Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Σαμαρεῖτιν

Ἰωάννης ὁ Χρυσόστομος

Η φανέρωση του Μεσσία και η ιεραποστολική δράση της Σαμαρείτιδος

Η άμεση αποκάλυψη της μεσσιανικής ιδιότητας του Χριστού, η σύγκριση με τους αποστόλους και το ζηλωτικό κήρυγμα της γυναίκας στην πόλη της.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

Λέγει αὐτῷ ἡ γυνή· Οἶδα ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀπαγγελεῖ ἡμῖν πάντα. Ὢ πόρνης πνευματικὰ φιλοσοφούσης· ὢ πόρνης τὰς θείας Γραφὰς ἐπὶ στόματος φερούσης. Κἂν γὰρ τῷ σώματι βεβάπτισται τῇ τῆς πορνείας ἀκαθαρσίᾳ, ἀλλ᾽ ἡ ψυχὴ κεκαθάρισται τῇ τῶν θείων Γραφῶν ἐπαγγελίᾳ καὶ ἀναγνώσει. Οἶδα ὅτι Μεσσίας ἔρχεται. Μεσσίας δὲ ἑρμηνεύεται Ἠλειμμένος. Διὰ τοῦτο ἡ γυνὴ, Προσδοκῶ, φησὶ, τὸν Ἠλειμμένον, οὗ ἡ σὰρξ ἀλειφθήσεται τῇ θεότητι. Ἐκεῖνος ὅταν ἔλθῃ, ἀναγγελεῖ ἡμῖν πάντα. Ὢ προκοπῆς πνευματικῆς, ὢ γυναικὸς πόρνης καὶ πάντα εἰδυίας. Βλέπε πῶς ἀπὸ τῶν καταχθονίων εἰς τοὺς οὐρανοὺς ἀνεπτερώθη. Μεσσίαν λέγει τὸν ἀποστελλόμενον, τὸν προσδοκώμενον Χριστὸν, τὸν ἐπὶ σωτηρίᾳ παντὸς τοῦ κόσμου ἐρχόμενον, καὶ πάλιν προφήτην, καὶ πάλιν Κύριον· οὐκ ἔτι καλεῖ αὐτὸν Ἰουδαῖον, οὐκ ἔτι διακρίνεται περὶ τὴν δόσιν τοῦ ὕδατος, οὐκ ἔτι λέγει πρὸς αὐτόν· Πῶς σὺ, Ἰουδαῖος ὢν, παρ᾽ ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος; οὐ γὰρ συγχρῶνται Ἰουδαίοις Σαμαρεῖται· ἀλλὰ τί;

Κύριε, θεωρῶ, ὅτι προφήτης εἶ σύ· καὶ πάλιν ἁπτομένη δογμάτων· Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ ὑμεῖς λέγετε, ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος, ὅπου δεῖ προσκυνεῖν. Βλέπε, πῶς ἁρπάζει τὴν δωρεὰν τῶν πνευματικῶν χαρισμάτων· βλέπε, πῶς ἅπαντα μετὰ Γραφικῆς ἀποδείξεως λέγει.

Οἶδα, ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα. Ἐκεῖνον ζητῶ, ἐκεῖνον προσδοκῶ, ἐκεῖνον ἐκδέχομαι. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι, ὁ λαλῶν σοι. Ὢ μεγάλων καὶ παραδόξων θαυμάτων· ὃ πολλοῖς τῶν ἀποστόλων οὐκ ἀπεκάλυψε, τοῦτο τῇ πόρνῃ φανερῶς ἀποκαλύπτει.

δʹ. Ἐπὶ τοῦ Κλεώπα ἑαυτὸν τοῖς ἀποστόλοις οὐκ ἀπεκάλυψεν· ἀλλ᾽ ὅτε διήνοιξεν αὐτῶν τοὺς ὀφθαλμοὺς, τότε ἄφαντος ἐγένετο ἀπ᾽ αὐτῶν, ὡς καὶ τοὺς μαθητὰς εἰπεῖν, ὅτι Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, ὡς διήνοιγεν ἡμῖν τὰς Γραφάς;

