Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν πρὸς Κορινθίους δευτέραν ἐπιστολήν

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλία Ι'

Η επιθυμία της ενδημίας προς τον Κύριο, η υπερίσχυση της ζωής έναντι της φθοράς, η παράσταση ενώπιον του βήματος του Χριστού και η εσχατολογική προτροπή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 10 από 30

ΟΜΙΛΙΑ Ιʹ. Οἴδαμεν γὰρ, ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν, οἰκείαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς. αʹ. Πάλιν τὴν προθυμίαν αὐτῶν διεγείρει διὰ τὸ πολλοὺς ἐπάγεσθαι πειρασμούς. Καὶ γὰρ εἰκὸς αὐτοὺς διὰ τὴν ἀπουσίαν τὴν αὐτοῦ, πρὸς τοῦτο ἀσθενεστέρους γεγενῆσθαι. Τί οὖν φησιν; Οὐ δεῖ θαυμάζειν, ὅτι κακῶς πάσχομεν, οὐδὲ θορυβεῖσθαι· καὶ γὰρ πολλὰ κέρδη ἐντεῦθεν καρπούμεθα. Καὶ τὰ μὲν ἔμπροσθεν εἶπεν, οἷον, ὅτι καὶ νέκρωσιν τοῦ Ἰησοῦ περιφέρομεν, καὶ τῆς δυνάμεως αὐτοῦ ἀπόδειξιν παρεχόμεθα μεγίστην. Ἵνα γὰρ, φησὶν, ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ· καὶ τῆς ἀναστάσεως τεκμήριον ἐκφέρομεν σαφές· Ἵνα γὰρ, φησὶν, ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ἐπειδὴ δὲ μετὰ τούτων εἶπεν, ὅτι καὶ ὁ ἔσω ἡμῶν ἄνθρωπος βελτίων γίνεται οὕτως. Εἰ γὰρ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, φησὶν, ἀλλ᾽ ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ· δεικνὺς πάλιν, ὅτι τοσούτῳ χρήσιμον τοῦτο τὸ μαστίζεσθαι καὶ ἐλαύνεσθαι, ἐπάγει λέγων, ὅτι ὅταν ὁλοσχερῶς τοῦτο γένηται, τότε τὰ μυρία ἀγαθὰ ἀναβλαστήσει τοῖς ταῦτα ὑπομεμενηκόσιν.

Ἵνα γὰρ μὴ ἀκούων, ὅτι φθείρεται ὁ ἄνθρωπός σου ὁ ἔξω, ἀλγῇς, λέγει ὅτι, ὅταν παντελῶς τοῦτο γένηται, τότε μάλιστα χαρήσῃ, καὶ ἥξεις ἐπὶ βελτίονα λῆξιν. Ὥστε οὐ μόνον ἀλγεῖν οὐ δεῖ, ἐκ μέρους αὐτοῦ φθειρομένου νῦν, ἀλλὰ καὶ τὸ ὅλον τῆς φθορᾶς ταύτης ἐπιζητεῖν· αὕτη γάρ σε μάλιστα εἰς ἀφθαρσίαν ἄγει· διὸ καὶ ἐπήγαγεν, Οἴδαμεν γὰρ ὅτι, ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς. Ἐπειδὴ γὰρ τὸν περὶ ἀναστάσεως γυμνάζει λόγον πάλιν, εἰς ἣν μάλιστα ἐνόσουν, προσλαμβάνει καὶ τὴν τῶν ἀκουόντων κρίσιν, καὶ οὕτως αὐτὸν κατασκευάζει· ἀλλ᾽ οὐχ ὁμοίως ὡς ἔμπροσθεν, ἀλλ᾽ ὡς ἐξ ἑτέρας ὑποθέσεως εἰς τοῦτο ἐλθών· καὶ γὰρ ἦσαν διορθωθέντες ἤδη· καί φησιν, Οἴδαμεν ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, ὅτι οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς. Τινὲς μὲν τὴν οἰκίαν τὴν ἐπίγειον τὸν κόσμον τοῦτόν φασιν· ἐγὼ δὲ τὸ σῶμα μᾶλλον ἂν φαίην αὐτὸν αἰνίττεσθαι.

Σὺ δέ μοι σκόπει, πῶς διὰ τῶν ὀνομάτων δείκνυσι τὴν ὑπεροχὴν τῶν μελλόντων πρὸς τὰ παρόντα. Εἰπὼν γὰρ ἐπίγειον, ἀντέθηκε τὴν οὐρανίαν· εἰπὼν οἰκίαν σκήνους, καὶ τὸ εὐδιάλυτον καὶ πρόσκαιρον δείξας ἐντεῦθεν, ἀντέθηκε τὴν αἰωνίαν· τὸ γὰρ τῆς σκηνῆς ὄνομα, τὸ πρόσκαιρον πολλάκις δείκνυσι. Διό φησιν, Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν. Εἰ δέ που καὶ σκηνὰς καλοίη τῶν ἁγίων τὰς ἀναπαύσεις, οὐχ ἁπλῶς σκηνὰς, ἀλλὰ μετὰ προσθήκης· οὐ γὰρ εἶπεν, Ἵνα δέξωνται εἰς τὰς σκηνὰς αὐτῶν, ἀλλ᾽, Εἰς τὰς αἰωνίους σκηνάς. Εἰπὼν δὲ καὶ Ἀχειροποίητον, ᾐνίξατο τὴν χειροποίητον. Τί οὖν; τὸ σῶμα χειροποίητον; Οὐδαμῶς· ἀλλ᾽ ἢ τὰς οἰκίας ἐνταῦθα αἰνίττεται τὰς χειροποιήτους· ἢ εἰ μὴ τοῦτο, ἀλλ᾽ οἰκίαν σκήνους τὸ σῶμα ἐκάλεσε τὸ ἀχειροποίητον.

