Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Σαμαρεῖτιν

Ἰωάννης ὁ Χρυσόστομος

Ο έλεγχος του βίου και η διδασκαλία περί πνευματικής προσκυνήσεως

Η αποκάλυψη των αμαρτημάτων της Σαμαρείτιδος, η ομολογία της και η θεολογική απάντηση του Ιησού για την αληθινή και πνευματική λατρεία του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Κύριε, δός μοι τὸ ὕδωρ, ἵνα μὴ διψῶ, μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Ὕπαγε, φώνησον τὸν ἄνδρα σου, καὶ ἐλθὲ ἐνθάδε. Εἰ κοινωνὸν, φησὶν, ἔχεις τῆς μίξεως, κοινωνὸς γενέσθω καὶ τῆς πίστεως· μὴ μόνη λάμβανε τὴν δωρεὰν τῶνδε τῶν πνευματικῶν χαρισμάτων. Ὕπαγε, φώνησον τὸν ἄνδρα σου, καὶ ἐλθὲ ἐνθάδε. Διὰ γὰρ τοῦτο παρεγενόμην, οὐχ ἵνα μόνην τὴν Εὔαν σώσω διὰ τῆς ἀειπαρθένου Μαρίας καὶ θεοτόκου, ἀλλ᾽ ἵνα καὶ τὸν ἄνδρα δι᾽ ἐμοῦ εἰς τὸν παράδεισον πάλιν ἀνακαλέσωμαι. Ὕπαγε, φώνησον τὸν ἄνδρα σου, καὶ ἐλθὲ ἐνθάδε. Καλῶς, ἀγαπητοὶ, καὶ ὁ τῆς οἰκουμένης διδάσκαλος Παῦλος τῷ αὐτῷ κανόνι Κορινθίοις γράφων ἔλεγε· Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Τέως δὲ τῶν προκειμένων ἁψώμεθα. Ὕπαγε, φώνησον τὸν ἄνδρα σου, καὶ ἐλθὲ ἐνθάδε. Λέγει αὐτῷ ἡ γυνὴ, Οὐκ ἔχω ἄνδρα.

Καὶ ἤρξατο λοιπὸν ἡ γυνὴ τὰς ἑαυτῆς ἁμαρτίας ἀνακαλύπτειν· ἤρξατο λοιπὸν ἐξομολογεῖσθαι, καὶ λέγειν, Οὐκ ἔχω ἄνδρα. Καὶ γὰρ λοιπὸν τῷ τῆς πορνείας καὶ τῷ τῆς ἀσωτίας κατεβαπτίσθην βυθῷ, καὶ ἄνδρα οὐκ ἔχω. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Καλῶς εἶπας, ὅτι Ἄνδρα οὐκ ἔχω· πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν, ὃν ἔχεις, οὐκ ἔστι σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας.

Τί δέ ἐστι τοῦτο, τὸ Πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν, ὃν ἔχεις, οὐκ ἔστι σου ἀνήρ; Ἀναγκαῖον εἰπεῖν. Ἡ γυνὴ πέντε ἄνδρας ἔσχεν, καὶ ἐτελεύτησαν· μετ᾽ ἐκείνους δὲ ἐπόρνευσεν· ὅθεν οὐδεὶς αὐτῇ λοιπὸν ὡς γυναικὶ νομίμῃ προσεγγίζειν ἐβούλετο. Ἐκείνη δὲ μὴ φέρουσα χαλινῶσαι τῆς ἡδονῆς τὰ κύματα, λαθραίως εἶχε λοιπὸν τὸν πορνεύοντα μετ᾽ αὐτῆς· καὶ οὐκ ἦν οὐδὲ πόρνη περιφανὴς, οὔτε νομίμη· εἶχεν δὲ ἄνδρα λαθραίως· ἐνόμιζε δὲ ὡς ἄνθρωπον τὸν Χριστὸν παρακρούεσθαι, καὶ ἔλεγεν αὐτῷ, Οὐκ ἔχω ἄνδρα. Εἶτα ὁ Χριστὸς γινώσκων τὰ κρύφια τῆς καρδίας, καὶ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, λέγει αὐτῇ· Καλῶς εἶπας, ὅτι Ἄνδρα οὐκ ἔχω· πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις, οὐκ ἔστι σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας.

