βʹ. Ἐνταῦθα καὶ τοῦ Θεοῦ τὸ ἀνενδεὲς δείκνυσι, καὶ τὴν ἀντίδοσιν τῆς διδασκαλίας, πρᾶγμα εἰπὼν κοινόν. Ὥσπερ, φησὶν, ὁ γεωργὸς οὐκ ἀνόνητα πονεῖ, ἀλλὰ πρὸ τῶν ἄλλων αὐτὸς ἀπολαύει τῶν πόνων τῶν οἰκείων, οὕτω καὶ τὸν διδάσκαλον εἰκός. Ἢ τοῦτο, ἢ περὶ τοῦ τιμᾶσθαι τοὺς διδασκάλους φησίν. Ἀλλ᾽ οὐκ ἔχει λόγον· πῶς γὰρ οὐχ ἁπλῶς γεωργὸν εἶπεν, ἀλλὰ τὸν κοπιῶντα; οὐδὲ ἁπλῶς τὸν κάμνοντα, ἀλλὰ τὸν κοπτόμενον; Ἐνταῦθα καὶ πρὸς τὴν μέλλησιν ἵνα μηδεὶς δυσχεραίνῃ, Ἤδη, φησὶν, ἀπολαμβάνεις· ἢ ὅτι ἐν αὐτῷ τῷ κόπῳ ἡ ἀντίδοσις. Ἐπεὶ οὖν τὰ παραδείγματα ἔθηκε τὸ τῶν στρατιωτῶν, καὶ ἀθλητῶν, καὶ γεωργῶν, καὶ πάντα ἁπλῶς αἰνιγματωδῶς, Οὐδεὶς, φησὶ, στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Καὶ εἰπὼν, Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν, ἐπήγαγε· Νόει ὃ λέγω· δῴη γάρ σοι ὁ Θεὸς σύνεσιν ἐν πᾶσι. Τούτων γὰρ ἕνεκεν ταῦτα εἴρηται ἐν παροιμίᾳ καὶ παραβολῇ. Εἶτα πάλιν τὸ φιλόστοργον αὐτοῦ δεικνὺς, οὐ παύεται ἐπευχόμενος αὐτῷ, ἅτε ὡς ὑπὲρ γνησίου τέκνου δεδοικὼς, καί φησι· Μνημόνευε Χριστὸν Ἰησοῦν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυῒδ, κατὰ τὸ Εὐαγγέλιόν μου, ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν, ὡς κακοῦργος.