Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν πρὸς Θεσσαλονικεῖς δευτέραν ἐπιστολήν

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλία Γ', Μέρος Β': Η ακρόαση των Γραφών και η αποφυγή της φιλοπλουτίας

Σύγκριση της διδασκαλίας με την πνευματική σπορά, στηλίτευση του πλούτου ως πηγής παθών και προτροπή για προσεκτική μελέτη των θείων Γραφών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 10

γʹ. Ὁρᾷς ὅτι ἀναγκαῖον συνεχῶς ταὐτὰ λέγειν, καὶ ἐπαντλεῖν τοῖς αὐτοῖς ῥήμασιν; Ἰδοὺ γὰρ καὶ παρόντος ἤκουσαν ταῦτα λέγοντος, καὶ πάλιν ἐδεήθησαν ὑπομνήσεως. Καθάπερ γὰρ περὶ τῶν θλίψεων ἀκούσαντες, Καὶ γὰρ ὅτε ἦμεν, φησὶ, πρὸς ὑμᾶς, προελέγομεν ὑμῖν, ὅτι μέλλομεν θλίβεσθαι· ὅμως ἐπελήσθησαν, καὶ πάλιν αὐτοὺς στηρίζει διὰ τῶν γραμμάτων· οὕτω καὶ περὶ τῆς παρουσίας τοῦ Χριστοῦ ἀκούσαντες, πάλιν ἐδέοντο γραμμάτων τῶν ῥυθμιζόντων αὐτούς. Ἀναμιμνήσκει γοῦν αὐτοὺς, καὶ δείκνυσιν ὅτι οὐδὲν ξένον λέγει, ἀλλ᾽ ἅπερ ἀεὶ ἔλεγε. Καθάπερ γὰρ ἐπὶ τῶν γεωργῶν τὰ σπέρματα καταβάλλεται μὲν ἅπαξ, οὐ μένει δὲ διαπαντὸς, ἀλλὰ πολλῆς δεῖται τῆς συγκατασκευῆς, κἂν μὴ τὴν γῆν ἀναμοχλεύσαντες περιστείλωσι τὰ καταβαλλόμενα, τοῖς σπερμολόγοις ὀρνέοις ἔσπειραν· οὕτω καὶ ἡμεῖς, ἂν μὴ τῇ συνεχεῖ μνήμῃ τὰ καταβληθέντα περιστείλωμεν, εἰς τὸν ἀέρα πάντα ἐῤῥίψαμεν. Καὶ γὰρ καὶ ὁ διάβολος ἐξαρπάζει, καὶ ἡ ἡμετέρα ῥᾳθυμία ἀπόλλυσι, καὶ ἥλιος ξηραίνει, καὶ ὑετὸς ἐπικλύζει, καὶ ἄκανθαι ἀποπνίγουσιν.

Ὥστε οὐκ ἀρκεῖ μόνον ἅπαξ καταβαλόντα ἀπηλλάχθαι, ἀλλὰ πολλῆς δεῖ τῆς ἐπιμελείας καὶ τῆς προσεδρείας τῷ μέλλοντι τοὺς καρποὺς συγκομίζειν, ἀποσοβοῦντι τὰ πετεινὰ, τὰς ἀκάνθας ἐκκόπτοντι, τὰ πετρώδη γῆς πληροῦντι πολλῆς, πᾶσαν λύμην κωλύοντι καὶ ἀποτειχίζοντι καὶ ἀναιροῦντι.

Ἀλλ᾽ ἐπὶ μὲν τῆς γῆς τὸ πᾶν τοῦ γεωργοῦ γίνεται· ἄψυχος γὰρ ἐκείνη ὑπόκειται, πρὸς τὸ παθεῖν ἕτοιμος οὖσα μόνον· ἐπὶ δὲ ταύτης τῆς γῆς τῆς πνευματικῆς οὐδαμῶς· οὐ τῶν διδασκάλων ἐστὶ τὸ πᾶν, ἀλλ᾽, εἰ μὴ τὸ πλέον, τὸ γοῦν ἥμισυ καὶ τῶν μαθητῶν.

Ἡμῶν μὲν οὖν καταβαλεῖν ἐστι τὸν σπόρον, ὑμῶν δὲ ποιεῖν τὰ λεγόμενα, τῇ μνήμῃ διὰ τῶν ἔργων ἐπιδείκνυσθαι τοὺς καρποὺς, τὰς ἀκάνθας προῤῥίζους ἀνασπᾷν. Ἄκανθα γὰρ ὄντως ὁ πλοῦτος, οὐδένα καρπὸν ἔχων, δυσειδὴς καὶ ὀφθῆναι, καὶ χρήσασθαι ἀηδὴς, λυπῶν τοὺς ἁπτομένους, οὐ μόνον αὐτὸς οὐκ ἔχων καρπὸν, ἀλλὰ καὶ τῷ βλαστάνοντι ἐμποδίζων.

