Ἐκ τῶν ἐμῶν δύνασαι μαθεῖν, ὅτι οὐκ ἔνι ἄνδρα πολεμοῦντα τοῖς πονηροῖς μὴ εἶναι ἐν θλίψει. Οὐκ ἔστι πυκτεύοντα ἐν τρυφῇ εἶναι, οὐκ ἔστι παλαίοντα εὐωχεῖσθαι. Μηδεὶς τοίνυν τῶν ἀθλούντων ἄνεσιν ζητείτω, μηδεὶς ἐν εὐθυμίᾳ εἶναι. Πάλιν τὰ παρόντα ἀγὼν, πόλεμος, θλῖψις, στενοχωρία, πειρατήριον, τῶν ἀγώνων τὸ στάδιον. Ἕτεροι τῆς ἀνέσεως οἱ καιροί· οὗτος τῶν ἱδρώτων, οὗτος τῶν πόνων ὁ καιρός. Οὐδεὶς ἀποδυσάμενος καὶ ἀλειψάμενος ἄνεσιν ἐπιζητεῖ. Εἰ δὲ ἄνεσιν ἐπιζητεῖς, τί ἀπεδύσω; τί τὰς χεῖρας ἀντῆρας· Καὶ πῶς οὐκ ἀνταίρω, φησὶ, νῦν; Ὅταν τῶν ἐπιθυμιῶν μὴ κρατῇς, ὅταν πρὸς τὴν βίαν τῆς φύσεως μὴ μάχῃ. Σὺ δὲ, μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνος ἔμαθες, καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν, διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ. Τί ἐστι τοῦτο; Καθάπερ ὁ προφήτης Δαυῒδ παρῄνεσε, Μὴ παραζήλου, εἰπὼν, ἐν πονηρευομένοις, τοῦτο καὶ αὐτὸς παραινεῖ λέγων· Σὺ δὲ, μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης. Οὐχ ἁπλῶς, Ἔμαθες, ἀλλὰ καὶ, Ἐπιστώθης, τουτέστιν, Ἐπίστευσας. Τί δαὶ καὶ ἐπίστευσα; Ὅτι αὕτη ἐστὶν ἡ ζωή. Κἂν ἐναντία τοίνυν ὁρᾷς ἐνταῦθα ὧν ἐπίστευσας, μὴ θορυβοῦ, ἐπεὶ καὶ ὁ Ἀβραὰμ ἐναντία ἑώρα, ἀλλ᾽ οὐδὲν ἔπαθεν· ἤκουσεν, ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα, καὶ τὸν Ἰσαὰκ σφάξαι ἐκελεύετο, καὶ οὐκ ἐθορυβεῖτο οὐδὲ ἐταράττετο.