Οὐ γὰρ πρὸς ἀντιδιαστολὴν τούτου ἀντέθηκεν, ἀλλ᾽ αὔξων τὰ ἐγκώμια, καὶ προστιθεὶς τοὺς ἐπαίνους. Καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες. Ποῖον οἰκητήριον; εἰπέ μοι. Τὸ σῶμα τὸ ἄφθαρτον. Καὶ διὰ τί στενάζομεν νῦν; Ἐπειδὴ πολλῷ βέλτιον ἐκεῖνο. Ἐξ οὐρανοῦ δὲ αὐτό φησι διὰ τὸ ἄφθαρτον. Οὐ γὰρ δὴ ἄνωθεν ἡμῖν κάτεισι σῶμα, ἀλλὰ τὴν ἐκεῖθεν πεμπομένην χάριν δηλοῖ τῷ ὀνόματι τούτῳ. Τοσοῦτον οὖν οὐ δεῖ ἀλγεῖν ἐπὶ τοῖς κατὰ μέρος πειρασμοῖς, ὅτι καὶ τὸ καθολικὸν δεῖ ζητεῖν· ὡσανεὶ ἔλεγε, Στένεις ὅτι διώκῃ, ὅτι φθείρεταί σου ὁ ἄνθρωπος ὁ ἔξω; στέναξον ὅτι οὐ μεθ᾽ ὑπερβολῆς τοῦτο γίνεται, μηδὲ ὁλοκλήρως φθείρεται. Εἶδες πῶς εἰς τοὐναντίον περιέτρεψε τὸν λόγον, ἀποδείξας, ὅτι ὑπὲρ τούτων δεῖ στενάζειν μὴ γινομένων ὁλοκλήρως, ὑπὲρ ὧν μερικῶς γινομένων ἐστέναζον; Διὰ τοῦτο οὐδὲ σκῆνος αὐτὸ καλεῖ λοιπὸν, ἀλλ᾽ οἰκητήριον· καὶ μάλα εἰκότως. Ἡ μὲν γὰρ σκηνὴ καταλύεται ῥᾳδίως, ἐκεῖνο δὲ μένει διηνεκῶς. Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα. Τουτέστι, κἂν ἀποθώμεθα τὸ σῶμα, οὐ χωρὶς σώματος, ἐκεῖ παραστησόμεθα, ἀλλὰ καὶ μετὰ τοῦ αὐτοῦ ἀφθάρτου γενομένου. Τινὲς δέ φασιν, ὃ καὶ μάλιστα ἐγκριτέον· Εἴπερ καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα.

Ἵνα γὰρ μὴ ἀπὸ τῆς ἀναστάσεως πάντες θαῤῥῶσι, φησίν· Εἴ γε καὶ ἐνδυσάμενοι· τουτέστιν, ἀφθαρσίαν καὶ σῶμα ἄφθαρτον λαβόντες· οὐ γυμνοὶ εὑρεθησόμεθα, δόξης καὶ ἀσφαλείας. Ὃ καὶ ἐν τῇ πρὸ ταύτης πρὸς Κορινθίους ἔλεγεν, ὅτι Πάντες μὲν ἀναστησόμεθα, ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· καὶ, Ἔστι σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια. Ἡ μὲν γὰρ ἀνάστασις κοινὴ πάντων, ἡ δὲ δόξα οὐκέτι κοινὴ, ἀλλ᾽ οἱ μὲν ἐν τιμῇ, οἱ δὲ ἐν ἀτιμίᾳ, καὶ οἱ μὲν εἰς βασιλείαν, οἱ δὲ εἰς κόλασιν ἀναστήσονται. Τοῦτο γοῦν καὶ ἐνταῦθα ἐδήλωσεν εἰπὼν, Εἴ γε ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα. Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει τούτῳ, στενάζομεν, ἐφ᾽ ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ᾽ ἐπενδύσασθαι.