Τοιοῦτόν ἐστιν ὁ πλοῦτος· οὐ μόνον αὐτὸς οὐ φέρει καρπὸν αἰώνιον, ἀλλὰ καὶ τοὺς βουλομένους κατέχων ἐμποδίζει. Ἀλόγων εἰσὶ τροφαὶ αἱ ἄκανθαι καμήλων. πυρός εἰσι βρῶσις καὶ δαπάνη πρὸς οὐδὲν χρήσιμοι. Τοιοῦτον καὶ ὁ πλοῦτος, πρὸς οὐδὲν χρήσιμος, ἀλλ᾽ ἢ πρὸς τὸ καῦσαι κάμινον, πρὸς τὸ τὴν ἡμέραν ἀνάψαι ἐκείνην τὴν ὡς κλίβανον καιομένην, πρὸς τὸ θρέψαι τὰ ἄλογα πάθη, μνησικακίαν καὶ ὀργήν.

Τοιοῦτον γὰρ καὶ ἡ τρώγουσα κάμηλος τὰς ἀκάνθας. Λέγεται γὰρ ὑπὸ τῶν τὰ τοιαῦτα εἰδότων μηδὲν εἶναι ἐν τοῖς κτήνεσιν οὕτω βαρύμηνι καὶ δύσθυμον καὶ μνησίκακον, ὡς ἡ κάμηλος. Τοιοῦτον ὁ πλοῦτός ἐστι· τὰ ἄλογα πάθη τρέφει τῆς ψυχῆς, τὰ δὲ λογικὰ κεντεῖ καὶ τιτρώσκει, καθάπερ ἐπὶ τῶν ἀκανθῶν.

Σκληρόν τί ἐστι καὶ τραχὺ τοῦτο τὸ φυτὸν, αὐτόματον φύεται. Ἴδωμεν δὲ καὶ ποῦ φύεται, ἵνα ἐκκόψωμεν αὐτό· ἐν τοῖς ἀποκρήμνοις τῶν χωρίων, ἐν τοῖς λιθώδεσιν, ἐν τοῖς ξηροῖς, ἔνθα νοτὶς οὐκ ἔστιν. Ὅταν οὖν τραχύς τις ᾖ καὶ ἀπόκρημνος, τουτέστιν ἀνελεήμων, ἡ ἄκανθα φύεται ἐν αὐτῷ. Ἀλλ᾽ ὅταν αὐτὰς ἐκκόψαι βούλωνται γεωργῶν παῖδες, οὐ σιδήρῳ τοῦτο ποιοῦσιν, ἀλλὰ πῶς; πῦρ ἐπαφιέντες, οὕτω πᾶσαν ἐξέλκουσι τὴν κακίαν τῆς γῆς. Ἐπειδὴ γὰρ οὐκ ἀρκεῖ τὸ τεμεῖν ἄνωθεν, τῆς ῥίζης κάτω μενούσης, ἀλλ᾽ οὐδὲ τὴν ῥίζαν ἐξελεῖν (ἀπὸ γὰρ τῆς κακίας ἐναπομένει τῇ γῇ, καὶ καθάπερ τινὸς λοιμοῦ εἰς σῶμα ἐνσκήψαντος ἔτι μένει τὰ λείψανα), πᾶσαν ἐκείνην τὴν νοτίδα τὴν τῶν ἀκανθῶν τὸ πῦρ ἄνωθεν ἀνιμώμενον, ὥσπερ τινὰ ἰὸν, ἐξέλκει διὰ τῆς θερμότητος ἀπὸ τῶν λαγόνων τῆς γῆς. Καθάπερ γὰρ ἡ σικύα ἐπιτιθεμένη πᾶσαν κακίαν ἕλκει πρὸς ἑαυτήν· οὕτω καὶ τὸ πῦρ πᾶσαν κακίαν τὴν ἐκ τῶν ἀκανθῶν ἀνιμᾶται, καὶ καθαρὰν αὐτὴν ποιεῖ. Τίνος δὴ ἕνεκεν ταῦτα εἶπον;

