Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν προσκύνησιν τοῦ τιμίου σταυροῦ

Ἰωάννης ὁ Χρυσόστομος

Εγκώμιον του σταυρού, καθολική προσκύνηση και εσχατολογική προοπτική

Σειρά ρητορικών χαιρετισμών και εκτενής αναφορά στις σωτηριώδεις ιδιότητες του σταυρού, τη συντριβή του άδη, τη φανέρωση της θείας αγάπης και τη σημασία του κατά τη Δευτέρα Παρουσία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Χαίροις σταυρὲ, ἀρχὴ σωτηρίας, καὶ ὀχύρωμα βασιλείας· χαίροις, σταυρὲ, προβλήτωρ ἀποστόλων, καὶ κήρυγμα προφητῶν· χαίροις, σταυρὲ, καύχημα μαρτύρων καὶ κήρυγμα ὁσίων· χαίροις, σταυρὲ, γαλήνη τῶν χειμαζομένων, καὶ ἀνάῤῥυσις τῶν αἰχμαλωτιζομένων· χαίροις, σταυρὲ, δικαίων καὶ ὁσίων ἀγαλλίαμα· χαίροις, σταυρὲ, ἱερέων στολιστὰ, καὶ πρεσβυτέρων σεμνότης· χαίροις, σταυρὲ, διακόνων ἀγλάϊσμα, καὶ ἀναγνωστῶν φαιδρότης· χαίροις, σταυρὲ, μοναζόντων καύχημα, καὶ πενθούντων παράκλησις· χαίροις, σταυρὲ, φύλαξ Ἐκκλησιῶν, καὶ πόλεων εὐνομία· χαίροις, σταυρὲ, ὀρφανῶν πάτερ, καὶ χηρῶν προστάτα· χαίροις, σταυρὲ, πολεμουμένων σωτηρία, καὶ πλανωμένων ὁδηγός· χαίροις, σταυρὲ, ἀδικουμένων ὑπέρμαχος, καὶ ἀδικούντων ἀντίδικος· χαίροις, σταυρὲ, ὀδυνωμένων ψυχαγωγία, καὶ κινδυνευόντων παραμυθία· χαίροις, σταυρὲ, τῶν φαύλων ἐπιτηδευμάτων διορθωτὰ, καὶ τῶν κρειττόνων σπουδασμάτων βοηθέ· χαίροις, σταυρὲ, πολεμουμένων ὅπλον ἀήττητον, καὶ πιπτόντων ἔγερσις· χαίροις, σταυρὲ, ἀσθενούντων δύναμις, καὶ ἀδυνάτων βακτηρία· χαίροις, σταυρὲ, παρθενευόντων στέφανος, καὶ χηρευόντων σωφροσύνη· χαίροις, σταυρὲ, ἔνδυμα τῶν νεοφωτίστων, καὶ φύλαξ νηπίων· χαίροις, σταυρὲ, δούλων ἐλευθερία, καὶ ἀποθνησκόντων ἐντάφιον· χαίροις, σταυρὲ, τῶν ψυχῶν ὁ ἁγιασμὸς, καὶ τῶν δαιμόνων κατακάρδιος ἧλος· χαίροις, σταυρὲ, ὁ τῶν ὁδοιπόρων συνοδοιπόρος, καὶ τῶν πλεόντων εὔδιος λιμήν· χαίροις, σταυρὲ, τῶν πιστῶν ἀσφάλεια, καὶ ἀγρυπνούντων παραμύθιον· χαίροις, σταυρὲ, τὸ ἡμερινὸν ὅπλον, καὶ νυκτερινὸν φυλακτήριον· χαίροις, σταυρὲ, ἀσθενούντων βακτηρία, καὶ ποιμένων ῥάβδος· χαίροις, σταυρὲ, ἐπιστρεφόντων χειραγωγία, καὶ προκοπτόντων τελείωσις· χαίροις, σταυρὲ, τῶν ψυχῶν ἡ σωτηρία, καὶ σωμάτων πάντων κακῶν ἀποτρόπαιον· χαίροις, σταυρὲ, πάντων ἀγαθῶν πρόξενος, καὶ ἁμαρτιῶν ἀναίρεσις· χαίροις, σταυρὲ, φυτὸν ἀναστάσεως, καὶ ξύλον ζωῆς αἰωνίου· χαίροις, σταυρὲ, πίστεως κρηπὶς, καὶ ἱερωσύνης τελείωσις· χαίροις, σταυρὲ, ἀνομιῶν ἀπολύτρωσις, καὶ Ἐκκλησιῶν θεμέλιος καὶ στήριγμα· χαίροις, σταυρὲ, νόσων καθαίρεσις, καὶ ὁδοιπορούντων ἀνάπαυσις· χαίροις, σταυρὲ, ἐπικουρία τῶν δεομένων, καὶ ἀγωνιστῶν συμμαχία· χαίροις, σταυρὲ, ὀδυνωμένων ἀνάκτησις, καὶ εὐθυπορούντων ἔρεισμα· χαίροις, σταυρὲ, ἐλεημοσύνης αἴτιος, καὶ ἀσπλαγχνίας τιμωρία· χαίροις, σταυρὲ, πάντων βοήθεια κραταιὰ, καὶ βεβαιούσης ἐλπίδος ἀσφάλεια.

Σήμερον σταυρὸς προσκυνεῖται, καὶ τοῦ Χριστοῦ ἡ ἀνάστασις ἐγκαινίζεται· σήμερον σταυρὸς προσκυνεῖται, καὶ ἡ πόλις τοῦ Θεοῦ, ἡ ἄνω Ἱερουσαλὴμ, σὺν τοῖς ἐπιγείοις εὐφραίνεται· σήμερον σταυρὸς προσκυνεῖται, καὶ Σιὼν ἡ μήτηρ πασῶν τῶν Ἐκκλησιῶν ἐπαγγέλλεται· σήμερον σταυρὸς προσκυνεῖται, καὶ τὰ πέρατα τῆς γῆς εἰς προσκύνησιν τούτου συναθροίζονται· σήμερον σταυρὸς προσκυνεῖται, καὶ βασιλεῖ Ῥωμαίων κατὰ βαρβάρων νίκη δεδώρηται· σήμερον σταυρὸς προσκυνεῖται, ἡ σωτηρία τῶν πιστῶν καὶ ἀντίληψις τῶν εὐσεβῶν· σήμερον σταυρὸς προσκυνεῖται, καὶ ὁ τετραπέρατος κόσμος ἀγάλλεται· σήμερον σταυρὸς προσκυνεῖται, καὶ πᾶσαι αἱ φυλαὶ, λαοί τε καὶ γλῶσσαι ἑορτάζουσι· σήμερον σταυρὸς προσκυνεῖται, καὶ ἡ κτίσις ἀνακαινίζεται· σήμερον σταυρὸς προσκυνεῖται, καὶ ὁ Ἀδὰμ ἀνανεοῦται· σήμερον σταυρὸς προσκυνεῖται, καὶ ἡ Εὔα μήτηρ τῶν ζώντων ἀναδείκνυται βοηθὸς, οὐκ ἐπίβουλος γενομένη κατὰ τὸ πρότερον, ἀντὶ ξύλου τῆς γνώσεως τὸ ξύλον τῆς ζωῆς τρυγῶσα, ἀντὶ τῆς παρακοῆς ὑπακοὴν ἐκτελοῦσα, ἀντὶ τῆς κατάρας τὴν εὐλογίαν λαμβάνουσα, ἀντὶ τοῦ, Ἐν λύπαις τέξεις τέκνα, τὴν ἐν χαρᾷ πολυτεκνίαν κομιζομένη, ἀντὶ τῆς φθορᾶς τὴν ἀφθαρσίαν σοφιζομένη. Ἀλλὰ τίς αὕτη τῶν ζώντων ἡ μήτηρ, καὶ τίς τὸ ξύλον καρπεύεται τῆς ζωῆς, ἀλλ᾽ ἢ ἡ τοῦ Θεοῦ Ἐκκλησία; καὶ τὸ ξύλον ὁ σταυρὸς τοῦ Κυρίου τοῦ καλοῦ τῆς Ἐκκλησίας νυμφίου.