βʹ. Ἐνταῦθα πάλιν ὁλοσχερῶς καὶ σαφῶς ἀπέφραξε τὰ στόματα τῶν αἱρετικῶν, δείξας ὅτι οὐ περὶ σώματος ἁπλῶς διαλέγεται ἄλλου καὶ ἄλλου, ἀλλὰ περὶ φθορᾶς καὶ ἀφθαρσίας. Οὐ γὰρ διὰ τοῦτο στενάζομεν, φησὶν, ἵνα τοῦ σώματος ἀπαλλαγῶμεν (τοῦτο γὰρ οὐδὲ ἐκδύσασθαι βουλόμεθα), ἀλλὰ τῆς φθορᾶς τῆς ἐν αὐτῷ σπεύδομεν ἐλευθερωθῆναι. Διό φησιν, Οὐ θέλομεν ἐκδύσασθαι τὸ σῶμα, ἀλλ᾽ ἐπενδύσασθαι αὐτῷ τὴν ἀφθαρσίαν. Εἶτα καὶ ἑρμηνεύει αὐτό· Ἵνα καταποθῇ τὸ φθαρτὸν ὑπὸ τῆς ζωῆς. Ἐπειδὴ γὰρ πολλοῖς φορτικὸν εἶναι ἐδόκει τὸ ἀποθέσθαι τὸ σῶμα, καὶ ταῖς ψήφοις ταῖς ἁπάντων ἠναντιοῦτο λέγων, ὅτι Στενάζομεν, οὐ βουλόμενοι αὐτοῦ ἀπαλλαγῆναι; (εἰ γὰρ τοιαῦτα πάσχει, καὶ ὀδύρεται αὐτοῦ ἡ ψυχὴ χωριζομένη, πῶς σὺ λέγεις, φησὶν, ὅτι στενάζομεν, ἐπειδὴ οὐ χωριζόμεθα αὐτοῦ;) ἵν᾽ οὖν μὴ ταῦτα αὐτῷ ἀνθυποφέρηται, οὐδὲ ἐγὼ τοῦτο λέγω, φησὶν, ὅτι διὰ τοῦτο στενάζομεν, ἵνα αὐτὸ ἀποθώμεθα (οὐδεὶς γὰρ ἀλύπως αὐτὸ ἀποτίθεται· ὅπου γε καὶ περὶ Πέτρου φησὶν ὁ Χριστὸς, ὅτι Οἴσουσί σε, καὶ ἄξουσιν ὅπου οὐ θέλεις), ἀλλ᾽ ἵνα ἐπενδυσώμεθα αὐτῷ τὴν ἀφθαρσίαν.

Καὶ γὰρ τοῦτό ἐστιν, ᾧ τὸ σῶμα βαρυνόμεθα· οὐχ ὅτι σῶμα, ἀλλ᾽ ὅτι φθαρτὸν περικείμεθα σῶμα καὶ παθητόν· τοῦτο γὰρ ἡμῖν καὶ τὴν λύπην παρέχει· ἀλλὰ ἀναλίσκει καὶ δαπανᾷ τὴν φθορὰν ἡ ζωὴ παραγινομένη, τὴν φθορὰν, οὐ τὸ σῶμα. Καὶ πῶς γίνεται τοῦτο; φησί. Μὴ ζήτει, ὁ Θεὸς ποιεῖ· μὴ περιεργάζου.

Διὸ καὶ ἐπήγαγεν, Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο, Θεός. Ἐντεῦθεν δείκνυσι ταῦτα ἄνωθεν προτυπωθέντα. Οὐ γὰρ νῦν τοῦτο ἔδοξεν, ἀλλ᾽ ὅτε ἐξ ἀρχῆς ἔπλαττεν ἡμᾶς ἀπὸ γῆς, καὶ τὸν Ἀδὰμ ἐδημιούργει· οὐκ εἰς τοῦτο δὲ ἐδημιούργει, ἵνα ἀποθάνῃ, ἀλλ᾽ ἵνα καὶ ἀθάνατον ἐργάσηται. Εἶτα τὸ ἀξιόπιστον δεικνὺς, καὶ τὴν ἀπόδειξιν παρέχων, ἐπήγαγεν, Ὁ καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος.

Καὶ γὰρ καὶ τότε ἐπὶ τούτῳ διέπλασε, καὶ νῦν εἰς τοῦτο κατειργάσατο διὰ τοῦ βαπτίσματος, καὶ τούτου παρέσχεν ἡμῖν ἐνέχυρον οὐ μικρὸν, τὸ Πνεῦμα τὸ ἅγιον. Συνεχῶς δὲ ἀῤῥαβῶνα καλεῖ, ὀφειλέτην αὐτὸν ἀποδεῖξαι βουλόμενος τοῦ παντὸς, καὶ ἀξιοπιστότερον καὶ ἐντεῦθεν τοῖς παχυτέροις καταστῆσαι τὸν λόγον. Θαῤῥοῦντες οὖν πάντοτε, καὶ εἰδότες. Τὸ θαῤῥοῦντες, πρὸς τοὺς διωγμοὺς, πρὸς τὰς ἐπιβουλὰς, πρὸς τοὺς θανάτους τοὺς συνεχεῖς εἴρηται· ὡς ἂν εἰ ἔλεγεν, Ἐλαύνει σέ τις καὶ διώκει καὶ ἀναιρεῖ; μὴ καταπέσῃς· ὑπὲρ σοῦ τὸ πᾶν γίνεται· μὴ φοβηθῇς, ἀλλὰ θάῤῥει. Καὶ γὰρ δι᾽ ὃ στενάζεις καὶ ἀλγεῖς, ὅτι φθορᾷ δουλεύεις, τοῦτο ἀναιρεῖ λοιπὸν ἐκ τοῦ μέσου, καὶ ταχύτερόν σε ταύτης ἀπαλλάττει τῆς δουλείας. Διὸ καὶ λέγει, Θαῤῥοῦντες οὖν πάντοτε, οὐχὶ ἐν ταῖς ἀνέσεσιν, ἀλλὰ καὶ ἐν ταῖς θλίψεσι, καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι, ἀποδημοῦμεν ἀπὸ τοῦ Κυρίου· διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους· θαῤῥοῦμεν δὲ καὶ εὐδοκοῦμεν ἀποδημῆσαι ἐκ τοῦ σώματος, καὶ ἐνδημῆσαι πρὸς τὸν Κύριον. Τὸ μεῖζον πάντων ὕστερον τέθεικε· τοῦ γὰρ ἄφθαρτον λαβεῖν τὸ μετὰ Χριστοῦ εἶναι βέλτιον.

Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐ σβέννυσιν ἡμῶν τὴν ζωὴν ὁ πολεμῶν καὶ ἀναιρῶν· μὴ φοβηθῇς· θάῤῥει κατακοπτόμενος. Οὐ γὰρ μόνον φθορᾶς σε ἀπαλλάττει καὶ βάρους, ἀλλὰ καὶ τῷ Κυρίῳ σε παραπέμπει ταχέως. Διὸ οὐδὲ εἶπεν, Ὄντες ἐν τῷ σώματι, ὡς ἐν ἀλλοτρίᾳ ὄντων καὶ ξένῃ. Εἰδότες οὖν ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι, ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου· θαῤῥοῦμεν δὲ καὶ εὐδοκοῦμεν ἐκδημῆσαι ἀπὸ τοῦ σώματος, καὶ ἐνδημῆσαι πρὸς τὸν Κύριον.

Εἶδες πῶς τὰ λυπηρὰ ἀποκρυψάμενος, τὰ ὀνόματα τοῦ θανάτου καὶ τῆς τελευτῆς, τὰ σφόδρα ποθεινὰ ἀντ᾽ αὐτῶν τέθεικεν, ἐνδημίαν αὐτὰ καλῶν πρὸς τὸν Θεόν· καὶ τὰ δοκοῦντα εἶναι γλυκέα ἀφεὶς, τὰ τῆς ζωῆς, ἀπὸ τῶν λυπηρῶν αὐτὰ ὠνόμασεν, ἐκδημίαν ἀπὸ Κυρίου τὴν ἐνταῦθα καλέσας ζωήν; Τοῦτο δὲ ἐποίησεν, ἵνα μηδεὶς μήτε τοῖς παροῦσιν ἐμφιλοχωρῇ, ἀλλὰ καὶ βαρύνηται, μήτε μέλλων τελευτᾷν ἀλύῃ, ἀλλὰ καὶ χαίρῃ, ὡς ἐπὶ μείζονα ἀπιὼν ἀγαθά.

Εἶτα ἵνα μηδεὶς εἴπῃ, ἀκούων, ὅτι Ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου, Τί ταῦτα λέγεις, ἀλλοτριούμεθα οὖν αὐτοῦ ἐνταῦθα ὄντες; προδιώρθωσε τοῦτο εἰπὼν, Διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους· καὶ ἐνταῦθα μὲν αὐτὸν ἴσμεν, ἀλλ᾽ οὐχ οὕτω σαφῶς. Ὃ καὶ ἀλλαχοῦ λέγει, Ἐν ἐσόπτρῳ, καὶ, Ἐν αἰνίγματι.

Θαῤῥοῦμεν δὲ καὶ εὐδοκοῦμεν. Βαβαὶ, ποῦ τὸν λόγον περιήγαγεν; εἰς ἐπιθυμίαν ἄκραν τελευτῆς, τὸ φορτικὸν ἡδὺ δείξας, καὶ τὸ ἡδὺ φορτικόν· τὸ γὰρ, Εὐδοκοῦμεν, ἐπιθυμοῦμεν, φησί. Τί ἐπιθυμοῦμεν; Ἐκδημῆσαι ἐκ τοῦ σώματος, καὶ ἐνδημῆσαι πρὸς Κύριον. Τοῦτο δὲ ἀεὶ ποιεῖ, ὃ καὶ ἔμπροσθεν ἔδειξα, εἰς τἀναντία περιτρέπων τὸν λόγον τῶν ἀντιλεγόντων αὐτῷ. Διὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες, εἴτε ἐκδημοῦντες, εὐάρεστοι αὐτῷ εἶναι. Τὸ γὰρ ζητούμενον τοῦτό ἐστι, φησὶν, ἄν τε ἐκεῖ ὦμεν, ἄν τε ἐνταῦθα, κατὰ γνώμην αὐτοῦ ζῇν· τοῦτο γάρ ἐστι τὸ προηγούμενον. Ὥστε ἐντεῦθεν ἤδη τὴν βασιλείαν ἔχεις ἄνευ δοκιμῆς. Ἵνα γὰρ μὴ πάλιν εἰς τοσαύτην ἐλθόντες ἐπιθυμίαν ἀλύωσι πρὸς τὴν μέλλησιν τῆς ἐπιδημίας, ἐντεῦθεν ἤδη δίδωσιν αὐτοῖς τὸ κεφάλαιον τῶν ἀγαθῶν. Τί δὲ τοῦτό ἐστι; Τὸ εὐαρέστους εἶναι.

