Εἰ τοίνυν κηρύττειν δεῖ, μετὰ παῤῥησίας κηρύττειν δεῖ· ἐπεὶ οὐδὲ κηρύττειν ἐστί. Διὰ τοῦτο οὐδὲ εἶπεν ὁ Χριστὸς, Εἴπατε ἐπὶ τῶν δωμάτων, ἀλλὰ, Κηρύξατε ἐπὶ τῶν δωμάτων, καὶ ἀπὸ τοῦ τόπου, καὶ ἀπὸ τοῦ τρόπου τὸ γεγονὸς παριστῶν. Ὃ ἐπιστεύθην ἐγὼ κατ᾽ ἐπιταγὴν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ. Καὶ τὸ, Ἐπιστεύθην, καὶ τὸ, Κατ᾽ ἐπιταγὴν, τὸ ἀξιόπιστον δείκνυσιν· ὥστε μηδένα ἀναξιοπαθεῖν, μηδὲ ἀκκίζεσθαι, μηδὲ δυσχεραίνειν. Εἰ τοίνυν ἐπιταγή ἐστι, οὐκ εἰμὶ κύριος· ἐπίταγμα γὰρ πληρῶ. Τῶν γὰρ πρακτέων τὰ μὲν ἐφ᾽ ἡμῖν κεῖται, τὰ δὲ οὐκ ἐφ᾽ ἡμῖν· ἃ μὲν γὰρ ἐπιτάττων λέγει, ταῦτα οὐκ ἐφ᾽ ἡμῖν· ἅπερ δὲ ἐπιτρέπων, ταῦτα ἐφ᾽ ἡμῖν τυγχάνει. Οἷον τὸ, Ἐάν τις εἴπῃ τῷ ἀδελφῷ αὑτοῦ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρὸς, τοῦτο ἐπίταγμα· καὶ τὸ, Ὅταν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ γνῷς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ἀπελθὼν διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου· καὶ τοῦτο ἐπίταγμα, καὶ τὸν μὴ ποιήσαντα ἀνάγκη ὑπεύθυνον εἶναι κολάσει. Ὅταν δὲ λέγῃ, Ἐὰν θέλῃς τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα· καὶ πάλιν, Ὁ δυνάμενος χωρεῖν, χωρείτω, οὐκέτι ἐπίταγμά ἐστι· τὸν γὰρ ἀκροατὴν ποιεῖ κύριον τῶν λεχθέντων, καὶ τὴν αἵρεσιν αὐτῷ δίδωσι τῶν πρακτέων.