Ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον, εὔχρηστον τῷ Δεσπότῃ. Ἄρα ἐκεῖνα ἄχρηστα, εἰ καί τινα χρείαν ἐπιτελεῖ. Εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον. Κἂν μὴ πράττῃ, ἀλλ᾽ ὅμως ἐπιτήδειόν ἐστι, δεκτικόν. Δεῖ οὖν πρὸς πάντα παρεσκευάσθαι, κἂν πρὸς θάνατον, κἂν πρὸς μαρτύριον· δεῖ ἡτοιμάσθαι, κἂν πρὸς παρθενίαν, κἂν πρὸς ταῦτα πάντα. Τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε. Νεωτερικαὶ οὐχ αὗταί εἰσιν αἱ τῆς πορνείας μόνον, ἀλλὰ πᾶσα ἐπιθυμία ἄτοπος νεωτερική. Ἀκουέτωσαν οἱ γεγηρακότες, ὅτι οὐ δεῖ τὰ τῶν νεωτέρων ποιεῖν. Κἂν ὑβριστὴς ᾖ τις, κἂν δυναστείας ἐρᾷ, κἂν χρημάτων, κἂν σωμάτων, κἂν ὁτουοῦν δήποτε, νεωτερικὴ ἡ ἐπιθυμία, ἀνόητος· οὔπω τῆς καρδίας βεβηκυίας, οὐδὲ τῶν φρενῶν ἐν βάθει τεθεισῶν, ἀλλ᾽ ᾐωρημένων ἀνάγκη ταῦτα πάντα γίνεσθαι. Ἵνα οὖν μηδεὶς τούτοις ἁλῷ, τί παραινεῖ; Φαντασίας νεωτερικὰς φεῦγε· δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην μετὰ πάντων τῶν ἐπικαλουμένων τὸν Κύριον ἐκ καθαρᾶς καρδίας. Δικαιοσύνην τὴν καθόλου ἀρετὴν λέγει, τὴν ἐν τῷ βίῳ εὐσέβειαν, πίστιν, ἀγάπην, πραότητα.