Οἶδα πῶς κλαίετε νῦν, πῶς χαίρετε, καὶ τὸν Παῦλον θαυμάζοντες, καὶ τὸν Ἰωσὴφ ἐκπληττόμενοι, καὶ μακαρίζοντες. Ἀλλ᾽ εἴ τις ἐχθρὸν ἔχει, εἰς μνήμην αὐτὸν νῦν λαμβανέτω, εἰς νοῦν βαλλέσθω· ἵνα, ἕως ἔτι ζεῖ τῇ μνήμῃ τῶν ἁγίων ἡ καρδία, δυνηθῇ τὸ πεπηγὸς τῆς μήνιδος λῦσαι, καὶ τὸ τραχὺ καὶ ἀπεσκληκὸς καταμαλάξαι. Οἶδα ὅτι μετὰ τὴν ἐντεῦθεν ἔξοδον, μετὰ τὸ παύσασθαί με λέγοντα, κἂν ἀπομείνῃ τι τῆς θέρμης καὶ τῆς ζέσεως, οὐ τοσοῦτόν ἐστιν, ὅσον νῦν ἐν τῇ ἀκροάσει. Εἴ τις οὖν, εἴ τις κατέψυκται, λυέτω τὴν πάχνην· πάχνη γὰρ ὄντως καὶ κρυμὸς ἡ μνησικακία. Ἀλλὰ καλέσωμεν τὸν ἥλιον τῆς δικαιοσύνης, ἀξιώσωμεν αὐτὸν ἐπαφεῖναι τὰς ἀκτῖνας, καὶ οὐκέτι ἔσται πάχνη παχεῖα, ἀλλ᾽ ὕδωρ πότιμον. Ἂν ἅψηται τὸ τοῦ ἡλίου τῆς δικαιοσύνης πῦρ τῆς ἡμετέρας ψυχῆς, οὐδὲν ἐάσει πεπηγὸς, οὐδὲν σκληρὸν, οὐδὲν καυστικὸν, οὐδὲν ἄκαρπον· πάντα ὥριμα, πάντα γλυκέα, πάντα πολλῆς γέμοντα τῆς ἡδονῆς ἐπιδείξει. Ἂν ἀγαπῶμεν ἀλλήλους, ἥξει κἀκείνη ἡ ἀκτίς. Δότε μοι, παρακαλῶ, μετὰ προθυμίας ταῦτα λέγειν· ποιήσατέ με ἀκοῦσαι ὅτι ἀπὸ τῶν ῥημάτων τούτων ἠνύσαμέν τι· ὅτι ἐχθρόν τις ἀπελθὼν, εὐθέως περιέβαλεν ἄμφω τὼ χεῖρε, περιεπλάκη, περιεχύθη, κατεφίλησεν, ἐδάκρυσε. Κἂν θηρίον ἐκεῖνος ᾖ, κἂν λίθος, κἂν ὁτιοῦν, ὑπὸ τῆς αὐτῆς φιλοφροσύνης ἡμερωθήσεται. Διὰ τί γάρ σου ἐχθρός ἐστιν; ὕβρισέ σε; ἀλλ᾽ οὐδὲν ἠδίκησεν.