν τάξει διηγήσεως ἤδη τὴν συμβουλὴν κατεσκεύασε; Τὸ μὲν γὰρ σχῆμα τῆς συνόδου, φησὶν, ἄλλο· ἀγάπης γάρ ἐστι καὶ φιλαδελφίας· εἷς γοῦν ὑμᾶς ἅπαντας δέχεται τόπος, καὶ ὁμοῦ συναγελάζεσθε· ἡ δὲ τράπεζα λοιπὸν οὐχ ὁμοία τῇ συνόδῳ. Καὶ οὐκ εἶπε, Συνερχομένων ὑμῶν οὐκ ἔστι κοινῇ φαγεῖν, οὐκ ἔστι μετ᾽ ἀλλήλων ἑστιαθῆναι, ἀλλὰ πάλιν ἑτέρως καὶ πολλῷ φοβερώτερον αὐτῶν καθάπτεται, λέγων, Οὐκ ἔστι Κυριακὸν δεῖπνον φαγεῖν, ἐκείνῃ παραπέμπων αὐτοὺς ἐντεῦθεν ἤδη τῇ ἑσπέρᾳ, καθ᾽ ἢν τὰ φρικτὰ μυστήρια παρέδωκεν ὁ Χριστός. Διὰ τοῦτο καὶ δεῖπνον τὸ ἄριστον ἐκάλεσε· καὶ γὰρ ἐκεῖνο τὸ δεῖπνον κοινῇ πάντας εἶχε κατακεκλιμένους. Καίτοι γε οὐ τοσοῦτον τὸ μέσον τῶν πλουτούντων καὶ τῶν πενομένων, ὅσον τοῦ διδασκάλου καὶ τῶν μαθητῶν· ἄπειρον γὰρ ἐκεῖνο. Καὶ τί λέγω τοῦ διδασκάλου καὶ τῶν μαθητῶν; ἐννόησον τὸ μέσον τοῦ διδασκάλου καὶ τοῦ προδότου. Ἀλλ᾽ ὅμως καὶ αὐτὸς μετ᾽ αὐτῶν κατεκλίνετο, καὶ οὐδὲ τοῦτον ἐξέβαλεν, ἀλλὰ καὶ ἁλῶν αὐτῷ μετέδωκε, καὶ τῶν μυστηρίων κοινωνὸν ἐποίησεν.

γʹ. Εἶτα ἑρμηνεύει πῶς οὐκ ἔστι Κυριακὸν δεῖπνον φαγεῖν. Ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει, φησὶν, ἐν τῷ φαγεῖν· καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει. Εἶδες πῶς ἔδειξεν αὐτοὺς καταισχύνοντας ἑαυτοὺς μᾶλλον; Τὸ γὰρ Κυριακὸν, ἰδιωτικὸν ποιοῦσιν, ὥστε αὐτοὶ πρῶτοί εἰσιν οἱ καθυβριζόμενοι, οἱ τῆς ἑαυτῶν τραπέζης τὸ μέγιστον ἀφαιροῦντες ἀξίωμα. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι τὸ Κυριακὸν δεῖπνον, τουτέστι, τὸ Δεσποτικὸν, ὀφείλει κοινὸν εἶναι. Τὰ γὰρ τοῦ δεσπότου οὐχὶ τοῦδε μὲν ἔστι τοῦ οἰκέτου, τοῦδε δὲ οὐκ ἔστιν, ἀλλὰ κοινῇ πάντων. Τὸ οὖν Κυριακὸν τοῦτό φησι τὸ κοινόν. Εἰ γὰρ τοῦ Δεσπότου σοῦ ἐστιν, ὥσπερ οὖν καὶ ἔστιν, οὐκ ὀφείλεις ὡς ἴδια ἀποσπᾷν, ἀλλ᾽ ὡς τοῦ Κυρίου καὶ τοῦ Δεσπότου ὄντα, κοινῇ πᾶσι προτιθέναι. Τοῦτο γάρ ἐστι Κυριακόν. Νῦν δὲ οὐκ ἀφίης αὐτὸ εἶναι Κυριακὸν, μὴ ἀφεὶς εἶναι κοινὸν, ἀλλὰ καθ᾽ ἑαυτὸν ἑστιώμενος.

Διὸ καὶ ἐπάγει λέγων· Ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει. Καὶ οὐκ εἶπεν, Ἀποσχίζει, ἀλλὰ, Προλαμβάνει, ἠρέμα καὶ εἰς λαιμαργίαν αὐτοὺς καὶ εἰς προπέτειαν διαβάλλων. Τοῦτο γοῦν καὶ τὸ ἑξῆς δηλοῖ· εἰπὼν γὰρ τοῦτο, ἐπήγαγε πάλιν· Καὶ ὃς μὲν πεινᾶ, ὃς δὲ μεθύει· ἅπερ ἑκάτερα ἀμετρίας ἦν, καὶ ἡ ἔνδεια καὶ ἡ ὑπερβολή. Ἰδοὺ καὶ δεύτερον ἔγκλημα πάλιν αὐτοὺς ἐκείνους καταβλάπτον.

Πρῶτον μὲν, ὅτι τὸ δεῖπνον αὐτῶν ἀτιμάζουσι· δεύτερον δὲ, ὅτι γαστρίζονται καὶ μεθύουσι· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ τῶν πενήτων πεινώντων. Ἃ γὰρ ἔμελλε κοινῇ πᾶσι προκεῖσθαι, ταῦτα οὗτοι μόνοι σιτούμενοι, καὶ εἰς ἀπληστίαν καὶ εἰς μέθην ἐξέβαινον. Διὸ οὐδὲ εἶπεν, Ὃς μὲν πεινᾷ, ὃς δὲ κορέννυται, ἀλλὰ, Μεθύει. Τούτων δὲ ἕκαστον καὶ καθ᾽ ἑαυτὸ μὲν κατηγορίας ἄξιον· καὶ γὰρ τὸ μεθύειν χωρὶς τοῦ παρορᾷν πένητας ἔγκλημα, καὶ τὸ παρορᾷν πένητας χωρὶς τοῦ μεθύειν κατηγορία· ὅταν δὲ καὶ ὁμοῦ συνημμένα ᾖ, ἐννόησον ὅση ἡ ὑπερβολὴ τῆς παρανομίας. Εἶτα δείξας τὴν ἀτοπίαν, μετὰ πολλοῦ λοιπὸν τοῦ θυμοῦ τὴν ἐπίπληξιν ἐπάγει, λέγων· Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς Ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; Ὁρᾷς πῶς ἀπὸ τῆς τῶν πενήτων ὕβρεως ἐπὶ τὴν Ἐκκλησίαν μετήγαγε τὸ ἔγκλημα, ἵνα φορτικώτερον ποιήσῃ τὸν λόγον; Ἰδοὺ τοίνυν καὶ τετάρτη κατηγορία, ὅταν μὴ πένητες μόνον, ἀλλὰ καὶ ἡ Ἐκκλησία ὑβρίζηται.

Ὥσπερ γὰρ τὸ Κυριακὸν δεῖπνον ἰδιωτικὸν ποιεῖς, οὕτω καὶ τὸν τόπον πάλιν, ὡς οἰκίᾳ τῇ ἐκκλησίᾳ κεχρημένος. Ἐκκλησία γὰρ γέγονεν, οὐχ ἵνα διῃρημένοι ὦμεν οἱ συνελθόντες, ἀλλ᾽ ἵνα οἱ διῃρημένοι συνημμένοι· καὶ τοῦτο ἡ σύνοδος δείκνυσι.

Καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας. Οὐκ εἶπε, Καὶ λιμοκτονεῖτε τοὺς μὴ ἔχοντας, ἀλλὰ πολὺ ἐντρεπτικώτερον, Καταισχύνετε, ἵνα δείξῃ ὅτι οὐ τροφῆς αὐτῷ τοσοῦτον μέλει, ὅσον τῆς ὕβρεως τῆς εἰς αὐτοὺς γινομένης. Ἰδοὺ καὶ πέμπτη κατηγορία, τὸ μὴ μόνον πεινῶντας περιορᾷν, ἀλλὰ καὶ καταισχύνειν αὐτούς. Τοῦτο δὲ ἔλεγεν, ὁμοῦ μὲν σεμνοποιῶν τὰ κατὰ τοὺς πένητας, καὶ δεικνὺς ὅτι οὐχ οὕτως ὑπὲρ τῆς γαστρὸς, ὡς ὑπὲρ τῆς αἰσχύνης ἀλγοῦσιν, ὁμοῦ δὲ καὶ εἰς ἔλεον ἐπισπώμενος τὸν ἀκροατήν. Τοσαῦτα τοίνυν δείξας τὰ ἄτοπα, ὕβριν εἰς τὸ δεῖπνον, ὕβριν εἰς τὴν ἐκκλησίαν, τὴν εἰς τοὺς πένητας γινομένην ὑπεροψίαν, χαλᾷ πάλιν τῆς ἐπιτιμήσεως τὸν τόνον ἀθρόον λέγων· Ἐπαινέσω ὑμᾶς; ἐν τούτῳ οὐκ ἐπαινῶ. Ὃ καὶ μάλιστα ἄν τις αὐτοῦ θαυμάσειεν, ὅτι ἐπιπλῆξαι δέον σφοδρότερον μετὰ τὴν ἀπόδειξιν τῶν τοσούτων ἁμαρτημάτων καὶ καθάψασθαι, ὁ δὲ τοὐναντίον ποιεῖ μᾶλλον, ἀνίησι καὶ ἀναπνεῦσαι δίδωσι. Τί ποτ᾽ οὖν ἐστι τὸ αἴτιον;

Φορτικώτερον αὐτῶν καθήψατο τὴν κατηγορίαν αὐξήσας, καὶ ἰατρὸς ὢν ἄριστος καταλλήλως τοῖς τραύμασι τὴν τομὴν ἐπάγει, οὔτε τὰ βαθείας δεόμενα πληγῆς ἐξ ἐπιπολῆς τέμνων· (ἤκουσας γὰρ αὐτοῦ πῶς τὸν πεπορνευκότα παρ᾽ αὐτοῖς τούτοις ἀπέκοψεν), οὔτε τὰ προσηνεστέρων χρῄζοντα τῶν φαρμάκων σιδήρῳ παραδιδούς. Διὰ δὴ τοῦτο καὶ ἐνταῦθα πραότερον τῷ λόγῳ κέχρηται· καὶ ἄλλως δὲ ἡμέρους αὐτοὺς μάλιστα ἐσπούδακε καταστῆσαι τοῖς πένησι· διὸ καὶ ὑφειμένως διαλέγεται μᾶλλον αὐτοῖς. Εἶτα θέλων αὐτοὺς καὶ ἑτέρωθεν ἐντρέψαι μειζόνως, ἀπὸ τῶν κυριωτέρων τὸν λόγον ὑφαίνει πάλιν· Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου, φησὶν, ὃ καὶ παρέδωκα ὑμῖν· ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ, ᾖ παρεδίδοτο, ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε καὶ εἶπε, Λάβετε, φάγετε· τοῦτό μού ἐστι τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Τίνος ἕνεκεν ἐνταῦθα τῶν μυστηρίων μέμνηται; Ὅτι σφόδρα ἀναγκαῖος εἰς τὴν παροῦσαν ὑπόθεσιν ὁ λόγος ἦν οὗτος αὐτῷ.