Οὐδὲ γὰρ τὸ ἀπελθεῖν ἁπλῶς καλὸν, ἀλλὰ τὸ εὐδοκιμοῦντα, δι᾽ ὃ γίνεται καλὸν κἀκεῖνο· οὐδὲ τὸ ἁπλῶς ἐνταῦθα εἶναι βαρὺ, ἀλλὰ τὸ προσκρούοντα. γʹ. Μὴ τοίνυν νόμιζε τὴν ἐκ τοῦ σώματος ἀποδημίαν ἀρκεῖν· ἀρετῆς γὰρ πανταχοῦ χρεία. Ὥσπερ γὰρ εἰπὼν ἀνάστασιν, οὐκ ἀφῆκεν αὐτῇ θαῤῥεῖν μόνον, λέγων, Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα· οὕτω καὶ ἀποδημίαν δείξας, ἵνα μὴ νομίσῃς αὐτὴν ἀρκεῖν σοι πρὸς σωτηρίαν, τὸ, Εὐαρέστους δεῖ εἶναι, προσέθηκεν. Ἐπειδὴ τοίνυν προὔτρεψεν ἀπὸ πολλῶν χρηστῶν, λοιπὸν καὶ ἀπὸ τῶν σκυθρωποτέρων φοβεῖ. Τὸ γὰρ συμφέρον καὶ ἐν τῇ κτήσει τῶν ἀγαθῶν καὶ ἐν τῇ φυγῇ τῶν κακῶν συνίσταται, ὅπερ ἐστὶ γέεννα καὶ βασιλεία. Ἐπειδὴ δὲ τοῦτο μείζονα ἔχει τὴν ἰσχὺν, τὸ φυγεῖν κόλασιν (ἔνθα μὲν γὰρ μέχρι τοῦ μὴ λαβεῖν τὰ ἀγαθὰ ἡ ζημία, εὐκόλως οἱ πολλοὶ τοῦτο οἴσουσιν· ἂν δὲ καὶ μέχρι τοῦ κακῶς παθεῖν, οὐκέτι· ἔδει μὲν γὰρ ἐκείνην ἀφόρητον νομίζειν, ἀλλὰ διὰ τὴν ἀσθένειαν τῶν πολλῶν καὶ τὸ χαμαίζηλον, τοῦτο φαίνεται αὐτοῖς χαλεπώτερον)· ἐπεὶ οὖν οὐχ οὕτω διεγείρει τὸν ἀκροατὴν τὸν πολὺν ἡ τῶν ἀγαθῶν δόσις, ὡς ἡ τῶν κολάσεων ἀπειλὴ, ἀναγκαίως ἐνταῦθα καταλύει, λέγων· Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ.

Εἶτα φοβήσας καὶ κατασείσας τῇ μνήμῃ τοῦ βήματος ἐκείνου τὸν ἀκούοντα, οὐδὲ ἐνταῦθα χωρὶς τῶν χρηστῶν τέθεικε τὰ λυπηρὰ, ἀλλὰ ἀνέμιξέ τινα ἡδονὴν, εἰπών· Ἵνα ἕκαστος κομίσηται τὰ διὰ τοῦ σώματος, ὅσα ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν. Ταῦτα δὲ λέγων, τούς τε κατωρθωκότας καὶ ἐλαυνομένους ἀνιστᾷ ταῖς ἐλπίσι, τούς τε ἀναπεπτωκότας σπουδαιοτέρους ποιεῖ τῷ φόβῳ. Καὶ τὸν περὶ τῆς ἀναστάσεως δὲ τῶν σωμάτων ἐβεβαίου λόγον. Οὐ γὰρ δήπου τὸ διακονησάμενον εἰς τοῦτο κἀκεῖνο, τῶν ἀμοιβῶν ἔξω στήσεται, φησίν· ἀλλὰ μετὰ τῆς ψυχῆς τὰ μὲν κολάζεται, τὰ δὲ στεφανοῦται. Ἀλλά τινες τῶν αἱρετικῶν φασιν, ὅτι ἕτερον ἐγείρεται σῶμα. Πόθεν; εἰπέ μοι· ἄλλο ἥμαρτε, καὶ ἄλλο κολάζεται; ἄλλο κατώρθωσε, καὶ ἄλλο στεφανοῦται; Τί δὲ ἐρεῖτε λέγοντι Παύλῳ, Οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ᾽ ἐπενδύσασθαι; πῶς δὲ τὸ φθαρτὸν ὑπὸ τῆς ζωῆς καταπίνεται;

