Εἰ γὰρ εἶπεν αὐτῇ, ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος, ὅπου δεῖ προσκυνεῖν, καθὼς προσέταξε Μωϋσῆς τοῖς υἱοῖς Ἰσραὴλ, σκληροτέραν ἂν αὐτὴν ἀπειργάσατο· ἐπειδὴ, ὡς εἰρήκαμεν, παλαιὰν εἶχεν ὑπόληψιν περὶ τοῦ ὄρους τοῦ ἐν Σικίμοις, ὅτι ἐν αὐτῷ θυσιάζειν ὁ Ἀβραὰμ τὸν Ἰσαὰκ προσετέτακτο παρὰ τοῦ Θεοῦ. Καὶ πάλιν, εἰ ἠθέλησεν αὐτῇ συγκαταβῆναι, καὶ εἰπεῖν, ὅτι Τοῦτό ἐστι τὸ ὄρος, καὶ καλῶς προσκυνεῖτε, πάλιν ψευδὲς τὸ ῥῆμα προεβάλλετο. Διὰ τοῦτο οὖν ἀμφότερα χαμαὶ καταλιπὼν ἐπὶ τὴν πνευματικωτέραν προσκύνησιν χειραγωγεῖ τὸ γύναιον, καί φησι· Γύναι, πίστευσόν μοι λέγοντι, ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσουσι τῷ Πατρί· ἀλλ᾽ οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ. Καὶ γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Εἶδες διδασκαλίαν ἀρίστην, εἶδες εὐμηχάνου Διδασκάλου σοφίαν; Γύναι, πίστευσόν μοι λέγοντι. Βλέπε, πῶς καταρτίζει τὴν πίστιν τῆς γυναικός· βλέπε, πῶς τὴν ψυχὴν αὐτῆς κατ᾽ ὀλίγον εἰς τοὺς οὐρανοὺς ἀνακουφίζει, οὐκ αἰσχυνόμενος τὸ τῆς πόρνης περιβόλαιον, ἀλλὰ τῆς ψυχῆς τὴν σωτηρίαν διακονῶν.