Καὶ γὰρ ὁ Δεσπότης σου, φησὶ, τῆς αὐτῆς ἅπαντας ἠξίωσε τραπέζης, καίτοι σφόδρα φρικωδεστάτης οὔσης, καὶ πολὺ τὴν ἁπάντων ὑπερβαινούσης ἀξίαν· σὺ δὲ αὐτοὺς καὶ τῆς σῆς ἀναξίους εἶναι ἡγῇ, τῆς μικρᾶς ταύτης καὶ εὐτελοῦς, καὶ ἐν τοῖς πνευματικοῖς οὐδὲν αὐτῶν σου πλεονεκτούντων, ἁρπάζεις αὐτοὺς ἐν τοῖς αἰσθητοῖς· οὐδὲ γὰρ ταῦτα σά. Ἀλλ᾽ οὕτω μὲν οὐ λέγει, ὥστε μὴ γενέσθαι τραχὺν τὸν λόγον· ἡμερώτερον δὲ αὐτὸν κατασκευάζει λέγων· Ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ, ᾖ παρεδίδοτο, ἔλαβεν ἄρτον. Καὶ τίνος ἕνεκεν τοῦ καιροῦ ἡμᾶς ἀναμιμνήσκει, καὶ τῆς ἑσπέρας ἐκείνης καὶ τῆς προδοσίας;

Οὐχ ἁπλῶς οὐδὲ ἄνευ λόγου τινὸς, ἀλλ᾽ ἵνα μεθ᾽ ὑπερβολῆς κατανύξῃ καὶ ἀπὸ τοῦ καιροῦ. Κἂν γὰρ αὐτόλιθος ᾖ τις, ἐννοήσας ἐκείνην τὴν νύκτα, πῶς ἦν μετὰ τῶν μαθητῶν ἀδημονῶν, πῶς παρεδόθη, πῶς ἐδέθη, πῶς ἀπήχθη, πῶς ἐδικάσθη, πῶς καὶ τὰ ἑξῆς ἔπαθεν ἅπαντα, κηροῦ γίνεται ἁπαλώτερος, καὶ τῆς γῆς ἀπαλλάττεται καὶ τῆς ἐνταῦθα φαντασίας ἁπάσης. Διὰ τοῦτο πάντων ἐκείνων εἰς μνήμην ἡμᾶς ἄγει, διὰ τοῦ καιροῦ καὶ τῆς τραπέζης καὶ τῆς προδοσίας ἐντρέπων καὶ λέγων, ὅτι Ὁ μὲν Δεσπότης σου καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ σοῦ· σὺ δὲ τῷ ἀδελφῷ οὐδὲ σιτίων μεταδίδως ὑπὲρ σαυτοῦ;

δʹ. Πῶς δέ φησι παρὰ τοῦ Κυρίου παρειληφέναι; οὐδὲ γὰρ παρῆν τότε, ἀλλὰ τῶν διωκόντων ἦν. Ἵνα μάθῃς ὅτι οὐδὲν πλέον ἔχει ἐκείνη ἡ τράπεζα τῆς μετὰ ταῦτα. Καὶ γὰρ καὶ σήμερον αὐτός ἐστιν ὁ πάντα ἐργαζόμενος καὶ παραδιδοὺς, ὥσπερ καὶ τότε.

Οὐ διὰ τοῦτο δὲ μόνον τῆς νυκτὸς ἀναμιμνήσκει ἐκείνης, ἀλλ᾽ ἵνα καὶ ἑτέρως ἡμᾶς κατανύξῃ. Ὥσπερ γὰρ ἐκείνων μάλιστα μεμνήμεθα τῶν ῥημάτων, ὧν ἂν τελευταῖον παρὰ τῶν ἀπιόντων ἀκούσωμεν, καὶ πρὸς τοὺς κληρονόμους τοὺς ἐκείνων, εἰ τολμήσαιεν αὐτῶν παραβῆναι τὰς ἐντολὰς, ἐντρέποντες αὐτοὺς λέγομεν, Ἐννοήσατε ὅτι ταύτην ὑστέραν ἀφῆκε πρὸς ὑμᾶς τὴν φωνὴν ὁ πατὴρ, καὶ μέχρι τῆς ἑσπέρας ἧς ἔμελλεν ἐκπνεῖν ταῦτα ἐπέσκηπτεν· οὕτω καὶ ὁ Παῦλος καὶ ἐντεῦθεν φρικτὸν ποιῆσαι τὸν λόγον βουλόμενος, Ἀναμνήσθητε, φησὶν, ὅτι ταύτην ἐσχάτην ὑμῖν δέδωκε τὴν μυσταγωγίαν, καὶ ἐν αὐτῇ τῇ νυκτὶ, ᾗ καὶ σφάττεσθαι ὑπὲρ ὑμῶν ἔμελλε, ταῦτα ἐνετέλλετο, καὶ παραδιδοὺς ὑμῖν τὸ δεῖπνον ἐκεῖνο, μετ᾽ ἐκεῖνο οὐκέτι προσέθηκεν ἕτερον. Εἶτα καὶ αὐτὰ λοιπὸν διηγεῖται τὰ γεγενημένα λέγων ὅτι, Ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε, καὶ εἶπε· Λάβετε, φάγετε· τοῦτό μού ἐστι τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον. Εἰ τοίνυν ἐπ᾽ εὐχαριστίᾳ προσέρχῃ, καὶ σὺ μηδὲν ἀνάξιον ποίει τῆς εὐχαριστίας, μηδὲ καταίσχυνε τὸν ἀδελφὸν, μηδὲ περιόρα πεινῶντα, μὴ μέθυε, μὴ ὕβριζε τὴν Ἐκκλησίαν. Προσέρχῃ γὰρ εὐχαριστῶν ὑπὲρ ὧν ἀπέλαυσας. Οὐκοῦν καὶ αὐτὸς ἀμοιβὴν ἀποδίδου, καὶ μὴ ἀπόσχιζε σεαυτὸν τοῦ πλησίον. Καὶ γὰρ ὁ Χριστὸς πᾶσιν ἐξίσης ἔδωκε λέγων, Λάβετε, φάγετε. Ἐκεῖνος τὸ σῶμα ἐξίσης ἔδωκε, σὺ δὲ οὐδὲ τὸν κοινὸν ἄρτον δίδως ἐξίσης;

καὶ γὰρ ὑπὲρ ἁπάντων ὁμοίως ἐκλάσθη, καὶ σῶμα γέγονεν ὑπὲρ ἁπάντων ἐξίσης. Ὁμοίως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε, ὁσάκις ἂν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν. Τί λέγεις; ἀνάμνησιν τοῦ Χριστοῦ ποιεῖς, καὶ πένητας παρορᾷς, καὶ οὐ φρίττεις;

Ἀλλ᾽ εἰ μὲν υἱοῦ ἢ ἀδελφοῦ τετελευτηκότος ἀνάμνησιν ἐποίεις, ἐπλήγης ἂν ὑπὸ τοῦ συνειδότος, εἰ μὴ τὸ ἔθος ἐπλήρωσας, καὶ πένητας ἐκάλεσας· τὴν δὲ τοῦ Δεσπότου σου ποιῶν ἀνάμνησιν, οὐδὲ τραπέζης ἁπλῶς μεταδίδως; Τί δέ ἐστιν ὅ φησιν, ὅτι, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστίν; Ἦν γὰρ καὶ τῆς παλαιᾶς διαθήκης ποτήριον, αἱ σπονδαὶ καὶ τὸ αἷμα τῶν ἀλόγων· καὶ γὰρ μετὰ τὸ θῦσαι ποτηρίῳ καὶ φιάλῃ τὸ αἷμα δεχόμενοι οὕτως ἔσπενδον.

