Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Ῥαχὴλ καὶ τὰ νήπια

Ἰωάννης ὁ Χρυσόστομος

Ο θρήνος και η παραμυθία της Ραχήλ

Περιγραφή του πόνου της Ραχήλ για τη σφαγή των νηπίων από τον Ηρώδη και παρηγορία της μέσω της προβολής της ουράνιας μακαριότητας των βρεφών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Τὸ γὰρ τῶν πατέρων γέρας ἐκ τῆς τῶν υἱῶν εὐκοσμίας συνέστηκε· μᾶλλον δὲ οἱ τῶν υἱῶν στέφανοι ἐκ τῆς τῶν πατέρων εὐδοξίας καλλωπίζονται. Ἀλλ᾽ ἐπειδὴ ἀπὸ τοῦ ἀναγνώσματος τοῦ στεναγμοῦ τῆς Ῥαχὴλ, καθάπερ ὑπὸ κέντρου, νυττόμενος πρὸς αὐτὴν ἀποστρέφομαι· Λέγε μοι, ὦ Ῥαχὴλ, λέγε τὸν ἐν τῷ στεναγμῷ σου κρυπτόμενον πόνον· οὕτω γὰρ τὸ σκάφος τῆς διανοίας σου, τὸ ὑπὸ τῆς λύπης βαρυνόμενον, κουφισθήσεται· προφερομένων δὲ τῶν λόγων ἐκ τῆς καρδίας σου σημαινόντων τὸν πόνον, συνεξέρχεται τοῖς ῥήμασι καὶ τὸ βαρὺ τῆς λύπης. Λέγε μοι τοίνυν, Ῥαχὴλ, τί κλαίεις; ὁρῶ γάρ σου τὰ δάκρυα περὶ τὰς παρειὰς ποταμηδὸν ἐπιῤῥέοντα, καὶ τὸ πνεῦμα πικρῶς περὶ τὴν καρδίαν εἱλούμενον, καὶ διὰ τῶν μυκτήρων ἀτάκτως φερόμενον. Τί λύεις σου τὰς κόμας, καὶ ταύτας προφέρεις, ἃς δεῖ σε κρύπτειν; τί τῶν αἰδεσίμων γυναικῶν τὸ σεμνὸν μυστήριον ἐκπομπεύεις νικωμένη ὑπὸ τῆς ἄγαν μανίας;

Οἴμοι, οἴμοι Ῥαχήλ! λαλήσω λοιπὸν ἐν πικρίᾳ ψυχῆς συνεχομένη· καὶ τί εἴπω; Βούλομαι ἐκ καρδίας προφέρειν τὸν λόγον, καὶ πάλιν ἀναποδίζω, τὴν αἰτίαν τῶν κακῶν καὶ τῆς μεγίστης συμφορᾶς οὐχ εὑρίσκουσα. Ὢ βασιλέως Ἡρώδου τοῦ διδάσκοντός με μὴ φονεύειν, καὶ ἔργῳ τὸν ἑαυτοῦ νόμον ἀκυροῦντος! ὃν ἐνόμιζον βασιλέα εἶναι τῆς εὐταξίας, τοῦτον ἡγεμόνα τῆς ἀταξίας ὁρῶ νῦν, ἀτάκτως καὶ ἀνόμως ἐργαζόμενον. Ὢ μεγίστης ἀνοίας! ὁ ἕνα φόνον ποιήσας ὑπεύθυνος θανάτου γίνεται, καὶ Ἡρώδης τοσούτους φόνους ποιήσας, βασιλεὺς ὀνομάζεται. Καὶ οἱ μὲν γεωργοὶ ἐξ οἰκείων θησαυρῶν τὸν σπόρον προφέροντες ἐν σχισταῖς λαγόσι τῆς γῆς καθαρὸν τὸν σῖτον ῥαίνουσιν· ὁπόταν δὲ βλαστήσαντες οἱ ἀστάχυες λαμπρὰν τὴν ὥραν τοῦ σπόρου σημαίνωσιν, τότε δὴ τὰς χεῖρας ἐκτείναντες ὀξείᾳ δρεπάνῃ τὰ λήϊα τέμνουσιν. Ἡρώδης δὲ τὰ τῆς ἐμῆς κοιλίας γεννήματα μήπω τὰ ἄνθη τῆς ἡλικίας κυπριάσαντα, μήπω τῶν ἐαρινῶν τῶν χαρίτων ἰούλων περὶ τὰς παρειὰς ἀνατείλαντα, ὀξείᾳ μαχαίρᾳ τῶν ἐμῶν λαγόνων τὴν χλόην ἀπεμάρανεν.

