Τοῦτο δὲ ἐποίουν, ἵνα μηδὲν μέγα λοιπὸν ἢ λαμπρὸν ἐλπίσαντες οἱ πιστοὶ, ἀπαγορεύσωσι πρὸς τοὺς πόνους. Ἐπειδὴ γὰρ αὐτοὺς ἡ ἐλπὶς διεβάσταζε, καὶ οὐκ ἠφίει πρὸς τὰ παρόντα ἐνδοῦναι, καθάπερ τινὰ ἄγκυραν ὁ διάβολος ἀποκόψαι βουλόμενος, ἐπειδὴ οὐκ ἴσχυσε πεῖσαι ὅτι ψευδῆ τὰ μέλλοντα, ἑτέραν ἦλθεν ὁδὸν, καὶ καταθεὶς ἀνθρώπους τινὰς λυμεῶνας, ἐπεχείρει τοὺς πειθομένους ἀπατᾷν, ὅτι τὰ μεγάλα ἐκεῖνα καὶ λαμπρὰ τέλος εἴληφε. Τότε μὲν οὖν ἔλεγον ἐκεῖνοι τὴν ἀνάστασιν ἤδη γεγονέναι· νῦν δὲ ἔλεγον, ὅτι ἐνέστηκεν ἡ κρίσις, καὶ ἡ παρουσία τοῦ Χριστοῦ, ἵνα καὶ τὸν Χριστὸν αὐτὸν ψεύδει ὑποβάλωσι, καὶ πείσαντες ὡς οὐκ ἔστι λοιπὸν ἀντίδοσις, οὐδὲ δικαστήριον καὶ κόλασις καὶ τιμωρία τοῖς κακῶς πεποιηκόσιν, ἐκείνους τε θρασυτέρους ἐργάσωνται, καὶ τούτους ταπεινοτέρους· καὶ τὸ δὴ πάντων χαλεπώτερον, ἐπεχείρουν οἱ μὲν ἁπλῶς ῥήματα ἀπαγγέλλειν, ὡς παρὰ τοῦ Παύλου ταῦτα λεγόμενα, οἱ δὲ καὶ ἐπιστολὰς πλάττειν ὡς παρ᾽ ἐκείνου γραφείσας. Διὰ τοῦτο πᾶσαν αὐτοῖς ἀποτειχίζων ἔφοδον, φησί· Μὴ θροεῖσθε, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι᾽ ἐπιστολῆς, ὡς δι᾽ ἡμῶν. Μήτε διὰ πνεύματος, φησὶ, τοὺς ψευδοπροφήτας αἰνιττόμενος. Πόθεν οὖν εἰσόμεθα, φησί; Διὰ τῆς προσθήκης· διὰ γὰρ τοῦτο προσέθηκεν· Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου, ὅ ἐστι σημεῖον ἐν πάσῃ ἐπιστολῇ· οὕτω γράφω.