Ἐπεὶ οὖν ἀντὶ αἵματος ἀλόγων αἷμα εἰσήγαγε τὸ αὐτοῦ, ἵνα μή τις θορυβηθῇ τοῦτο ἀκούων, ἀνέμνησε τῆς παλαιᾶς θυσίας ἐκείνης. Εἶτα εἰπὼν περὶ τοῦ δείπνου ἐκείνου, συνάπτει τὰ παρόντα τοῖς τότε, ἵνα, ὡς ἐν αὐτῇ ἐκείνῃ τῇ ἑσπέρᾳ, καὶ ἐπ᾽ αὐτῆς κείμενοι στιβάδος, καὶ παρ᾽ αὐτοῦ τοῦ Χριστοῦ λαμβάνοντες τὴν θυσίαν ταύτην, οὕτω καὶ νῦν διακέωνται, καί φησιν· Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε, ἄχρις οὗ ἂν ἔλθῃ. Ὥσπερ γὰρ ὁ Χριστὸς καὶ ἐπὶ τοῦ ἄρτου καὶ ἐπὶ τοῦ ποτηρίου, Εἰς τὴν ἐμὴν ἀνάμνησιν ποιεῖτε τοῦτο, ἔφη, τὴν αἰτίαν ἐκκαλύπτων ἡμῖν τῆς τοῦ μυστηρίου δόσεως, καὶ μετὰ τῶν ἄλλων καὶ ταύτην εἶναι λέγων ἀρκοῦσαν ἡμῖν εἰς εὐλαβείας ὑπόθεσιν· ὅταν γὰρ ἐννοήσῃς τί πέπονθεν ὁ Δεσπότης σου διὰ σὲ, φιλοσοφώτερος ἔσῃ· οὕτω καὶ ὁ Παῦλος ἐνταῦθά φησιν· Ὁσάκις ἂν ἐσθίητε, τὸν θάνατον αὐτοῦ καταγγέλλετε. Καὶ τοῦτο ἐκεῖνο τὸ δεῖπνόν ἐστιν. Εἶτα δεικνὺς ὅτι ἕως τῆς συντελείας αὐτὸ μένει, φησίν· Ἕως ἂν ἔλθῃ. Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον τοῦτον, ἢ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου. Τί δήποτε; Ὅτι ἐξέχεεν αὐτὸ, καὶ σφαγὴν τὸ πρᾶγμα ἀπέφηνεν, οὐκέτι θυσίαν.

Ὥσπερ οὖν καὶ τότε οἱ κεντήσαντες οὐχ ἵνα πίωσιν ἐκέντησαν, ἀλλ᾽ ἵνα ἐκχέωσιν· οὕτω καὶ ὁ ἀναξίως μετιὼν, καὶ μηδὲν ἐντεῦθεν καρπούμενος. Εἶδες πῶς φοβερὸν τὸν λόγον ἐποίησε, καὶ μεθ᾽ ὑπερβολῆς αὐτῶν καθήψατο πάσης, δεικνὺς ὅτι εἰ οὕτω μέλλοιεν πίνειν, ἀναξίως μετέχουσι τῶν προκειμένων. Πῶς γὰρ οὐκ ἀναξίως, ὁ περιορῶν πεινῶντα; ὁ καταισχύνων πρὸς τῷ περιιδεῖν; Εἰ γὰρ τὸ μὴ δοῦναι πένησιν ἐκβάλλει τῆς βασιλείας, κἂν παρθένος ᾖ τις, μᾶλλον δὲ τὸ μὴ δαψιλῶς δοῦναι· καὶ γὰρ καὶ ἐκεῖναι ἔλαιον εἶχον, ἀλλὰ δαψιλὲς οὐκ εἶχον· τὸ καὶ τοσαῦτα ἄτοπα ἐργάσασθαι, ἐννόησον ἡλίκον ἔσται κακόν.

εʹ. Ποῖα ἄτοπα; φησί. Τί λέγεις, ποῖα ἄτοπα; Τραπέζης μετέσχες τοιαύτης, καὶ πάντων ὀφείλων ἡμερώτερος εἶναι καὶ τῶν ἀγγέλων ἴσος, πάντων ὠμότερος γέγονας· αἵματος ἐγεύσω Δεσποτικοῦ, καὶ τὸν ἀδελφὸν οὐδὲ οὕτως ἐπιγινώσκεις· καὶ ποίας ἄξιος εἶ συγγνώμης; Καίτοι εἰ καὶ πρὸ τούτου ἠγνόεις, ἀπὸ τῆς τραπέζης αὐτὸν ἐπιγνῶναι ἐχρῆν· νῦν δὲ καὶ αὐτὴν ἀτιμάζεις τὴν τράπεζαν, τὸν ἐκείνης καταξιωθέντα μέτοχον εἶναι τῶν σῶν οὐχ ἡγούμενος ἄξιον εἶναι σιτίων. Οὐκ ἤκουσας πόσα ἔπαθεν ὁ τὰ ἑκατὸν δηνάρια ἀπαιτῶν; πῶς δωρεὰν ἐξενεχθεῖσαν ἄκυρον ἐποίησεν; οὐκ ἐννοεῖς τίς ὢν τίς γέγονας; οὐκ ἀναμιμνήσκεις σαυτὸν, ὅτι τούτου τοῦ πένητος ἐν χρήμασι πολὺ πτωχότερος ἦς ἐν κατορθώμασι, μυρίων γέμων ἁμαρτημάτων; Ἀλλ᾽ ὅμως πάντων σε ἐκείνων ἀπήλλαξεν ὁ Θεὸς, καὶ τραπέζης ἠξίωσε τοιαύτης· σὺ δὲ οὐδὲ οὕτω φιλανθρωπότερος γίνῃ.

Οὐκοῦν οὐδὲν ἕτερον λείπεται, ἢ καὶ τό σε παραδοθῆναι τοῖς βασανισταῖς. Τούτων καὶ ἡμεῖς ἀκούσωμεν τῶν ῥημάτων πάντες, ὅσοι ἐνταῦθα μὲν μετὰ τῶν πενήτων προσερχόμεθα τῇ ἱερᾷ τραπέζῃ ταύτῃ· ἐξελθόντες δὲ ἔξω, οὐδὲ ἑωρακέναι δοκοῦμεν αὐτοὺς, ἀλλὰ καὶ μεθύομεν καὶ πεινῶντας παρατρέχομεν· ἃ καὶ Κορίνθιοι τότε ἐνεκαλοῦντο; Καὶ πότε τοῦτο γίνεται; φησίν. Ἀεὶ μὲν, μάλιστα δὲ ἐν ταῖς ἑορταῖς, ὅτε μάλιστα γίνεσθαι οὐκ ἐχρῆν. Καὶ γὰρ τότε μετὰ τὴν κοινωνίαν εὐθέως μέθη διαδέχεται, καὶ πενήτων ὑπεροψία· καὶ τοῦ αἵματος μεταλαβὼν, ὅτε νηστείας σοι καιρὸς καὶ νήψεως, παροινεῖς καὶ κωμάζεις. Κἂν μέν τι χρηστὸν τύχῃς ἠριστηκὼς, φυλάττεις σαυτὸν, ὥστε μὴ ἑτέρῳ ἐδέσματι πονηρῷ λυμήνασθαι τὸ πρότερον· πνεῦμα δὲ ἑστιαθεὶς, σατανικὴν ἐπεισάγεις τρυφήν. Ἐννόησον, ὅτε μετέλαβον οἱ ἀπόστολοι τῶν ἱερῶν δείπνων ἐκείνων, τί ἐποίησαν· οὐχὶ εἰς εὐχὰς ἐτράπησαν καὶ ὑμνῳδίας; οὐχὶ εἰς παννυχίδας ἱεράς; οὐχὶ εἰς διδασκαλίαν τὴν μακρὰν ἐκείνην καὶ πολλῆς γέμουσαν φιλοσοφίας; τὰ γὰρ μεγάλα καὶ παράδοξα τότε αὐτοῖς διηγεῖτο καὶ παρήγγελλεν, ἀπελθόντος τοῦ Ἰούδα καλέσαι τοὺς μέλλοντας αὐτὸν σταυροῦν. Οὐκ ἤκουσας πῶς καὶ οἱ τρισχίλιοι οἱ τῆς κοινωνίας ἀπολαύοντες διαπαντὸς ἦσαν προσκαρτεροῦντες τῇ προσευχῇ καὶ τῇ διδασκαλίᾳ, οὐ μέθαις καὶ κώμοις;

Σὺ δὲ πρὶν ἢ μὲν μεταλαβεῖν νηστεύεις, ἵνα ὁπωσδήποτε ἄξιος φανῇς τῆς κοινωνίας· ὅταν δὲ μεταλάβῃς, δέον σε ἐπιτεῖναι τὴν σωφροσύνην, πάντα ἀπολλύεις. Καίτοι γε οὐκ ἔστιν ἴσον πρὸ τούτου νήφειν, καὶ μετὰ ταῦτα· δεῖ μὲν γὰρ ἐν ἑκατέρῳ σωφρονεῖν, μάλιστα δὲ μετὰ τὸ δέξασθαι τὸν νυμφίον· πρὸ τούτου μὲν, ἵνα ἄξιος γένῃ τοῦ λαβεῖν, μετὰ δὲ ταῦτα, ἵνα μὴ ἀνάξιος φανῇς ὧν ἔλαβες. Τί οὖν, νηστεύειν δεῖ μετὰ τὸ λαβεῖν;

Οὐ λέγω τοῦτο, οὐδὲ καταναγκάζω. Καλὸν μὲν γὰρ καὶ τοῦτο· πλὴν οὐ βιάζομαι τοῦτο, ἀλλὰ παραινῶ μὴ τρυφᾷν εἰς ἀπληστίαν. Εἰ γὰρ οὐδέποτε χρὴ τρυφᾷν, καὶ τοῦτο ὁ Παῦλος ἐδήλωσεν εἰπὼν, ὅτι Ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκε, πολλῷ μᾶλλον τότε τεθνήξεται. Εἰ δὲ γυναικὶ ἡ τρυφὴ θάνατος, πολλῷ μᾶλλον ἀνδρί· καὶ εἰ ἐν ἄλλῳ καιρῷ τοῦτο γινόμενον ἀπόλλυσι, πολλῷ μᾶλλον μετὰ τὴν τῶν μυστηρίων κοινωνίαν. Σὺ δὲ ἄρτον ζωῆς λαβὼν, πρᾶγμα θανάτου ποιεῖς, καὶ οὐ φρίττεις; οὐκ οἶσθα ὅσα ἀπὸ τρυφῆς ἐπεισέρχεται κακά; γέλως ἄκαιρος, ῥήματα ἄτακτα, εὐτραπελία ὀλέθρου γέμουσα, φλυαρία ἀνόνητος, τὰ ἄλλα ἃ μηδὲ εἰπεῖν καλόν. Καὶ ταῦτα ποιεῖς τραπέζης ἀπολαύσας Χριστοῦ, κατὰ τὴν ἡμέραν ἐκείνην, καθ᾽ ἣν ἅψασθαι διὰ γλώττης τῶν σαρκῶν αὐτοῦ κατηξιώθης. Πᾶς οὖν, ἵνα ταῦτα μὴ γίνηται, καθάγνιζέ σου τὴν δεξιὰν, τὴν γλῶτταν, τὰ χείλη, ἅπερ ἐγένετο πρόθυρα τῇ ἐπιβάσει τοῦ Χριστοῦ· καὶ τράπεζαν παραθεὶς αἰσθητὴν, πρὸς ἐκείνην τὴν τράπεζαν τὸν νοῦν ἀνάτεινον, πρὸς τὸ δεῖπνον τὸ Κυριακὸν, πρὸς τὴν ἀγρυπνίαν τῶν μαθητῶν τὴν κατὰ τὴν νύκτα ἐκείνην τὴν ἱεράν· μᾶλλον δὲ, εἴ τις ἀκριβῶς ἐξετάσειε, καὶ τὰ παρόντα νύξ.