Οἴμοι, οἴμοι! τὴν κοιλίαν μου ἐγὼ ἀλγῶ, καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου μαιμάσσει· ἡ ψυχή μου σπαράττεται τῇ καρδίᾳ· οὐ σιωπήσω. Διὰ γὰρ τὴν ἄγαμον νύμφην Μαριὰμ ταῦτα ὑπομένω, διὰ τὸν ἐν φάτνῃ κρυπτόμενον Λόγον. Μήπω τοὺς ἐμοὺς βότρυας, τῶν αἰσθήσεων τοὺς ῥῶγας περκάζοντας ἤδη ἀφανισμένους ὁρῶ. Οἴμοι, οἴμοι! οὕσπερ ἐνναμηνιαίῳ χρόνῳ μετὰ πόνων βαστάσασα ἡ φύσις ὡρίμους ποιήσασα ἔτεκε, τούτους ἀώρους μιᾷ πληγῇ μαχαίρας σφαγέντας ὁρῶ.

Οἴμοι! ὦ παρθένε Μαριὰμ, ὁμοῦ τε καὶ μήτηρ, ἡ ἄνδρα οὐ γινώσκουσα, καὶ υἱὸν γεννήσασα, σὺ τὸν πόνον τῶν μητέρων οὐκ οἶδας· εἰ γὰρ ᾔδεις, ἔκλαυσας ἄν. Ἀπόνως ἐβάστασας, ἀπόνως ἐκύησας, ἀπόνως τὸν οὐράνιον Λόγον ἐν τῷ οἴκῳ τῆς μήτρας σου ἐξένισας, ἀπόνως τὸ οὐράνιον ἄνθος τῇ οἰκουμένῃ ἐβλάστησας.

Ἀλλὰ δεῦρο λοιπὸν, καὶ μηκέτι θρήνει, ἀλλὰ παῦσαι τοῦ πένθους, Ῥαχήλ. Ἡρώδης τοὺς σοὺς νηπίους ἐπὶ γῆς ἀπέκτεινεν, ἀλλὰ τούτους Θεὸς ἐν οὐρανῷ ἀνατρέφει· Ἡρώδης τοὺς σοὺς παῖδας τοῦ προσκαίρου φωτὸς ἐστέρησεν, ἀλλὰ τούτους ἐν οὐρανῷ τοῦ ἰδίου φωτὸς ἐμπλήσει. Οὐχ ὁρᾷς αὐτοὺς ἐπὶ γῆς ἁλλομένους, ἀλλὰ τότε ὄψει, καὶ χαρήσῃ ὁρῶσα τούτους ὡς ἄρνας σκιρτῶντας ἐν παραδείσῳ. Νῦν λυπῇ οὐχ ὁρῶσα τούτους ἐπὶ τραπέζης χεῖρας ἐκτείνοντας, ἀλλὰ τότε ὄψει, καὶ χαρήσῃ ὁρῶσα τούτους μετ᾽ ἀγγέλων εὐωχουμένους τὸν οὐράνιον ἄρτον· νῦν λυπῇ οὐχ ὁρῶσα τούτους κελαδοῦντας, ἀλλὰ τότε ὄψει καὶ χαρήσῃ τούτων τῶν νηπίων τὸν χορὸν, δίκην χελιδόνων ἐαρινῶν, ἐν τῷ παραδείσῳ Χριστὸν ἀνυμνοῦντα. Ἐπειδὴ γὰρ ὁ προφήτης ἔλεγεν, Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον, προέλαβεν ὁ τῶν νηπίων χορὸς ὕμνους ἐπινικίους Χριστῷ ἑτοιμάζων, τὸν τοῦ προφήτου λόγον πληρῶν, τὸ, Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. Ἀλλὰ ταῦτα μὲν, ἀγαπητοὶ, πρὸς ψυχῆς τέρψιν εἰρήκαμεν· λοιπὸν γὰρ ἐπὶ τὴν ἀτραπὸν τοῦ Εὐαγγελίου τραπῶμεν. Ἀκούσας γὰρ, φησὶν, Ἡρώδης ἐταράχθη. Τί ἀκούσας; Ὅτι ὁ βασιλεὺς τῶν Ἰουδαίων ἐγεννήθη. Ὅρα μοι, ἀγαπητὲ, τὸν διάβολον ἐν τῷ Ἡρώδῃ ταραττόμενον, καὶ τοῦτον λίαν.