Πῶς δὲ ἐπηγγείλατο; Ἐὰν θέλωμεν, καὶ ἀκούωμεν αὐτοῦ· οὐχ ἁπλῶς, οὐδὲ, ὡς ξύλα καὶ λίθους, ἀργοῦντας. Καλῶς δὲ καὶ τὸ, Πεποίθαμεν ἐν Κυρίῳ, τέθεικε, τουτέστι, Τῇ φιλανθρωπίᾳ αὐτοῦ πιστεύομεν. Πάλιν αὐτοὺς καθαιρεῖ, τὸ πᾶν ἀναρτῶν, ἐκεῖ. Εἰ μὲν γὰρ εἶπεν, ὅτι Πιστεύομεν δὲ ὑμῖν, ἦν μὲν τὸ ἐγκώμιον μέγα, ἀλλ᾽ οὐκ ἂν ἔδειξεν αὐτοὺς ἐξαρτᾷν εἰς τὸν Θεὸν ἅπαντα· εἰ δὲ εἶπε, Πεποίθαμεν δὲ ἐν Κυρίῳ, ὅτι φυλάξει ὑμᾶς, καὶ μὴ προστέθεικε τὸ Ἐφ᾽ ὑμᾶς, καὶ τὸ, Ἃ παρηγγείλαμεν ποιεῖτε καὶ ποιήσετε, ἀργοτέρους ἂν αὐτοὺς ἐποίησε, τὸ πᾶν ἐπὶ τὴν τοῦ Θεοῦ ῥίψας δύναμιν. Δεῖ μὲν γὰρ τὸ πᾶν ἐπ᾽ αὐτὸν ῥίπτειν, ἀλλ᾽ ἐνεργοῦντας καὶ αὐτοὺς, τοῖς πόνοις ἐμβεβηκότας καὶ τοῖς ἀγῶσι. Καὶ δείκνυσιν ἐνταῦθα, ὅτι εἰ καὶ ἀρκεῖ ἡ ἀρετὴ καὶ μόνη σῶσαι, ἀλλ᾽ ὅμως χρὴ διαρκῆ τε αὐτὴν εἶναι, καὶ μέχρι τοῦ ἐλθεῖν ἡμᾶς εἰς ἐσχάτας ἀναπνοὰς ἡμῖν συμπαρεῖναι. Ὁ δὲ Κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ, καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ.