Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Σαμαρεῖτιν

Ἰωάννης ὁ Χρυσόστομος

Προτροπή σε μετάνοια και επίλογος

Κατακλείδα του λόγου με ηθικές προτροπές για την εξαγόρευση των σφαλμάτων, την επιδίωξη της αιωνίου ζωής και την τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 5

Κηρύττει τὸν εἰδότα τὰ πάντα, κηρύττει τῶν ἀποστόλων ἰσχυρότερα. Οὐκ εἶδεν αὐτὸν ἐκ τῶν νεκρῶν ἐγειρόμενον, οὐκ εἶδε τετραήμερον Λάζαρον ἐκ τοῦ τάφου ἀνακαλούμενον, οὐκ εἶδε θάνατον κλειόμενον, οὐκ εἶδε θάλασσαν τῷ ῥήματι χαλινουμένην, οὐκ εἶδε τὸν πλάσαντα τὸν Ἀδὰμ, ἐπὶ τοῦ τυφλοῦ τὸ ἐλλεῖπον τῆς δημιουργίας πηλῷ προσαναπληροῦντα, καὶ τὸν ἐν παραδείσῳ κεραμέα διὰ τὸν λόγον ἀνακηρύττουσα ἦν. Δεῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι ἅπαντα ὅσα ἐποίησα. Ἐκ δὲ τῆς πόλεως ἐκείνης τῶν Σαμαρειτῶν πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης, ὅτι Εἶπέ μοι πάντα, ὅσα ἐποίησα. Μιμησώμεθα τὴν γυναῖκα ταύτην τὴν Σαμαρεῖτιν καὶ ἡμεῖς, καὶ ἐπὶ τοῖς οἰκείοις ἁμαρτήμασι μὴ αἰσχυνώμεθα, ἀλλὰ φοβώμεθα τὸν Θεόν. Νῦν δὲ τὸ ἐναντίον ὁρῶ γινόμενον· τὸν μὲν γὰρ μέλλοντα κρίνειν ἡμᾶς οὐ δεδοίκαμεν, τοὺς δὲ οὐδὲν ἡμᾶς παραβλάπτοντας, τούτους φρίττομεν, καὶ τὴν παρ᾽ αὐτῶν αἰσχύνην δεδοίκαμεν· διὰ τοῦτο ἐν οἷς δεδοίκαμεν, ἐπὶ τούτων διδόαμεν τὴν τιμωρίαν. Ὁ γὰρ ἐπαισχυνόμενος ἀνθρώπῳ ἀποκαλύψαι τὰ ἁμαρτήματα, Θεοῦ δὲ ὁρῶντος μὴ αἰσχυνόμενος πρᾶξαι, μηδὲ θέλων ὁμολογῆσαι, καὶ μετανοῆσαι, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἐνώπιον ἑνὸς καὶ δύο, ἀλλὰ τῆς οἰκουμένης ἁπάσης ὁρώσης παραδειγματίζεται.

Διαλεχθῶμεν οὖν τῷ Χριστῷ· καὶ γὰρ καὶ νῦν μέσος ἡμῶν ἕστηκε, καὶ διὰ τῶν προφητῶν, καὶ διὰ τῶν ἀποστόλων ἡμῖν φθεγγόμενος. Ἀκούσωμεν τοίνυν, καὶ πεισθῶμεν αὐτῷ. Μέχρι τίνος ζῶμεν εἰκῆ καὶ μάτην; Ὅταν γὰρ τὸν δοθέντα ἡμῖν χρόνον ἀναλώσωμεν εἰς οὐδὲν, ἀπελευσόμεθα δίκην δώσοντες τὴν ἐσχάτην τῆς ἀκαίρου δαπάνης. Διὰ τοῦτο γὰρ ἤγαγεν ἡμᾶς ὁ Θεὸς εἰς τὸν παρόντα βίον, καὶ ψυχὴν ἐνέπνευσε λογικὴν, οὐχ ἵνα τῷ παρόντι βίῳ χρησώμεθα μόνον, ἀλλ᾽ ἵνα πρὸς τὴν μέλλουσαν ζωὴν πάντες πραγματευσώμεθα.

Τὰ γὰρ ἄλογα μόνῳ τῷ παρόντι χρήσιμα βίῳ· ἡμεῖς διὰ τοῦτο ψυχὴν ἀθάνατον ἔχομεν, ἵνα πρὸς τὴν ἐκεῖ ζωὴν πάντα πράξωμεν, ἵνα ἐκεῖ λάμψωμεν, ἵνα μετὰ ἀγγέλων χορεύσωμεν, ἵνα τῷ βασιλεῖ παριστώμεθα διὰ παντὸς ἐν τοῖς αἰῶσι τοῖς ἀκηράτοις. Διὰ τοῦτο γὰρ καὶ ἀθάνατος γέγονεν ἡ ψυχὴ, καὶ τὸ σῶμα ἔσται πάλιν. Ἐὰν δὲ τῇ γῇ προσηλωμένος ᾖς, τῶν οὐρανίων προκειμένων, ἐννόησον, ὅση γίνεται ὕβρις εἰς τὸν δωρούμενον, ὅταν ἐκεῖνος τὰ ἄνω σοι προτείνῃ, σὺ δὲ οὐ πολὺν αὐτῶν ποιούμενος λόγον, τὴν γῆν αὐτῶν ἀνταλλάσσῃ. Διὰ ταῦτα καὶ γέενναν ἠπείλησεν, ἅτε καταφρονούμενος, ἵνα μάθῃς ἐντεῦθεν, ὅσων ἀποστερεῖς σεαυτὸν καλῶν. Ἀλλὰ μὴ γένοιτο πεῖραν λαβεῖν τῆς κολάσεως ἐκείνης· ἀλλ᾽ εὐαρεστήσαντας ἡμᾶς τῶν αἰωνίων ἐπιτυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα, καὶ τὸ κράτος σὺν τῷ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.