Ὅτι δεῖ τὴν πρὸς τὸν πλοῦτον συμπάθειαν πάντοθεν ἐκκαθαίρειν. Ἔστι καὶ παρ᾽ ἡμῖν πῦρ, ἀπὸ ψυχῆς ταύτην ἕλκον τὴν κακίαν, τὸ τοῦ πνεύματος λέγω· ἂν τοῦτο ἐπαφῶμεν, οὐ τὰς ἀκάνθας μόνον, ἀλλὰ καὶ τὴν ἐξ αὐτῶν νοτίδα ἀναξηραίνειν δυνησόμεθα· ὡς ἐὰν ὦσιν ἐμπεπηγυῖαι, πάντα γίνεται μάτην. Ὅρα γάρ· εἰσῆλθε πλούσιος ἐνταῦθα, ἢ καὶ πλουτοῦσα γυνή; οὐ φροντίζει πῶς ἀκούσει τῶν λογίων τοῦ Θεοῦ, ἀλλὰ πῶς ἐπιδείξεται, πῶς μετὰ κόμπου καθίσει, πῶς μετὰ δόξης πολλῆς, πῶς πάσας τὰς ἄλλας ὑπερβαλεῖται τῇ τῶν ἱματίων πολυτελείᾳ, καὶ σχήματι καὶ βλέμματι καὶ βαδίσματι σεμνοτέραν ἑαυτὴν ἐργάσεται, καὶ πᾶσα ἡ φροντὶς καὶ ἡ μέριμνα αὐτῇ, ἆρα εἶδεν ἡ δεῖνα; ἆρα ἐθαύμασεν; ἆρα καλῶς κεκαλλώπισμαι;

Οὐ περὶ τούτου δὲ μόνον τὴν φροντίδα ποιεῖται, ἀλλ᾽ ὥστε καὶ μὴ σαπῆναι τὰ ἱμάτια, ὥστε μὴ διαῤῥαγῆναι, καὶ πᾶσα ἡ φροντὶς περὶ τοῦτο. Ὁμοίως καὶ ὁ πλουτῶν ἀνὴρ εἰσέρχεται δείξων ἑαυτὸν τῷ πένητι, καὶ εἰς φόβον καταστήσων διὰ τῆς περιβολῆς τῶν ἱματίων, διὰ τοῦ παῖδας ἔχειν πολλούς· καὶ παρεστήκασιν ἀποσοβοῦντες. Ὁ δὲ ἀπὸ πολλοῦ τύφου οὐδὲ τοῦτο καταξιοῖ ποιεῖν, ἀλλ᾽ οὕτως οἶδεν ἀνάξιον ὂν ἐλευθέρου τὸ ἔργον, ὅτι καίτοι σφόδρα τετυφωμένος οὐκ ἀνέχεται τοῦτο ποιεῖν, ἀλλὰ τοῖς δούλοις ἐπιτρέπει τοῖς ἀκολούθοις· τὸ γὰρ τοῦτο ποιεῖν δουλικὸν ὄντως καὶ ἰταμῶν ἠθῶν. Εἶτα καθήμενον εὐθέως ἐπεισέρχονται αἱ τῆς οἰκίας φροντίδες περισύρουσαι πανταχοῦ, ὁ τῦφος ὁ κατέχων τὴν ψυχὴν περιῤῥεῖ· νομίζει χαρίζεσθαι καὶ ἡμῖν, καὶ τῷ λαῷ, τάχα δὲ καὶ τῷ Θεῷ, ὅτι εἰσῆλθεν εἰς τὸν τοῦ Θεοῦ οἶκον. Ὁ δὲ οὕτω φλεγμαίνων, πῶς δυνήσεται θεραπευθῆναί ποτε;

