Φοβεραὶ γὰρ αἱ εὐθῦναι, φοβεραὶ, καὶ πολλῆς δεόμεναι τῆς φιλανθρωπίας, ὥστε μὴ ἀκοῦσαι τὸ ῥῆμα τὸ φρικτὸν ἐκεῖνο· Ὑπάγετε, οὐκ οἶδα ὑμᾶς, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· ὥστε μὴ ἀκοῦσαι πάλιν ἐκεῖνο τὸ φοβερόν· Ἀπέλθετε, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· ὥστε μὴ ἀκοῦσαι, Χάος ἐστὶ μεταξὺ ἡμῶν καὶ ὑμῶν· ὥστε μὴ ἀκοῦσαι ἐκεῖνο τὸ φρίκης γέμον, Ἄρατε αὐτὸν, καὶ ἐμβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ὥστε μὴ ἀκοῦσαι ἐκεῖνο τὸ πολλοῦ φόβου γέμον, Πονηρὲ δοῦλε καὶ ὀκνηρέ. Φρικτὸν γὰρ σφόδρα τὸ διδακτήριον ἐκεῖνο καὶ φοβερόν· καίτοι ὁ Θεὸς ἥμερός ἐστι, καίτοι προσηνής. Θεὸς γὰρ οἰκτιρμῶν λέγεται, καὶ Θεὸς παρακλήσεως, καὶ ἀγαθὸς ὡς οὐδεὶς ἀγαθὸς, καὶ χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος, καὶ οὐ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Πόθεν οὖν, πόθεν τοσαύτης ἀγωνίας ἡ ἡμέρα γέμει ἐκείνη; πυρὸς ἕλκεται ποταμὸς πρὸ προσώπου αὐτοῦ, βίβλοι τῶν πράξεων ἡμῶν ἀνοίγονται, αὕτη ἡ ἡμέρα ὡς κλίβανός ἐστι καιομένη, ἄγγελοι περιτρέχουσι, καὶ κάμινοι προτίθενται πολλαί. Πῶς οὖν φιλάνθρωπος; πῶς ἐλεήμων; πῶς ἀγαθός; Φιλάνθρωπος μὲν οὖν καὶ οὕτω, καὶ ἐκ τούτων μάλιστα δείκνυται αὐτοῦ τῆς φιλανθρωπίας τὸ μέγεθος.