Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Σαμαρεῖτιν, ἐν τῇ μεσοπεντηκοστῇ

Ἰωάννης ὁ Χρυσόστομος

Η φιλανθρωπία και η θεία συγκατάβαση του Σωτήρος

Περιγραφή της κοπώσεως του Ιησού και της αναμονής του στο φρέαρ με σκοπό τη σωτηρία της γυναίκας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

Οὐ γὰρ ἀνέβαινε Χριστὸς ταῖς τῶν δεομένων ἀναζητεῖσθαι σπουδαῖς, ἀλλ᾽ αὐτὸς ἐφ᾽ ἑκάστης ὠδίνει βοηθείας· συνείχετο μεριμνῶν παραλύτους, συναλγῶν τοῖς πυρέττουσι, τὰ τῶν τυφλῶν οἰκειούμενος, τὴν ἐπὶ τοῖς λεπροῖς περιφέρων φροντίδα, τρέχων εἰς δαιμονιώντων βοήθειαν, ἐκπλύνων ἐῤῥυπωμένας ψυχὰς ἁπάντων, ὑδροφορούσαις διδάσκαλος. Τότε γὰρ ἐκ τῆς ὁδοιπορίας κεκοπιακὼς παρεκαθέζετο τῷ φρέατι· Ὁ γὰρ Ἰησοῦς, φησὶν, κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ. Ὥρα ἦν ὡσεὶ ἕκτη.

Ἐπάλληλος ἀπληστία φιλανθρωπίας· πρῶτον μὲν, ὅτι κέκμηκε, τῆς Σαμαρείτιδος σπεύδων προετοιμάσαι σωτηρίαν· δεύτερον, ὅτι ἐκαθέζετο, μένων σωθῆναι φανεῖσαν· τρίτον, ὅτι τὸν τοῦ ἀρίστου καιρὸν εἰς τὴν ὑπὲρ αὐτῆς προσεδρίαν ἀνήλισκεν. Ὥρα ἦν, φησὶν, ὡσεὶ ἕκτη. Εἰ γὰρ καὶ Θεὸς ἦν, ἀλλὰ τὸ φαινόμενον τοῖς τῆς φύσεως τέως περιεβέβλητο πάθεσιν, αἰσθανόμενος κόπων, ὑποκείμενος ὕπνῳ, διοχλούμενος πείνῃ, πᾶσαν ἔχων πρὸς ἡμᾶς πλὴν ἁμαρτίας συγγένειαν. Ἐνίκα δὲ ὅμως ἐν αὐτῷ τῶν σωζομένων ὁ πόθος τὸν τοῦ σώματος κόπον. Ἐβράδυνε μᾶλλον τοῦ κοπιαθέντος ἡ χρῄζουσα, καὶ ὁ μὴ χρῄζων παρέμενεν. Ἐφλέγετο τῷ τῆς μεσημβρίας αὐχμῷ, καὶ τὴν τῆς σωθησομένης παρουσίαν ἐκαιροτήρει. Ἐκαθέζετο γὰρ, φησὶν, ἐπὶ τῇ πηγῇ, οὐδὲ κατακλινόμενος τὴν θήραν ἀνέμενεν, ἀλλ᾽ ὠδίνων παρασχεῖν σωτηρίαν, ἐν ἑτοίμῳ τῇ Σαμαρείτιδι προητοιμάζετο.