Λέγει αὐτῷ ἡ γυνή· Κύριε, θεωρῶ, ὅτι προφήτης εἶ σύ. Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ ὑμεῖς δὲ λέγετε οἱ Ἰουδαῖοι ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος, ὅπου δεῖ προσκυνεῖν. Ποῖον προφήτην λέγεις, ὦ γύναι; ὃν ὁ Μωϋσῆς ἔγραψεν, ὅτι Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμὲ, ἢ ἕτερόν τινα; τοῦτον σὺ λέγεις, γύναι, τὸν ἀποκαλύπτοντα τὰ κρύφια τῆς καρδίας;

Καὶ γὰρ τὴν ἀποκάλυψιν τῶν ἁμαρτημάτων παρὰ τοῦ Δεσπότου λαβοῦσα, λέγει· Κύριε, θεωρῶ, ὅτι προφήτης εἶ σύ. Ταὐτὸν ἦν αὐτὴν τὸ τοῦ Δαυῒδ εἰπεῖν· Ἐκ τῶν κρυφίων μου καθάρισόν με. γʹ. Καὶ ἐκάθητο ὁ Θεὸς, ὁμιλῶν τῇ γυναικί. Ὢ πολλῆς φιλανθρωπίας· ὁ καθήμενος ἐπὶ τὸν Χερουβὶμ πόρνῃ γυναικὶ διαλέγεται. Θεωρῶ, ὅτι προφήτης εἶ σύ. Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ ὑμεῖς λέγετε, ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος, ὅπου δεῖ προσκυνεῖν. Ἡ πόρνη περὶ δογμάτων εἰσάγει λόγον, καὶ νομίσασα τὸν Δεσπότην εἶναι προφήτην, οὐδὲν ᾔτησε βιωτικόν· Κύριον ὡμολόγησε, καὶ χρημάτων περιουσίαν οὐκ ἐπεζήτησε. Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. Κύριον ὡμολόγησε, καὶ οὐδὲν ᾔτησε πλέον τῶν πατρικῶν δογμάτων. Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος, ὅπου δεῖ προσκυνεῖν. Καὶ γὰρ ἐν τῷ ὄρει ἐκείνῳ τῷ Σώμωρ ὁ Ἀβραὰμ τὸν ἴδιον υἱὸν Ἰσαὰκ εἰς θυσίαν ἀνήνεγκε τῷ Θεῷ, ἐν δὲ τοῖς Ἱεροσολύμοις ὁ Ἰακὼβ ἐν Μεσοποταμίᾳ κατερχόμενος πρὸς Λάβαν τὸν Σύρον, τὴν ἀπὸ τῆς γῆς ἕως οὐρανοῦ κλίμακα τεταμένην κατὰ τοὺς ὕπνους κατεῖδε, καὶ τὴν πάλην τὴν μετὰ τοῦ Θεοῦ ἐπάλαισε· διὸ καὶ ἔλεγεν· Ὁ Θεὸς ὤφθη μοι ἐν Λούσᾳ. Διὰ τοῦτο ἡ γυνὴ δογμάτων ἅπτεται, καί φησι· Κύριε, θεωρῶ, ὅτι προφήτης εἶ σύ.

Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ ὑμεῖς λέγετε, ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος, ὅπου δεῖ προσκυνεῖν. Τί οὖν ὁ Κύριος; Πάλιν μετὰ τῆς πρεπούσης αὐτῷ σοφίας ἀποκρίνεται. Ἐπειδὴ γὰρ Ἰουδαῖος ἐνομίζετο παρ᾽ αὐτῆς, αὐτὴ δὲ Σαμαρεῖτις ἦν, οὐκ ἠθέλησε πρὸς τὴν πεῦσιν ἀποκρίνασθαι, ἵνα μήτε διαψεύσηται, μήτε τὴν γυναῖκα σκληροτέραν ἀπεργάσηται. Οὐ γὰρ ἦν αὐτῷ ἄλλο τι τὸ κατασκευαζόμενον, ἀλλὰ θηρεῦσαι τὸ γύναιον πρὸς τὴν τῆς σωτηρίας ὁδὸν ἐπεζήτει· καὶ διὰ τοῦτο οὐδὲν σκληρότερον πρὸς αὐτὴν λέγει, ἵνα μήτε διαψεύσηται, μήτε καταισχύνῃ τὴν Σαμαρεῖτιν.