Οὐ γὰρ εἶπεν, Ἵνα καταποθῇ τὸ θνητὸν ἢ τὸ φθαρτὸν σῶμα ὑπὸ τοῦ ἀφθάρτου σώματος· ἀλλ᾽, Ἵνα ἡ φθορὰ ὑπὸ τῆς ζωῆς. Τότε γὰρ τοῦτο γίνεται, ὅταν τὸ αὐτὸ ἐγείρηται σῶμα· ἐὰν δὲ ἐκεῖνο ἀφεὶς, ἄλλο κατασκευάσῃ, οὐκέτι καταπίνεται, ἀλλὰ μένει ἡ φθορὰ κρατήσασα. Διὰ τοῦτο οὐ γίνεται τοῦτο, ἀλλὰ δεῖ τὸ φθαρτὸν τοῦτο, τουτέστι, τὸ σῶμα, ἐνδύσασθαι ἀφθαρσίαν. Τὸ γὰρ σῶμα μέσον ἐστὶ, νῦν μὲν ἐν τούτῳ γενόμενον, ὕστερον δὲ ἐσόμενον ἐν ἐκείνῳ· καὶ διὰ τοῦτο ἐν τούτῳ πρώτῳ, ἐπειδὴ τὴν ἀφθαρσίαν λυθῆναι οὐκ ἔνι. Οὐ γὰρ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ, φησίν· ἐπεὶ πῶς ἔνι ἀφθαρσία; ἀλλὰ τοὐναντίον, καταπίνεται ἡ φθορὰ ὑπὸ τῆς ζωῆς· τοῦτο μὲν γὰρ ἐκείνου περιγίνεται, ἐκεῖνο δὲ τούτου οὐκέτι. Ὥσπερ γὰρ κηρὸς, λύεται μὲν ὑπὸ πυρὸς, αὐτὸς δὲ οὐκέτι λύει τὸ πῦρ· οὕτω καὶ ἡ φθορὰ τήκεται ὑπὸ τῆς ἀφθαρσίας καὶ ἀφανίζεται, αὕτη δὲ ἐκείνης κρατῆσαι οὐδέποτε δύναται. Ἀκούσωμεν τοίνυν τῆς Παύλου φωνῆς λεγούσης, ὅτι Δεῖ ἡμᾶς παρασταθῆναι τῷ βήματι τοῦ Χριστοῦ, καὶ ὑπογράψωμεν ἐκεῖνο τὸ δικαστήριον, καὶ νομίσωμεν αὐτὸ παρεῖναι νῦν, καὶ τὰς εὐθύνας ἀπαιτεῖσθαι. Ἐγὼ γὰρ αὐτὸ πλατύτερον ἐρῶ. Παῦλος γὰρ, ἐπειδὴ περὶ θλίψεως ἦν ὁ λόγος αὐτῷ, καὶ οὐκ ἐβούλετο πάλιν θλῖψαι αὐτοὺς, οὐκ ἐνδιέτριψε τῷ λόγῳ, ἀλλ᾽ ἐν βραχεῖ τὸ στῦφον εἰπὼν, Ἕκαστος κομίσεται πρὸς ἃ ἔπραξε, ταχέως παρέδραμε.

Νομίσωμεν οὖν αὐτὸ παρεῖναι νῦν, καὶ ἕκαστος τὸ ἑαυτοῦ συνειδὸς ἀναλογιζέσθω, καὶ ἤδη λογιζέσθω παρεῖναι τὸν Δικαστὴν, καὶ πάντα ἀνακαλύπτεσθαι καὶ εἰς μέσον ἄγεσθαι· οὐ γὰρ παραστῆναι ἡμᾶς ἁπλῶς δεῖ, ἀλλὰ καὶ φανερωθῆναι. Ἆρα οὐκ ἠρυθριάσατε; ἆρα οὐκ ἐξέστητε;

Εἰ δὲ νῦν οὔπω τοῦ πράγματος παρόντος, ἀλλὰ ἁπλῶς καθ᾽ ὑπόθεσιν δοθέντος καὶ λογισμῷ τυπωθέντος, ἀπωλόμεθα ὑπὸ τοῦ συνειδότος· τί ποιήσομεν, ὅταν παραγένηται, ὅταν ἡ οἰκουμένη πᾶσα παρῇ, ὅταν ἄγγελοι καὶ ἀρχάγγελοι, ὅταν ἐπάλληλοι τάξεις, καὶ δρόμος ἁπάντων, καὶ ἁρπαγαὶ ἐπὶ τῶν νεφελῶν, καὶ παράταξις τρόμου γέμουσα; ὅταν αἱ σάλπιγγες αἱ ἐπάλληλοι, αἱ συνεχεῖς ἐκεῖναι φωναί; Εἰ γὰρ μὴ γέεννα ἦν, τὸ ἐν τοσαύτῃ λαμπρότητι ἀπωσθῆναι, καὶ ἄτιμον ἀναχωρῆσαι, πόση κόλασις; Καὶ γὰρ εἰ νῦν, βασιλέως εἰσελαύνοντος καὶ τῶν μετ᾽ αὐτοῦ, θεωροῦντες ἕκαστος τὴν ἑαυτοῦ πενίαν, οὐ τοσαύτην ἀπὸ τῆς θέας λαμβάνομεν ἡδονὴν, ὅσην ἀπὸ τοῦ μηδενὸς μετέχειν τῶν περὶ τὸν βασιλέα, μηδὲ ἐγγὺς εἶναι τοῦ κρατοῦντος, ἀθυμίαν ὑπομένομεν· τί τότε ἔσται; ἢ μικρὰν εἶναι νομίζεις κόλασιν τὸ μὴ κατατάττεσθαι ἐν ἐκείνῳ τῷ χορῷ, τὸ μὴ καταξιοῦσθαι τῆς ἀποῤῥήτου δόξης, τὸ τῆς πανηγύρεως ἐκείνης καὶ τῶν ἀφράστων ἀγαθῶν πόῤῥω που καὶ μακρὰν ἀπεῤῥῖφθαι;