Ἐκείνοις ἑαυτὸν οὐκ ἀπεκάλυψε, καὶ τῇ γυναικὶ λέγει· Ἐγώ εἰμι, ὁ λαλῶν σοι. Ὃ ἐποίησε Παύλῳ μόνῳ, τῷ ἕως τρίτου οὐρανοῦ ἀνελθόντι, τῷ ἁρπαγέντι εἰς τὸν παράδεισον, καὶ ἄῤῥητα ῥήματα ἀκούσαντι, τῷ τὴν οἰκουμένην σαγηνεύσαντι, τοῦτο προλαβὼν καὶ τῇ Σαμαρείτιδι πεποίηκεν. Παύλῳ σαφῶς ἀπεκάλυψεν ἐξ οὐρανοῦ λέγων· Σαῦλε, Σαῦλε, τί με διώκεις; Σκληρόν σοι πρὸς κέντρα λακτίζειν. Ὁ δὲ Σαῦλος ἀπεκρίθη λέγων· Τίς εἶ, Κύριε; Ὁ δὲ ἀπεκρίθη· Ἐγώ εἰμι Ἰησοῦς Χριστὸς, ὃν σὺ διώκεις. Τοῦτο δὲ νῦν τῇ Σαμαρείτιδι λέγει· Ἐγώ εἰμι, ὁ λαλῶν σοι.

Ἐπὶ τούτοις ἔρχονται οἱ μαθηταὶ, καὶ εὑρίσκουσιν αὐτὸν ὁμιλοῦντα τῇ γυναικί· Καὶ ἐθαύμασαν, ὅτι μετὰ γυναικὸς ἐλάλει. Ὁ παρὰ τῶν ἀγγέλων προσκυνούμενος, μετὰ πόρνης διελέγετο· ὁ μετὰ τοῦ Πατρὸς συμβασιλεύων βασιλείαν τὴν ἀτελεύτητον, μόνος πρὸς μόνην τὴν γυναῖκα ὡμίλει. Ἀλλ᾽ ἐκείνη τὴν ὑδρίαν ἀφεῖσα, εἰσῆλθεν εἰς τὴν πόλιν. Ἀφῆκε τὴν ὑδρίαν, ἐπειδὴ ἐνεπλήσθη τῶν ζώντων ὑδάτων, καὶ εἰσελθοῦσα πρὸς τοὺς πολίτας, ἐβόα· Δεῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα, ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός; Δεῦτε, ἴδετε ἄνθρωπον. Οὐκ εἶπε, Δεῦτε, βλέπετε Θεὸν ἐν ἀνθρώποις, ἵνα μὴ τοῖς ἀνθρώποις δόξῃ παραφρονεῖν, ἵνα μὴ εἴπωσιν ἄνθρωποι, Αὕτη μαίνεται. Πότε γὰρ εἶδέ τις Θεὸν περιπατοῦντα; πότε τις εἶδε Θεὸν μετ᾽ ἀνθρώπων συναναστρεφόμενον;

Δεῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα, ὅσα ἐποίησα. Διεγείρει αὐτοὺς πρὸς ἐπιθυμίαν ἐξελθεῖν, καὶ θηρευθῆναι· ὡς ἐσαγηνεύθη, σαγηνεύει· ἀπὸ Ἰουδαίου εἰς Κύριον προέκοπτεν αὐτὴ, ἀπὸ ἀνθρώπου εἰς Θεὸν χειραγωγεῖ. Ὢ πόρνης ἀποστολικῆς· ἡ πόρνη γέγονε τῶν ἀποστόλων δυνατωτέρα. Οἱ γὰρ ἀπόστολοι μετὰ τὸ πληρωθῆναι πᾶσαν τὴν οἰκονομίαν, τότε τῶν ἀποστολικῶν ἤρξαντο κηρυγμάτων· ἡ δὲ πόρνη καὶ πρὸ τοῦ Πάθους καὶ τῆς οἰκονομίας καὶ τῆς ἀναστάσεως τὸν Χριστὸν εὐαγγελίζεται. Δεῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα, ὅσα ἐποίησα. Στηλιτεύω τὰ ἐμὰ ἁμαρτήματα, ἵνα ὑμᾶς χειραγωγήσω· ἵνα ὑμεῖς ἴδητε Θεὸν πρὸς ἀνθρώπους παραγενόμενον, ἐκπομπεύω μου τὰ κακά· καὶ προσκυνείσθω Χριστὸς ὁ τοὺς ἁμαρτωλοὺς μὴ βδελυττόμενος.

Δεῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα, ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός; Βλέπε σοφίαν γυναικὸς, βλέπε πόρνης εὐγνωμοσύνην. Ἓν ἁμάρτημα εἶπεν αὐτῇ ὁ Χριστὸς μόνον τὸ τῆς πορνείας, κἀκείνη ἀφεῖσα τὴν ὑδρίαν, ἔδραμεν εἰς τὴν πόλιν, λέγουσα· Δεῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα, ὅσα ἐποίησα.