Οἷον, ἵνα καὶ ἐπὶ ὑποδείγματος ποιήσω τὸν λόγον φανερὸν, ἔστω τις τοῦ αὐτοῦ, ὁ μὲν οἰκέτης, ὁ δὲ υἱός· ἐὰν οὖν ὁ οἰκέτης ἐλευθερίαν ἀναβοήσῃ μηδαμόθεν αὐτῷ προσήκουσαν, καὶ ἀντικαταστῇ τῷ δεσπότῃ, οὐχ ὑπομένει τι ποιῆσαι δουλικὸν, οὐδὲ ἐπιταττόμενος ὑπακούει, δεδοικὼς μὴ τοῦτο αὐτὸ τῇ ἐλευθερίᾳ λυμήνηται, καὶ πρόσκομμα αὐτῷ τὸ ἐπίταγμα ἐργάσηται· ἥρπασε γὰρ τὴν τιμὴν, καὶ παρὰ ἀξίαν ἔχει. Ὁ δὲ υἱὸς οὐ παραιτήσεται ἐπιτελέσαι πᾶν ἔργον δουλικὸν, εἰδὼς ὅτι κἂν ἅπαντα διακονήσηται τὰ τῶν δούλων, οὐδὲν αὐτῷ τὰ τῆς ἐλευθερίας παραβέβλαπται, ἀλλ᾽ ἀκίνητα μένει, τῆς φυσικῆς εὐγενείας ἀναιρεθῆναι μὴ δυναμένης ἀπὸ τῶν δουλικῶν ἔργων· ἐπειδήπερ οὐκ ἐξ ἁρπαγῆς αὐτὴν ἔχει, καθάπερ ὁ οἰκέτης, ἀλλ᾽ ἄνωθεν καὶ ἐκ πρώτης αὐτῷ συγκληρωθεῖσαν ἡμέρας. Τοῦτο οὖν καὶ ὁ Παῦλος δηλῶν περὶ τοῦ Χριστοῦ φησιν, ὅτι ἐπειδὴ φύσει ἐλεύθερος ἦν καὶ γνήσιος υἱὸς, οὐχ ὡς ἁρπαγὴν λαβὼν τὴν ἰσότητα, ἐδέησεν αὐτὴν ἀποκρύψαι, ἀλλὰ θαῤῥῶν ἀνέλαβε τὴν δούλου μορφήν. ᾜδει γὰρ ᾔδει σαφῶς, ὅτι ἡ συγκατάβασις οὐδὲν αὐτοῦ τὴν δόξαν ἐλαττῶσαι δυνήσεται· οὐ γὰρ ἐπείσακτος ἦν, οὐδὲ κατὰ ἁρπαγὴν δοθεῖσα, οὐδὲ ἀλλοτρία καὶ μὴ προσήκουσα, ἀλλὰ φυσικὴ καὶ γνησία. Διὰ τοῦτο δούλου μορφὴν ἔλαβεν, εἰδὼς σαφῶς καὶ πεπεισμένος, ὅτι οὐδὲν αὐτὸν τοῦτο παραβλάψαι δυνήσεται.