Ὅταν δὲ καὶ σκότος ᾖ, καὶ βρυγμὸς ὀδόντων, καὶ δεσμὰ ἄλυτα, καὶ σκώληξ ἀτελεύτητος, καὶ πῦρ ἄσβεστον, καὶ θλῖψις καὶ στενοχωρία, καὶ γλῶσσαι τηγανιζόμεναι, καθάπερ ἡ τοῦ πλουσίου, καὶ ὀλοφυρώμεθα, καὶ μηδεὶς ἀκούῃ, καὶ στένωμεν καὶ βρύχωμεν ὑπὸ τῶν ἀλγηδόνων, καὶ μηδεὶς προσέχῃ, καὶ πανταχοῦ βλέπωμεν, καὶ μηδαμοῦ μηδεὶς ὁ παραμυθούμενος ᾖ· ποῦ τάξομεν τοὺς ἐν τούτοις ὄντας; τί δὲ ἐκείνων ἀθλιώτερον τῶν ψυχῶν; τί δὲ ἐλεεινότερον;

δʹ. Εἰ γὰρ εἰς δεσμωτήριον εἰσιόντες, καὶ τοὺς μὲν αὐχμῶντας ὁρῶντες, τοὺς δὲ δεδεμένους καὶ πεινῶντας, τοὺς δὲ ἐν σκότῳ κατακεκλεισμένους, κατακλώμεθα, φρίττομεν, πάντα ὑπὲρ τοῦ μήποτε ἐμπεσεῖν ἐκεῖσε πράττομεν· ὅταν ἀπαγώμεθα συρόμενοι εἰς αὐτὰ τῆς γεέννης τὰ βασανιστήρια, τίνες ἐσόμεθα;

Οὐ γὰρ ἐκ σιδήρου τὰ δεσμὰ ἐκεῖνα, ἀλλ᾽ ἀπὸ πυρὸς οὐδέποτε σβεννυμένου· οὐδὲ ὁμότιμοι οἱ ἐφεστῶτες ἡμῖν, οὓς καὶ ἐκμειλίξασθαι πολλάκις ἔνι, ἀλλ᾽ ἄγγελοι, οἷς οὐδὲ προσβλέψαι θέμις, σφοδρῶς ὑπὲρ ὧν τὸν Δεσπότην ὑβρίκαμεν ὀργιζόμενοι.

Οὐκ ἔστι, καθάπερ ἐνταῦθα, τοὺς μὲν ἀργύριον, τοὺς δὲ τροφὰς, τοὺς δὲ λόγους εἰσάγοντας παρακλητικοὺς ἰδεῖν, καὶ παραμυθίας τυχεῖν· ἀλλὰ πάντα ἀσύγγνωστα ἐκεῖ· κἂν Νῶε ᾖ, κἂν Ἰὼβ, κἂν Δανιὴλ, καὶ τοὺς οἰκείους ἴδῃ κολαζομένους, οὐ τολμᾷ παραστῆναι.

Καὶ γὰρ καὶ τὴν ἐκ τῆς φύσεως συμπάθειαν τότε ἀναιρεῖσθαι συμβαίνει. Ἐπειδὴ γὰρ συμβαίνει δικαίους εἶναι παίδων πατέρας πονηρῶν, καὶ παῖδας πατέρων· ὥστε καθαρὰν εἶναι τὴν ἡδονὴν καὶ μὴ τῇ τῆς συμπαθείας ἀνάγκῃ κατακλᾶσθαι τοὺς ἀπολαύοντας τῶν ἀγαθῶν, καὶ ταύτην σβέννυσθαι τὴν συμπάθειάν φημι, καὶ αὐτοὺς συναγανακτεῖν τῷ Δεσπότῃ κατὰ τῶν οἰκείων σπλάγχνων. Εἰ γὰρ ἄνθρωποι οἱ τυχόντες, ὅταν ἴδωσι φαύλους τοὺς αὐτῶν παῖδας, ἀποκηρύττουσι καὶ τῆς συγγενείας ἐκτέμνουσι· πολλῷ μᾶλλον οἱ δίκαιοι τότε. Τοιγαροῦν μηδεὶς ἐλπιζέτω χρηστὰ, μὴ ἐργασάμενός τι χρηστὸν, κἂν μυρίους ἔχῃ προγόνους δικαίους· Ἕκαστος γὰρ κομίσεται πρὸς ἃ ἔπραξε τὰ διὰ τοῦ σώματος. Ἐνταῦθά μοι δοκεῖ καὶ τοὺς πορνεύοντας αἰνίττεσθαι, καὶ τὸν ἐκεῖθεν ἐπιτειχίζων φόβον αὐτοῖς· οὐκ ἐκείνοις δὲ μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς ὁτιοῦν πλημμελοῦσι. Ἀκούωμεν τοίνυν καὶ ἡμεῖς· κἂν πῦρ ἔχῃς ἐπιθυμίας, ἀντίστησον ἐκεῖνο τὸ πῦρ, καὶ τοῦτο εὐθέως κατασβεσθὲν οἰχήσεται· κἂν βουληθῇς τι φθέγξασθαι ἀπηχὲς, ἐννόησον τὸν βρυγμὸν τῶν ὀδόντων, καὶ χαλινὸς ἔσται σοι ὁ φόβος· κἂν ἁρπάσαι βουληθῇς, ἄκουσον τοῦ δικαστοῦ κελεύοντος καὶ λέγοντος, Δήσατε αὐτοῦ χεῖρας καὶ πόδας, καὶ ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· καὶ ἐκβαλεῖς καὶ ταύτην οὕτω τὴν ἐπιθυμίαν.

