Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν πρὸς Τιμόθεον ἐπιστολὴν α΄

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλία ΙΣΤ'

Η αμεροληψία στις χειροτονίες, οι σωματικές ασθένειες των αγίων και τα καθήκοντα των δούλων απέναντι στους κυρίους και τον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 17 από 19

ΟΜΙΛΙΑ Ιϛʹ. Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν. Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις.

Σεαυτὸν ἁγνὸν τήρει. Μηκέτι ὑδροπότει, ἀλλ᾽ οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. αʹ. Διαλεχθεὶς περὶ ἐπισκόπων, περὶ διακόνων, ἀνδρῶν, γυναικῶν, περὶ χηρῶν, περὶ πρεσβυτέρων, περὶ τῶν ἄλλων ἁπάντων, καὶ δείξας ὅσων ἐστὶν ὁ ἐπίσκοπος κύριος, ὅτε περὶ κρίσεως ἔλεγεν, ἐπήγαγε· Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν. Καὶ φρικτῶς παραγγέλλει λοιπόν· οὐ γὰρ ἐπειδὴ Τιμόθεος ἦν τὸ τέκνον τὸ ἀγαπητὸν, ᾐδέσθη. Ὁ γὰρ περὶ ἑαυτοῦ μὴ αἰσχυνθεὶς εἰπεῖν, Φοβοῦμαι μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι, πολλῷ μᾶλλον περὶ Τιμοθέου οὐκ ἂν ᾐδέσθη οὐδὲ ᾐσχύνθη. Ἀλλὰ τὸν μὲν Πατέρα καὶ τὸν Υἱὸν καλῶς παραλαμβάνει εἰς μαρτυρίαν· τοὺς μέντοι ἐκλεκτοὺς ἀγγέλους τίνος ἕνεκεν; Ἀπὸ πολλῆς ἐπιεικείας· ἐπεὶ καὶ Μωϋσῆς οὕτω φησί· Διαμαρτύρομαι ὑμῖν τὸν οὐρανὸν καὶ τὴν γῆν, διὰ τὴν πολλὴν ἐπιείκειαν τοῦ Δεσπότου· καὶ πάλιν, Ἀκούσατε, φάραγγες, θεμέλια τῆς γῆς. Καλεῖ δὲ μάρτυρα τὸν Πατέρα καὶ τὸν Υἱὸν τῶν λεχθέντων, εἰς τὴν μέλλουσαν ἡμέραν ἀπολογούμενος αὐτοῖς, εἴ τι γένοιτο παρὰ τὸ δέον, ὡς τὸ πᾶν ἀποδυσάμενος.

Ἵνα ταῦτα, φησὶ, φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν. Τουτέστιν, ἵνα κοινὸς ᾖς καὶ ἴσος τοῖς δικαζομένοις, τοῖς ἐπὶ σοῦ κρινομένοις, ἵνα σε μηδεὶς προκαταλάβῃ, μηδὲ προοικειώσηται. Τίνες δέ εἰσιν οἱ ἐκλεκτοὶ ἄγγελοι; Ἄρα ὡς ὄντων τινῶν οὐ τοιούτων. Ἐπεὶ καὶ ὁ Ἰακὼβ τὸν Θεὸν λαμβάνει ἰδίᾳ μάρτυρα, καὶ τὸν βουνόν. Οὕτω καὶ ἡμεῖς πολλάκις καὶ ὑπερέχοντα καὶ ἐλάττονα πρόσωπα εἰς μαρτυρίαν λαμβάνομεν· οὕτω μέγα ἐστὶν ἡ μαρτυρία, ὡς ἂν εἰ ἔλεγε· Μάρτυρα καλῶ τὸν Θεὸν καὶ τὸν Υἱὸν αὐτοῦ καὶ τοὺς δούλους αὐτοῦ, ὅτι παρήγγειλά σοι· ἐπ᾽ αὐτῶν ἰδού σοι παραγγέλλω.

