Τί ἐστιν, Εὐκαίρως, ἀκαίρως; Τουτέστι, μὴ καιρὸν ἔχε ὡρισμένον, ἀεί σοι καιρὸς ἔστω, μὴ ἐν εἰρήνῃ, μὴ ἐν ἀδείᾳ, μηδὲ ἐν ἐκκλησίᾳ καθήμενος μόνον· κἂν ἐν τοῖς κινδύνοις, κἂν ἐν δεσμωτηρίῳ ᾖς, κἂν ἅλυσιν περικείμενος, κἂν μέλλῃς ἐξιέναι ἐπὶ θάνατον καὶ παρ᾽ αὐτὸν τὸν καιρὸν ἔλεγξον, μὴ ὑποσταλῇς ἐπιτιμῆσαι. Τότε γὰρ καὶ ἡ ἐπιτίμησις ἔχει καιρὸν, ὅταν ὁ ἔλεγχος προχωρήσῃ, ὅταν ἀποδειχθῇ τὸ ἔργον. Παρακάλεσον, φησὶ, καθάπερ ἐπὶ τῶν ἰατρῶν, εἰπὼν τὸ τραῦμα, ἔδωκε τὴν τομὴν, ἐπήγαγε τὸ φάρμακον· ὅπερ δὲ ἂν τούτων ἀπολειφθῇ, τὸ ἕτερον ἄχρηστον γίνεται. Ἄν τε γὰρ χωρὶς ἐλέγχων ἐπιτιμήσῃς, δόξεις εἶναι θρασὺς, καὶ οὐδεὶς ἀνέχεται· μετὰ δὲ τὸ ἀποδειχθῆναι, τότε καὶ καταδέχεται τὴν ἐπιτίμησιν, πρότερον δὲ ἰταμὸς ἔσται· ἄν τε ἐλέγξῃς μὲν καὶ ἐπιτιμήσῃς, σφοδρῶς δὲ, καὶ μὴ παράκλησιν προσαγάγῃς, πάλιν τὸ πᾶν ἀνατέτραπται. Ἀφόρητον γὰρ ἔλεγχος καθ᾽ ἑαυτὸν, ὅταν μὴ καὶ παράκλησιν ἀναμεμιγμένην ἔχῃ. Καθάπερ γὰρ ἡ τομὴ, καίτοι σωτήριος οὖσα, ἂν μὴ πολλὰ τὰ παραμυθούμενα τὰς ἀλγηδόνας ἔχῃ, οὐκ ἀνέχεται κοπτόμενος καὶ τεμνόμενος ὁ κάμνων· οὕτω καὶ ἐνταῦθα. Καὶ ἐν πάσῃ, φησὶ, μακροθυμίᾳ καὶ διδαχῇ.