Γρηγορῶμεν τοίνυν μετὰ τοῦ Δεσπότου, κατανυγῶμεν μετὰ τῶν μαθητῶν. Εὐχῶν ὁ καιρὸς, οὐ μέθης, ἀεὶ μὲν, μάλιστα δὲ ἐν ἑορτῇ. Ἑορτὴ γὰρ διὰ τοῦτο γίνεται, οὐχ ἵνα ἀσχημονῶμεν, οὐχ ἵνα ἁμαρτήματα συνάγωμεν, ἀλλ᾽ ἵνα καὶ τὰ ὄντα ἀνέλωμεν. Καὶ οἶδα μὲν ὅτι εἰκῆ ταῦτα λέγω, ἀλλ᾽ οὐ παύσομαι λέγων.

Κἂν γὰρ μὴ πάντες ὑπακούσητε, ἀλλ᾽ οὐδὲ πάντες παρακούσεσθε, μᾶλλον δὲ, κἂν πάντες παρακούσητε, ἐμοὶ μὲν μείζων ὁ μισθὸς, ὑμῖν δὲ πλέον τὸ κρῖμα. Ἵν᾽ οὖν μὴ γένηται πλέον, διὰ τοῦτο οὐ παύσομαι λέγων· ἴσως γὰρ, ἴσως τῇ συνεχείᾳ καθάψομαι. Διὸ παρακαλῶ, ἵνα μὴ εἰς κρῖμα τοῦτο ποιῶμεν, θρέψωμεν τὸν Χριστὸν, ποτίσωμεν, ἐνδύσωμεν· ταῦτα τῆς τραπέζης ἐκείνης ἄξια. Ἤκουσας ὕμνων ἱερῶν; εἶδες γάμον πνευματικόν; ἀπέλαυσας τραπέζης βασιλικῆς; ἐνεπλήσθης Πνεύματος ἁγίου; συνεχόρευσας τοῖς Σεραφὶμ, κοινωνὸς ἐγένου τῶν ἄνω δυνάμεων;

Μὴ ῥίψῃς χαρὰν τοσαύτην, μὴ ἐκχέῃς τὸν θησαυρὸν, μὴ ἐπεισαγάγῃς μέθην τὴν τῆς ἀθυμίας μητέρα, τὴν τοῦ διαβόλου χαρὰν, τὴν μυρία τίκτουσαν κακά. Καὶ γὰρ ὕπνος θανάτῳ ἐοικὼς ἐντεῦθεν καὶ καρηβαρίαι καὶ νόσοι καὶ λήθη καὶ νεκρότητος εἰκών. Εἶτα φίλῳ μὲν οὐκ ἂν ἕλοιο συντυχεῖν οἰνωμένος, τὸν δὲ Χριστὸν ἔνδον ἔχων τολμᾷς, εἰπέ μοι, τοσαύτην ἐπεμβαλεῖν μέθην; Ἀλλὰ τρυφῆς ἐρᾷς;

Οὐκοῦν διὰ τοῦτο παῦσαι μεθύων. Καὶ γὰρ ἐγώ σε βούλομαι τρυφᾷν, ἀλλὰ τὴν ὄντως τρυφὴν, τὴν οὐδέποτε μαραινομένην. Τίς οὖν ἡ ὄντως τρυφὴ καὶ διηνεκῶς ἀνθοῦσα; Κάλεσον ἐπ᾽ ἄριστον τὸν Χριστὸν, μετάδος αὐτῷ τῶν σῶν, μᾶλλον δὲ τῶν αὐτοῦ· τοῦτο τὴν ἡδονὴν ἀπέραντον ἔχει καὶ ἀκμάζουσαν διηνεκῶς.

Ἀλλ᾽ οὐ τὰ αἰσθητὰ τοιαῦτα, ἀλλ᾽ ὁμοῦ τε ἐφάνη καὶ ἠφανίσθη, καὶ ὁ τρυφήσας οὐδὲν ἄμεινον διακείσεται τοῦ μὴ τρυφήσαντος, μᾶλλον δὲ χεῖρον. Ὁ μὲν γὰρ ὥσπερ ἐν λιμένι κάθηται, οὗτος δὲ χειμάῤῥουν τινὰ καὶ πολιορκίαν νοσημάτων ἐδέξατο, καὶ οὐδὲ ἐνεγκεῖν τὴν ζάλην ταύτην δύναται. Ἵν᾽ οὖν μὴ ταῦτα γένηται, τὴν συμμετρίαν διώκωμεν.

Οὕτω γὰρ καὶ τὸ σῶμα εὖ διακεισόμεθα, καὶ τὴν ψυχὴν ἐν ἀσφαλείᾳ καταστήσομεν, καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἀπαλλαγησόμεθα κακῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀπαλλαγέντας, τῆς βασιλείας ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΚΗʹ. Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω. αʹ. Τί βούλεται ταῦτα τὰ ῥήματα, ἑτέρας ὑποθέσεως τῆς προκειμένης οὔσης; Ἔθος τοῦτο τῷ Παύλῳ, ὥσπερ καὶ ἔμπροσθεν ἔφθην εἰπὼν, μὴ μόνον ἐκεῖνα ἐργάζεσθαι, ἅπερ αὐτῷ προκείμενά ἐστιν, ἀλλὰ κἂν ἕτερος παρεμπέσῃ λόγος τῇ ὑποθέσει, καὶ τούτῳ μετὰ πολλῆς ἐπεξιέναι τῆς σπουδῆς, καὶ μάλιστα ὅταν περὶ σφόδρα ἀναγκαίων καὶ κατεπειγόντων ᾖ.

Καὶ γὰρ ὅτε τοῖς γεγαμηκόσι διελέγετο, καὶ ὁ τῶν οἰκετῶν αὐτῷ παρενέπεσε λόγος, σφόδρα γενναίως καὶ διὰ πολλῶν αὐτὸν κατεσκεύασε· καὶ ὅτε περὶ τοῦ μὴ δεῖν κρίνεσθαι ἐν τοῖς δικαστηρίοις ἔλεγε, καὶ τότε εἰς τὴν περὶ πλεονεξίας ἐμπεσὼν νουθεσίαν, πολλὰ καὶ περὶ ταύτης διελέχθη τῆς ὑποθέσεως· ὃ δὴ καὶ ἐνταῦθα πεποίηκεν. Ἐπειδὴ γὰρ ἅπαξ τῆς τῶν μυστηρίων ἐδεήθη μνήμης, ἀναγκαῖον εἶναι ἐνόμισεν ἐπεξελθεῖν τῇ ὑποθέσει· οὐδὲ γὰρ ἡ τυχοῦσα ἦν. Διὸ καὶ σφόδρα φοβερῶς περὶ αὐτῆς διελέχθη, τὸ κεφάλαιον τῶν ἀγαθῶν κατασκευάζων, τὸ μετὰ καθαροῦ προσιέναι συνειδότος αὐτοῖς. Ὅθεν οὐδὲ τοῖς ἔμπροσθεν εἰρημένοις ἠρκέσθη μόνον, ἀλλὰ καὶ ταῦτα προστίθησι λέγων· Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν· ὃ καὶ ἐν τῇ δευτέρᾳ φησίν· Ἑαυτοὺς πειράζετε, ἑαυτοὺς δοκιμάζετε· οὐ καθάπερ ἡμεῖς ποιοῦμεν νῦν, καιρῷ προσιόντες μᾶλλον, ἢ σπουδῇ γνώμης. Οὐ γὰρ ὅπως παρεσκευασμένοι καὶ τὰ κακὰ ἑαυτῶν ἐκκαθάραντες καὶ κατανύξεως πληρωθέντες προσέλθοιμεν σκοποῦμεν, ἀλλ᾽ ὅπως ἐν ἑορταῖς, καὶ ἡνίκα ἂν ἅπαντες.

Ἀλλ᾽ οὐχ οὕτως ὁ Παῦλος ἐκέλευσεν, ἀλλ᾽ ἕνα καιρὸν οἶδε προσόδου καὶ κοινωνίας, τοῦ συνειδότος τὴν καθαρότητα. Εἰ γὰρ αἰσθητῆς οὐκ ἄν ποτε μεταλάβοιμεν τραπέζης πυρέττοντες καὶ χυμῶν γέμοντες πονηρῶν, ὥστε μὴ ἀπολέσθαι· πολλῷ μᾶλλον ταύτης ἅπτεσθαι ἡμῖν οὐ θέμις μετὰ ἐπιθυμιῶν ἀτόπων, αἳ πυρετῶν εἰσι χαλεπώτεραι. Ὅταν δὲ ἐπιθυμίας ἀτόπους εἴπω, καὶ τὰς τῶν σωμάτων λέγω καὶ τὰς τῶν χρημάτων καὶ τὰς τῆς ὀργῆς καὶ τὰς τῆς μνησικακίας, καὶ πάσας ἁπλῶς τὰς ἀτόπους.