Φοβεῖ τὸν Τιμόθεον. Εἶτα τοῦτο εἰπὼν, ὃ πάντων μάλιστα καιριώτατον ἦν, ἐπήγαγε καὶ ὃ μάλιστα συνέχει τὴν Ἐκκλησίαν, τὸ τῶν χειροτονιῶν. Χεῖρας γὰρ, φησὶ, ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις. Τί ἐστι, Ταχέως; Μὴ ἐκ πρώτης δοκιμασίας, μηδὲ δευτέρας, μηδὲ τρίτης, ἀλλὰ πολλάκις περισκεψάμενος καὶ ἀκριβῶς ἐξετάσας· οὐ γὰρ ἀκίνδυνον τὸ πρᾶγμα. Τῶν γὰρ ἡμαρτημένων ἐκείνῳ καὶ σὺ δίκην ὑφέξεις ὁ τὴν ἀρχὴν παρασχὼν, καὶ τῶν παρελθουσῶν ἁμαρτιῶν καὶ τῶν γενησομένων. Ἀφεὶς γὰρ τὰς πρώτας ἀκαίρως, ὑπεύθυνος ἔσῃ καὶ τῶν ἐσομένων, τούτων μὲν ὡς αἴτιος ὢν σὺ τοῦτον ἐπὶ τὴν ἀρχὴν ἀγαγὼν, τῶν δὲ παρελθουσῶν ὡς οὐκ ἀφεὶς αὐτὰς πενθῆσαι, οὔτε ἐν κατανύξει γενέσθαι. Ὥσπερ γὰρ τῶν κατορθωμάτων κοινωνεῖς, οὕτω καὶ τῶν ἁμαρτημάτων. Σεαυτὸν ἁγνὸν τήρει. Περὶ σωφροσύνης φησὶν ἐνταῦθα. Μηκέτι ὑδροπότει, ἀλλ᾽ οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Εἰ δὲ ἀνδρὶ μέχρι τοσούτου νηστείαις προσεσχηκότι, καὶ ἐπὶ τοσοῦτον ὕδατι χρησαμένῳ, ὡς καὶ ἀσθενεῖν, καὶ πυκνῶς ἀσθενεῖν, παραγγέλλει σωφρονεῖν, καὶ οὐκ ἀναίνεται ἐκεῖνος· πολλῷ μᾶλλον ἡμεῖς, ὅταν ἀκούσωμεν νουθεσίαν παρά τινος, οὐκ ὀφείλομεν δυσχεραίνειν.

Τί δήποτε δὲ οὐκ ἔῤῥωσεν αὐτοῦ τὸν στόμαχον; Οὐχ ὡς ἀδυνατῶν, ἀλλὰ μέγα τι καὶ ἐντεῦθεν οἰκονομῶν· οὗ γὰρ τὰ ἱμάτια νεκροὺς ἀνίστη, εὔδηλον ὅτι καὶ τοῦτο ἐδύνατο. Τίνος οὖν ἕνεκεν; Ἵνα, κἂν νῦν ἴδωμεν ἄνδρας μεγάλους καὶ ἐναρέτους ἀσθενοῦντας, μὴ σκανδαλιζώμεθα· καὶ γὰρ ἐκεῖνο συμφερόντως ἐγένετο. Εἰ γὰρ αὐτῷ ἐδόθη ἄγγελος Σατᾶν, ἵνα μὴ ὑπεραίρηται, πολλῷ μᾶλλον Τιμοθέῳ· ἱκανὰ γὰρ ἦν τὰ σημεῖα εἰς ἀπόνοιαν ἆραι. Διὰ τοῦτο νόμῳ ἰατρείας ἀφίησιν αὐτὸν δουλεῦσαι, ἵνα καὶ αὐτὸς μετριάζῃ, καὶ οἱ ἄλλοι μὴ σκανδαλίζωνται, καὶ μάθωσιν, ὅτι τῆς φύσεως ὄντες κἀκεῖνοι τῆς ἡμετέρας, οὕτω κατώρθουν ἅπερ κατώρθουν. Δοκεῖ δέ μοι καὶ ἄλλως ἐπίνοσος εἶναι, καὶ τοῦτο δείκνυσι λέγων· Διὰ τὰς πυκνάς σου ἀσθενείας, ἀπό τε σοῦ στομάχου, ἀπό τε τῶν ἄλλων μερῶν. Οὐ μὴν ἀνῆκεν αὐτὸν ἀνέδην ἐμφορεῖσθαι τοῦ οἴνου, ἀλλ᾽ ὅσον πρὸς ὑγείαν, οὐ πρὸς τρυφήν. Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσι, προάγουσαι εἰς κρίσιν, τισὶ δὲ καὶ ἐπακολουθοῦσιν. Ἐπειδὴ περὶ χειροτονιῶν ἔλεγε, Μὴ κοινώνει, φησὶν, ἁμαρτίαις ἀλλοτρίαις, τί οὖν, ἂν ἀγνοῶ, φησί; Τινῶν αἱ ἁμαρτίαι πρόδηλοί εἰσι, προάγουσαι αὐτοὺς εἰς κρίσιν, τισὶ δὲ καὶ ἐπακολουθοῦσι. Τινῶν μὲν, φησὶ, δῆλοί εἰσιν, ὅτι προλαμβάνουσι· τινῶν δὲ οὒ, ἀλλ᾽ ἐπακολουθοῦσιν.

