Βιασταὶ, φησὶν, ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν. Βίας χρεία καὶ ἁρπαγῆς· οὐ γὰρ ἁπλῶς πρόκειται, οὐδὲ ἐξ ἑτοίμου. Ὁ ἁρπάζων, διαπαντὸς νήφει, διεγήγερται, φροντίζει καὶ μεριμνᾷ, ὥστε εὐκαίρως ἐπιθέσθαι τῇ ἁρπαγῇ. Οὐχ ὁρᾶτε ἐν τοῖς πολέμοις, ὅτι ὁ ἁρπάσαι βουλόμενος δι᾽ ὅλης τῆς νυκτὸς ἀγρυπνεῖ; δι᾽ ὅλης ὥπλισται; Εἰ τοίνυν οἱ τὰ βιωτικὰ ἁρπάζοντες, καὶ νύκτα ἀγρυπνοῦσι, καὶ ὁπλίζονται, πῶς τὰ τούτων μείζονος δεόμενα τῆς σπουδῆς, τὰ πνευματικὰ, ἁρπάσαι βουλόμενοι, καὶ ἐν ἡμέρᾳ καθεύδομεν καὶ ῥέγχομεν, καὶ ἀεὶ ἄοπλοι καὶ γυμνοὶ διατελοῦμεν; Ὁ γὰρ ἐν ἁμαρτίαις στρεφόμενος, ἄοπλός ἐστι καὶ γυμνὸς, ὥσπερ ὁ ἐν δικαιοσύνῃ, ὡπλισμένος. Οὐκ ἐλεημοσύνῃ περιφράττομεν ἑαυτοὺς, οὐ τὰς ἀναπτομένας λαμπάδας ἑαυτοῖς εὐτρεπίζομεν, οὐ συμφραττόμεθα ὅπλοις πνευματικοῖς οὐ τὴν ὁδὸν μανθάνομεν τὴν ἐκεῖ φέρουσαν, οὐ νήφομεν, οὐ διεγηγέρμεθα· διὰ τοῦτο ἁρπάσαι οὐδὲν δυνάμεθα. Εἴ τις βασιλείᾳ ἐπιθέσθαι βούλοιτο, οὐχὶ θανάτους μυρίους ἑαυτῷ ὑποτίθησι πρότερον; οὐχὶ συμφραξάμενος, οὐχὶ μελετήσας τὴν πολεμικήν; οὐχὶ πάντα ὑπὲρ τούτου πράττει, καὶ οὕτως ὁρμᾷ πρὸς τὴν ἐπίθεσιν; Ἀλλ᾽ οὐχ ἡμεῖς οὕτως, ἀλλὰ καθεύδοντες ἁρπάζειν βουλόμεθα· τοιγάρτοι διὰ τοῦτο κεναῖς ἄπιμεν χερσίν. Οὐχ ὁρᾷς τοὺς ἁρπάζοντας, πῶς φεύγουσι, πῶς τρέχουσι, πῶς διατέμνουσιν ἅπαντα;