Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν πρὸς Θεσσαλονικεῖς δευτέραν ἐπιστολήν

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλία Δ', Μέρος Β': Η αμοιβαία προσευχή ποιμένα και ποιμνίου και η εκκλησιαστική ομόνοια

Παρότρυνση για αμοιβαία προσευχή μεταξύ των πιστών και του πνευματικού ηγέτη, η ισχύς της εκκλησιαστικής ενότητας και οι ευθύνες της ιερωσύνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 8 από 10

Οὕτως ἐτροπώσατο Ἐζεκίας τὸν Ἀσσύριον, οὕτως ὁ Μωϋσῆς τὸν Ἀμαλὴκ, οὕτω τοὺς Ἀσκαλωνίτας ὁ Σαμουὴλ, οὕτως ὁ Ἰσραὴλ τοὺς τριάκοντα δύο βασιλεῖς. Εἰ ἔνθα ὅπλων ἔδει καὶ παρατάξεως καὶ μάχης, τὰ ὅπλα ἀφέντες ἐπὶ τὴν εὐχὴν κατέφυγον· ἔνθα εὐχαῖς μόνον ἀνυσθῆναι τὰ πράγματα χρὴ, πῶς οὐ πολλῷ μᾶλλον εὔχεσθαι δεῖ; Ἀλλ᾽ ἐκεῖ, φησὶν, οἱ ἡγούμενοι ὑπὲρ τοῦ λαοῦ παρεκάλουν· σὺ δὲ ἀξιοῖς τὸν λαὸν ὑπὲρ τοῦ ἡγουμένου παρακαλεῖν;

Οἶδα κἀγώ. Τότε μὲν γὰρ οἱ ἀρχόμενοι ταλαίπωροί τινες ἦσαν καὶ εὐτελεῖς· διόπερ ἀπὸ τῆς παῤῥησίας καὶ τῆς ἀρετῆς τοῦ στρατηγοῦντος ἐσώζοντο μόνης· νυνὶ δὲ ὅτε ἡ τοῦ Θεοῦ χάρις ἐπέδωκε, καὶ ἐν τοῖς ἀρχομένοις πολλοὺς, μᾶλλον δὲ τοὺς πλείους εὑρήσομεν τοῦ κρατοῦντος ἐκ πολλοῦ περιόντας τοῦ μέρους, μὴ δὴ τῆς συμμαχίας ἡμᾶς ἀποστερήσητε ταύτης· ἀνορθώσατε τὰς χεῖρας ἡμῖν, ἵνα μὴ ἐκλύωνται· ἀνοίξατε τὸ στόμα ἡμῖν, ἵνα μὴ ἐμφράττηται· παρακαλεῖτε τὸν Θεὸν, παρακαλεῖτε διὰ τοῦτο. Ἔστι μὲν οὖν ὑπὲρ ἡμῶν τὸ γινόμενον, τὸ δὲ πᾶν ὑπὲρ ὑμῶν γίνεται· εἰς γὰρ τὸ ὑμῖν χρήσιμον κείμεθα, καὶ τὰ ὑμέτερα μεριμνῶμεν. Παρακαλεῖτε ἕκαστος καὶ ἰδίᾳ καὶ κοινῇ. Ὅρα Παῦλον λέγοντα, Ἵνα τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν· τουτέστιν, ἵνα πολλοῖς δῷ τὴν χάριν. Εἰ ἐπὶ ἀνθρώπων καταδίκους ἄνδρας καὶ ἀπαγομένους εἰς θάνατον δῆμος προσελθὼν ἐξῃτήσατο, καὶ τὸ πλῆθος δυσωπηθεὶς ὁ βασιλεὺς τὴν γνώμην ἀνέθετο· πολλῷ μᾶλλον καὶ ὑφ᾽ ὑμῶν ὁ Θεὸς δυσωπηθήσεται, οὐ τῷ πλήθει, ἀλλὰ τῇ ἀρετῇ. Σφοδρὸν γὰρ ἡμεῖς τὸν πολέμιον ἔχομεν.

