Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν πρὸς Τιμόθεον ἐπιστολὴν α΄
Υπόθεση της επιστολής
Εισαγωγικά στοιχεία για το πρόσωπο του Τιμοθέου, την ποιμαντική του καταλληλότητα και τον διδακτικό σκοπό της επιστολής.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Υπόθεση της επιστολής
Εισαγωγικά στοιχεία για το πρόσωπο του Τιμοθέου, την ποιμαντική του καταλληλότητα και τον διδακτικό σκοπό της επιστολής.
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ ΕΠΙΣΤΟΛΗΝ ΠΡΩΤΗΝ. ΥΠΟΘΕΣΙΣ. Τῶν τοῦ Ἀποστόλου μαθητῶν εἷς καὶ ὁ Τιμόθεος ἦν. Καὶ μαρτυρεῖ μὲν ὁ Λουκᾶς, ὅτι θαυμαστός τις νέος ἦν, μαρτυρούμενος ὑπὸ τῶν ἐν Λύστρᾳ καὶ Ἰκονίῳ ἀδελφῶν· ὃς ἅμα τε μαθητὴς ἐγένετο, καὶ διδάσκαλος· καὶ οὕτω σφόδρα συνετὸς ἦν, ὡς ἀκούων Παύλου χωρὶς περιτομῆς κηρύσσοντος, καὶ μαθὼν ὅτι καὶ Πέτρῳ ἀντέστη τούτου ἕνεκεν, ἑλέσθαι μὴ μόνον τὸ ἐναντίον μὴ κηρῦξαι, ἀλλὰ καὶ παθεῖν· περιέτεμε γὰρ αὐτὸν, φησὶν, ἐν ἡλικίᾳ τοιαύτῃ· οὕτω τε αὐτῷ πᾶσαν τὴν οἰκονομίαν ἐνεπίστευσεν. Ἤρκει μὲν οὖν ὁ τοῦ Παύλου πόθος δεῖξαι τὸν ἄνδρα, ὅστις ἐστί. Καὶ γὰρ καὶ ἀλλαχοῦ αὐτῷ μαρτυρεῖ γράφων [καὶ λέγων], Τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ Εὐαγγέλιον· καὶ Κορινθίοις πάλιν ἐπιστέλλει λέγων, Ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστί μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ· καὶ πάλιν, Βλέπετε μή τις αὐτὸν ἐξουθενήσῃ· τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται, ὡς κἀγώ. Καὶ Ἑβραίοις δὲ γράφων ἔλεγε, Γινώσκετε τὸν ἀδελφὸν Τιμόθεον ἀπολελυμένον· καὶ πολλὴν πανταχόθεν εὕροι τις ἂν αὐτοῦ τὴν ἀγάπην. Καὶ τὰ νῦν δὲ γενόμενα θαύματα δείκνυσιν αὐτοῦ τὴν παῤῥησίαν.
Εἰ δέ τις ἐξετάζοι, τί δήποτε Τίτῳ καὶ Τιμοθέῳ γράφει μόνοις, καίτοι γε καὶ Σίλας τῶν εὐδοκίμων ἦν, καὶ Λουκᾶς ὁμοίως· φησὶ γὰρ αὐτὸς γράφων. Καὶ Λουκᾶς ἐστι μόνος μετ᾽ ἐμοῦ· καὶ Κλήμης δὲ εἷς τῶν συνόντων αὐτῷ ἐτύγχανε· φησὶ γὰρ καὶ περὶ αὐτοῦ, Μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου· τίνος οὖν ἕνεκεν Τίτῳ καὶ Τιμοθέῳ γράφει μόνοις; Ὅτι τούτοις ἤδη Ἐκκλησίας ἦν ἐγκεχειρικὼς, ἐκείνους δὲ ἔτι μεθ᾽ ἑαυτοῦ περιῆγε· τούτους δὲ φανεροῖς τισι τόποις ἀφώρισε. Τοσαύτη γὰρ ἦν αὐτοῦ ἡ ὑπερβολὴ τῆς ἀρετῆς, ὡς μηδὲν τὴν νεότητα ἐμποδίσαι. Διὰ τοῦτο γράφων φησί· Μηδείς σου τῆς νεότητος καταφρονείτω. [καὶ πάλιν, Τὰς νεωτέρας, φησὶν, ὡς ἀδελφάς.] Ὅταν γὰρ ᾖ ἀρετὴ, πάντα περιττὰ, καὶ οὐδὲν ἐμποδὼν γένοιτ᾽ ἄν. Καὶ γὰρ περὶ ἐπισκόπων διαλεγόμενος, καὶ πολλὰ περὶ αὐτῶν εἰπὼν, οὐδαμοῦ περὶ τῆς ἡλικίας ἀκριβολογεῖται. Εἰ δὲ λέγοι γράφων, Τέκνα ἐν ὑποταγῇ ἔχοντα, καὶ, Μιᾶς γυναικὸς ἄνδρα, οὐ τοῦτό φησιν, ὡς ἀναγκαῖον καὶ τέκνα ἔχειν καὶ γυναῖκα, ἀλλ᾽, εἰ συμβαίη ποτὲ ἀπὸ κοσμικῶν ἄγεσθαι, ἵνα τοιοῦτοι ὦσιν, ὡς καὶ οἰκίας εἰδέναι προεστάναι καὶ παίδων καὶ τῶν ἄλλων ἁπάντων. Εἰ γὰρ καὶ κοσμικὸς εἴη, καὶ μηδὲ ἐν τούτοις χρήσιμος γεγονὼς, πῶς ἂν ἐπιστεύθη φροντίδα Ἐκκλησίας;
Τίνος δὲ ἕνεκεν ἐπέστελλε, φησὶ, τῷ μαθητῇ εἰς διδασκαλίαν τεταγμένῳ λοιπόν; οὐ γὰρ ἔδει πρότερον ἀπαρτισθῆναι αὐτὸν, εἶτα πέμπεσθαι; Ἀλλ᾽ ἐδεῖτο διδασκαλίας οὐ τῆς αὐτῆς, ἧς οἱ μαθηταὶ, ἀλλὰ τῆς διδασκάλῳ πρεπούσης. Ὅρα οὖν αὐτὸν δι᾽ ὅλης τῆς ἐπιστολῆς διδασκάλῳ προσήκουσαν ποιούμενον τὴν διδασκαλίαν. Καὶ εὐθέως ἐκ τοῦ προοιμίου οὐκ εἶπεν, ἵνα μὴ προσέχῃς τοῖς ἑτεροδιδασκαλοῦσιν, ἀλλὰ τί; Ἵνα παραγγείλῃς αὐτοῖς μὴ ἑτεροδιδασκαλεῖν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.