γʹ. Τὸν ἐξ ἐναντίας φησὶ καὶ τὸν διάβολον καὶ πάντα τὸν ἐκείνῳ διακονούμενον. Ὅταν γὰρ καὶ βίος λάμπῃ, καὶ λόγος ᾖ συμβαίνων, ἐπιεικὴς, ἥμερος, προσηνὴς, μηδεμίαν τοῖς ἐναντίοις παρέχων λαβὴν, πολὺ καὶ ἄφατον τὸ κέρδος. Πολλὴ ἄρα τῆς τοῦ λόγου διακονίας ἡ χρεία, λόγου οὐ τοῦ τυχόντος, ἀλλὰ δοκίμου τινὸς καὶ ἀλήπτου, καὶ μηδεμίαν μηδαμόθεν παρεχομένου τοῖς βουλομένοις πρόφασιν. Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι, ἐν πᾶσιν εὐαρέστους εἶναι. Ὁρᾷς τί προλαβὼν εἶπεν, Ἵνα ὁ ἐξ ἐναντίας, φησὶν, ἐντραπῇ, μηδὲν ἔχων περὶ ἡμῶν λέγειν φαῦλον. Ἄρα καταγνώσεως ἄξιος ὁ γυναῖκας ἀπὸ ἀνδρῶν ἀποζευγνὺς τῇ προφάσει τῆς ἐγκρατείας, καὶ ὁ δούλους δεσποτῶν ἀποστερῶν τῷ αὐτῷ δὴ τούτῳ προσχήματι. Οὗτος οὐκ ἔστιν ἀκατάγνωστος ὁ λόγος· πολλὴν δὲ καὶ τοῖς ἀπίστοις δίδωσι λαβὴν, καὶ τὰ πάντων καθ᾽ ἡμῶν ἀνοίγει στόματα. Δούλους, φησὶν, ἰδίοις δεσπόταις ὑποτάσσεσθαι, ἐν πᾶσιν εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας, μὴ νοσφιζομένους, ἀλλὰ πίστιν πᾶσαν ἐνδεικνυμένους ἀγαθὴν, ἵνα τὴν διδασκαλίαν τὴν τοῦ Θεοῦ Σωτῆρος ἡμῶν κοσμῶσιν ἐν πᾶσιν. Εἰκότως ἄρα ἔλεγεν ἑτέρωθι, Ὡς τῷ Θεῷ δουλεύοντες, καὶ οὐκ ἀνθρώποις. Κἂν γὰρ τῷ δεσπότῃ διακονῇς μετ᾽ εὐνοίας, ἀλλ᾽ ἡ πρόφασις ἀπὸ τοῦ φόβου τὴν ἀρχὴν ἔχει. Ὥστε ὁ μετὰ τοσούτου φόβου ἐκείνῳ διακονῶν, μεγίστων ἐπιτεύξεται τῶν μισθῶν.