Ὑμῶν μὲν γὰρ ἕκαστος τὰ ἑαυτοῦ μεριμνᾷ καὶ φροντίζει, ἡμεῖς δὲ τὰ πάντων ὁμοῦ· εἰς τὸ μέρος ἑστήκαμεν τοῦ πολέμου τὸ πονοῦν. Σφοδρότερον καθ᾽ ἡμῶν ὁ διάβολος ὁπλίζεται. Καὶ γὰρ ἐν τοῖς πολέμοις πρὸ τῶν ἄλλων ἁπάντων τὸν στρατηγὸν καταβαλεῖν ὁ δι᾽ ἐναντίας ἐπιχειρεῖ. Διὰ τοῦτο ἐκεῖ πάντες οἱ συνασπισταὶ τρέχουσι· διὰ τοῦτο πολὺς ὁ θόρυβος, ἐξελεῖν αὐτὸν ἑκάστου ἐπιχειροῦντος, καὶ ταῖς ἀσπίσι περιφράττουσι πάντοθεν, τὴν ἐκείνου βουλόμενοι διασῶσαι κεφαλήν. Ἀκούσατε τί φησι πρὸς τὸν Δαυῒδ ἅπας ὁ δῆμος (οὐ τῷ Δαυῒδ ἑαυτὸν παραβάλλων ταῦτα λέγω, οὐχ οὕτω μέμηνα, ἀλλὰ δήμου φιλοστοργίαν πρὸς ἄρχοντα δεῖξαι βουλόμενος)· Μὴ ἐξέλθῃς, φησὶν, εἰς τὸν πόλεμον μεθ᾽ ἡμῶν, ἵνα μὴ σβεσθῇ ὁ λύχνος τοῦ Ἰσραήλ. Ὅρα ἐν πόσῃ φειδοῖ τὸν γέροντα εἶχον. Σφόδρα δέομαι τῶν ὑμετέρων εὐχῶν· μηδείς με, ὅπερ ἔφην, ἐξ ἀμέτρου ταπεινοφροσύνης ἀφαιρείσθω ταύτην τὴν συμμαχίαν καὶ τὴν βοήθειαν. Ἂν τὰ ἡμέτερα εὐδοκιμῇ, καὶ τὰ ὑμέτερα λαμπρότερα ἔσται· ἂν ἐπιῤῥέῃ τὰ τῆς διδασκαλίας ἡμῖν, εἰς ὑμᾶς ὁ πλοῦτος διαβήσεται.

Ἄκουε τοῦ προφήτου λέγοντος, Μὴ ἑαυτοὺς ποιμαίνουσιν οἱ ποιμένες; Ὁρᾷς τὸν Παῦλον ἐπιζητοῦντα συνεχῶς ταύτας τὰς εὐχάς; ἀκούεις ὅτι Πέτρος οὕτως ἐξηρπάγη τοῦ δεσμωτηρίου, ἐπειδὴ ἦν εὐχὴ ἐκτενὴς ὑπὲρ αὐτοῦ γινομένη; Σφόδρα πιστεύω ὅτι πολλὰ δυνήσεται ὑμῶν ἡ εὐχὴ, μετὰ τοσαύτης συμφωνίας γινομένη. Πόσον νομίζετε μεῖζον εἶναι τῆς ἡμετέρας σμικρότητος τὸ ὑπὲρ δήμου τοσούτου προσιέναι τῷ Θεῷ καὶ παρακαλεῖν; Εἰ γὰρ αὐτὸς ὑπὲρ ἑαυτοῦ παῤῥησίαν δεηθῆναι οὐκ ἔχω, πολλῷ μᾶλλον ὑπὲρ ἑτέρων. Τῶν γὰρ εὐδοκιμούντων ἐστὶ τοῦτο καὶ ἑτέροις ἀξιοῦν ἵλεων γενέσθαι τὸν Θεὸν, τῶν ἑαυτοῖς εὐμενῆ καταστησάντων· ὁ δὲ καὶ αὐτὸς προσκεκρουκὼς, πῶς ὑπὲρ ἄλλου δεήσεται; Ἀλλ᾽ ὅμως ἐπειδὴ σπλάγχνοις ὑμᾶς περιπλέκομαι πατρικοῖς, ἐπειδὴ ἡ ἀγάπη πάντα τολμᾷ, οὐκ ἐπὶ τῆς ἐκκλησίας μόνον, ἀλλὰ καὶ κατ᾽ οἶκον, πρὸ τῶν ἄλλων ἁπάντων ὑπὲρ τῆς ὑμετέρας ὑγείας τῆς κατὰ ψυχὴν, τῆς κατὰ σῶμα ποιοῦμαι τὴν δέησιν. Οὐ γάρ ἐστιν οὕτως ἱερεῖ πρέπουσα εὐχὴ ἑτέρα, ὡς τὸ ὑπὲρ τῶν τοῦ λαοῦ καλῶν πρὸ τῶν αὐτοῦ προσιέναι καὶ ἐντυγχάνειν τῷ Θεῷ.