Ὡσαύτως καὶ τὰ καλὰ ἔργα πρόδηλά ἐστι, καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύναται. Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας ἀξίους πάσης τιμῆς ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται. Πάσης τιμῆς ἀξίους, φησὶν, ἡγείσθωσαν. Μὴ γὰρ, ἐπειδὴ πιστὸς εἶ, νομίσῃς ἐλεύθερος εἶναι· τοῦτό ἐστιν ἐλευθερία τὸ μᾶλλον δουλεύειν. Ὁ γὰρ ἄπιστος, ἂν μὲν ἴδῃ διὰ τὴν πίστιν αὐθαδῶς προσφερομένους, βλασφημήσει πολλάκις ὡς στάσιν ἐμποιοῦν τὸ δόγμα· ὅταν δὲ ἴδῃ πειθομένους, μᾶλλον πεισθήσεται, μᾶλλον προσέξει τοῖς λεγομένοις. Καὶ γὰρ καὶ ὁ Θεὸς καὶ τὸ κήρυγμα μέλλει βλασφημεῖσθαι, μὴ πειθομένων.

Τί οὖν, φησὶν, ἂν ἄπιστοι ὦσιν οἱ δεσπόται; Καὶ οὕτως ὑπείκειν χρὴ διὰ τὸ τοῦ Θεοῦ ὄνομα. Οἱ γὰρ πιστοὺς ἔχοντες, φησὶ, δεσπότας, μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν, ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσι καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι.

βʹ. Ὡσεὶ ἔλεγεν, Εἰ τοσαύτης ἠξιώθητε τιμῆς, φησὶν, ὡς ἀδελφοὺς ἔχειν τοὺς δεσπότας, διὰ τοῦτο μάλιστα ὀφείλετε εἴκειν. Προάγουσαι, φησὶν, εἰς κρίσιν· τουτέστι, τῶν πονηρῶν, φησὶ, πράξεων αἱ μὲν λανθάνουσιν ὧδε, αἱ δὲ οὔ· ἐκεῖ δὲ οὐδὲ τὰ κακὰ, οὐδὲ τὰ καλὰ λαθεῖν δύναται. Τί ἐστι, Προάγουσαι εἰς κρίσιν, Οἷον ὅταν τις ἁμαρτάνῃ τὰ ἤδη αὐτὸν κατακρίνοντα, ὅταν τις ἀδιόρθωτος ᾖ, ὅταν τις ἐλπίζηται διορθώσασθαι, μηδὲν δὲ τοιοῦτον πράξῃ. Τί οὖν, καὶ πρὸς τί τοῦτο εἴρηται; Ὅτι κἂν ἐνταῦθά τινες λάθωσιν, ἀλλ᾽ ἐκεῖ οὐ λήσονται· ἐκεῖ πάντα γυμνά ἐστιν. Αὕτη δὲ μεγίστη παραμυθία τοῖς κατορθοῦσιν.