δʹ. Εἰπὲ δή μοι, εἴ τις εἰς ἰατρεῖον παραγένοιτο, καὶ μὴ χάριν αἰτεῖ τὸν ἰατρὸν, ἀλλὰ νομίζει χαρίζεσθαι ἐκείνῳ, καὶ ἀφεὶς φάρμακον αἰτῆσαι ἐπὶ τὸ τραῦμα, περὶ ἱμάτια ἀσχολοῖτο, ἆρα ἀπέλθοι τι ἂν ὁ τοιοῦτος λαβὼν ἀγαθόν; Οὐκ ἔγωγε οἶμαι. Τὸ δὲ αἴτιον τούτων ἁπάντων, εἰ βούλεσθε, ἐρῶ· νομίζουσι πρὸς ἡμᾶς εἰσιέναι, ὅταν εἰσίωσιν ἐνταῦθα· νομίζουσι παρ᾽ ἡμῶν ἀκούειν ἅπερ ἀκούουσιν· οὐ προσέχουσιν, οὐκ ἐννοοῦσιν ὅτι πρὸς τὸν Θεὸν εἰσέρχονται, ὅτι αὐτὸς αὐτοῖς διαλέγεται. Ὅταν γὰρ ἀναστὰς ὁ ἀναγινώσκων λέγῃ, Τάδε λέγει Κύριος, καὶ ὁ διάκονος ἑστὼς ἐπιστομίζῃ πάντας, οὐ τῷ ἀναγινώσκοντι τιμὴν ποιῶν τοῦτό φησιν, ἀλλὰ τῷ δι᾽ ἐκείνου πᾶσι διαλεγομένῳ. Εἰ ᾔδεσαν ὅτι Θεὸς ἦν ὁ ταῦτα λέγων διὰ τοῦ προφήτου, πάντα ἂν τὸν τῦφον ἔῤῥιψαν. Εἰ γὰρ ἀρχόντων αὐτοῖς διαλεγομένων οὐκ ἀνέχονται ἔξω προσέχειν, πολλῷ μᾶλλον τοῦ Θεοῦ. Ἡμεῖς ὑπηρέται ἐσμὲν, ἀγαπητοί· ἡμεῖς οὐ τὰ ἡμέτερα λέγομεν, ἀλλὰ τὰ τοῦ Θεοῦ· ἐπιστολαὶ καθ᾽ ἑκάστην ἡμέραν ἀπὸ τοῦ οὐρανοῦ ἥκουσαι ἀναγινώσκονται. Εἰπὲ δή μοι, παρακαλῶ, εἴ τις ἄρτι παρόντων ἡμῶν πάντων εἰσῆλθεν ἔχων ζώνην χρυσῆν, καὶ ἀνατεταμένος καὶ σοβῶν ἔφησε πεμφθῆναι παρὰ τοῦ βασιλέως τοῦ ἐπὶ τῆς γῆς, καὶ πρὸς τὴν πόλιν ἅπασαν τὴν ἐπιστολὴν κομίζειν περί τινων ἀναγκαίων, ἆρα οὐκ ἂν ἅπαντες συνεστράφητε;

ἆρα οὐκ ἂν καὶ τοῦ διακόνου μὴ παρακελευομένου πολλὴν παρείχετε τὴν σιγήν; Ἔγωγε οἶμαι· καὶ γὰρ ἤκουσα ἐπιστολῶν βασιλέων ἀναγινωσκομένων ἐνταῦθα. Εἶτ᾽ ἂν μέν τις παρὰ βασιλέως ἥκῃ, πάντες προσέχετε· παρὰ δὲ τοῦ Θεοῦ ἥκει, καὶ ἐκ τῶν οὐρανῶν φθέγγεται ὁ προφήτης, καὶ οὐδεὶς ὁ προσέχων; Ἢ οὐ πιστεύετε, ὅτι παρὰ τοῦ Θεοῦ ταῦτα τὰ λεγόμενα; Ἐπιστολαὶ αὗταί εἰσι πεμφθεῖσαι παρὰ τοῦ Θεοῦ. Εἰσερχώμεθα τοίνυν μετὰ τῆς προσηκούσης τιμῆς εἰς τὰς ἐκκλησίας, καὶ μετὰ φόβου ἐπακούωμεν τῶν λεγομένων. Τί εἰσέρχομαι, φησὶν, εἰ οὐκ ἀκούω τινὸς ὁμιλοῦντος; Τοῦτο πάντα ἀπολώλεκε καὶ διέφθειρε. Τί γὰρ χρεία ὁμιλητοῦ; ἀπὸ τῆς ἡμετέρας ῥᾳθυμίας αὕτη ἡ χρεία γέγονε.

Διὰ τί γὰρ ὁμιλίας χρεία; πάντα σαφῆ καὶ εὐθέα τὰ παρὰ ταῖς θείαις Γραφαῖς, πάντα τὰ ἀναγκαῖα δῆλα. Ἀλλ᾽ ἐπειδὴ τέρψεώς ἐστε ἀκροαταὶ, διὰ τοῦτο καὶ ταῦτα ζητεῖτε. Εἰπὲ γάρ μοι, ποίῳ κόμπῳ λόγου Παῦλος ἔλεγεν; ἀλλ᾽ ὅμως τὴν οἰκουμένην ἐπέστρεψε.