Εἰ γὰρ ὁ Ἰὼβ ἀνιστάμενος εὐθέως ὑπὲρ τῶν τέκνων τοσαῦτα ἐποίει τῶν σαρκικῶν, πόσῳ μᾶλλον ὑπὲρ τῶν πνευματικῶν ἡμεῖς τοῦτο ποιεῖν ὀφείλομεν; δʹ. Τί δὲ ταῦτά φημι; Ὅτι εἰ ἡμεῖς ὑπὲρ ἁπάντων ὑμῶν ποιούμεθα δεήσεις καὶ προσευχὰς, καίτοι γε τοσοῦτον ἀπέχοντες τοῦ μεγέθους τοῦ πράγματος, πολλῷ μᾶλλον δίκαιον καὶ ὑμᾶς τοῦτο ποιεῖν. Ἕνα μὲν γὰρ ὑπὲρ πολλῶν ἀξιοῦν, σφόδρα τολμηρὸν καὶ πολλῆς δεόμενον παῤῥησίας· πολλοὺς δὲ ὁμοῦ συνελθόντας ὑπὲρ ἑνὸς ποιεῖσθαι τὴν δέησιν, οὐδὲν φορτικόν.

Οὐ γὰρ τῇ οἰκείᾳ πιστεύων ἕκαστος ἀρετῇ τοῦτο ποιεῖ, ἀλλὰ τῷ πλήθει, καὶ τῇ ὁμονοίᾳ, ᾗ μάλιστα ὁ Θεὸς δυσωπεῖται πανταχοῦ. Ὅπου γὰρ ἂν ὦσι δύο ἢ τρεῖς, φησὶ, συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Εἰ, ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι, ἐν μέσῳ ἐστὶ, πολλῷ μᾶλλον ἐφ᾽ ὑμῶν. Ὃ γὰρ καθ᾽ ἑαυτόν τις εὐχόμενος λαβεῖν οὐ δύναται, τοῦτο μετὰ τοῦ πλήθους εὐχόμενος λήψεται· διὰ τί; Ὅτι εἰ καὶ μὴ ἡ οἰκεία ἀρετὴ, ἀλλ᾽ ἡ συμφωνία πολλὴν ἔχει τὴν ἰσχύν. Ὅπου ἐὰν ὦσι, φησὶ, δύο ἢ τρεῖς συνηγμένοι. Διὰ τί εἶπε, Δύο; Ἂν γὰρ εἷς ᾖ εἰς τὸ ὄνομά σου, διὰ τί μὴ εἶ ἐκεῖ; Ὅτι πάντας ὁμοῦ βούλομαι εἶναι, καὶ μὴ διεσπάσθαι. Συμφράττωμεν τοίνυν ἀλλήλους, συνδεσμῶμεν τῇ ἀγάπῃ, μηδεὶς ἡμᾶς χωριζέτω. Εἴ τις ἐγκαλεῖ, εἴ τις λελύπηται, μὴ κατὰ διάνοιαν ἐχέτω, κἂν πρὸς τὸν πλησίον, κἂν πρὸς ἡμᾶς. Ταύτην ὑμᾶς τὴν χάριν αἰτῶ, προσιέναι, καὶ ἐγκαλεῖν, καὶ ἀπολογίας δέχεσθαι παρ᾽ ἡμῶν. Ἔλεγξον, φησὶ, μήποτε οὐκ εἶπεν· ἔλεγξον, μήποτε οὐκ ἐποίησε· καὶ εἰ ἐποίησεν, ἵνα μὴ προσθῇ. Ἢ γὰρ ἀπελογησάμεθα, ἢ καταγνωσθέντες συγγνώμην ᾐτήσαμεν, καὶ πειρώμεθα λοιπὸν μηκέτι περιπεσεῖν τοῖς αὐτοῖς. Τοῦτο καὶ ὑμῖν συμφέρει, καὶ ἡμῖν. Ὑμεῖς μὲν γὰρ ἴσως καὶ ἀλόγως ἐγκαλοῦντες, μαθόντες τοῦ πράγματος τὴν ἀλήθειαν, διορθωθήσεσθε· ἡμεῖς δὲ ἡμαρτηκότες ἀγνοοῦμεν καὶ διορθούμεθα.