Καὶ δεῖ τὸν προσιόντα, πάντα ἐξαντλήσαντα ταῦτα, οὕτω τῆς καθαρᾶς ἐκείνης ἅπτεσθαι θυσίας, καὶ μήτε ῥᾳθύμως διακείμενον καὶ ταλαιπώρως, ἀναγκάζεσθαι διὰ τὴν ἑορτὴν προσιέναι, μήτε αὖ κατανυγέντα καὶ παρεσκευασμένον, κωλύεσθαι διὰ τὸ μὴ εἶναι ἑορτήν. Ἑορτὴ γὰρ ἔργων ἀγαθῶν ἐστιν ἐπίδειξις, καὶ ψυχῆς εὐλάβεια, καὶ πολιτείας ἀκρίβεια· κἂν ταῦτα ἔχῃς, διαπαντὸς ἑορτάζειν δυνήσῃ, καὶ διαπαντὸς προσιέναι. Διὰ τοῦτό φησι, Δοκιμαζέτω δὲ ἑαυτὸν ἕκαστος, καὶ τότε προσίτω.

Καὶ οὐχ ἕτερον ἑτέρῳ κελεύει δοκιμάσαι, ἀλλ᾽ αὐτὸν ἑαυτὸν, ἀδημοσίευτον ποιῶν τὸ δικαστήριον, ἀμάρτυρον τὸν ἔλεγχον. Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, τοῦ Κυρίου κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει. Τί λέγεις; εἰπέ μοι· ἡ τοσούτων ἀγαθῶν αἰτία, καὶ ζωὴν βρύουσα τράπεζα, αὕτη κρῖμα γίνεται; Οὐ παρὰ τὴν αὐτῆς φύσιν, φησὶν, ἀλλὰ παρὰ τὴν τοῦ προσιόντος προαίρεσιν. Ὥσπερ γὰρ ἡ παρουσία αὐτοῦ, ἡ τὰ μεγάλα ἐκεῖνα καὶ ἀπόῤῥητα κομίσασα ἡμῖν ἀγαθὰ, τοὺς μὴ δεξαμένους αὐτὴν μᾶλλον κατέκρινεν· οὕτω καὶ τὰ μυστήρια μείζονος ἐφόδια κολάσεως γίνεται τοῖς ἀναξίως μετέχουσι. Διὰ τί δὲ κρῖμα ἑαυτῷ ἐσθίει; Μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου. Τουτέστι, Μὴ ἐξετάζων, μὴ ἐννοῶν, ὡς χρὴ, τὸ μέγεθος τῶν προκειμένων, μὴ λογιζόμενος τὸν ὄγκον τῆς δωρεᾶς. Εἰ γὰρ μάθοις ἀκριβῶς τίς ποτέ ἐστιν ὁ προκείμενος, καὶ τίς ὢν τίνι ἑαυτὸν δίδωσιν, οὐδενὸς ἑτέρου δεήσῃ λόγου, ἀλλ᾽ ἀρκεῖ σοι τοῦτο εἰς ἅπασαν νῆψιν, εἰ μὴ σφόδρα εἴης ἀναπεπτωκώς.

Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Ἐνταῦθα λοιπὸν οὐκέτι ἀπὸ ἑτέρων τὰ παραδείγματα φέρει, ὥσπερ ἐπὶ τῶν εἰδωλοθύτων ἐποίησε, τὰς παλαιὰς διηγούμενος ἱστορίας καὶ τὰς ἐν τῇ ἐρήμῳ πληγὰς, ἀλλ᾽ ἀπ᾽ αὐτῶν τῶν Κορινθίων, ὅπερ καὶ πληκτικώτερον ἐποίει τὸν λόγον. Ἐπειδὴ γὰρ ἔλεγε, Κρῖμα ἑαυτῷ ἐσθίει, καὶ, Ἔνοχός ἐστιν, ἵνα μὴ δοκῇ ῥήματα λέγειν, καὶ ἔργα δείκνυσι καὶ μάρτυρας αὐτοὺς καλεῖ, ὅπερ μᾶλλον τοῦ ἀπειλῆσαι καθικνεῖται, τῷ δεῖξαι εἰς ἔργον τὴν ἀπειλὴν ἐξελθοῦσαν. Οὐ μὴν τούτοις ἠρκέσθη μόνοις, ἀλλ᾽ ἀπὸ τούτων καὶ τὸν περὶ τῆς γεέννης εἰσήγαγε καὶ ἐπιστώσατο λόγον, ἀμφοτέρωθεν φοβῶν, καὶ ζήτημα πανταχοῦ περιφερόμενον λύων. Ἐπειδὴ γὰρ πολλοὶ πρὸς ἀλλήλους ἀποροῦσι, πόθεν οἱ ἄωροι θάνατοι, πόθεν αἱ μακραὶ νόσοι, λέγει ὅτι ἐξ ἁμαρτημάτων πολλὰ τούτων τῶν ἀδοκήτων τὴν ὑπόθεσιν ἔχει.

βʹ. Τί οὖν οἱ ὑγιαίνοντες, φησὶ, διηνεκῶς, καὶ εἰς γῆρας ἐρχόμενοι λιπαρὸν, οὐχ ἁμαρτάνουσι; Καὶ τίς ἂν τοῦτο εἴποι; Πῶς οὖν, φησὶν, οὐ διδόασι δίκην; Ὅτι ἐκεῖ δώσουσι χαλεπωτέραν. Ἡμεῖς δὲ, εἰ ἐβουλόμεθα, οὐδ᾽ ἂν ἐνταῦθα, οὐδ᾽ ἂν ἐκεῖσε ἐδώκαμεν.

Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, φησὶν, οὐκ ἂν ἐκρινόμεθα. Καὶ οὐκ εἶπεν, Εἰ ἐκολάζομεν ἑαυτοὺς, Εἰ ἐτιμωρούμεθα, ἀλλὰ μόνον, Εἰ ἐπιγνῶναι τὰ ἁμαρτήματα ἐβουλήθημεν, εἰ καταδικάσαι ἑαυτοὺς, εἰ καταγνῶναι τῶν πεπλημμελημένων, ἀπελλάγημεν ἂν καὶ τῆς ἐνταῦθα καὶ τῆς ἐκεῖσε τιμωρίας. Ὁ γὰρ καταγνοὺς ἑαυτοῦ, διπλῇ τὸν Θεὸν ἐξιλεοῦται, καὶ τῷ ἐπιγνῶναι τὰ ἁμαρτήματα, καὶ τῷ πρὸς τὸ μέλλον ὀκνηρότερος γίνεσθαι. Ἐπειδὴ δὲ οὐδὲ τοῦτο τὸ κοῦφον βουλόμεθα ποιεῖν, ὡς χρὴ ποιεῖν, οὐδὲ οὕτως ἡμᾶς μετὰ τῆς οἰκουμένης κολάζειν ἀνέχεται, ἀλλὰ καὶ οὕτω φείδεται, ἐνταῦθα δίκην ἀπαιτῶν, οὗ πρόσκαιρος ἡ τιμωρία καὶ πολλὴ ἡ παραμυθία· καὶ γὰρ ἁμαρτημάτων ἀπαλλαγὴ τὸ γινόμενον, καὶ χρηστὴ τῶν μελλόντων ἐλπὶς κουφίζουσα τὰ παρόντα. Ταῦτα δὲ λέγει, ὁμοῦ μὲν παραμυθούμενος τοὺς ἀῤῥώστους, ὁμοῦ δὲ τοὺς ἄλλους σπουδαιοτέρους ποιῶν. Διό φησι· Νυνὶ δὲ κρινόμενοι, ὑπὸ Κυρίου παιδευόμεθα.

Οὐκ εἶπε, Κολαζόμεθα, οὐκ εἶπε, Τιμωρούμεθα, ἀλλὰ, Παιδευόμεθα· νουθεσίας γὰρ μᾶλλόν ἐστιν ἢ καταδίκης τὸ γινόμενον, ἰατρείας ἢ τιμωρίας, διορθώσεως ἢ κολάσεως. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τῇ ἀπειλῇ τοῦ μείζονος κοῦφον τὸ παρὸν ποιεῖ, λέγων· Ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Εἶδες πῶς καὶ τὴν γέενναν ἐπέστησε, καὶ τὸ φρικτὸν ἐκεῖνο δικαστήριον, καὶ ἀναγκαῖον ἔδειξε καὶ πάντως ἐσομένην τὴν ἐξέτασιν ἐκείνην καὶ τὴν τιμωρίαν; Εἰ γὰρ οἱ πιστοὶ καὶ τῷ Θεῷ περισπούδαστοι οὐκ ἀτιμωρητὶ διαφεύγουσιν ἐν οἷς ἂν πλημμελήσωσι, καὶ δῆλον ἐκ τῶν παρόντων, πολλῷ μᾶλλον οἱ ἄπιστοι καὶ οἱ τὰ ἀνήκεστα καὶ ἀνίατα ἁμαρτόντες. Ὥστε συνερχόμενοι εἰς τὸ φαγεῖν, ἀλλήλους ἐκδέχεσθε. Ἔτι γὰρ ἀκμάζοντος αὐτοῖς τοῦ φόβου, καὶ τοῦ τρόμου μένοντος τοῦ τῆς γεέννης, βούλεται πάλιν τὴν ὑπὲρ τῶν πενήτων εἰσαγαγεῖν παραίνεσιν, δι᾽ ἣν ἅπαντα ταῦτα εἴρηκε, δεικνὺς ὅτι τοῦτο μὴ ποιοῦντας ἀναξίως ἐστὶ μεταλαμβάνειν.

