Μὴ τῇ ἑτέρων τιμωρίᾳ χαίρωμεν ὡς ἐκδικούμενοι, ἀλλ᾽ ὡς αὐτοὶ τοιαύτης ἀπαλλαττόμενοι κολάσεως καὶ τιμωρίας. Τί γὰρ ἡμῖν ὄφελος, ὅταν ἕτεροι κολασθῶσι; Μὴ ἔχωμεν, παρακαλῶ, τοιαύτας ψυχὰς, ἀπὸ τῆς βασιλείας προτρεπώμεθα πρὸς ἀρετήν. Ὁ μὲν γὰρ σφόδρα ἐνάρετος οὔτε ἀπὸ φόβου, οὔτε ἀπὸ βασιλείας ἐνάγεται, ἀλλὰ δι᾽ αὐτὸν τὸν Χριστόν· καθάπερ Παῦλος ἐποίει. Πλὴν ἡμεῖς ἐννοῶμεν τὰ ἐν τῇ βασιλείᾳ ἀγαθὰ, τὰ ἐν τῇ γεέννῃ κακὰ, καὶ κἂν οὕτως ἑαυτοὺς ῥυθμίζωμεν καὶ παιδαγωγῶμεν, οὕτως ἑαυτοὺς ἐνάγωμεν πρὸς τὰ πρακτέα. Ὅταν ἴδῃς τι χρηστὸν καὶ μέγα ἐν τῷ παρόντι βίῳ, ἐννόησον τὴν βασιλείαν, καὶ οὐδὲν αὐτὸ νομίσεις· ὅταν φοβερὸν, ἐννόησον τὴν γέενναν, καὶ καταγελάσεις· ὅταν ὑπὸ ἐπιθυμίας κατέχῃ σωματικῆς, λογίζου τὸ πῦρ, λογίζου καὶ αὐτῆς τῆς ἁμαρτίας τὴν ἡδονὴν, ὅτι οὐδενός ἐστιν ἀξία, ὅτι οὐδὲ ἔχει ἡδονήν. Εἰ γὰρ ὁ τῶν ἐνταῦθα κειμένων νόμων φόβος τοσαύτην ἔχει τὴν ἰσχὺν, ὡς καὶ ἀπάγειν ἡμᾶς τῶν πονηρῶν πράξεων, πολλῷ μᾶλλον ἡ μνήμη τῶν μελλόντων, ἡ τιμωρία ἡ ἀθάνατος, ἡ κόλασις ἡ ἀΐδιος· εἰ ὁ τοῦ βασιλέως φόβος τοῦ ἐπὶ γῆς τοσούτων ἡμᾶς ἀπάγῃ κακῶν, πόσῳ μᾶλλον ὁ τοῦ αἰωνίου βασιλέως; Πόθεν οὖν δυνάμεθα τὸν φόβον ἔχειν διηνεκῶς; Ἂν συνεχῶς τῶν Γραφῶν ἐπακούωμεν. Εἰ γὰρ νεκρὸς ὁρώμενος μόνον οὕτως ἡμῶν συστέλλει τὴν διάνοιαν, πόσῳ μᾶλλον ἡ γέεννα καὶ τὸ πῦρ τὸ ἄσβεστον;