Εἶτα ἐπειδὴ εἶπε, Μηδὲν κατὰ πρόσκλησιν, ἀναγκαίως ἑρμηνεύων αὐτὸ ἐπήγαγε τὸ, Ὅσοι εἰσὶ ὑπὸ ζυγὸν δοῦλοι. Καὶ τί τοῦτο πρὸς τὸν ἐπίσκοπον, φησί; Καὶ πάνυ, ἵνα παραινῇ, ἵνα καὶ τούτους διδάσκῃ. Καλῶς δὲ καὶ ἐνταῦθα περὶ τούτων διατάττεται.

Καὶ γὰρ ὁρῶμεν αὐτὸν πανταχοῦ τοῖς δούλοις μᾶλλον, ἢ τοῖς δεσπόταις ἐπιτάττοντα, καὶ τρόπους ὑποταγῆς ὑποδεικνύντα, καὶ πολὺν αὐτῶν ποιούμενον λόγον. Ἐκείνοις μὲν οὖν μετὰ πολλῆς τῆς ἐπιεικείας ὑποτάττεσθαι παραινεῖ, τοῖς δὲ δεσπόταις ἀνεῖναι τὸν φόβον παρακαλεῖ, Ἀνιέντες, λέγων, τὴν ἀπειλήν. Καὶ τί δήποτε ταῦτα διατάττεται; ἐπὶ μὲν γὰρ τῶν ἀπίστων, εἰκότως· οὐ γὰρ εἶχε λόγον διαλέγεσθαι τοῖς μὴ προσέχουσιν· ἐπὶ δὲ τῶν πιστῶν, τίνος ἕνεκεν; Ὅτι μείζονα παρὰ τῶν δεσποτῶν εἰσφέρεται τοῖς δούλοις, ἢ παρὰ τῶν οἰκετῶν τοῖς δεσπόταις. Ἐκεῖνοι γάρ εἰσιν οἱ καὶ χρυσίον καταβάλλοντες, καὶ ὑπὲρ τῆς τῶν ἀναγκαίων εὐπορίας, καὶ ὑπὲρ τῶν ἐνδυμάτων, καὶ τῶν ἄλλων μεριμνῶντες ἁπάντων. Ὥστε μείζονα αὐτοῖς δουλείαν εἰσάγουσιν οἱ δεσπόται· ὅπερ καὶ ἐνταῦθα ᾐνίξατο εἰπὼν, ὅτι Πιστοί εἰσι καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι. Κόπτονται καὶ ταλαιπωροῦνται ὑπὲρ τῆς ὑμετέρας ἀναπαύσεως, καὶ οὐκ ὀφείλουσι πολλῆς ἀπολαύειν τιμῆς παρὰ τῶν οἰκετῶν;

Εἰ δὲ τοῖς δούλοις οὕτως ἐπέταττε τοσαύτῃ κεχρῆσθαι τῇ ὑπακοῇ, ἐννοήσατε πῶς ἡμᾶς πρὸς τὸν Δεσπότην διακεῖσθαι χρὴ, τὸν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἡμᾶς παραγαγόντα, τὸν τρέφοντα, τὸν ἐνδιδύσκοντα. Εἰ καὶ μηδαμῶς οὖν ἑτέρως, κἂν ὡς οἱ οἰκέται οἱ ἡμέτεροι, δουλεύσωμεν αὐτῷ. Οὐχὶ πᾶσαν τὴν ζωὴν εἰς τοῦτο κατεστήσαντο ἐκεῖνοι εἰς τὸ ἀναπαύεσθαι τοὺς δεσπότας αὐτῶν, καὶ τοῦτο ἔργον αὐτοῖς ἐστι, καὶ οὗτος ὁ βίος τὰ δεσποτικὰ μεριμνᾷν; οὐχὶ τὰ τοῦ δεσπότου πᾶσαν τὴν ἡμέραν μεριμνῶσι, τὰ δὲ αὐτῶν πολλάκις μικρὸν ἑσπέρας μέρος; Ἡμεῖς δὲ τοὐναντίον, τὰ μὲν ἡμέτερα διαπαντὸς, τὰ δὲ τοῦ Δεσπότου οὐδὲ μικρὸν μέρος, καὶ ταῦτα οὐ δεομένου τῶν ἡμετέρων, καθάπερ οἱ δεσπόται τῶν δούλων, ἀλλὰ καὶ τούτων αὐτῶν πάλιν εἰς ἡμέτερον προχωρούντων κέρδος. Ἐκεῖ μὲν γὰρ ἡ διακονία τοῦ οἰκέτου τὸν δεσπότην ὠφελεῖ· ἐνταῦθα δὲ ἡ διακονία τοῦ δούλου τὸν μὲν Δεσπότην οὐδὲν, πάλιν δὲ αὐτὸν τὸν οἰκέτην ὀνίνησι. Τῶν ἀγαθῶν γάρ μου, φησὶν, οὐ χρείαν ἔχεις. Εἰπὲ γάρ μοι, τί τῷ Θεῷ κέρδος, ἐὰν ἐγὼ δίκαιος ὦ; ποία δὲ βλάβη, ἐὰν ἄδικος; οὐχὶ ἀκήρατος ἡ φύσις ἐκείνη; οὐχὶ ἀβλαβής; οὐχὶ παντὸς ἀνωτέρα πάθους; Οἱ οἰκέται οὐδὲν ἴδιον ἔχουσιν, ἀλλὰ πάντα δεσποτικὰ, κἂν μυριάκις πλουτῶσιν· ἡμεῖς δὲ πολλὰ ἴδια ἔχομεν, οὐχ ἁπλῶς τοσαύτης τιμῆς ἀπολαύομεν παρὰ τοῦ τῶν ὅλων βασιλέως.

Ποῖος δεσπότης ὑπὲρ οἰκέτου τὸν υἱὸν ἔδωκε τὸν ἑαυτοῦ; Οὐδείς· ἀλλὰ πάντες ἂν ἕλοιντο μᾶλλον τοὺς οἰκέτας ὑπὲρ τῶν παίδων δοῦναι. Ἐνταῦθα δὲ τοὐναντίον· τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ᾽ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, ὑπὲρ τῶν ἐχθρῶν, τῶν μισούντων αὐτόν. Οἱ οἰκέται, κἂν βαρέα τινὰ ἐπιτάττωνται, οὐδὲ οὕτω δυσχεραίνουσι, καὶ μάλιστα ἂν ὦσιν εὐγνώμονες· ἡμεῖς δὲ ἀποδυσπετοῦμεν μυρία. Τοῖς οἰκέταις οὐδὲν ἐπαγγέλλεται τοιοῦτον ὁ δεσπότης, οἷον ἡμῖν ὁ Θεός· ἀλλὰ τί; ἐλευθερίαν τὴν ἐνταῦθα, τὴν πολλάκις τῆς δουλείας χαλεπωτέραν.

Πολλάκις γὰρ κατέλαβε λιμὸς, καὶ πικροτέρα δουλείας αὕτη ἡ ἐλευθερία γέγονε· καὶ τὸ δῶρον τοῦτο τὸ μέγιστον. Παρὰ δὲ τῷ Θεῷ οὐδὲν ἐπίκαιρον, οὐδὲν φθαρτὸν, ἀλλὰ τί; Βούλει μαθεῖν; ἄκουε. Οὐκ ἔτι λέγω ὑμᾶς δούλους, φησίν· ὑμεῖς φίλοι μού ἐστε.