Εἰ δὲ τὸ μὴ μεταδοῦναι τῶν ὄντων εἴργει τῆς τραπέζης ἐκείνης, πολλῷ μᾶλλον τὸ ἁρπάζειν. Καὶ οὐκ εἶπεν, Ὥστε συνερχόμενοι μετάδοτε τοῖς δεομένοις, ἀλλ᾽ ὃ σεμνότερον ἦν, Ἀλλήλους ἐκδέχεσθε. Τοῦτο γὰρ καὶ ἐκεῖνο κατεσκεύαζε καὶ ᾐνίττετο, καὶ μετὰ τοῦ πρέποντος σχήματος τὴν παραίνεσιν εἰσήγαγεν. Εἶτα λοιπὸν ἐντρεπτικῶς· Εἰ δέ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω. Ἐπιτρέψας ἐκώλυσε, καὶ σφοδρότερον ἢ εἰ ἀπηγόρευσε. Τῆς γὰρ ἐκκλησίας αὐτὸν ἐξήγαγε, καὶ εἰς τὴν οἰκίαν παρέπεμψε, ταύτῃ καθαπτόμενος σφοδρῶς, καὶ κωμῳδῶν αὐτοὺς ὡς δούλους γαστρὸς καὶ ἀκαρτερήτους. Οὐδὲ γὰρ εἶπεν, Εἴ τις ὑπερορᾷ τῶν πενήτων, ἀλλ᾽, Εἴ τις πεινᾷ, ὡς πρὸς παιδία δυσανασχετοῦντα διαλεγόμενος, ὡς πρὸς ἄλογα γαστρὶ δουλεύοντα. Καὶ γὰρ πολὺς ὁ γέλως, εἰ διὰ τὸ πεινῇν ἔμελλον οἴκοι ἐσθίειν. Ἀλλ᾽ οὐκ ἠρκέσθη τούτῳ, ἀλλὰ καὶ ἐπήγαγεν ἕτερον φοβερώτερον, λέγων· Ἵνα μὴ εἰς κρῖμα συνέρχησθε· ἵνα μὴ εἰς κόλασιν, ἵνα μὴ εἰς τιμωρίαν, τὴν Ἐκκλησίαν ὑβρίζοντες, τὸν ἀδελφὸν καταισχύνοντες. Καὶ γὰρ διὰ τοῦτο συνέρχεσθε, φησὶν, ἵνα στέργητε ἀλλήλους, ἵνα ὠφελῆσθε, ἵνα ὠφελῆτε· εἰ δὲ τοὐναντίον γίνεται, βέλτιον ὑμᾶς οἴκοι σιτεῖσθαι. Τοῦτο δὲ ἔλεγεν, ἵνα ἐφελκύσηται πλέον.

Διὰ γὰρ τοῦτο καὶ τὸ βλάβος ἔδειξε τὸ ἐντεῦθεν, καὶ κρῖμα ἔφησεν εἶναι οὐ μικρὸν, καὶ πανταχόθεν ἐφόβησεν, ἀπὸ τῶν μυστηρίων, ἀπὸ τῶν ἀῤῥώστων, ἀπὸ τῶν τετελευτηκότων, ἀπὸ τῶν ἄλλων τῶν ἔμπροσθεν εἰρημένων. Εἶτα καὶ ἑτέρως πάλιν φοβεῖ, λέγων· Τὰ δὲ λοιπὰ, ὡς ἂν ἔλθω, διατάξομαι· ἢ εἰς ἕτερά τινα, ἢ εἰς αὐτὸ τοῦτο. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς λέγειν καὶ αἰτίας τινὰς, καὶ οὐκ ἐνῆν πάντα διὰ γραμμάτων κατορθοῦν, ἃ μὲν παρῄνεσα, φυλαττέσθω τέως, φησίν· εἰ δέ τι ἕτερον ἔχοιτε λέγειν, ἐκεῖνο τῇ παρουσίᾳ τηρείσθω τῇ ἐμῇ· ἢ περὶ τούτου τοῦ πράγματος λέγων, ὡς ἔφην, ἢ περὶ ἑτέρων τινῶν οὐ σφόδρα κατεπειγόντων.

Ποιεῖ δὲ τοῦτο, ἵνα κἀντεῦθεν σπουδαιοτέρους ἐργάσηται· μεριμνῶντες γὰρ αὐτοῦ τὴν παρουσίαν, ἔμελλον διορθοῦν τὸ ἡμαρτημένον. Οὐδὲ γὰρ τὸ τυχὸν ἦν ἡ Παύλου ἐπιδημία· καὶ τοῦτο δεικνὺς ἔλεγεν, Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς, ἐφυσιώθησάν τινες· καὶ ἀλλαχοῦ πάλιν, Μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε. Διὰ τοῦτο οὐδὲ ἁπλῶς ἐπηγγείλατο ἥξειν, ἵνα μὴ ἀπιστήσωσι καὶ ῥᾳθυμότεροι γένωνται, ἀλλὰ καὶ αἰτίαν τίθησι τῇ ἐπιδημίᾳ ἀναγκαίαν, λέγων, ὅτι Τὰ λοιπὰ, ὡς ἂν ἔλθω, διατάξομαι· δεικνὺς ὅτι ἡ τῶν λιπόντων διόρθωσις, εἰ καὶ μὴ ἐσπουδάκει πάντως, αὐτὸν εἷλκεν ἐκεῖσε.

γʹ. Ταῦτα τοίνυν ἀκούοντες ἅπαντα, καὶ τῶν πενήτων πολλὴν ποιώμεθα σπουδὴν, καὶ γαστρὸς κατέχωμεν, καὶ μέθης ἀπαλλαττώμεθα, καὶ τῶν μυστηρίων ἀξίως σπουδάζωμεν μεταλαμβάνειν, καὶ ἐφ᾽ οἷς ἂν πάθωμεν, μὴ ἀλγῶμεν, μήτε ἐφ᾽ ἑαυτοῖς, μήτε ἐφ᾽ ἑτέροις· οἷον ὅταν οἱ ἄωροι γίνωνται θάνατοι, ὅταν ἀῤῥωστίαι μακραί. Τοῦτο γὰρ ἀπαλλαγὴ κολάσεως, τοῦτο διόρθωσις, τοῦτο νουθεσία ἀρίστη. Τίς ταῦτά φησιν; Ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα. Ἀλλ᾽ ὅμως καὶ μετὰ ταῦτα οὕτω πολλαὶ τῶν γυναικῶν ἀναισθήτως διάκεινται, ὡς καὶ τοὺς ἀπίστους παρατρέχειν τῇ τοῦ πένθους ὑπερβολῇ· καὶ αἱ μὲν ὑπὸ τοῦ πάθους ἐσκοτωμέναι τοῦτο ποιοῦσιν, αἱ δὲ πρὸς ἐπίδειξιν καὶ ὑπὲρ τοῦ τὰ τῶν ἔξωθεν διαφεύγειν ἐγκλήματα, ἃς μάλιστα πάσης συγγνώμης ἀπεστερῆσθαί φημι.

Ἵνα γὰρ μὴ ὁ δεῖνα ἐγκαλέσῃ, φησὶν, ἐγκαλείτω ὁ Θεός· ἵνα μὴ ἄνθρωποι τῶν ἀλόγων ἀνοητότεροι καταγνῶσιν, ὁ τοῦ βασιλέως τῶν ὅλων πατείσθω νόμος. Καὶ πόσων οὐκ ἄξια ταῦτα σκηπτῶν; Κἂν μὲν εἰς περίδειπνόν σέ τις καλέσῃ μετὰ τὸ πένθος, οὐδεὶς ὁ ἀντερῶν, ἐπειδὴ νόμος ἀνθρώπων ἐστὶν ὁ ταῦτα κελεύων· Θεοῦ δὲ νομοθετοῦντος μὴ πενθεῖν, οὕτω πάντες ἀντιφθέγγονται. Οὐκ ἐννοεῖς τὸν Ἰὼβ, ὦ γύναι; οὐκ ἀναμιμνήσκῃ τῶν ῥημάτων αὐτοῦ τῶν ἐπὶ τῇ συμφορᾷ τῶν παίδων, ἃ μυρίων στεφάνων μᾶλλον ἀνέδησε τὴν ἁγίαν κεφαλὴν ἐκείνην, καὶ σαλπίγγων πολλῶν λαμπρότερον ἀνεκήρυξεν; οὐ λογίζῃ τὸ μέγεθος τῆς συμφορᾶς, καὶ τὸ καινὸν ἐκεῖνο ναυάγιον, καὶ τὴν ξένην καὶ παράδοξον τραγῳδίαν; Σὺ μὲν γὰρ ἴσως ἕνα ἀπώλεσας, ἢ δεύτερον, ἢ τρίτον· ἐκεῖνος δὲ τοσούτους καὶ τοσαύτας· καὶ ὁ πολύπαις ἐξαίφνης ἄπαις ἐγένετο, καὶ οὐδὲ κατὰ μικρὸν αὐτῷ τὰ σπλάγχνα ἀνηλίσκετο, ἀλλ᾽ ἀθρόον ἅπας ὁ καρπὸς ἀνηρπάζετο· καὶ οὐδὲ τῷ κοινῷ τῆς φύσεως νόμῳ οὐδὲ εἰς γῆρας ἐλθόντες, ἀλλὰ καὶ ἀώρῳ καὶ βιαίῳ θανάτῳ, καὶ πάντες ὁμοῦ, καὶ οὐδὲ παρόντος οὐδὲ παρακαθημένου, ἵνα κἂν ἐσχάτων ἀκούσας ῥημάτων ἔχῃ τινὰ παραμυθίαν τῆς οὕτω πικρᾶς τελευτῆς, ἀλλὰ παρ᾽ ἐλπίδα πᾶσαν, καὶ μηδὲν τῶν γινομένων εἰδότος, ἀθρόον ἅπαντες κατεχώννυντο, καὶ ἡ οἰκία τάφος αὐτοῖς ἐγίνετο καὶ παγίς.

Καὶ οὐκ ἄωρος μόνον θάνατος, ἀλλὰ καὶ πολλὰ μετὰ τούτου τὰ λυποῦντα ἦν, οἷον τὸ ἐν ἀκμῇ πάντας εἶναι, τὸ ἐναρέτους πάντας, τὸ φιλικοὺς, τὸ πάντας ὁμοῦ, τὸ τῆς φύσεως ἑκατέρας μηδ᾽ ἕνα παραλειφθῆναι, τὸ μὴ τῷ κοινῷ νόμῳ τῆς φύσεως, τὸ μετὰ τοσαύτην ζημίαν, τὸ μηδὲν ἑαυτῷ συνειδότα πονηρὸν μηδὲ ἐκείνοις ταῦτα παθεῖν. Τούτων γὰρ ἕκαστον ἱκανὸν μὲν καὶ καθ᾽ ἑαυτὸ θορυβῆσαι· ὅταν δὲ καὶ ὁμοῦ φαίνηται συντρέχοντα, ἐννόησον τῶν κυμάτων τὸ ὕψος, ὅση τοῦ χειμῶνος ἡ ὑπερβολή. Καὶ τὸ δὴ μεῖζον καὶ τοῦ πένθους χεῖρον, ὅτι οὐδὲ ᾔδει τίνος ἕνεκεν ταῦτα ἐγίνετο. Διὰ δὴ τοῦτο, οὐκ ἔχων οὐδεμίαν αἰτίαν ἐπιθεῖναι τῇ συμφορᾷ, ἐπὶ τὸ τῷ Θεῷ δοκοῦν ἀναβαίνει, καί φησιν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας.

Καὶ ταῦτα ἔλεγεν, ἑαυτὸν μὲν ἐν τοῖς ἐσχάτοις ὄντα ὁρῶν τὸν πᾶσαν ἐπελθόντα ἀρετὴν, πονηροὺς δὲ ἀνθρώπους καὶ γόητας εὐημεροῦντας, τρυφῶντας, κομῶντας πάντοθεν. Καὶ οὐκ εἶπεν οὐδὲν τοιοῦτον, οἷον εἰκός τινας τῶν ἀσθενεστέρων εἰπεῖν· Ἐπὶ τούτοις ἔθρεψα τοὺς παῖδας, καὶ μετὰ ἀκριβείας ἤσκησα ἁπάσης; ἐπὶ τούτοις ἠνέῳξα τὴν οἰκίαν τοῖς παριοῦσιν, ἵνα μετὰ τοὺς πολλοὺς δρόμους ἐκείνους τοὺς ὑπὲρ τῶν δεομένων, τοὺς ὑπὲρ τῶν γυμνῶν, τοὺς ὑπὲρ τῶν ὀρφανῶν, ταύτας ἀπολάβω τὰς ἀμοιβάς;

Ἀλλ᾽ ἀντὶ τούτων τὰ πάσης θυσίας κρείττονα ῥήματα ἀνήνεγκεν ἐκεῖνα, λέγων· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι. Εἰ δὲ διέῤῥηξε τὰ ἱμάτια, καὶ τὴν κόμην ἀπεκείρατο, μὴ θαυμάσῃς· πατὴρ γὰρ ἦν, καὶ πατὴρ φιλόστοργος, καὶ ἔδει καὶ τὴν τῆς φύσεως δειχθῆναι συμπάθειαν, καὶ τὴν τῆς γνώμης φιλοσοφίαν. Εἰ γὰρ μηδὲ τοῦτο ἐποίησε, τάχα καὶ ἀναισθησίας ἐνόμιζεν ἄν τις εἶναι τὴν φιλοσοφίαν ταύτην. Διὰ τοῦτο καὶ τὰ σπλάγχνα δείκνυσι καὶ τῆς εὐσεβείας τὴν ἀκρίβειαν, καὶ ἀλγήσας οὐ περιετράπη· ἀλλὰ καὶ περαιτέρω προϊόντος αὐτῷ τοῦ ἀγῶνος, πάλιν ἑτέρους ἀναδεῖται στεφάνους ἐκ τῶν πρὸς τὴν γυναῖκα ῥημάτων, λέγων· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα παρὰ Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Καὶ γὰρ ἡ γυνὴ μόνη λοιπὸν ὑπελείφθη, πάντων ἀφανισθέντων αὐτῷ, καὶ τῶν παίδων καὶ τῶν κτημάτων καὶ αὐτοῦ τοῦ σώματος, καὶ αὕτη πρὸς πεῖραν καὶ ἐπιβουλήν. Διὰ τοῦτο καὶ αὐτὴν μετὰ τῶν τέκνων οὐκ ἠφάνισεν ὁ διάβολος, οὐδὲ ᾔτησεν αὐτῆς τὴν σφαγὴν, ἐπειδὴ προσεδόκησεν μεγάλα αὐτῷ συντελεῖν πρὸς τὴν ἐπιβουλὴν τοῦ ἁγίου τούτου. Διὰ τοῦτο ὥσπερ τι μέγιστον ὅπλον αὐτὴν αὐτῷ κατέλιπεν. Εἰ γὰρ παραδείσου, φησὶ, δι᾽ αὐτῆς ἐξέβαλον, πολλῷ μᾶλλον ἐπὶ κοπρίας ὑποσκελίσαι δυνήσομαι.

δʹ. Καὶ θέα τὴν πανουργίαν. Οὐδὲ γὰρ τῶν βοῶν ἀπολλυμένων προσήγαγε τὸ μηχάνημα τοῦτο, οὐδὲ τῶν ὄνων, οὐδὲ τῶν καμήλων, ἀλλ᾽ οὐδὲ τῆς οἰκίας κατενεχθείσης, οὐδὲ τῶν παίδων καταχωσθέντων, ἀλλὰ σιγᾷ τέως καὶ ἡσυχάζειν ἐᾷ τὸν ἀθλητὴν ὁρῶν· ὅτε δὲ τῶν σκωλήκων ἀνέβλυσεν ἡ πηγὴ, καὶ σηπόμενον τὸ δέρμα κατέῤῥει, καὶ δαπανώμεναι αἱ σάρκες ἰχῶρα πολλῆς γέμοντα δυσωδίας ἐποίουν, καὶ τηγάνων καὶ καμίνων καὶ πάσης φλογὸς ὀδυνηρότερον αὐτὸν ἡ τοῦ διαβόλου κατανήλισκε χεὶρ, θηρίου παντὸς χαλεπώτερον διατρώγουσα πάντοθεν καὶ κατεσθίουσα τὸ σῶμα, καὶ ἐν ταύτῃ τῇ συμφορᾷ πολὺς προῆλθε χρόνος, τότε αὐτὴν προσάγει ἤδη τεταριχευμένῳ καὶ κατεργασθέντι. Εἰ γὰρ παρὰ τὰ προοίμια προσῆλθε τῆς συμφορᾶς, οὐδ᾽ ἂν ἐκεῖνον εὗρεν οὕτως ἐκνενευρισμένον, οὐδ᾽ ἂν αὕτη τὴν συμφορὰν ἔσχεν ἐξογκῶσαι οὕτω καὶ ἐπᾶραι τῷ λόγῳ· νυνὶ δὲ ὅτε αὐτὸν εἶδε διὰ τὸ μῆκος τοῦ χρόνου διψῶντα ἀπαλλαγῆς, καὶ ἐπιθυμοῦντα τῆς τῶν ἐπικειμένων λύσεως, σφοδρῶς τότε προσέρχεται. Ὅτι γὰρ σφόδρα κατειργασμένος ἦν, καὶ οὐδὲ ἀναπνεῖν λοιπὸν εἶχεν, ἀλλὰ καὶ ἀποθανεῖν ἐπεθύμει, ἄκουσον τί φησιν· [εἰ γὰρ δυναίμην ἐμαυτὸν χειρώσασθαι, ἢ δεηθῆναι ἑτέρου, καὶ ποιήσαιμι τοῦτο.] Καὶ θέα μοι τὴν κακουργίαν τῆς γυναικὸς, πόθεν εὐθέως προοιμιάζεται· ἀπὸ τοῦ πλήθους τοῦ χρόνου, Μέχρι τίνος καρτερήσεις; λέγουσα.

Εἰ δὲ πολλάκις καὶ πραγμάτων οὐκ ὄντων λόγοι μόνον ἴσχυσαν μαλάξαι, ἐννόησον τί τότε πάσχειν αὐτὸν εἰκὸς ἦν, μετὰ τῶν ῥημάτων τούτων καὶ τῶν πραγμάτων ὀδυνώντων αὐτόν.

Καὶ τὸ δὴ πάντων χεῖρον, ὅτι καὶ γυνὴ ἡ ταῦτα λέγουσα ἦν, καὶ γυνὴ ἀναπεσοῦσα καὶ ἀπαγορεύουσα καὶ διὰ τοῦτο σπουδάζουσα καὶ αὐτὸν εἰς ἀπόγνωσιν ἐμβαλεῖν. Πλὴν ἀλλ᾽ ἵνα σαφέστερον ἴδωμεν τὸ μηχάνημα τὸ τῷ ἀδαμαντίνῳ τούτῳ προσαγόμενον τείχει, καὶ αὐτῶν ἀκούσωμεν τῶν ῥημάτων. Τίνα οὖν ταῦτά ἐστι; Μέχρι τίνος καρτερήσεις λέγων, Ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου; Ἤλεγξε γάρ σου, φησὶ, τὰ ῥήματα ὁ χρόνος, μακρότερος μὲν γινόμενος, λύσιν δὲ οὐδεμίαν ἐμφαίνων. Ταῦτα δὲ ἔλεγεν, οὐκ εἰς ἀπόγνωσιν αὐτὸν ἐμβάλλουσα μόνον, ἀλλὰ καὶ ὀνειδίζουσα καὶ κωμῳδοῦσα. Καὶ γὰρ ἐκεῖνος ἐνοχλοῦσαν ἀεὶ παραμυθούμενος καὶ διακρουόμενος τοιαῦτα ἐφθέγγετο· Ἀνάμεινον ἔτι μικρὸν, καὶ ταχέως ἔσται τούτων τὸ τέλος. Ὀνειδίζουσα τοίνυν αὐτῷ, φησί· Μὴ καὶ νῦν τὸ αὐτὸ ἐρεῖς; πολὺς γὰρ ἤδη χρόνος παρέδραμε, καὶ τέλος τούτων οὐδὲν ἀνεφάνη.

Καὶ θέα τὴν κακουργίαν· οὐδὲ γὰρ μέμνηται τῶν βοῶν, οὐ τῶν προβάτων, οὐδὲ τῶν καμήλων· ᾔδει γὰρ οὐ σφόδρα αὐτὸν τούτοις δακνόμενον· ἀλλ᾽ ἐπὶ τὴν φύσιν εὐθέως ἔρχεται, καὶ τῶν παίδων ἀναμιμνήσκει· ἐπ᾽ αὐτοῖς γὰρ εἶδεν αὐτὸν καὶ τὴν ἐσθῆτα διαῤῥήξαντα, καὶ τὴν κόμην ἀποκειράμενον.