Τοῦτο νῦν προσκυνεῖται, καὶ παραδειματίζεται τῆς κακίας ὁ ἄρχων, καὶ στηλιτεύονται δαίμονες, καὶ τὰ πνευματικὰ τῆς πονηρίας φυγαδεύονται στίφη, καὶ σκυλεύεται ᾅδης, καὶ ἡ τούτου φάλαγξ δραπετεύεται, καὶ ὁ Βελίαρ καταπεπάτηται, καὶ τῆς ἁμαρτίας ὁ σύμβουλος οὐκέτι παρακαλεῖ τῇ μητρὶ πάντων ἡμῶν· ἀλλ᾽ ἐπὶ τὸ στῆθος ἕρπει, τηρῶν μὲν πτέρναν, πατούμενος δὲ τὴν κεφαλήν.

Καὶ γῆν μὲν ἐσθίει τὴν καταδικασθεῖσαν ἀκάνθας καὶ τριβόλους ἐκφέρειν· βλέπει δὲ τὴν ὑπ᾽ αὐτοῦ πρώην πατουμένην τὸ ξύλον τῆς ζωῆς τρυφῶσαν, αὐτὸς δὲ ἐναπομείνας τῇ προτέρᾳ κατάρᾳ· βλέπει δὲ μήτε τῆς πτέρνης ἐξουσιάζων, αὐτοῦ δὲ ἁπάσας συνθλωμένας τὰς κεφαλὰς τῷ σταυρῷ· θεωρεῖ παρεστῶσαν ἐκ δεξιῶν ὡς βασίλισσαν τὴν πρώην κατάκριτον, καὶ τὴν φύλλα συκῆς τὴν γύμνωσιν σκέπουσαν, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένην, πεποικιλμένην, καὶ τὴν οἰκείαν ἀκοσμίαν θρηνεῖ. Βλέπει τῷ βασιλικῷ σκήπτρῳ στηριζομένην, καὶ πρὸς αὐτὸν ὑψουμένην τὸν οὐρανὸν, καὶ τὴν ἑαυτοῦ πτῶσιν ὀδύρεται· βλέπει συγκαλοῦσαν τὰ τέκνα μετὰ ὑψηλοῦ κηρύγματος πρὸς τὴν προσκύνησιν τοῦ τιμίου σταυροῦ, καὶ τὴν ὑπακοὴν φρίσσει, καὶ προθυμίαν θαυμάζει, καὶ τὸ πλῆθος ἐκπλήττεται· βλέπει τὴν σύμπασαν κτίσιν ἑορτάζουσαν, καὶ ἑαυτὸν ὡς διπλοΐδα αἰσχύνην ἐνδεδυμένον· καὶ τὸ λόγιον τὸ φάσκον πληρούμενον· Ἔντεινον, καὶ κατευοδοῦ, καὶ βασίλευε· Ἔντεινον τὸ τόξον τὸ τοῦ σταυροῦ, κέντησον τὸν διάβολον, βασίλευσον τῆς κτίσεως, κατευόδωσον τὸν ἄνθρωπον. Καὶ πάλιν, Ὑψοῦτε Κύριον τὸν Θεὸν ὑμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Τὰ γὰρ τείχη τῆς ἁμαρτίας, καὶ τὰς πόλεις τοῦ ᾅδου ἐξηδάφισεν ὁ σταυρὸς τοῦ Χριστοῦ.

