Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Σωσάνναν

Ἰωάννης ὁ Χρυσόστομος

Προοίμιο: Το χρέος της διδασκαλίας και η αξία της προαίρεσης

Ο συγγραφέας εισάγει τον λόγο του, παραβάλλοντας την πνευματική του προσφορά με τον οβολό της χήρας και εξαίροντας την προθυμία της καρδιάς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Εἰς τὴν Σουσάνναν. Ἥκομεν ὑμῖν εὐγνώμονες ὀφειλέται τοῦ λόγου, οὐχ ὅσον ὀφείλομεν πληροῦντες, ἀλλ᾽ ὅσον ἔχομεν ἀποδιδόντες. Ἡ μὲν γὰρ προθυμία δαψιλὴς καὶ πλείω τοῦ ὀφειλομένου ἥπλωται διδόναι· ἡ δὲ τοῦ λόγου πενία ἐστένωται· δι᾽ ὃ ὀλίγα ὑμῖν ἀντὶ πολλῶν παρακαλοῦντες διδόαμεν.

Εἰ δέ τις ὑμῶν βουληθείη τὰ ὀλιγοστὰ τῶν λόγων ἡμῶν τῇ προθυμίᾳ τῆς καρδίας συμπαρεκτεῖναι, οὐδὲν ἐλλείψομεν πρὸς τὸ ὀφειλόμενον, τῆς προθυμίας ἡμῶν τὸ ἐλλεῖπον μέρος τῶν λόγων ἀναπληρούσης. Καὶ γὰρ ὁ Θεὸς ὅταν πένητος ἴδῃ βραχείας προσφορὰς καὶ πλουσίου δαψιλεῖς, οἶδεν ἐξ ἴσου δέχεσθαι τὰς τιμάς· πολλάκις δὲ μειζόνως τὰς τοῦ πένητος ὑποδέχεται· οὐ γὰρ τῷ ὄγκῳ τῶν χρημάτων, ἀλλὰ τῇ προθυμίᾳ τῆς καρδίας ἐμβλέπει.

Ἀπόδειξις δὲ τῶν λεγομένων ἡ περὶ τὴν πενιχρὰν χήραν τὴν τὰ δύο λεπτὰ εἰς τὸ γαζοφυλάκιον βαλοῦσαν· ὑπερεταλάντευσε γὰρ παρὰ Κυρίῳ ἡ ταύτης βραχεῖα προσφορὰ τῶν τὸν χρυσὸν βεβληκότων πλουσίων· ἐπειδὴ οὐ χρημάτων χρῄζει ὁ Θεὸς, ἀλλ᾽ εἰλικρινοῦς καὶ εὐπροαιρέτου καρδίας. Φέρε τοίνυν καὶ ἡμεῖς ἁπλώσαντες ἡμῶν ἐν εἰλικρινείᾳ τὰς καρδίας, οἷον παρὰ Θεοῦ κεκτήμεθα λόγον, ὥσπερ ἔν τισι γαζοφυλακίοις Θεοῦ ἐμψύχοις καταβαλλόμενοι, τὸ χρέος τοῦ λόγου ὑμῖν ἀποτίσωμεν.