Εἰ γὰρ συναπεθάνομεν, φησὶ, καὶ συζήσομεν. Εἰπὲ γάρ μοι, ἐν τοῖς σκυθρωποῖς κοινωνοῦμεν αὐτῷ καὶ ἐν τοῖς κόπον ἔχουσι, καὶ ἐν τοῖς χρηστοῖς οὐκέτι; Ἀλλὰ τοῦτο οὐκ ἂν οὐδὲ ἄνθρωπος ποιήσειεν, ὥστε τὸν ἑλόμενον αὐτῷ συναποθανεῖν καὶ συνθλιβῆναι, εἴ ποτε ἐν ἀνέσει γένηται, ἀρνήσασθαι αὐτῷ γενέσθαι κοινωνόν. Ποῦ δὲ συναπεθάνομεν; Τοῦτον λέγει τὸν θάνατον, τόν τε διὰ τοῦ λουτροῦ, καὶ τὸν διὰ τῶν παθημάτων· φησὶ γὰρ, Τὴν νέκρωσιν τοῦ Κυρίου ἐν τῷ σώματι περιφέροντες· καὶ, Συνετάφημεν αὐτῷ διὰ τοῦ βαπτίσματος· καὶ Ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη· καὶ, Σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ. Ἐνταῦθα δὲ καὶ τὸν τῶν πειρασμῶν λέγει· μᾶλλον δὲ τοῦτον· καὶ γὰρ ἐν πειρασμοῖς ἦν, ὅτε ταῦτα ἔγραφεν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Εἰ δι᾽ αὐτὸν ἀπεθάνομεν, δι᾽ αὐτὸν οὐ ζησόμεθα; ἀναμφισβήτητον τοῦτό ἐστιν. Εἰ ὑπομένομεν, φησὶ, καὶ συμβασιλεύσομεν, Οὐχ ἁπλῶς εἶπε, Συμβασιλεύσομεν· ἀλλ᾽, Εἰ ὑπομένομεν, δεικνὺς ὅτι οὐκ ἀρκεῖ τὸ ἅπαξ ἀποθανεῖν (καθ᾽ ἑκάστην ἡμέραν ἀπέθνησκεν ὁ μακάριος οὗτος)· ἀλλὰ δεῖ πολλῆς ὑπομονῆς, ἧς μάλιστα ἔδει Τιμοθέῳ. Μὴ γάρ μοι, φησὶ, τὰ πρῶτα εἴπῃς, ἀλλ᾽ εἰ διαπαντός. Εἶτα καὶ ἀπὸ τοῦ ἄλλου μέρους προτρέπει, οὐκ ἀπὸ τῶν ἀγαθῶν, ἀλλὰ καὶ ἀπὸ τῶν κακῶν.