Κἂν μεθύῃς καὶ κραιπαλῶν διατελῇς, ἄκουσον τοῦ πλουσίου λέγοντος, Πέμψον Λάζαρον, ἵνα ἄκρῳ τῷ δακτύλῳ καταψύξῃ τὴν τηγανιζομένην γλῶσσαν, καὶ οὐ τυγχάνοντος· καὶ ἀποστήσῃ τοῦ πάθους. Εἰ δὲ τρυφῆς ἐρᾷς, ἐννόησον τὴν ἐκεῖ θλῖψιν καὶ τὴν στενοχωρίαν, καὶ οὐδὲν ἐννοήσεις ταύτην· εἰ δὲ ἀπηνὴς εἶ καὶ ὠμὸς, ἀναμνήσθητι τῶν παρθένων ἐκείνων, αἳ, τῶν λαμπάδων αὐταῖς σβεσθεισῶν, οὕτω τοῦ νυμφῶνος ἐξέπεσον, καὶ ταχέως ἔσῃ φιλάνθρωπος.

Ἀλλὰ νωθρὸς εἶ καὶ παρειμένος; Λογίζου τὸν τὸ τάλαντον κατακρύψαντα, καὶ ἔσῃ πυρὸς σφοδρότερος. Ἀλλὰ κατεσθίει σε ἡ τῆς τοῦ πλησίον οὐσίας ἐπιθυμία; Λογίζου τὸν σκώληκα τὸν ἀτελεύτητον, καὶ εὐκόλως καὶ τοῦτο ἀποθήσῃ τὸ νόσημα, καὶ τὰ ἄλλα πάντα κατορθώσεις· οὐδὲν γὰρ φορτικὸν οὐδὲ ἐπαχθὲς ἐπέταξε. Πόθεν οὖν ἡμῖν φορτικὰ φαίνεται τὰ ἐπιτάγματα; Ἀπὸ τῆς ἡμετέρας ῥᾳθυμίας. Ὥσπερ οὖν ἐὰν σπουδάζωμεν, καὶ τὰ δοκοῦντα ἀφόρητα εἶναι, κοῦφα ἔσται καὶ ῥᾴδια· οὕτως ἐὰν ῥᾳθυμῶμεν, καὶ τὰ φορητὰ δύσκολα ἡμῖν φανεῖται. Ταῦτ᾽ οὖν ἅπαντα λογισάμενοι, μὴ τρυφῶντας ἐννοῶμεν, ἀλλὰ τί τὸ τέλος αὐτῶν· ἐνταῦθα μὲν κόπρος καὶ πολυσαρκία, ἐκεῖ δὲ σκώληξ καὶ πῦρ· μὴ τοὺς ἁρπάζοντας, ἀλλὰ τί τὸ τέλος αὐτῶν· φροντίδες ἐνταῦθα καὶ φόβοι καὶ ἀγωνίαι, ἐκεῖ δὲ δεσμὰ ἄλυτα· μὴ τοὺς δόξης ἐρῶντας, ἀλλὰ τί τὸ ἐκ τούτων τικτόμενον· δουλεῖαι ἐνταῦθα καὶ εἰρωνεῖαι, ἐκεῖ δὲ καὶ ζημία ἀφόρητος καὶ τὸ ἐμπυρίζεσθαι διηνεκῶς. Ἂν γὰρ οὕτως ἑαυτοῖς διαλεγώμεθα, καὶ ταῦτα καὶ τὰ τοιαῦτα ἐπᾴδωμεν συνεχῶς ταῖς πονηραῖς ἡμῶν ἐπιθυμίαις, ταχέως καὶ τὸν τῶν παρόντων ἐκβαλοῦμεν ἔρωτα, καὶ τὸν τῶν μελλόντων ἀνάψομεν. Ἀνάψωμεν τοίνυν αὐτὸν, καὶ ἐκκαύσωμεν. Εἰ γὰρ ἡ ἔννοια αὐτῶν, καίτοι γε ἀμυδρά τις οὖσα, τοσαύτην παρέχει τὴν ἡδονήν· ἐννόησον ὅσην αὕτη ἡ πεῖρα ἡ σαφὴς οἴσει τὴν εὐφροσύνην ἡμῖν.

Μακάριοι καὶ τρισμακάριοι καὶ πολλάκις τοῦτο οἱ τῶν ἀγαθῶν ἀπολαύοντες ἐκείνων· ὥσπερ οὖν ἐλεεινοὶ καὶ τρισάθλιοι οἱ τἀναντία τούτων ὑπομένοντες. Ἵν᾽ οὖν μὴ τούτων, ἀλλ᾽ ἐκείνων γενώμεθα, ἑλώμεθα τὴν ἀρετήν· οὕτω γὰρ καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.