Καὶ οὐκ εἶπεν, Ἀπώλετό σου τὰ παιδία, ἀλλὰ σφόδρα περιπαθῶς· Ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς, δι᾽ ὃ καὶ τὰ παιδία ποθεινά. Εἰ γὰρ καὶ νῦν, ἀναστάσεως φανείσης, ἐντεῦθέν ἐστι τὰ παιδία ἐπέραστα ἀπὸ τοῦ τὴν μνήμην τῶν ἀπελθόντων διατηρεῖν, πολλῷ μᾶλλον τότε. Διὰ τοῦτο καὶ ἡ ἀρὰ ἐντεῦθεν γίνεται πικροτέρα. Οὐδὲ γὰρ ἐκεῖ, Τὰ παιδία, ὁ ἐπαρώμενος εἶπεν, ἐξολοθρευθείη, ἀλλὰ, Τὸ μνημόσυνον αὐτοῦ ἀπὸ τῆς γῆς· οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου. Εἰποῦσα γὰρ, Τὸ μνημόσυνον, μετὰ ἀκριβείας πάλιν ἑκατέρας τῆς φύσεως μέμνηται· Εἰ δὲ σοὶ, φησὶν, οὐ μέλει τούτων, κἂν τὸ ἐμὸν σκόπει· Τῆς ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἡ τὸ πλέον ἐνεγκοῦσα ἠδίκημαι διὰ σὲ, καὶ τοὺς μὲν πόνους ὑπέστην, τῶν δὲ καρπῶν ἀπεστέρημαι. Καὶ ὅρα πῶς οὔτε τίθησι τὴν ζημίαν τῶν χρημάτων, οὔτε σιγᾷ αὐτὴν καὶ παρατρέχει, ἀλλ᾽ ὡς ἐνῆν καὶ περιπαθῶς αὐτὴν ἀπαγγεῖλαι, οὕτως αἰνίττεται. Ὅταν γὰρ εἴπῃ, Κἀγὼ πλανῆτις καὶ λάτρις, τόπον ἐκ τόπου, οἰκίαν ἐξ οἰκίας περιερχομένη, καὶ τὴν ζημίαν αἰνίττεται, καὶ πολλὴν τὴν προσπάθειαν δείκνυσι· καὶ γὰρ καὶ αἱ λέξεις αὐταὶ ἱκαναὶ ἐπᾶραι τὴν συμφοράν· Ἐπὶ τὰς ἑτέρων ἔρχομαι θύρας, φησίν.

Οὐδὲ γὰρ προσαιτῶ μόνον, ἀλλὰ καὶ πλανῶμαι καὶ δουλεύω δουλείαν ξένην καὶ καινὴν, πανταχοῦ περιιοῦσα, καὶ τὰ σύμβολα τῆς συμφορᾶς περιφέρουσα, καὶ πάντας διδάσκουσα τὰ ἐμὰ κακά· ὃ πάντων ἐστὶν ἐλεεινότερον, τὸ οἰκίαν ἐξ οἰκίας ἀμείβειν. Καὶ οὐδὲ ἐνταῦθα ἔστη τῶν θρήνων, ἀλλ᾽ ἐπήγαγε λέγουσα· Προσδεχομένη τὸν ἥλιον πότε δύσει, καὶ ἀναπαύσομαι τῶν μόχθων μου καὶ τῶν περιεχουσῶν με ὀδυνῶν, αἵ με νῦν συνέχουσιν.

Ὃ γὰρ τοῖς ἄλλοις ἐστὶν ἡδὺ, φησὶ, τὸ τὴν ἀκτῖνα ὁρᾷν, τοῦτο ἐμοὶ βαρύ· ποθεινὸν δὲ ἡ νὺξ καὶ τὸ σκότος· αὕτη γάρ με ἀναπαύει τῶν ἱδρώτων μόνη, αὕτη μοι παραμυθία γίνεται τῶν κακῶν. Ἀλλ᾽ εἰπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα.

εʹ. Εἶδες κἀνταῦθα τὴν κακουργίαν, πῶς οὐδὲ ἐν αὐτῇ τῇ συμβουλῇ εὐθέως εἰσήγαγε τὴν ὀλεθρίαν παραίνεσιν, ἀλλὰ διηγησαμένη πρῶτον ἐλεεινῶς τὰς συμφορὰς, καὶ ἐκτείνασα τὴν τραγῳδίαν, ἐν βραχεῖ τίθησι τὴν παραίνεσιν, καὶ οὐδὲ ἐμφαίνει σαφῶς αὐτὴν, ἀλλὰ συσκιάσασα ἐκείνην, τὴν ἀπαλλαγὴν αὐτῷ προτείνει τὴν μάλιστα ποθεινὴν, καὶ ἐπαγγέλλεται τελευτὴν, ὃ μάλιστα ἐπεθύμει; Καὶ σκόπει κἀντεῦθεν τοῦ διαβόλου τὴν κακουργίαν. Ἐπειδὴ γὰρ ᾔδει τὸν πόθον τοῦ Ἰὼβ τὸν περὶ τὸν Θεὸν, οὐκ ἀφίησι τὴν γυναῖκα κατηγορῆσαι τοῦ Θεοῦ, ἵνα μὴ ὡς ἐχθρὰν εὐθέως ἀποστραφῇ. Διὰ τοῦτο αὐτοῦ μὲν οὐδαμοῦ μέμνηται, τὰ δὲ συμβάντα ἄνω καὶ κάτω στρέφει.

Σὺ δὲ μετὰ τῶν εἰρημένων, ὅτι καὶ γυνὴ ἦν ἡ ταῦτα συμβουλεύουσα, προστίθει, δεινὸς καταγοητεῦσαι ῥήτωρ τοὺς μὴ προσέχοντας. Πολλοὶ γοῦν καὶ χωρὶς συμφορῶν ἀπὸ γυναικῶν συμβουλῆς κατηνέχθησαν μόνης. Τί οὖν ὁ μακάριος οὗτος, καὶ ἀδάμαντος στεῤῥότερος;

Βλέψας εἰς αὐτὴν πικρὸν, ἀπὸ τῆς ὄψεως καὶ πρὸ τῆς φωνῆς διεκρούσατο τὰ μηχανήματα. Ἐκείνη μὲν γὰρ προσεδόκησε δακρύων κινήσειν πηγάς· οὗτος δὲ λέοντος σφοδρότερος γέγονε, θυμοῦ πληρωθεὶς καὶ ἀγανακτήσεως, οὐχ ὑπὲρ ὧν ἔπασχεν, ἀλλ᾽ ὑπὲρ ὧν ἐκείνη διαβολικῶς συνεβούλευσε, καὶ τῷ βλέμματι τὸν θυμὸν ἐνδειξάμενος, μεμετρημένην ποιεῖται τὴν ἐπιτίμησιν· καὶ γὰρ καὶ ἐν συμφοραῖς σώφρων ἦν. Καὶ τί φησιν; Ἵνα τί ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας; Οὐχ οὕτω σε ἐπαίδευσα, φησὶν, οὐχ οὕτω σε ἔθρεψα· ὅθεν οὐδὲ ἐπιγινώσκω τὴν σύνοικον τὴν ἐμήν. Τὰ γὰρ ῥήματα ταῦτα ἀνοήτου γυναικὸς, καὶ παραπαιούσης ἡ συμβουλή. Εἶδες τομὴν σύμμετρον, καὶ πληγὴν ἱκανὴν διορθῶσαι τὸ νόσημα; Εἶτα μετὰ τὴν ἐπίπληξιν καὶ συμβουλὴν εἰσάγει πάλιν ἀρκοῦσαν αὐτὴν παραμυθήσασθαι καὶ πολὺ τὸ εὔλογον ἔχουσαν, λέγων· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα παρὰ Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν;

Ἀναμνήσθητι γὰρ, φησὶ, τῶν προτέρων ἐκείνων, καὶ λογίζου τὸν αἴτιον, καὶ οἴσεις καὶ ταῦτα γενναίως. Εἶδες μετριοφροσύνην ἀνδρός; Οὐδὲ γὰρ τῇ ἀνδρείᾳ αὑτοῦ λογίζεται τὴν ὑπομονὴν, ἀλλὰ τῆς τῶν πραγμάτων ἀκολουθίας αὐτὴν εἶναί φησιν. Ἀντὶ τίνων γὰρ ἐκεῖνα ἡμῖν ἔδωκεν ὁ Θεός; ποίαν ἐκτιννὺς ἀμοιβήν; Οὐδεμίαν· ἀλλ᾽ ἐξ ἀγαθότητος μόνης· δωρεὰ γὰρ ἦν, οὐκ ἀμοιβὴ, καὶ χάρις, οὐκ ἀντίδοσις.

Οὐκοῦν καὶ ταῦτα φέρωμεν γενναίως. Τοῦτον καὶ ἄνδρες καὶ γυναῖκες τὸν λόγον ἀνάγραπτον ἔχωμεν, καὶ τὰ ῥήματα ταῦτα ἐγκολάψωμεν τῇ διανοίᾳ, καὶ ταῦτα καὶ τὰ πρὸ τούτων· καὶ τὴν ἱστορίαν αὐτοῦ τῶν παθημάτων καθάπερ εἰκόνα ἐπὶ τῆς διανοίας ὑπογράψαντες, τὴν ζημίαν λέγω τῶν χρημάτων, τὴν ἀφαίρεσιν τῶν παίδων, τὴν πληγὴν τοῦ σώματος, τὰ ὀνείδη, τὰς χλευασίας, τὰς τῆς γυναικὸς μηχανὰς, τὴν τοῦ διαβόλου ἐπιβουλὴν, πάντα ἁπλῶς μετὰ ἀκριβείας τὰ πάθη τοῦ δικαίου, λιμένα κατασκευάσωμεν μέγιστον ἡμῖν· ἵνα πάντα γενναίως καὶ εὐχαρίστως φέροντες, καὶ ἐν τῷ παρόντι βίῳ πᾶσαν ἀποκρουσώμεθα ἀθυμίαν, καὶ τοὺς περὶ τῆς εὐφημίας ταύτης ἀπολάβωμεν μισθοὺς, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.