Αἰσχυνθῶμεν, ἀγαπητοὶ, φοβηθῶμεν· κἂν ὡς οἰκέται ἡμῖν δουλεύουσι, δουλεύσωμεν ἡμεῖς τῷ Δεσπότῃ· μᾶλλον δὲ πρὸς τὸ πολλοστὸν μέρος τὴν δουλείαν ἡμεῖς ἐπιδεικνύμεθα; Ἐκεῖνοι διὰ τὴν ἀνάγκην φιλοσοφοῦσι, σκεπάσματα μόνον ἔχουσι καὶ τροφάς· ἡμεῖς δὲ μυρία, τὰ μὲν ἔχοντες, τὰ δὲ ἐλπίζοντες, ὑβρίζομεν τῇ τρυφῇ εἰς τὸν εὐεργέτην. Εἰ μηδαμόθεν ἄλλοθεν, κἂν παρ᾽ ἐκείνων δεχώμεθα τῆς φιλοσοφίας τοὺς κανόνας. Οἶδε γὰρ ἡ Γραφὴ οὐχὶ πρὸς οἰκέτας, ἀλλὰ καὶ πρὸς ἄλογα πέμπειν τοὺς ἀνθρώπους· οἷον ὅταν τὴν μέλισσαν, ὅταν τοὺς μύρμηκας κελεύῃ μιμεῖσθαι. Ἐγὼ δὲ κἂν τοὺς οἰκέτας μιμήσασθαι παραινῶ· ὅσα ἐκεῖνοι διὰ τὸν φόβον τὸν ἡμέτερον πράττουσι, κἂν τοσαῦτα διὰ τὸν τοῦ Θεοῦ φόβον ἡμεῖς πράττωμεν· οὐ γὰρ εὑρίσκομεν πράττοντας ὑμᾶς. Ἐκεῖνοι διὰ τὸν ἡμέτερον φόβον ὑβρίζονται μυριάκις, καὶ παντὸς φιλοσόφου μᾶλλον ἑστήκασι σιγῶντες· ὑβρίζονται καὶ δικαίως καὶ ἀδίκως, καὶ οὐκ ἀντιλέγουσιν, ἀλλὰ παρακαλοῦσιν, ἀδικοῦντες οὐδὲν πολλάκις.

Οὐδὲν ἐκεῖνοι πλέον τῆς χρείας λαμβάνοντες, πολλάκις δὲ καὶ ἔλαττον στέργουσι· καὶ ἐπὶ στιβάδος καθεύδοντες, καὶ ἄρτου μόνον πληρούμενοι, καὶ τὴν ἄλλην πᾶσαν δίαιταν ἔχοντες εὐτελῆ, οὐκ ἐγκαλοῦσιν, οὐδὲ δυσχεραίνουσιν ἐκεῖνοι διὰ τὸν παρ᾽ ἡμῶν φόβον· ἐμπιστευόμενοι χρήματα, πάντα ἀποδιδόασι (μὴ γάρ μοι τοὺς μοχθηροὺς εἴπῃς τῶν οἰκετῶν, ἀλλὰ τοὺς μὴ λίαν κακούς)· ἂν ἀπειλήσωμεν, εὐθέως συστέλλονται. Ἆρα οὐ φιλοσοφίας ταῦτα; Μὴ γὰρ ὅτι ἀνάγκῃ γίνεται εἴπῃς, ὅτι καὶ ἐπὶ σοὶ ἀνάγκη τῆς γεέννης ἐπίκειται, καὶ οὐδὲ οὕτω σωφρονεῖς, οὐδὲ τοσαύτην παρέχεις τιμὴν τῷ Θεῷ, ὅσης ἀπολαύεις παρὰ τῶν οἰκετῶν· ἔχει ἕκαστος τῶν οἰκετῶν οἴκημα τὸ νενομοθετημένον, καὶ οὐκ ἐπεμβαίνει τῷ τοῦ πλησίον, οὐδὲ λυμαίνεται τῇ ἐπιθυμίᾳ τοῦ πλείονος. Καὶ ταῦτα ἴδοι τις ἂν ἐν οἰκέταις διὰ τὸν τῶν δεσποτῶν φόβον φυλαττόμενα· καὶ σπανίως ἂν ἴδοις οἰκέτην τὰ τοῦ οἰκέτου ἁρπάζοντα, ἢ λυμαινόμενον. Παρὰ δὲ ἀνθρώποις ἐλευθέροις τὰ ἐναντία τούτων γίνεται· ἀλλήλους δάκνομεν, κατεσθίομεν, οὐ δεδοίκαμεν τὸν Δεσπότην, τὰ τῶν συνδούλων ἁρπάζομεν, κλέπτομεν, τύπτομεν, ὁρῶντος αὐτοῦ· τοῦτο δὲ οὐκ ἂν ποιήσειεν οἰκέτης, ἀλλὰ κἂν τύπτῃ, μὴ ὁρῶντος τοῦ δεσπότου, κἂν ὑβρίζῃ, μὴ ἀκούοντος· ἡμεῖς δὲ τοῦ Θεοῦ πάντα καὶ ὁρῶντος καὶ ἀκούοντος, τολμῶμεν. Φόβος ὁ τοῦ δεσπότου πρὸ τῶν ὀφθαλμῶν ἐκείνων διαπαντός· ἡμῶν δὲ οὗτος οὐδέποτε.