Ὑμῖν μὲν ἀδιαφορεῖν οὐ συμφέρει· καὶ γὰρ τιμωρία κεῖται τοῖς πᾶν ῥῆμα ἀργὸν ἐκβάλλουσιν· ἡμεῖς δὲ ἀποδυόμεθα τὰ ἐγκλήματα, τά τε ψευδῆ τά τε ἀληθῆ· τὰ μὲν ψευδῆ, ὅτι ψευδῆ ἐστι δείξαντες, τὰ δὲ ἀληθῆ, μηκέτι ποιοῦντες τὰ αὐτά. Πολλὴ γὰρ ἀνάγκη τὸν τοσούτων φροντίζοντα καὶ ἀγνοεῖν, καὶ ἐξ ἀγνοίας ἁμαρτάνειν.

Εἰ γὰρ οἰκίαν ἕκαστος ὑμῶν ἔχων, καὶ γυναικὸς καὶ παίδων προεστηκὼς καὶ ἀνδραπόδων, ὁ μὲν πλειόνων, ὁ δὲ ἐλαττόνων, ὅμως ἐν οὕτω εὐαριθμήτοις ψυχαῖς πολλὰ ἁμαρτάνειν, οὐχ ὡς βούλεται, ἀναγκάζεται, ἢ μὴ εἰδὼς, ἢ διορθῶσαί τι βουλόμενος· πολλῷ μᾶλλον ἡμεῖς δήμου τοσούτου προεστῶτες. Καὶ ἔτι πληθύναι ὑμᾶς ὁ Κύριος, καὶ εὐλογήσαι ὑμᾶς, τοὺς μικροὺς μετὰ τῶν μεγάλων. Εἰ γὰρ καὶ μεγάλη ἡ φροντὶς ἀπὸ τοῦ πλήθους γίνεται, ὅμως οὐ παυόμεθα εὐχόμενοι αὐξηθῆναι τὴν φροντίδα ταύτην ἡμῖν, καὶ ἐπιδοθῆναι τουτὶ τὸ πλῆθος, καὶ πολλαπλάσιον γενέσθαι καὶ ἄπειρον. Καὶ γὰρ πατέρες, καίτοι ὑπὸ τῆς πολυπαιδίας πολλάκις κοπτόμενοι, ὅμως οὐδένα βούλονται ἀποβαλεῖν. Πάντα ἡμῖν καὶ ὑμῖν ἴσα, καὶ αὐτὰ τὰ κεφάλαια τῶν ἀγαθῶν. Οὐ μετὰ πλείονος μὲν ἐγὼ δαψιλείας, ὑμεῖς δὲ μετὰ ἐλάττονος μετέχομεν τῆς ἱερᾶς τραπέζης, ἀλλ᾽ ὁμοίως ἑκάτεροι ταύτης ἐφαπτόμεθα. Εἰ δὲ ἐγὼ πρότερος, οὐδὲν τοῦτο μέγα, ἐπεὶ καὶ ἐν τοῖς παισὶν ὁ πρεσβύτερος πρότερος τὴν χεῖρα ἐκτείνει εἰς τὴν ἑστίασιν, ἀλλ᾽ ὅμως οὐδὲν πλέον παρὰ τοῦτο γίνεται, ἀλλὰ πάντα ἴσα ἡμῖν· ἡ σωτήριος καὶ ἡ συνέχουσα τὰς ψυχὰς ἡμῶν ζωὴ μετὰ τῆς αὐτῆς τιμῆς ἑκατέροις δίδοται.