Ποίῳ δὲ Πέτρος ὁ ἀγράμματος; Ἀλλ᾽ οὐκ οἶδα, φησὶ, τὰ ἐν ταῖς θείαις Γραφαῖς κείμενα. Διὰ τί οὐκ οἶδας; μὴ γὰρ Ἑβραϊστί; μὴ γὰρ Ῥωμαϊστί; μὴ γὰρ ἑτερογλώσσως εἴρηται; οὐχὶ Ἑλληνιστὶ λέγεται; Ἀλλ᾽ ἀσαφῶς, φησί. Ποῖον ἀσαφὲς, εἰπέ μοι; οὐχὶ ἱστορίαι εἰσί; Τὰ γὰρ σαφῆ οἶδας, ἵνα περὶ τῶν ἀσαφῶν ἐρωτήσῃς. Μυρίαι ἱστορίαι εἰσὶν ἐν ταῖς Γραφαῖς· εἰπέ μοι μίαν ἐξ ἐκείνων· ἀλλ᾽ οὐκ ἐρεῖς. Πρόφασις ταῦτα καὶ λόγοι.

Καθ᾽ ἡμέραν, φησὶ, τὰ αὐτὰ ἔστιν ἀκούειν. Τί δὲ, εἰπέ μοι; ἐν τοῖς θεάτροις οὐ τὰ αὐτὰ ἀκούεις; ἐν ταῖς ἱπποδρομίαις οὐ τὰ αὐτὰ ὁρᾷς; τὰ δὲ πράγματα πάντα οὐ τὰ αὐτά ἐστιν; ὁ δὲ ἥλιος οὐχ ὁ αὐτὸς ἀεὶ ἀνατέλλει; τροφαῖς δὲ οὐ ταῖς αὐταῖς χρώμεθα;

Ἐβουλόμην σου πυθέσθαι, ἐπειδὴ τὰ αὐτὰ λέγεις ἀκούειν καθ᾽ ἑκάστην ἡμέραν, εἰπέ μοι, ποίου προφήτου ἐστὶ τὸ χωρίον τὸ ἀναγνωσθὲν, καὶ ποίου ἀποστόλου, ἢ ποίας ἐπιστολῆς; Ἀλλ᾽ οὐκ ἂν ἔχοις εἰπεῖν, ἀλλὰ δοκεῖς ξένων ἀκούειν. Ὅταν μὲν οὖν ῥᾳθυμῆσαι θέλῃς, τὰ αὐτὰ λέγεις εἶναι· ὅταν δὲ ἐρωτηθῇς, ὡς οὐδέποτε ἀκούσας διάκεισαι. Εἰ τὰ αὐτά ἐστιν, ἐχρῆν αὐτὰ εἰδέναι, σὺ δὲ ἀγνοεῖς. Θρήνων ἄξια τὰ παρόντα, θρήνων καὶ ὀδυρμῶν, ὅτι εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ. Ταύτῃ μάλιστα ἐχρῆν προσέχειν, ὅτι τὰ αὐτά ἐστιν, ὅτι οὐδένα παρέχομεν ὑμῖν πόνον, οὐδὲ ξένα τινὰ καὶ ἐνηλλαγμένα λέγομεν. Τί οὖν; ἐπειδὴ ἐκεῖνα τὰ αὐτὰ λέγεις εἶναι, τὰ δὲ ἡμέτερα οὐ τὰ αὐτά ἐστιν, ἀλλ᾽ ἀεὶ ξένα λέγομεν, τούτοις προσέχετε; Οὐδαμῶς· ἀλλ᾽ ἂν μὲν εἴπωμεν, Διὰ τί οὐδὲ ταῦτα κατέχετε; Ἅπαξ, φησὶ, ἀκούομεν, καὶ πῶς ἔνι κατασχεῖν; ἂν εἴπωμεν· Ἐκείνοις διὰ τί οὐ προσέχετε; φατὲ, Ἀεὶ τὰ αὐτὰ λέγεται, καὶ πάντοθεν ῥᾳθυμίας καὶ σκήψεως τὰ ῥήματα.

Ἀλλ᾽ οὐ προχωρήσει ταῦτα διαπαντὸς, ἀλλ᾽ ἔσται καιρὸς, ὅτε θρηνήσομεν εἰκῆ καὶ μάτην· ὅπερ μὴ γένοιτο· ἀλλὰ γένοιτο ἐνταῦθα μετανοήσαντας, καὶ μετὰ συνέσεως καὶ μετὰ εὐλαβείας προσέχοντας τοῖς λεγομένοις, πρὸς τὴν τῶν ἀγαθῶν ἔργων κατόρθωσιν ἐπείγεσθαι, καὶ μετὰ πάσης ἀκριβείας τὸν ἑαυτῶν βίον εὐθύνειν, ἵνα δυνηθῶμεν ἐπιτυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.