Εἰ γὰρ εἶπεν αὐτῇ, ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος, ὅπου δεῖ προσκυνεῖν, καθὼς προσέταξε Μωϋσῆς τοῖς υἱοῖς Ἰσραὴλ, σκληροτέραν ἂν αὐτὴν ἀπειργάσατο· ἐπειδὴ, ὡς εἰρήκαμεν, παλαιὰν εἶχεν ὑπόληψιν περὶ τοῦ ὄρους τοῦ ἐν Σικίμοις, ὅτι ἐν αὐτῷ θυσιάζειν ὁ Ἀβραὰμ τὸν Ἰσαὰκ προσετέτακτο παρὰ τοῦ Θεοῦ. Καὶ πάλιν, εἰ ἠθέλησεν αὐτῇ συγκαταβῆναι, καὶ εἰπεῖν, ὅτι Τοῦτό ἐστι τὸ ὄρος, καὶ καλῶς προσκυνεῖτε, πάλιν ψευδὲς τὸ ῥῆμα προεβάλλετο. Διὰ τοῦτο οὖν ἀμφότερα χαμαὶ καταλιπὼν ἐπὶ τὴν πνευματικωτέραν προσκύνησιν χειραγωγεῖ τὸ γύναιον, καί φησι· Γύναι, πίστευσόν μοι λέγοντι, ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσουσι τῷ Πατρί· ἀλλ᾽ οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ. Καὶ γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Εἶδες διδασκαλίαν ἀρίστην, εἶδες εὐμηχάνου Διδασκάλου σοφίαν; Γύναι, πίστευσόν μοι λέγοντι. Βλέπε, πῶς καταρτίζει τὴν πίστιν τῆς γυναικός· βλέπε, πῶς τὴν ψυχὴν αὐτῆς κατ᾽ ὀλίγον εἰς τοὺς οὐρανοὺς ἀνακουφίζει, οὐκ αἰσχυνόμενος τὸ τῆς πόρνης περιβόλαιον, ἀλλὰ τῆς ψυχῆς τὴν σωτηρίαν διακονῶν.

Διὰ τί; Ἐπειδὴ οὐκ ἦλθε καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν· ἐπειδὴ διὰ τὸ ἀπολωλὸς πρόβατον, μὴ κενώσας τοὺς κόλπους τοὺς πατρικοὺς, πρὸς ἡμᾶς καταβέβηκε, κλίνας οὐρανοὺς καὶ ἄνθρωπος τέλειος γέγονεν, ὅπερ ἦν μεμενηκώς. Γύναι, πίστευσόν μοι, ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ. Καὶ γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Οὐ περιγράφεται τόπῳ ἡ τοῦ Θεοῦ προσκύνησις, ἀλλ᾽ ἐξεφήπλωται πανταχοῦ τῆς θείας χάριτος ἡ ἐπίγνωσις· οὐκ ἔτι Ἰουδαῖοι καὶ Σαμαρεῖται ἁρπάζουσι πρὸς ἑαυτοὺς τοῦ νόμου τὰ σύμβολα. Καὶ γὰρ τοὺς προσκυνοῦντας τὸν Θεὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ, δεῖ προσκυνεῖν. Οὐκ ἔτι ἐν ἀλλοτρίοις ὁλοκαυτώμασι, καὶ μόσχοις, καὶ κριοῖς· οὐκ ἔτι περιτομὴ, καὶ σαββάτου φυλακή· οὐκ ἔτι ναὸς, καὶ βωμὸς, καὶ τράγος ἀποπομπαῖος, καὶ τὰ ἅγια τῶν ἁγίων· οὐκ ἔτι σκιὰ, καὶ λατρεία, καὶ σάββατα διεψευσμένα. Τὰς γὰρ νεομηνίας ὑμῶν καὶ τὰ σάββατα, φησὶν ὁ Θεὸς διὰ προφήτου, καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν καὶ ἀργίαν, καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου. Τοὺς προσκυνοῦτας γὰρ αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Παρελήλυθεν ἐκεῖνα πάντα ὡς σκιά· τὰ ἀρχαῖα παρῆλθεν· ἰδοὺ γέγονε τὰ πάντα καινά.

Μετεστράφη λοιπὸν τῶν πραγμάτων ἡ χᾶρις· οὐκ ἔτι κατὰ τὸν νόμον εἰς ἕνα τόπον τοὺς προσκυνοῦντας τῷ Θεῷ συγκροτεῖσθαι συγχωρῶ· εἰς πᾶσαν γὰρ τὴν οἰκουμένην ἐφαπλῶσαι βούλομαι τὰ τῆς σωτηρίας χαρίσματα. Εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.