Διὰ τοῦτο πάντα ἄνω καὶ κάτω γέγονε, πάντα συγκέχυται καὶ διέφθαρται· καὶ αὐτοὶ μὲν οὐδὲ εἰς νοῦν λαμβάνομεν τὰ ἡμαρτημένα ἡμῖν, τῶν δὲ οἰκετῶν τῶν ἡμετέρων ἁμαρτανόντων μετὰ ἀκριβείας ἅπαντα ἐξετάζομεν, καὶ τὰ μικρότατα. Ταῦτα λέγω, οὐχὶ τοὺς οἰκέτας ὑπτίους ποιῆσαι βουλόμενος, ἀλλὰ τὸ ἡμέτερον ὕπτιον ἐπιστρέψαι, τὸ ῥᾴθυμον διεγεῖραι, ἵνα κἂν οὕτω δουλεύωμεν τῷ Θεῷ, ὡς ἡμῖν οἱ οἰκέται, οὕτω τῷ πεποιηκότι ἡμᾶς, ὡς ἡμῖν οἱ ὁμοούσιοι, καὶ μηδὲν τοιοῦτον ἔχοντες παρ᾽ ἡμῶν. Ἐλεύθεροι τῇ φύσει καὶ οὗτοί εἰσιν· Ἀρχέτωσαν τῶν ἰχθύων, καὶ τούτοις εἴρηται. Οὐκ ἔστιν αὕτη φύσεως ἡ δουλεία, ἀλλ᾽ αἰτίας ἐστὶ καὶ περιστάσεως· ἀλλ᾽ ὅμως πολλὴν ἡμῖν παρέχουσι τὴν τιμήν. Ἡμεῖς δὲ τούτοις μὲν μετὰ πάσης ἀκριβείας ἐπιτιθέμεθα τῆς ἡμετέρας ἕνεκεν διακονίας· τῷ δὲ Θεῷ οὐδὲ τὸ πολλοστὸν παρέχομεν μέρος, καὶ ταῦτα πάλιν εἰς ἡμᾶς στρεφομένης τῆς ὠφελείας.

Ὅσῳ γὰρ ἂν σπουδαιότερον δουλεύσωμεν τῷ Θεῷ, τοσούτῳ μᾶλλον ἑαυτοὺς ὀνήσομεν, καὶ αὐτοὶ μᾶλλον κερδανοῦμεν. Μὴ δὴ τοσαύτης ἀποστερήσωμεν ὠφελείας ἡμᾶς αὐτούς· ὁ μὲν γὰρ Θεὸς αὐτάρκης ἐστὶ καὶ ἀνενδεὴς, ἡ δὲ ἀμοιβὴ καὶ τὸ κέρδος πάλιν εἰς ἡμᾶς ἀνατρέχει. Ὡς οὖν οὐ τὸν Θεὸν θεραπεύοντες, ἀλλ᾽ ἡμᾶς αὐτοὺς, οὕτω διακεώμεθα, παρακαλῶ, καὶ δουλεύσωμεν αὐτῷ μετὰ φόβου καὶ τρόμου, ἵνα τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.