Οὐχ ἑτέρου μὲν ἐγὼ προβάτου, ἑτέρου δὲ ὑμεῖς, ἀλλὰ τοῦ αὐτοῦ μετέχομεν πάντες· τὸ βάπτισμα τὸ αὐτὸ ἔχομεν ἑκάτεροι, πνεύματος ἠξιώθημεν ἑνὸς, ἐπὶ τὴν αὐτὴν βασιλείαν σπεύδομεν ἑκάτεροι, ἀδελφοὶ ὁμοίως ἐσμὲν τοῦ Χριστοῦ· πάντα ἡμῖν κοινά. Ποῦ οὖν τὸ πλέον ἐμοῦ; Ἐν ταῖς φροντίσιν, ἐν τοῖς πόνοις, ἐν ταῖς μερίμναις, ἐν τῷ ἀλγεῖν ὑπὲρ ὑμῶν. Ἀλλ᾽ οὐδὲν ταύτης τῆς ἀλγηδόνος ἥδιον· ἐπεὶ καὶ μήτηρ ἀλγοῦσα ὑπὲρ τοῦ παιδὸς, ἥδεται τῇ ἀλγηδόνι, φροντίζει ὑπὲρ τῶν τεχθέντων, καὶ εὐφραίνεται ἐπὶ ταῖς φροντίσι· καίτοι γε ἡ φροντὶς καθ᾽ ἑαυτὴν πικρόν· ἀλλ᾽ ὅταν γε ὑπὲρ παίδων γένηται, πολλὴν ἔχει τὴν ἡδονήν. Πολλοὺς ὑμῶν ἐγέννησα, ἀλλὰ μετὰ ταῦτα αἱ ὠδῖνες. Ἐπὶ μὲν γὰρ τῶν σωματικῶν μητέρων πρότερον αἱ ὠδῖνες, καὶ τότε ὁ τόκος· ἐνταῦθα δὲ μέχρις ἐσχάτης ἀναπνοῆς αἱ ὠδῖνες, μή πού τι καὶ μετὰ τὸν τόκον ἀμβλωθρίδιον γένηται. Καὶ ἐπιποθῶ δὲ ἐγώ. Εἰ γὰρ καὶ ἕτερος ἐγέννησε πολλάκις, ἀλλ᾽ ὅμως ἐγὼ ταῖς φροντίσι διακόπτομαι· οὐδὲ γὰρ ἐξ ἑαυτῶν γεννῶμεν, ἀλλὰ τῆς χάριτός ἐστι τοῦ Θεοῦ τὸ πᾶν. Εἰ δὲ ἀμφότεροι διὰ πνεύματος τίκτομεν, οὐχ ἁμαρτήσεταί τις καὶ τοὺς παρ᾽ ἐμοῦ τεχθέντας ἐκείνου προσειπὼν, καὶ τοὺς παρ᾽ ἐκείνου ἐμούς.

Ταῦτα δὴ πάντα ἐννοήσατε, καὶ χεῖρα ὀρέξατε, ἵνα καὶ ὑμεῖς καύχημα ἡμῶν γένησθε, καὶ ἡμεῖς ὑμῶν ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἣν γένοιτο μετὰ παῤῥησίας ἡμᾶς ἅπαντας ἰδεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.