Καὶ εἰ πάντα τις ἐπέλθοι τὰ κατ᾽ αὐτοὺς, εὑρήσει φανερῶς ὅτι καὶ εἰς τὴν φύσιν αὐτὴν ἐνύβριζον, καὶ οὐδεὶς ὁ κωλύων ἦν· ἀλλὰ τὰ δράματα αὐτοῖς πάντα τούτων γέμει, μοιχείας, ἀσελγείας, διαφθορᾶς. Παννυχίδες ἐγίνοντο μιαραὶ, καὶ γυναῖκες ἐκαλοῦντο ἐπὶ τὴν θέαν. Ὢ τῆς μιαρίας! ἐν νυκτὶ, ἐν θεάτρῳ παννυχὶς ἦν, καὶ παρθένος ἐκάθητο μεταξὺ νέων μεμηνότων καὶ μεθύοντος ὄχλου .. Τὸ σκότος ἦν ἡ πανήγυρις, καὶ τὰ μυσαρὰ ἔργα τὰ ὑπ᾽ αὐτῶν τελούμενα. Διὰ τοῦτό φησιν· Ἦμέν ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις. Ὁ δεῖνα τῆς μητρυιᾶς ἠράσθη, φησὶ, καὶ ἡ δεῖνα τοῦ προγόνου, καὶ ἀπήγξατο. Τοὺς γὰρ τῶν παίδων ἔρωτας, οὕσπερ αὐτοῖς παιδικὰ καλεῖν ἔθος ἐστὶν, οὐδὲ εἰπεῖν ἔνι. Ἀλλὰ τί; βούλει μητρογαμίας ἰδεῖν; Ἔστι καὶ τοῦτο παρ᾽ αὐτοῖς, καὶ τὸ δὴ δεινὸν, ὑπὸ ἀγνοίας τὸ πρᾶγμα ἐγίνετο, καὶ οὐκ ἐκώλυεν ὁ θεὸς ὁ παρ᾽ αὐτοῖς, ἀλλὰ περιεώρα τὴν φύσιν ὑβριζομένην, καὶ ταῦτα τῶν ἐπισήμων οὖσαν Εἰ δὲ οὓς εἰκὸς, εἰ καὶ μὴ δι᾽ ἕτερόν τι, διὰ γοῦν τὴν τῶν πολλῶν δόξαν ἀντέχεσθαι τῆς ἀρετῆς, οὗτοι δὲ οὕτω πρηνεῖς κατὰ τῆς κακίας ἐφέροντο· τί εἰκὸς τοὺς πολλοὺς καὶ λανθανόντως βιοῦντας διαπράττεσθαι; τί ποικιλώτερον ταύτης τῆς ἡδονῆς;