Ἀλλὰ δεῦτε, προσκυνήσωμεν τὸν σταυρόν. Δεῦτε, καρπολογήσωμεν καὶ τρυγήσωμεν τὸ ξύλον τοῦ σταυροῦ, τὸ παρὰ τὰς διεξόδους τῶν ἐκ τῆς πλευρᾶς ὑδάτων ἑστὼς, ὃ καὶ τὸν καρπὸν αὐτοῦ ἔδωκεν ἐν καιρῷ αὐτοῦ. Ὁ γὰρ σταυρὸς τοῦ Χριστοῦ δένδρον ἐστὶν ἀθανασίας, φυτὸν ἀφθαρσίας, ῥίζα δικαιοσύνης, σωφροσύνης βλάστημα, παρθενίας ἄνθος, χηρείας ῥόδον. Σταυρὸς, ἀνδρείας ὅπλον, καὶ ἐγκρατείας στήριγμα· σταυρὸς θεμέλιος πίστεως, καὶ εὐσεβείας ὑποβάθρα· σταυρὸς θεογνωσίας φωτισμὸς, καὶ ἀποφάσεως λύσις· σταυρὸς ἐξορίας ἀνάκλησις, καὶ αἰχμαλώτων λύτρωσις· σταυρὸς πλανωμένων ἐπιστροφὴ, καὶ πιπτόντων ἔγερσις· σταυρὸς σωζομένων δύναμις, καὶ ἀῤῥωστούντων ἴασις· σταυρὸς προκοπὴ δικαίων, καὶ παῤῥησία μαρτύρων· σταυρὸς ἀποστόλων κήρυγμα καὶ προφητῶν ἀγαλλίαμα· σταυρὸς κήρυγμα διδασκάλων, καὶ μοναζόντων ἔπαινος· σταυρὸς βραβεῖον εἰρήνης, καὶ ὁμονοίας κλήτωρ· σταυρὸς οὐρανίων καὶ ἐπιγείων σύνδεσμος, καὶ τῶν καταχθονίων ἐκσυλευτής· σταυρὸς κτίσεως ἁγιασμὸς, καὶ οὐρανίων ἀγαθῶν πάροχος· σταυρὸς ἑορταζόντων πανήγυρις, καὶ ἀῤῥαβὼν υἱοθεσίας, καὶ βασιλείας οὐρανῶν κληρονόμος.

Καὶ τὸ δὴ θαυμαστότερον, ἀγάπης τοῦ Θεοῦ καὶ Πατρὸς περὶ ἡμᾶς σύμβολον μέγιστον ἔνδειξίς τε τοῦ Υἱοῦ μέχρι θανάτου θειοτέρας ὑπακοῆς καὶ σοφίας τοῦ Πνεύματος. Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν μονογενῆ αὐτοῦ Υἱὸν ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων ἐπ᾽ αὐτὸν, μὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον. Ὁ δὲ υἱὸς γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, δέδωκεν ἡμῖν τῆς κατὰ τοῦ θανάτου νίκης τρόπαιον, ἵνα σὺν αὐτῷ διὰ τῆς σοφίας τοῦ Πνεύματος προκαθελόντος ἀρχάς τε καὶ ἐξουσίας, χειρωσώμεθα τὸν ἐχθρὸν, καὶ δήσωμεν τὸν ἰσχυρὸν, καὶ διαρπάσωμεν αὐτοῦ τὰ σκεύη, καὶ λοιπὸν ἀφόβως ἐργασώμεθα τὸν παράδεισον τοῦ Θεοῦ, καὶ τὸν θησαυρὸν ἀνορύξωμεν τοῦ ἀγροῦ, καὶ τὸν πολύτιμον ἐμπορευσώμεθα μαργαρίτην, ἐμπρέπειν τὴν σφραγῖδα μέλλοντα τοῦ σταυροῦ, καὶ τὴν ἡμέραν τῆς κτίσεως.

Ὥσπερ γὰρ τοῦ Χριστοῦ τότε κρεμαμένου, ἐῤῥάγησαν οἱ τάφοι, καὶ ὁ ᾅδης ἠνεῴχθη, καὶ αἱ πέτραι διεῤῥήγνυντο, μοχλοὶ συνετρίβοντο, ἐδονοῦντο στοιχεῖα, καὶ ἀνίσταντο οἱ νεκροὶ, καὶ ἐξήλλοντο αἱ ψυχαί· οὕτω καὶ σήμερον σταυροῦ προκειμένου, φυγαδεύεται ὁ διάβολος, δραπετεύουσι δαίμονες. Ἐπὶ γὰρ σταυροῦ ὕψωσε τὴν σάρκα, ἵνα φανῇ ἡ σὰρξ ὑψουμένη, καὶ θάνατος πεπτωκώς.

