Ἡνίκα δὲ εἶπον οἱ πρεσβύτεροι τοὺς λόγους κατὰ Σουσάννης, κατῃσχύνθησαν οἱ δοῦλοι σφόδρα, ὅτι οὐκ ἐῤῥήθη λόγος τοιοῦτος περὶ Σουσάννης ποτέ. Ἐγένετο δὲ τῇ ἐπαύριον συνέδριον μέγιστον· ἔτι γὰρ ἡ κρίσιμος πάλη, ἡ περὶ στεφάνου νίκη. Συνήχθη πᾶς ὁ λαὸς ἀνδρῶν, γυναικῶν, νηπίων· πάλιν συνηθροίσθη τὸ θέατρον· οἱ κάτω ἄνθρωποι οὐκ ᾔδεισαν τί ἐθεώρουν· οἱ δὲ ἐν οὐρανῷ ἄγγελοι ἐπεγίνωσκον τὸ πρᾶγμα. Ἦλθον οἱ πρεσβύτεροι γέμοντες τῆς ἀνομίας· καλοῦσι τὴν Σουσάνναν, ὡς μὲν ἐκεῖνοι ἐνόμιζον, πρὸς αἰσχύνην καὶ θάνατον· ὡς δὲ τῷ δικαίῳ κριτῇ προώριστο, πρὸς ζωὴν καὶ δόξαν αἰώνιον. Καί φασι πρὸς τὸν λαόν· Ἀποστείλατε πρὸς Σουσάνναν θυγατέρα Χελκίου· οἱ δὲ ἀπέστειλαν. Ἦλθεν αὐτὴ, καὶ οἱ γονεῖς αὐτῆς, καὶ ὁ ἀνὴρ αὐτῆς, καὶ τὰ τέκνα αὐτῆς. Καὶ ἦλθεν ἡ Σουσάννα ὡς θανεῖν ὀφείλουσα διὰ σωφροσύνην, μετὰ πολλῆς εὐλαβείας στενάζουσα, θλιβομένη, οὐχ ὅτι ἤμελλεν ἀποθνήσκειν, ἀλλ᾽ ὅτι ὄνομα κακὸν κατελίμπανε τοῖς γονεῦσιν, ὅτι ἤμελλεν ὀνειδισμὸν τῷ γένει καταλιπεῖν· οὐδένα γὰρ εἶχε μάρτυρα τοῦ γεγονότος πράγματος ἐν τῷ παραδείσῳ. Πολλοὶ ἦσαν οἱ δακρύοντες ὑπὲρ αὐτῆς, οἱ φίλοι, οἱ συγγενεῖς, οἱ γονεῖς, οἱ γείτονες· ὁ ἀνὴρ ἐπένθει, ὁ οἶκος αὐτῆς ἐθρήνει· κἀκείνη αὐτὴ κατώδυνος, σκυθρωπὴ, δακρύουσα, θλιβομένη, ἐν πολλῇ ταπεινότητι καρδίας ἵσταται ἐν τῷ μέσῳ. Πάνδημος ἦν ἡ θέα, Θεοῦ, ἀγγέλων, ἀνθρώπων.