Σήμερον σταυρὸς προσκυνεῖται, καὶ τῶν προφητικῶν φωνῶν ἡ σφραγὶς τετέλεσται. Διὰ σταυροῦ γὰρ ἐλύθη δεσμῶν, ἅπερ ἐχάλκευσεν ὁ ὄφις ἐν παραδείσῳ, καὶ ἐστόμωσεν ὁ Ἀδὰμ, καὶ ὤξυνεν ἡ Εὔα· διὰ σταυροῦ ὁ λῃστὴς ἐτυμβωρύχησε τὸν παράδεισον. Ποῖος γὰρ οἶκος, ὁ μὴ ἔχων τὸν σταυρὸν θεμέλιον; ποῖον πλοῖον, τὸ μὴ πηδαλιουχούμενον ὑπὸ τοῦ σταυροῦ; ποία πόλις, ἡ μὴ ἔχουσα τὸν σταυρὸν φρούριον; ποῖος βασιλεὺς, ὁ μὴ ἀναδεσμούμενος τοῦ σταυροῦ βακτηρίαν; ποία Ἐκκλησία, ἡ μὴ ἔχουσα τὸν σταυρὸν τροπέγγυον, καὶ τούτῳ τετειχισμένη; ποία χήρα, ἡ μὴ ἔχουσα τὸν σταυρὸν βακτηρίαν; ποῖος ὀρφανὸς, ὁ μὴ ἔχων ἀρωγὸν τὸν σταυρόν; Σταυρὸς ἐν νυκτὶ φωτίζει, τὴν ἡμέραν λαμπαδουχεῖ, τὰς ψυχὰς λαμπρύνει, χειμῶνας συμφορῶν παύει, συζυγίαν συσφίγγει, ὀρφανοὺς ἀνατρέφει. Τοῦτο τῆς οἰκονομίας τὸ πέρας, τοῦτο τοῦ σταυροῦ τὸ κατόρθωμα, τοῦτο τοῦ πάθους τὸ τρόπαιον, τοῦτο τῶν ἑορτῶν τὸ κεφάλαιον. Οὗτος τῆς Παλαιᾶς Διαθήκης ὁ θησαυρὸς, οὗτος τῶν Εὐαγγελίων ὁ τίμιος μαργαρίτης, οὗτος τῆς βασιλείας ὁ πολυτίμητος στέφανος, πάντα λόγον καὶ διήγησιν ὑπεραίρων.

Τότε γὰρ, φησὶ, φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ. Τότε, πότε; Ὅτε αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, ὅτε μετὰ τῶν ἀγγέλων αὐτοῦ ὁ μονογενὴς Υἱὸς τοῦ Πατρὸς ἐλεύσεται κρῖναι ζῶντας καὶ νεκρούς. Τότε γὰρ οἱ τῷ σημείῳ διαπρέποντες τῷ βασιλικῷ, καὶ τὸν πολύτιμον ἑαυτοῖς κτησάμενοι μαργαρίτην, καὶ τὸ κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν κάλλος διασώσαντες, ἐν νεφέλαις εἰς οὐρανὸν ἁρπαγήσονται. Ὁ γὰρ Κύριος καὶ Θεὸς Ἀποστέλλει τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος φωνῆς μεγάλης, καὶ συνάξουσι τοὺς ἐκλεκτοὺς ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ᾽ ἄκρου τοῦ οὐρανοῦ ἕως ἄκρου αὐτοῦ. Ταῦτα ὁ εὐαγγελιστὴς Ματθαῖος περὶ τῆς ἐσομένης τοῦ Υἱοῦ τοῦ Θεοῦ δευτέρας ἐλεύσεως, καὶ τοῦ προηγουμένου σταυροῦ. Τὸ δὲ νῦν τελούμενον τύπος ἐστὶ τοῦ μέλλοντος ἐναργής. Ἰδοὺ γὰρ προτίθεται σταυρὸς ἐπὶ τῆς γῆς, καὶ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν καὶ γένος ἀνθρώπων, καὶ ἡλικία πᾶσα τῷ σημείῳ τοῦ σταυροῦ κατασφραγίζεται, ἄρχοντές τε καὶ ἀρχόμενοι, δεσπόται καὶ δοῦλοι, ἄδοξοί τε καὶ ἔνδοξοι, σοφοί τε καὶ ἰδιῶται, δυσγενεῖς τε καὶ εὐγενεῖς.